Ιωάννου του Καντακουζηνού Αποβασιλέως Ιστοριών Βιβλία Δ' : Βιβλίο Α

Ιωάννης ΣΤ΄ Καντακουζηνός
1292 – 1383
Ιστορία
Χρόνος συγγραφής: δεκαετία 1370
Ιωάννου του Καντακουζηνού Αποβασιλέως Ιστοριών Βιβλία Δ' : Βιβλίο Α
Το Βιβλίο Α΄ εξιστορεί την εμφύλια σύγκρουση μεταξύ Ανδρόνικου Β΄και Ανδρόνικου Γ΄.

[ Προοίμιο & Βιβλίο A’, περίοδος 1320 – 1328 ]
ΝΕΙΛΟΣ ΧΡΙΣΤΟΔΟΥΛΩΙ.
Βιβλίο Α
ἐπειδή σε βούλεσθαι οἶδα μηδὲν τῶν ἡμετέρων ἀγνοεῖν, εἰ καὶ μηδέν τι γενναῖον ἔχοιμεν λέγειν, ἅ γε ἔνεστι, σιωπᾷν οὐ θέμις. οἶσθα τοὺς περιπάτους οὓς ἑκάστοτε μετὰ τῶν φίλων ποιούμεθα, ἐν οἷς πολλὰ, τὰ μὲν σπουδῇ, τὰ δὲ παιδιᾷ προσήκοντα λέγεται. ἐν τούτοις τινῶν τὸν τῶν βασιλέων διεξιόντων πόλεμον, ὅπως τε τὴν ἀρχὴν συνέστη καὶ ἤκμασεν εἰς τοσοῦτον, καὶ τί τὸ πεῖσαν τοὺς γενναίους ἀγνοῆσαι τὴν φύσιν, καὶ πότερος αὐτῶν μάχης ἤρξατο, καὶ τίς πρὸς διαλλαγὰς ὀξύτερος· οἱ μὲν τὸν πάππον, οἱ δὲ τὸν νεώτερον αἰτίαις ἐνέχεσθαι ἠξίουν. ἐγὼ δὲ ἀκούων ἐπλήγην τοῖς λόγοις, ῥᾳθυμίαν κατεγνωκὼς τῶν ἀνδρῶν, οἳ παρηκολουθηκότες τοῖς πράγμασιν ἐξ ἀρχῆς, οὐ κατέλιπον τῷ βίῳ τὴν τῶν πεπραγμένων διήγησιν. ἀλλ' ἔστι καὶ περὶ ἐκείνων διπλᾶ λογίζεσθαι, καθάπερ καὶ περὶ τῶν Εὐκλείδου φασίν. ἀλλὰ σὺ δίκαιος ἂν εἴης ἀπαλλάττειν πραγμάτων ἡμᾶς, τά τε ἐπὶ τῶν βασιλέων τά τε ἐφ' ἡμῶν γεγονότα διδάξας· τὸ δ' ἂν γένοιτο, ἐπιτομωτάτῃ χρησάμενος ὁ δῷ τινι συγγραφῆς, δι' ἧς μόνης ἔξεστι τἀληθὲς εὑρεῖν. καὶ ὅτε γὰρ τὰ κοινὰ διετέλεις πράττων, σωτηρία τοῖς πράγμασιν ἦσθα· καὶ νῦν σαυτοῦ γεγονὼς, ἀληθείας καὶ δικαιοσύνης παράδειγμα τὸν βίον κατέστησας τὸν σαυτοῦ. ὡς μὲν οὖν τῶν γεγονότων καὶ νομιζόμενος καὶ ὢν αὐτουργὸς, οὐκ ἀγνοήσεις δήπου τὰ σά· ὡς δὲ μηδὲν τῆς ἀληθείας διὰ βίου πρότερον ἡγησάμενος, τἀληθὲς ἐρεῖς· ὡς δὲ ῥᾳθυμίαν ἐξορίσας παντάπασι τῆς ψυχῆς, οὐ λογιῇ τὸν ἐπὶ τῷ πράγματι πόνον. ἔστι δὲ καὶ εἰς παράδειγμα τὴν ἡμετέραν ἱκετείαν ἀνενεγκεῖν. ἄν τε γὰρ τοὺς ἔξωθεν, ἄν τε τοὺς ἡμετέρους ἡγεμόνας ἐνθυμηθῇς, οὐδαμῶς ἀτιμάσεις τὴν ἱστορίαν. καὶ οὗτοι γὰρ κἀκεῖνοι ἐπὶ τὸ συγγράφειν καθῆκαν ἑαυτοὺς, οὐ μικρὰ τὸν ἀνθρώπινον βίον ἐκ τοιούτων ὀνήσειν οἰόμενοι. καὶ ἁπλῶς δὲ εἰπεῖν, οἱ μὲν ἠθικοὶ τῶν λόγων, ὅσοι ἢ ἀρετὴν ἐπῄνεσαν ἢ κακίαν διέβαλον, καλοί τέ εἰσι καὶ θαυμάζεσθαι δίκαιοι· εἰ δὲ καὶ δυνατὸν κατὰ τούτους τοὺς ἀνθρώπους βιῶναι, ἐνταῦθα δὴ πολὺς ὁ λόγος, τινῶν ἀξιούντων μὴ δύνασθαι τὰ πράγματα διὰ τέλους συμβαίνειν τοῖς λόγοις. οἷς δὲ ἐμέλησε πράξεις ἀνδρῶν ἀναγράφειν, ἐξ ὧν ἀρετὴν καὶ κακίαν, τὴν μέν ἐστιν ἑλέσθαι, τὴν δὲ φυγεῖν, τοῖς τοιούτοις ἀντιλέγειν οὐ πάνυ τοι ῥᾴδιον, ὅτι μὴ λογισμοῖς, ἀλλὰ πράγμασι πείθουσιν, οἷς ἐρίζειν μανία σαφής. ὡς οὖν τὰ μέγιστα ὀνήσων τὸν ἀνθρώπινον βίον, ἂν μὴ κατ' ἐλπίδας τὰ παρόντα ἐκβῇ, ἐξ ὧν ἐστι τούς τε ἄλλους εὖ ποιεῖν καὶ τὸ σαυτοῦ διασώζειν ἦθος, ἑλοῦ.

