Σύναξη Πάντων των εν Λέσβω Αγίων, 22 Ιουνίου
Λέσβος χορεύει ὁμοῦ συνευφημοῦσα τοὺς ἐν αὐτῇ λάμψαντας φίλους Κυρίου. Ἤνεγκε Λέσβος ὁμήγυριν Χριστῷ Θεοειδῆ ἐτάρων. Την πρώτη μετά των Αγίων Πάντων Κυριακή η Εκκλησία μας εορτάζει την μνήμη των εν Λέσβω διαλαμψάντων Αγίων. Η Ακολουθία τους είναι γραμμένη από τον Υμνογράφο της Μεγάλης του Χριστού Εκκλησίας Γεράσιμο Μικραγιαννανίτη. Λειτουργικά κείμενα Ἀπολυτίκιον Ἦχος α’. Τῆς ἐρήμου πολίτης. Τοὺς ἐκ Λέσβου ὡς ἄστρα νοητὰ ἀνατείλαντας, καὶ ἀπὸ χωρῶν διαφόρων ἐν αὐτῇ διαπρέψαντας. Ὁσίους τε καὶ Μάρτυρας ὁμοῦ, καὶ θείους ἱεράρχας τοῦ Χριστοῦ, ἐν μιᾷ ἀνευφημήσωμεν ἑορτῇ οἱ λέσβιοι κραυγάζοντες· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ θαυμαστώσοντι, δόξα τῷ δι’ ὑμῶν περιφανῶς, τὴν νῆσον ἡμῶν κλεΐσαντι. Έτερον Ἀπολυτίκιον Ἦχος γ’. Θείας πίστεως. Θεῖον σύστημα κλεινῶν Ὁσιῶν, καὶ ὁμήγυριν Ἀρχιερέων, καὶ Μαρτύρων ἀκαθαίρετον φάλαγκα, ἡ νῆσος Λέσβος γεραίρει χορεύουσα, ὡς ἐν αὐτῇ τὸν Χριστὸν μεγαλύναντας, καὶ πρεσβεύοντας δωρήσασθαι ταῖς ψυχαῖς ἡμῶν εἰρήνην ἀληθῆ καὶ μέγα ἔλεος. Κοντάκιον Ἦχος δ'....

