Ιστορική Βιβλιοθήκη βιβλίο 12 [12,0] Τάδε ἔνεστιν ἐν τῇ δωδεκάτῃ τῶν Διοδώρου βίβλων. Περὶ τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον. Περὶ τῆς ἀποστάσεως τῶν Μεγαρέων ἀπὸ Ἀθηναίων. Περὶ τῆς γενομένης μάχης περὶ Κορώνειαν Ἀθηναίοις καὶ Βοιωτοῖς. Περὶ τῆς Ἀθηναίων στρατείας ἐπὶ τὴν Εὔβοιαν. Πόλεμος κατὰ τὴν Σικελίαν Συρακοσίοις πρὸς Ἀκραγαντίνους. Κτίσις κατὰ τὴν Ἰταλίαν Θουρίων καὶ στάσις πρὸς ἀλλήλους. Ὡς Χαρώνδας ὁ Θουρῖνος νομοθέτης αἱρεθεὶς πολλῶν ἀγαθῶν αἴτιος ἐγένετο τῇ πατρίδι. Ὡς Ζάλευκος νομοθετήσας ἐν Λοκροῖς μεγάλην δόξαν περιεποιήσατο. Ὡς Ἀθηναῖοι τοὺς Ἑστιαιεῖς ἐκβαλόντες ἰδίους οἰκήτορας ἐξέπεμψαν. Περὶ τοῦ γενομένου πολέμου Θουρίοις πρὸς Ταραντίνους. Περὶ τῆς γενομένης στάσεως ἐν τῇ Ῥώμῃ. Περὶ τοῦ γενομένου πολέμου Σαμίοις πρὸς Μιλησίους. Ὡς Συρακόσιοι στρατεύσαντες ἐπὶ Πικηνοὺς τὴν πόλιν κατέσκαψαν. Ὡς κατὰ τὴν Ἑλλάδα συνέστη πόλεμος ὁ κληθεὶς Κορινθιακός. Ὡς κατὰ τὴν Ἰταλίαν τὸ τῶν Καμπανῶν ἔθνος συνέστη. Ναυμαχία Κορινθίων πρὸς Κερκυραίους. Ἀπόστασις Ποτιδαίας καὶ Χαλκιδέων ἀπ...