Ἐπῄνεσα σοῦ τὸν τρόπον, ὦ φίλε Νεῖλε, τὴν σὴν ἐπιστολὴν ἀναγνούς. τὸ γὰρ μαθεῖν ἐθέλειν ἃ τοῖς βασιλεῦσι Ρωμαίων συνέβησαν ἐφ' ἡμῶν, τἀληθές ἐστιν εἰδέναι ποθοῦντος. παράδοξα γάρ τινα καὶ ἀλλόκοτα συνέβησαν ἐπ' αὐτῶν καὶ οὐδαμῶς προσόμοια τοῖς ἐπὶ τῶν προτέρων βασιλέων, ἀλλὰ πολύν τινα τὸν παράλογόν ἐστιν εὑρεῖν ἐν αὐτοῖς, ἔν τε ταῖς ἀγχιστρόφοις τῶν πραγμάτων μεταβολαῖς καὶ ἐν τοῖς τῶν ἀνθρώπων ἤθεσι καὶ βίοις, τῶν μὲν εἰς τὸ πάντη εὐσταθὲς καὶ ἀκίνητον καὶ μηδαμῶς εἶκον ταῖς μεταβολαῖς τῶν πραγμάτων ἑαυτοὺς κάλλιστα ἁρμοσάντων, τῶν δὲ τοὐναντίον ἅπαν Εὐρίπου δίκην μεταφερομένων ἀεὶ καὶ ἀστατούντων. οὐ μὴν ἀλλὰ καὶ τῶν τοῦ θεοῦ κριμάτων τὸ βάθος φανεῖται τῷ βουλομένῳ τοῖς πράγμασι προσέχειν ἐπιμελῶς. τούτου δὴ χάριν ὤκνουν ἐπιπολὺ τῶν λόγων ἅψασθαι τουτωνὶ, τῆς διηγήσεως ἀναλογιζόμενος τὸ πολυειδὲς καὶ ποικίλον· ἐπεὶ δὲ φιλίας οὐδὲν ἰσχυρότερον οὐδὲ πιθανώτερον καὶ τοῖς ὑπὲρ δύναμιν ἐγχειρεῖν, ταύτῃ βιασθεὶς κἀγὼ ἤδη ἄρχομαι λόγου. ὁ δὲ τῆς ἀληθείας θεὸς μὴ περιέλοι λόγον ἀληθείας ἐκ στόματός μου· οὐ γὰρ ἀπεχθείᾳ τινὶ ἢ φιλίᾳ, ἐξ ὧν τὸ ψεῦδος ἐπιπολὺ τίκτεται, πρὸς τούτους ὑπήχθην τοὺς λόγους, ἀλλ' ἀληθείας ἕνεκα καὶ πρὸς ἀληθείας ἐραστὴν τούτους ποιοῦμαι. ἔτι δὲ οὐδ' ἀκοῇ ταῦτα πρὸς τῶν παλαιοτέρων παρειληφὼς ἢ φήμαις προσέχων καὶ μύθοις ὑγιὲς οὐδὲν ἔχουσιν, ἐξ ὧν συμβέβηκε τοῖς πολλοῖς τῶν συγγραφέων ἀποπλανηθῆναι τῆς ἀληθείας, ἀλλ' αὐτὸς ἐφ' ἅπασι παρὼν καὶ ὡς ἔνεστι μάλιστα τἀληθῆ περὶ πάντων εἴπερ τις εἰδὼς, οὕτω δὴ ποιήσομαι τὴν περὶ αὐτῶν διήγησιν, τὴν ἀλήθειαν προστησάμενος καὶ πάσης ἄλλης αἰτίας αὐτὴν προτιμήσας. εἰ δὴ σὺ μὲν ἀληθείας ἐραστὴς, ἐμέ τε οὐδέν ἐστι τὸ πεῖσον ταύτης ἀποστῆναι διὰ πάσης τῆς διηγήσεως, ἔχεις ὅπερ ἐπόθεις. ἄξιον δὲ μικρὸν ἄνωθεν ἀναλαβεῖν τὴν σειρὰν τοῦ γένους τῶν βασιλέων, ὡς ἂν εἰδείημεν, τίς ἐκ τίνος ἔφυ, τίνας τε αὐτὸς τετοκὼς τίνα προέστησε βασιλεύειν, τοὺς ἄλλους καταστήσας τελεῖν ὑπ' αὐτόν. Ὁ βασιλεὺς τοίνυν Ἀλέξιος, ὁ τὴν ἐπωνυμίαν Ἄγγελος, τῷ Θεοδώρῳ Λάσκαρι τὴν θυγατέρα κατεγγυήσας, τὴν βασίλειον ἀρχὴν παρέπεμψε πρὸς αὐτόν. οὗτος δὲ αὖ πάλιν ἄῤῥενος παιδὸς ἀπορῶν, Ἰωάννῃ τῷ Βατάτζῃ ἐξ ἀρχοντικῆς τάξεως ὄντι Εἰρήνην τὴν θυγατέρα συνέζευξεν, ἀποδείξας καὶ βασιλέα τὸν κηδεστήν. αὐτῷ δὲ Θεόδωρος γεγέννηται παῖς, Ρωμαίων καὶ αὐτὸς βασιλεύσας. ἐξ αὐτοῦ δὲ γεγέννηται Ἰωάννης, ἐφ' οὗ δὴ τῆς βασιλικῆς τοῦ γένους διατμηθείσης σειρᾶς, ἐπὶ Μιχαὴλ τὸν Παλαιολόγον ἡ βασιλεία μετέβη· ὃς δὴ παῖδας ἐγέννησεν ἄῤῥενας τρεῖς, Ἀνδρόνικον, ὃς καὶ τῶν βασιλικῶν ἐπελάβετο σκήπτρων, καὶ Κωνσταντῖνον τὸν ἐν τῇ πορφύρᾳ τεχθέντα, καὶ τρίτον Θεόδωρον· ἀλλὰ καὶ θηλείας τοσαύτας, Εἰρήνην καὶ Εὐδοκίαν καὶ Ἄνναν. οὗτος δὴ ὁ βασιλεὺς Ἀνδρόνικος ὁ τοῦ Μιχαὴλ βασιλέως παῖς, δυσὶ γάμοις προσομιλήσας, ἐκ μὲν Ἄννης τῆς θυγατρὸς τοῦ τῆς Οὐγκρίας ῥηγὸς, παῖδας ἐγέννησεν ἄῤῥενας δύο, Μιχαὴλ τὸν βασιλεύσαντα σὺν αὐτῷ, καὶ τὸν ἀδελφὸν αὐτοῦ Κωνσταντῖνον δεσπότην ὀνομασθέντα, ὡς καὶ μετὰ τὸν βασιλέα τεχθέντα καὶ τὰ δευτερεῖα φερόμενον ἐπὶ πᾶσιν. ἐκ δὲ τῆς πρὸς δεύτερον γάμον ὁμιλησάσης αὐτῷ Εἰρήνης, τῆς θυγατρὸς μαρκέση Μουμφαρὰ ἄρχοντος Λουμπαρδίας, ἐγέννησεν υἱοὺς τρεῖς, Ἰωάννην, Θεόδωρον καὶ Δημήτριον, καὶ θυγατέρα μίαν τὴν Σιμωνίδα. ὁ δέ γε βασιλεὺς Μιχαὴλ, ὁ τοῦ προῤῥηθέντος Ἀνδρονίκου βασιλέως παῖς, εἰς γάμον ἑαυτῷ συναρμόσας τὴν θυγατέρα τοῦ τῆς Ἀρμενίας ῥηγὸς, παῖδας ἔσχεν ἐξ αὐτῆς τόν τε βασιλέα Ἀνδρόνικον καὶ Μανουὴλ τὸν δεσπότην, καὶ θυγατέρας, Ἄνναν καὶ Θεοδώραν. Ἃ μὲν οὖν συμβέβηκεν ἐπὶ τῶν ἀναγεγραμμένων βασιλέων, ἀπὸ τῶν τοῦ Λάσκαρι χρόνων ἄχρι Μιχαὴλ βασιλέως τοῦ τῶν Παλαιολόγων δευτέρου, πολλοῖς ἐγένετο συγγράψασθαι σπούδασμα οὐ μικρόν· ἐξ ὧν αὐτός τε σὺ καὶ εἴ τις ἕτερος βούλοιτο, δυνηθείη ἂν ἀκριβῶς μαθεῖν περὶ τῶν πεπραγμένων· εἴ γε μὴ κἀκεῖνοι, ταῖς προῤῥηθείσαις ἐνσχεθέντες αἰτίαις, τὸ μὲν ἀληθῆ λέγειν εἴασαν χαίρειν, αὐτοὶ δὲ ὅπως ποτὲ ἔτυχον διακείμενοι περὶ ὧν διελέγοντο, οὕτω δὴ καὶ τὴν διήγησιν ἀπέδωκαν τῶν πραγμάτων, ἀρκεῖν αὐτοῖς ἡγούμενοι πρὸς ἀντιμισθίαν τῶν πόνων, ἢ τὸν φιλούμενον ἐπαινέσαι, ἢ τὸν μισούμενον καθυβρίσαι, τῆς δ' ἀληθείας μηδὲν φροντίσαντες. ἐξ ὅτου δ' ὁ βασιλεὺς Μιχαὴλ, τῶν Παλαιολόγων ὁ δεύτερος δηλαδὴ, τοῦ παρόντος ἀπέστη βίου, ἢ οὐδεὶς συνεγράψατο τὰ τοῖν βασιλέοιν ἐξειργασμένα ἔν τε τοῖς εἰρήνης καιροῖς καὶ ἐν οἷς περὶ τῆς ἀρχῆς ἐπολέμησαν πρὸς ἀλλήλους· ἢ εἴγε καὶ συνεγράψατο, οὐκ ἂν οἶμαι καθαρῶς τῆς ἀληθείας αὐτὸν ἐφάπτεσθαι, ἅτε δὴ τῶν πραγμάτων ἀκριβῆ γνῶσιν οὐκ ἐσχηκότα, πολλῶν ἐν ὀλίγῳ χρόνῳ καὶ ποικίλων συνενεχθέντων. διὸ σύ τε καλῶς ἐποίησας παρὰ τοῦ σαφῶς εἰδότος ἐθελήσας μαθεῖν, ἐγώ τε μηδὲν μελλήσας, τὴν διήγησιν ἐκθήσομαι τῶν πραγμάτων, τῆς ἀληθείας προτιμήσας μηδέν.
https://byzantium.gr/

[ΒΙΒΛΙΟ Α’]

αʹ. Ὁ τοίνυν βασιλεὺς οὑτοσὶ Μιχαὴλ, συμβασιλεύων Ἀνδρονίκῳ τῷ βασιλεῖ καὶ πατρὶ, καὶ παῖδας ἐσχηκὼς, καθάπερ εἰπόντες ἔφθημεν, ἄῤῥενας δύο καὶ θυγατέρας τοσαύτας, τὴν μὲν ἑτέραν τῶν θυγατέρων τὴν Ἄνναν Θωμᾷ τῷ δεσπότῃ, τῷ τοῦ Νικηφόρου τοῦ δεσπότου παιδὶ, ἄρχοντι τῆς Ἀκαρνανίας πρὸς γάμον ἐξέδωκε· τὴν Θεοδώραν δὲ τῷ βασιλεῖ Μυσῶν Σφεντισθλάβῳ· τοὺς υἱοὺς δὲ αὐτοῦ, τὸν βασιλέα Ἀνδρόνικον καὶ Μανουὴλ τὸν δεσπότην, παρὰ τῷ βασιλεῖ καὶ πάππῳ αὐτῶν ἀφεὶς ἀνάγεσθαι βασιλικῶς, αὐτὸς ἐπεραιώθη πρὸς ἕω, τοῖς ὑπηκόοις ἐκεῖσε τῇ βασιλείᾳ Ρωμαίων τὴν δυνατὴν εἰσοίσων βοήθειαν, πάσχουσι κακῶς ὑπὸ τῶν Περσῶν.
ὀλίγον δέ τινα χρόνον ἐνδιατρίψας ἐκεῖ, καὶ πρὸς τὴν Κωνσταντίνου πόλιν ἐπανελθὼν, πέμπεται παρὰ τοῦ πατρὸς αὐτῷ καὶ βασιλέως τῇ Ἀδριανοῦ πόλει ἐνδιατρίβειν. καὶ διέτριψεν ἐκεῖ χρόνον τινὰ συχνόν· εἶτα τοῦ πατρὸς πάλιν προστεταχότος, πρὸς Θεσσαλονίκην ἀπῆρεν. ἐν τούτοις ὄντος αὐτοῦ, ἥκουσι κακῶν ἄγγελοι πρὸς αὐτὸν, τὴν τῷ δεσπότῃ συνοικοῦσαν Θωμᾷ θυγατέρα αὐτοῦ λέγοντες τεθνηκέναι· καὶ μετὰ μικρὸν ἕτεροι τῶν προτέρων βαρυτέρας φέροντες ἀγγελίας τὸν υἱὸν αὐτοῦ Μανουὴλ δεσπότην ἔφασαν τεθνηκέναι.
εἴτε δὲ καὶ νόσημά τι τῶν ὀξέων ἔνδον οἰκουροῦν ἔτι ἡ τῆς ἀθυμίας ὑπανῆψε φλὸξ, εἴτε καὶ αὐτὴ καθ' αὑτὴν ἡ ἀμετρία τῆς λύπης ἤρκεσε πρὸς θάνατον αὐτῷ, μετὰ ὀγδόην ἡμέραν τῆς ἀγγελίας τῆς τελευτῆς τοῦ παιδὸς τελευτᾷ καὶ αὐτὸς ἐν Θεσσαλονίκῃ, τρίτον πρὸς τεσσαράκοντα χρόνον ἄγων τῆς ἡλικίας, ἔτους ἐννάτου πρὸς τοῖς εἴκοσι καὶ ὀκτακοσίοις καὶ ἑξακισχιλίοις, δωδεκάτῃ μηνὸς ὀκτωβρίου, ἡμέρᾳ πρώτῃ τῆς ἑβδομάδος.
τούτων οὕτω συνενεχθέντων, ἀγγέλλεται τῷ βασιλεῖ Ἀνδρονίκῳ τῷ τοῦ τετελευτηκότος πατρὶ ἡ τοῦ βασιλέως καὶ υἱοῦ τελευτὴ, καὶ χρόνον μέν τινα συχνὸν ἐπένθησεν ἐπὶ τῷ βασιλεῖ καὶ παιδί· οὐ γὰρ ἄκρας ἔψαυσεν αὐτοῦ καρδίας ἡ τοῦ καλοῦ παιδὸς τελευτή· εἶτα δαίμονός τινος τῶν ἐξητασμένων ἐπὶ φθορᾷ, βαρὺ καὶ ἄγριον κατὰ τῆς Ρωμαίων πνεύσαντος εὐτυχίας, ἢ τἀληθέστερον μᾶλλον εἰπεῖν, αὐτοῦ τοῦ τὰ πάντα οἰκονομοῦντος θεοῦ πρὸς ἔκτισιν τῶν ἐπὶ πλήθει καὶ μεγέθει τὸ μέτρον ὑπερβαινόντων ἡμετέρων σφαλμάτων τὰ τοιαῦτα παραχωροῦντος, ἐπὶ νοῦν ἔρχεται τῷ βασιλεῖ Ἀνδρονίκῳ, τὸν μὲν καθεστῶτα βασιλέα τὸν ἔγγονον αὐτοῦ τὸν νέον Ἀνδρόνικον ἀποστερῆσαι τῆς βασιλείας καὶ εἰς ἰδιώτου μεταστῆσαι σχῆμα, τὸν υἱὸν δὲ αὐτοῦ τὸν Κωνσταντῖνον δεσπότην ὄντα τῷ διαδήματι τῆς βασιλείας κοσμῆσαι. οὐ μᾶλλον αὐτοῦ τούτου γε ἕνεκα διανοηθεὶς τοῦτο τοῦ Κωνσταντίνου, ἢ ὥστε τὸ τῆς βασιλείας ἀξίωμα καὶ εἰς τὸν ἐκ παλλακῆς αὐτῷ δὴ τῷ Κωνσταντίνῳ προσόντα παῖδα μεταβῆναι τὸν Μιχαὴλ, ὡς πατρόθεν καὶ ἐξ ἁρμονίας αὐτῷ προσῆκον, ὃς δὴ καὶ Καθαρὸς ὠνόμαστο, μητρόθεν λαχὼν τὴν κλῆσιν. οὗτος δὴ ὁ Μιχαὴλ εἷλκε μὲν καὶ τὰς τοῦ γένους πηγὰς ἐκ φαύλης καὶ ἀσήμου μητρὸς, ἦν δὲ καὶ τἆλλα ἄξιος οὐδενός. οὔτε γὰρ φύσεως ἔτυχεν εὐρώστου πρὸς τὸ φρονεῖν, οὔτ' ἐγκυκλίου πεῖραν ἔσχε παιδείας, οὔτε πρὸς στρατείας ἤσκητο τὸ παράπαν, οὔτε πρός τι τῶν ὅσα νέους κοσμεῖ εὐφυῶς εἶχε κἂν ἐπ' ὀλίγον, ἀλλ' οὕτω παντάπασιν ὄντα παντὸς ἐστερημένον καλοῦ, δεινὸς ἔρως εἰσῆλθε τὸν βασιλέα, τῇ λαμπρᾷ ταύτῃ καὶ βαθείας δεομένῃ φρενὸς ἐπιστῆσαι βασιλείᾳ Ρωμαίων. οὕτω δὴ διανοηθεὶς καὶ ἔργου ἥπτετο ἤδη, καὶ τὸν Μιχαὴλ ἐκ τῆς παρὰ μητρὶ διατριβῆς ἀφελὼν, σύνοικον ἀπέδειξεν ἑαυτῷ καὶ συνδιατρίβοντα, αὑτῷ τε ἀεὶ παρακαθήμενον καὶ παριστάμενον, καὶ τὰ πρῶτα τῶν γνησίων ἀποφερόμενον, ὅσα γε εἰς τιμήν· ἔτι τε διὰ σπουδῆς ἐποιεῖτο πάσης, ἔν τε τοῖς πρὸς τοὺς ὁθενδήποθεν πρέσβεις χρηματισμοῖς, κἀν ταῖς πρὸς ἀρχιερέας ἤ τινας τῶν σοφῶν ὁμιλίαις, ἢ καὶ ἄλλοις τισὶ λόγοις τὸν ἀκροατὴν δοκοῦσι συνετώτερον ποιεῖν ἑαυτοῦ, παρεῖναι καὶ ἀκροᾶσθαι τὸν Μιχαήλ· εἰ δέ ποτε συμβεβήκει τὸν Μιχαὴλ μὴ παρεῖναι ταῖς ἀγωνιστικαῖς ὁμιλίαις τοῦ βασιλέως, μετεκαλεῖτο τοῦτον διὰ πολλῶν ὡς δή τι προὔργου ποιῶν. σκοπὸς δ' ἦν αὐτῷ, τὸ ἐμφανὲς μὲν, ὡς ἂν αὐτῷ περιποιήσῃ τιμὴν καὶ Ρωμαίους πείσῃ ὡς ἐγγόνῳ βασιλέως αὐτῷ προσέχειν· τῇ δ' ἀληθείᾳ, πρὸς τὸ μελετώμενον αὐτὸν τῆς ἀρχῆς ἐξασκῆσαι ὕψος, καὶ πρὸς πεῖραν ἀναγαγεῖν διοικήσεως πραγμάτων βασιλικῶν. καίτοι γε αὐτὸς ὁ βασιλεὺς Ἀνδρόνικος μετὰ τὰς συμβάσεις, ἃς ἐποιήσατο πρὸς τὸν ἔγγονον καὶ βασιλέα τὸν νέον Ἀνδρόνικον, ἑαυτὸν ἐξαιτιώμενος περὶ τούτου, οὐκ ἐκ περινοίας τινὸς ἢ κακούργου σκέψεως ἔλεγε τὰ κατὰ τὸν Μιχαὴλ γεγενῆσθαι, ἀλλ' ἀπεριέργως οὕτω καὶ ἁπλῶς ἐκ τοῦ συντυχόντος. καὶ ἦν ἂν τοῖς τοιούτοις λόγοις ἰσχυρὰ πίστις τό τε τοῦ βασιλέως ἀξίωμα καὶ τὸ διὰ βίου παντὸς αὐτὸν τῇ ἀληθείᾳ προσέχειν, εἰ μὴ τὰ τῶν πραγμάτων τέλη τὰς ἀρχὰς ἀπέδειξαν ἑαυτῶν οὐχ ὡς ἔτυχεν, οὐδ' ἐκ τοῦ συμβεβηκότος, ἀλλ' ἐκ περινοίας καὶ σκέψεως οὐ δικαίας γεγενημένας· σκεπτέον δὲ ἐκ τῶν πραγμάτων.

βʹ. Ἔθους γὰρ ἐπικρατοῦντος παρὰ Ρωμαίοις, ἐπειδὰν ἀπολίπῃ τὸν βίον ὁ βασιλεὺς, τοὺς μὲν ἐπιτρόπους τῶν ἐπαρχιῶν ἅπαντας παραλύεσθαι τῆς ἀρχῆς, εἰς ἓν δὲ συνιόντας, ὅρκοις βεβαιοῦν τὴν πίστιν τῷ ὑπολειπομένῳ βασιλεῖ, εἴ γε εἷς ἐστιν ἢ καὶ δύο, εἶτ' αὖθις, οἷς ἂν αὐτῷ δόξειε, τὰς ἀρχὰς ἐγχειρίζειν· ὥριστο καὶ τότε παρὰ τοῦ βασιλέως, μετὰ τὴν τοῦ υἱοῦ καὶ βασιλέως τελευτὴν Μιχαὴλ, τούς τε ἐν τέλει καὶ τοὺς ἐν ἀξιώμασι πάντας, μέλλοντας καθίστασθαι πρὸς ἀρχὰς, ὅρκοις ἐμπεδοῦν τὴν πίστιν τοῖς βασιλεῦσιν. ἐτελοῦντο τοίνυν οἱ ὅρκοι οὐ κατὰ τὸν πρότερον συνήθη τύπον. ἔτι γὰρ καὶ Μιχαὴλ ἐν ζῶσιν ὄντος τοῦ βασιλέως, εἴπερ ἐδέησέ τινα ὅρκῳ δοῦναι πίστιν τοῖς βασιλεῦσι, προαπαριθμησάμενος τὰ ἅγια ἐν οἷς ὤμνυεν, εἶτα στέργειν ἔλεγε καὶ βασιλέας, πρῶτον μὲν Ἀνδρόνικον τὸν καὶ πρεσβύτερον τῷ χρόνῳ καὶ πατέρα τῶν βασιλέων, καὶ τὴν αὐτοῦ γαμετὴν, εἶτα μετ' ἐκεῖνον τὸν υἱὸν αὐτοῦ Μιχαὴλ ὁμοῦ τῇ συζύγῳ, καὶ τρίτον τὸν νέον Ἀνδρόνικον, υἱὸν μὲν ὄντα τοῦ Μιχαὴλ, υἱωνὸν δὲ Ἀνδρονίκου· τοῦ τοιούτου ἔθους ἀπὸ τῶν χρόνων ἀρξαμένου τοῦ πρώτου βεβασιλευκότος Παλαιολόγου τοῦ Μιχαήλ· πρότερον γὰρ οὐκ ἐξῆν τῷ παιδὶ τοῦ βασιλέως ὅρκους ἀποδιδόναι, ἀλλ' οὐδὲ παρασήμοις κεκοσμῆσθαι βασιλικοῖς, εἰ μὴ, τοῦ πατρὸς αὐτῷ μεταστάντος τοῦ βίου, τὸ κράτος τῆς βασιλείας ἤδη καθαρῶς πρὸς αὐτὸν μεταβαίη.
ὥσπερ ἔφημεν τοίνυν, ἔτι τοῦ Μιχαὴλ ζῶντος τελουμένων τῶν ὅρκων, μετὰ τὴν ἐκείνου τελευτὴν ὥριστο τοὺς ὀμνύοντας πρὸς μόνον τὸν πρεσβύτερον Ἀνδρόνικον ποιεῖσθαι τοὺς ὅρκους καὶ ὃν ἂν αὐτὸς βασιλέα Ρωμαίων καταστήσῃ, τὸ τοῦ νέου βασιλέως ὄνομα Ἀνδρονίκου παντάπασιν ἐκβαλόντας. τοῦτο πάντας μὲν ἠνίασε τοὺς συνετωτέρους Ρωμαίων, καταστοχαζομένους ἤδη τὴν μέλλουσαν ἔσεσθαι τῶν Ρωμαϊκῶν πραγμάτων φθορὰν ἐκ τῆς ἀναφυομένης μεταξὺ τῶν βασιλέων στάσεως καὶ διαφορᾶς· τῷ δέει μέντοι τοῦ κρατοῦντος ἄκοντες πάντες ὤμνυον ὡς ἐκελεύοντο, πλὴν ἑνὸς μόνου τοῦ Καντακουζηνοῦ Ἀνδρονίκου, τῇ τοῦ παρακοιμωμένου τετιμημένου ἀξίᾳ· οὗτος γὰρ χρησάμενος παῤῥησίᾳ κατὰ καιρὸν, ἀθέτησιν ἔλεγεν εἶναι τοῦ θεοῦ φανερὰν, εἰ μὴ καὶ τὸν νέον βασιλέα Ἀνδρόνικον συμπαραλάβοι τοῖς ὅρκοις· τοῦτον γὰρ τὸν τρόπον καὶ πρότερον ὀμωμοκέναι. διὸ καὶ οἱ ἐπὶ τῆς ὁρκωμοσίας τεταγμένοι, συνιδόντες τὴν ἔνστασιν τοῦ ἀνδρὸς ὡς δικαίαν, ἄκοντες μὲν, ὅμως δ' οὖν συνεχώρησαν αὐτῷ τὸν πρότερον τύπον ἐκθέσθαι τοῦ ὅρκου· τοῦτο δὴ παρ' αὐτῶν γνωρίσας ὁ πάππος καὶ βασιλεὺς, βαρέως μὲν ἤνεγκε τὴν τοῦ ἀνδρὸς παῤῥησίαν, τοῦ δὲ μή τινα ταραχὴν ποιῆσαι τὴν πρὸς ἐκεῖνον ἔνστασιν, συνεχώρησε καὶ αὐτός. Ὁ μέντοι νέος Ἀνδρόνικος ταῦτα μαθὼν, ἐπλήγη μὲν σφοδρῶς τὴν ψυχὴν, τὴν ἀρχὴν τῶν τοιούτων πραγμάτων εἰς αὐτοῦ καταστροφὴν ἀποβλέπουσαν ἐννοῶν, ἔφερε δὲ τὸ ἄλγος σιγῇ, θυμὸν ἔδων, καθ' Ὅμηρον, καὶ οὐδὲ λόγῳ γοῦν ἐθέλων δοκεῖν ἀπαυθαδιάζειν πρὸς τὸν πάππον καὶ βασιλέα. ἐκεῖνος μὲν οὖν οὕτω καθῆστο σιγῇ· εἷς δέ τις τῶν ἐπ' εὐγενείᾳ λαμπρυνομένων, καὶ τὰς σειρὰς ἑλκόντων τοῦ γένους μητρόθεν μὲν ἐξ αἱμάτων βασιλικῶν, πατρὸς δὲ ὢν παῖς τοῦ παρὰ τοῖς Κομάνοις εὐγενεστάτου, οἳ προσεχώρησαν Βατάτζῃ τῷ βασιλεῖ τῆς Ρωμαίων βασιλείας ἐπειλημμένῳ, Συτζιγὰν βαρβαρικῶς καλουμένου, ἐκ δὲ τοῦ ἀπὸ τοῦ ἁγίου φωτίσματος αὐτὸν ἀναδεξαμένου Συργιάννη ἐπικληθέντος· τούτου δὴ τοῦ Συργιάννη παῖς Συργιάννης νυκτὸς τῷ νέῳ βασιλεῖ προσελθὼν, «πάντως ἤκουσταί σοι, βασιλεῦ» ἔφη «τὰ καινουργήματα ταυτὶ τὰ νέα, καὶ στοχάζεσθαι τὸ τέλος τῶν πραγμάτων ἐκ τῆς ἀρχῆς ὄντι συνετῷ σοι προσήκει. οὐ γάρ ἐστιν εἰπεῖν, ὡς ὁ σὸς πάππος καὶ βασιλεὺς ἐξ ἀνοίας ἢ ἀπειρίας τοιαῦτα προήχθη δρᾷν. ὁ παρελθὼν γὰρ χρόνος καὶ ἐμπειρίαν πολλὴν καὶ φρονήσεως αὐτῷ μέγεθος μαρτυρεῖ· ἀλλ' εἰ μὴ πρότερον ὃν μέλλει τῷ τῆς ἁλουργίδος ἄνθει κοσμήσειν, κατέστησεν ἐν βεβαίῳ, οὐκ ἂν ἀπεστέρει σὲ ταύτης ἀναφανδόν. τὸ γὰρ σὲ μὲν ἐκβαλεῖν τῶν ὅρκων, ἀντεισαγαγεῖν δὲ ὃν ἂν αὐτὸς καταστήσῃ, οὐδὲν ἄλλο δύνασθαί μοι δοκεῖ. δεῖ δή σε βουλεύσασθαι περὶ τοῦ πράγματος συνετῶς· οὐ γὰρ περὶ μικρῶν καὶ εὐκαταφρονήτων βουλεύσῃ, ἀλλ' ἢ καλῶς ζῆν, ἢ μὴ ἀτίμως ἀποθανεῖν· ἐγὼ δ' ἐμαυτὸν παρέξω σοι προθυμότατον πρὸς ἅπαν τὸ προσταττόμενον, ἑτοίμως ἔχοντα μὴ πράγματα μόνον καὶ κτήματα, ἀλλὰ καὶ αὐτὴν ζωὴν ὑπὲρ τῆς σῆς προέσθαι τιμῆς.» Τούτων τῶν λόγων ἀκούσας ὁ βασιλεὺς, «τῆς μὲν εἰς ἐμέ σου φιλίας ἕνεκα καὶ προθυμίας ὁμολογῶ σοι χάριν» ἔφη «πολλήν· ἐπεὶ δ' ὁ μέγας δομέστικος ὁ Καντακουζηνὸς Ἰωάννης καὶ σοὶ μὲν οἰκείως διάκειται πάνυ καὶ φιλικῶς, ἐμοὶ δὲ συνδέδεται δεσμοῖς φιλίας ἀῤῥήκτοις, ἐκ βρεφικῆς ἡλικίας ἄχρι καὶ δεῦρο συνηυξημένης ἡμῖν καὶ εἰς βάθος προκοψάσης τοσοῦτον, ὡς δοκεῖν τὴν μὲν ἐμὴν ψυχὴν τὸ ἐκείνου σῶμα κινεῖν, τὴν δ' ἐκείνου ψυχὴν ἐν ἐμοὶ κινεῖσθαι καὶ ταῦτα καὶ λέγειν καὶ πράττειν ἅπερ ἂν ἐγὼ βούλωμαι, καὶ τρόπον τινὰ τὰς ἀμφοτέρων ψυχὰς συντακείσας εἰς μίαν ἀμφότερα τὰ σώματα κινεῖν· ἐπεὶ τοίνυν συμφυῶς οὕτως ἔχομεν πρὸς ἀλλήλους, οὐκ ἀνεκτὸν ἡγοῦμαι μόνος τι βουλεύσασθαι περὶ ἐμαυτοῦ, κἂν ἐν ἐσχάτοις κινδύνοις συμβαίνῃ περιπεσεῖν. ἀλλ' ἐπεὶ σὺ πρὸς Θρᾴκην ἀπέρχῃ τῆς ἐκείνου διάδοχος ἐσόμενος ἀρχῆς, γράμματα πρὸς αὐτὸν λαβὼν τῆς ἐμῆς χειρὸς, ὡς ἂν πιστεύσῃ πρὸς λόγους σοι συνελθεῖν, ἄλλως γὰρ οὐ θαῤῥήσειεν ἂν, ταῦτ' ἐπίδος αὐτῷ· καὶ συνελθόντων ὑμῶν εἰς ἓν καὶ βουλευσαμένων περὶ τῶν προκειμένων, ἅπερ ἂν ὑμῖν δόξῃ λυσιτελῆ καὶ ὠφέλιμα, ταῦτ' ἔσται συνδοκοῦντα κἀμοί. πέπεισμαι γὰρ ἀκριβῶς, ὡς, εἰ μὴ θεὸς οἷς οἶδε τρόποις τὴν ὑμῶν σφήλειε γνῶσιν, οὐκ ἂν ἁμάρτοι τοῦ καλοῦ καὶ λυσιτελοῦντος καὶ ὠφελίμου, καὶ φρονήσεως ὀξείας ἕνεκα καὶ πείρας πραγμάτων πολιτικῶν καὶ τῆς περὶ ἐμὲ φιλίας ἄκρας καὶ συναφείας.» τούτων οὕτω ῥηθέντων, τὰ γράμματα λαβὼν ἐκ βασιλέως ὁ Συργιάννης ἐχώρει πρὸς Θρᾴκην· ἔνθα δὴ τῷ μεγάλῳ συγγενόμενος δομεστίκῳ, καὶ τά τε συμβάντα γνωρίσας αὐτῷ, καὶ τὰ τοῦ βασιλέως γράμματα ἐγχειρίσας, ἐβουλεύοντο περὶ τῶν παρόντων, καὶ δύο καὶ τρισὶν ἐφεξῆς ἡμέραις. καὶ ποικίλης καὶ πολυειδοῦς τῆς βουλῆς γενομένης, ἐπεὶ περὶ τῶν μεγίστων ἦν ὁ ἀγών· καὶ πολλῶν ῥηθέντων παρ' ἀμφοτέρων, ἐπεὶ καὶ φρονήσεως ἕνεκα καὶ πείρας στρατηγικῆς τοῖς μάλιστα πρώτοις τῶν Ρωμαίων συνημιλλῶντο· τέλος ὁ μέγας δομέστικος εἶπε τοιάδε·

γʹ. «Πολλῶν ἂν ἠλλαξάμην πραγμάτων, ὦ βέλτιστε φίλων, ἢ μᾶλλον καὶ αὐτῆς τῆς ζωῆς οὐκ ὀλίγου μέρους τινὸς, μὴ τὴν βουλὴν ἡμῖν περὶ πραγμάτων προκεῖσθαι τοιούτων, ὥστ' ἀμφοτέρωθεν ἔχειν τὸ ἐπικίνδυνον οὐκ ὀλίγον, ὅπως ἂν ἀποβαίη. ἐπὶ μὲν γὰρ τῶν ἄλλων πραγμάτων βουλευομένοις ἐστὶ συνάγειν ἐκ λογισμῶν, ὡς, ὡδὶ μὲν ἀπαντησάντων, σχήσει καλῶς, μὴ οὕτω δὲ, τοὐναντίον ἅπαν ἂν ἀποβαίη· ἐφ' οὗ δὲ νῦν βουλευόμεθα, εἰ μὲν νικήσει τὰ χείρω, τῆς ζωῆς ἐστιν ἐκπεσεῖν· εἰ δὲ τὰ δοκοῦντα βελτίω γένηται κρείττω, κακῶν ἐσμὸν προσδοκᾷν ἀνάγκη. τοῦ βασιλέως γὰρ ἡμῶν τοιαῦτα βουλευομένου περὶ τοῦ ἐγγόνου καὶ βασιλέως, εἰ μὲν εἰς πέρας ἔλθῃ τὰ μελετώμενα, οὐδεμίαν ὑπερβολὴν ἐλλείψει κακῶν. ἄνθρωπον γὰρ πολλῶν ἀντάξιον ἄλλων, φρονήσει μὲν τοῖς πρώτοις τῶν πρωτείων ἀμφισβητοῦντα, ἀνδρίᾳ δὲ ψυχῆς πολλῷ τῷ μέσῳ τοὺς ἄλλους ὑπερνικῶντα, ἐλευθερίᾳ δὲ γνώμης καὶ φύσεως ἐπιτηδειότητι τῷ τοσούτῳ μεγέθει προσήκοντα τῆς ἀρχῆς, φιλίας δὲ εἰδότα καὶ τηροῦντα θεσμοὺς, ὅλως δὲ κοινὸν ἄγαλμα τῆς φύσεως ὄντα, οὕτως ἐρήμην ἐπὶ τοῖς μεγίστοις ἁλῶναι συμβαίνει, καὶ ἢ ζῆν παντὸς θανάτου βαρυτέραν ζωὴν, ὁ χθὲς καὶ πρώην ὡς βασιλεὺς καὶ προσκυνούμενος καὶ τιμώμενος, σήμερον καταφρονούμενος καὶ περιυβριζόμενος καὶ τῶν ἀγοραίων καὶ τοῦ δήμου νομιζόμενος εἷς, ἢ τεθνάναι παντὸς ἔξω καὶ δικαίου καὶ λόγου. εἰ δὲ δυνηθείη τρόπῳ δή τινι τὸν κίνδυνον ἐκφυγεῖν, τότ' ἤδη τραγικοῦ τινος δεησόμεθα ποιητοῦ τὰς συμβησομένας παρ' ἀλλήλων Ρωμαίοις ἐκτραγῳδήσοντος συμφοράς. τίς γὰρ οὐκ ἐννοεῖ, κἂν ἀψύχων ἀναισθητότερος ᾖ, ὡς διαστάντων τῶν βασιλέων, ἀνάγκη συνδιαστῆναι καὶ τὴν ἀρχὴν, καὶ μάχας συῤῥαγῆναι παρ' ἀμφοτέρων μερῶν, καὶ ὥσπερ ἐν νυκτομαχίᾳ συμπεσόντας ἀλλήλοις συγγενικῶν αἱμάτων ἐμπλησθῆναι καὶ φιλικῶν; καὶ ἐῶ λεηλασίας καὶ πραγμάτων φθορὰς, ἐν αἷς διαφθεροῦμεν τὴν οἰκείαν ὡς πολεμίαν. τί οὖν ἄν τις βουλεύσαιτο πρὸς τοσαύτην ἀνακύπτουσαν βλάστην κακῶν; τὸ μὲν γὰρ τὸν νέον βασιλέα περιϊδεῖν οὕτως ἐξ οὐδεμιᾶς αἰτίας προπηλακισθέντα καὶ τὴν βασιλείαν ἀφαιρεθέντα, ἴσως δὲ καὶ περὶ τὸ ζῆν κινδυνεύσοντα, οὐδὲν ἔμοιγε ἧττον θανάτου· τὸ δ' αὖ πάλιν πρὸ τοῦ προσήκοντος χρόνου πρὸς πόλεμον ἑτοίμους ὀφθῆναι, ὡς δοκεῖν καὶ τοῖς ἔξωθεν αὐτοὺς ἡμᾶς ἐξεπίτηδες τὸν βασιλέα παρορμᾷν πρὸς ἀποστασίαν τοῦ πάππου καὶ βασιλέως, ἀβουλίας εἶναί μοι δοκεῖ τῆς ἐσχάτης. ἐγὼ γὰρ τοσούτου δέω πρὸς ἀποστασίαν τοῦ βασιλέως τὸν ἔγγονον αὐτοῦ καὶ βασιλέα παρακινεῖν, ὥστε, καίτοι τοῦτον πάνυ φιλῶν καὶ, ὡς ὁρᾷς, ἕτοιμος ὢν καὶ τὴν ψυχὴν αὐτὴν ὑπὲρ αὐτοῦ προέσθαι, εὖ ἴσθι σαφῶς, οὐκ ἂν αὐτῷ συνέπραξα πρὸς οὐδὲν, εἴγε τῆς ἀρχῆς αὐτὸν ἑώρων προθυμούμενον ἀποστερῆσαι τὸν βασιλέα χρησάμενον πλεονεξίᾳ καὶ ἁρπαγῇ.
ἦν γὰρ ἂν ἐκεῖνος μὲν οὐδὲν διαφέρων Ἀβεσσαλὼμ, Ἀχιτόφελ δ' ἐγώ. τοιγαροῦν ἐπειδήπερ εἰς τοιαύτην συνηλάθημεν ἀνάγκην πραγμάτων, δεῖν εἶναι νομίζω τὸ μέσον ἑλομένους, ἑκατέρων ἀποσχέσθαι τῶν ἄκρων, καὶ μήτ' ἀμελῶς πάνυ καὶ ῥᾳθύμως διάγειν, ὡς μηδενὸς προσδοκωμένου δεινοῦ, μήτ' αὖ πάλιν ἀπερισκέπτως οὕτω καὶ θρασέως τὰ δοκοῦντα συμφέροντα πράττειν. τοῦτο δὲ γένοιτ' ἂν, εἴγε τὴν μὲν προσδοκωμένην φλόγα τῶν πειρασμῶν σβεννύομεν, ὅση δύναμις, συνέσει χρώμενοι καὶ εὐβουλίᾳ· τὸν νέον δὲ βασιλέα καταστήσομεν ἐν ἀσφαλείᾳ, ὡς μηδένα κίνδυνον ὑφορᾶσθαι, ἂν τῆς θαλάσσης ἐκταραχθείσης τὸ κλυδώνιον ὑπερζέσῃ. εἰ μὲν οὖν τὰς ἡμετέρας τε καὶ πάντων Ρωμαίων ἁμαρτίας ὑπεριδὼν ὁ θεὸς ἄνωθεν κατασβέσει τὴν προσδοκωμένην φλόγα τῶν πειρασμῶν, τὴν καρδίαν τοῦ βασιλέως εὐθεῖαν ἀπεργασάμενος πρὸς βασιλέα τὸν νέον, συχνὰς αὐτῷ προσήκει χάριτας ὁμολογεῖν ῥυσαμένῳ τῶν συμφορῶν· εἰ δ' αὖ, ὃ μὴ γένοιτο, ἵνα πολλῶν κακῶν πεῖραν Ρωμαῖοι λάβωσιν, ἡ ψυχὴ σκληρυνθεῖσα τοῦ βασιλέως ἀνήκεστόν τι βουλεύσεται περὶ τοῦ ἐγγόνου, τότ' ἤδη τῇ προκατασκευασθείσῃ ἀσφαλείᾳ τὸν νέον θέμενοι βασιλέα, οὕτω χωρήσομεν πρὸς τὸ πράττειν, τὸν θεὸν προστησάμενοι μάρτυρα τῆς ἀδικίας καὶ τῶν πραττομένων ἐξεταστήν.»

δʹ. Οὕτω τοῦ μεγάλου δομεστίκου διαλεχθέντος, πάντα μὲν ἔφησεν ὁ Συργιάννης πρὸς γνώμης αὑτῷ εἰρῆσθαι καὶ πᾶσιν ὡς καλῶς ἔχουσι συμφωνεῖν, πλὴν ὀλίγου τινὸς ἐνδεῖν ἔτι τοῖς λόγοις ἐλθεῖν πρὸς πέρας· δεῖν γὰρ ἐξευρεῖν, ὅπως ποτὲ καὶ ἥτις ἔσται ἡ τοῦ βασιλέως ἀσφάλεια. κοινῇ δὲ συνδιασκεψαμένοις περὶ τούτου, ἔδοξεν ἀμφοτέροις αἵρεσιν προθεῖναι τῷ νέῳ βασιλεῖ τῶν δύο τουτωνὶ ἑτέρου, ἢ πρὸς τὴν Ἀδριανοῦ μεταβῆναι πόλιν, ἅτε μεγάλην οὖσαν καὶ πολυάνθρωπον καὶ στρατιὰν οὐκ εὐκαταφρόνητον ἔχουσαν ἱδρυμένην ἐν ἑαυτῇ, ἄλλως θ' ὅτι καὶ τοῦ βασιλέως Μιχαὴλ τοῦ πατρὸς αὐτῷ χρόνον ἐκεῖ διατρίψαντος μάλα συχνὸν, πολλοὶ προσεγένοντο αὐτῷ οἰκεῖοι καὶ φίλοι καὶ βουλησόμενοι μάλα προθύμως ὑπὲρ τοῦ παιδὸς αὐτοῦ διακινδυνεύειν· ἢ, εἰ μὴ τοῦτο βούλοιτο, δεδιὼς ὡς, εἰ μὴ πρὸς συμβάσεις ὁ βασιλεὺς καὶ πάππος αὐτῷ, ἀλλὰ πρὸς πόλεμον μᾶλλον ὑπὲρ τὸ δέον χωρήσει παροξυνθεὶς, ῥᾳδίως σχήσων στρατιὰς συχνὰς ἐκπέμπειν πρὸς μάχην, οἷα δὴ πλησίον οὔσης τῆς Κωνσταντίνου, πρὸς τὸ τῆς Χριστοῦ πόλεως φρούριον ἀφικέσθαι, ἅμα μὲν ὡς ὂν καρτερὸν ἔκ τε τῆς φύσεως τῆς κατασκευῆς, τοῦτό που καὶ τῶν τειχῶν, ἅμα δ' ὅτι καὶ ὡσπερεί τι κλεῖθρον κεῖται τῶν κλιμάτων ἑκατέρων μέσον, τὴν δυτικὴν στρατιὰν πολλήν τινα οὖσαν καὶ πρὸς μάχας ἐξησκημένην τῆς ἐκ τῆς ἕω καὶ τῆς Θρᾴκης διεῖργον· καὶ τρίτον, ὅτι παράλιον ὂν καὶ τὴν ἐκ θαλάττης ὁθενδήποθεν εὐκαίρως ἂν παράσχοιτο συμμαχίαν. Τοῦτο πέρας ἐπιθέμενοι τῇ βουλῇ, ἀλλήλοις τε συνταξάμενοι, ὁ μὲν ἔμεινεν ἐν Θρᾴκῃ, ταύτης ἐπιτροπεύων, Καντακουζηνὸς δ' ὁ μέγας δομέστικος τῆς πρὸς τὴν Κωνσταντινοῦ φερούσης εἴχετο, τὴν σύνευνον αὐτῷ καταλιπὼν ἐν τῇ Καλλίου πόλει· ἐν ταύτῃ γὰρ διέτριβε τὸ πλεῖστον τοῦ χρόνου, τοῦτο μὲν ὡς ἐπικαίρως ἔχοντος τοῦ χωρίου πρὸς τὰς ἐφόδους ἀνθίστασθαι τῶν βαρβάρων, τοῦτο δ' ὅτι καὶ τοῦ ναυτικοῦ παντὸς ἐν ταύτῃ κατῳκισμένου, πολλῶν ὄντων τριήρεων πληρωμάτων, τοὺς ἐγχωρίους συνέβαινεν ἁρπαγὰς ὑπομένειν καὶ βίας, τοῦ φοβοῦντος οὐκ ὄντος καὶ τὰς ὁρμὰς ἐπέχοντος· ναυτικὴ γὰρ ἀναρχία κρείσσων, τὶς ἔφη, πυρός. κατέλιπε δ' ἐκεῖ τὴν γυναῖκα, τῷ δοκεῖν μὲν, ὡς οὐ ῥᾳδίως ἔχων ἐπισύρεσθαι τὴν γυναικωνῖτιν, τῇ δ' ἀληθείᾳ, ὅπως αὑτῷ πρόφασιν εὐπρόσωπον ὑπολίπηται, εἰ δέοι τῷ Συργιάννῃ συγγενέσθαι πάλιν καὶ εἰς λόγους ἐλθεῖν. ἐλθὼν δὲ εἰς τὴν Κωνσταντίνου καὶ τῷ νέῳ βασιλεῖ προσελθὼν καὶ τὰ τῆς βουλῆς ἀπαγγείλας, ἔτι δὲ καὶ τὸν Ἀπόκαυχον, ἄνδρα γένους μὲν ἀφανοῦς ὄντα καὶ ταῖς τῶν δημοσίων πράξεσιν ἠσχολημένον, τῶν δημοσίων γὰρ ἁλῶν τότε τὴν διάθεσιν ἐποιεῖτο, ἄλλως δὲ βαθείας ὄντα φρενὸς καὶ δυνάμενον καιροῖς καὶ πράγμασι χρῆσθαι, προσοικειώσας τῷ βασιλεῖ, χάριν ἐν τούτῳ πλείστην τινὰ τῷ Συργιάννῃ κατατιθέμενος, ἦν γὰρ αὐτὸς τὸν μέγαν δομέστικον περὶ τούτου πολλὰ παρακεκληκὼς, ἐν πᾶσιν εἶχεν ἐπινεύοντα καὶ συνευδοκοῦντα τὸν βασιλέα· τοῖς βεβουλευμένοις δὲ καὶ τοῦτο προσέθηκεν ὁ βασιλεὺς, ὅτι «τὸ μὲν ἡμῖν αὐτοῖς τὴν ἀσφάλειαν προετοιμάσαι, ὥστ' ἔχειν ἀποφυγὴν τῶν δεινῶν ἐπιόντων, καὶ τῶν πάνυ συμφερόντων εἶναί μοι δοκεῖ καὶ τῶν ἀναγκαίων. διὸ καὶ τοῦτο χρὴ σπουδάσαι προὔργου παντὸς εἰς πέρας ἰδεῖν ἐλθόν· μεγαλοψυχίας δὲ καὶ κρατερίας οὐδὲν ἐλλιπέσθαι, ἀλλ' ἄχρι καὶ αὐτῆς διακαρτερῆσαι τῆς ἀκμῆς τῶν κινδύνων μένοντας ἐπὶ τῶν προτέρων. κἂν μέν τινα σχῶμεν τῆς καρτερίας καρπὸν, τοῦ βασιλέως ἴσως μεταβαλόντος καὶ τῶν μελετωμένων καθ' ἡμῶν παυσαμένου, πάντοθεν ἂν ἔχοι καλῶς· εἰ δ' οὖν, ἀλλὰ τοῦτό γε ἡμῖν περιέσται πάντως, τὸ μὴ δοκεῖν αὐθαδείᾳ καὶ θρασύτητι τρόπων, μηδὲ πλεονεξίᾳ γνώμης καὶ φιλαρχίᾳ, τοῦ βασιλέως καὶ πάππου κατεξανίστασθαι, ἀλλ' ἀδικουμένους καὶ τὰ ἔσχατα ὑπομένοντας τὸν προὖπτον κίνδυνον ἀποδιδράσκειν.» καὶ ταῦτα μὲν βασιλεὺς ὁ νέος.

εʹ. Ὁ δέ γε πρεσβύτερος τῷ πρὸς τὸν ἔγγονον μίσει τὴν καρδίαν μᾶλλον οἰδαίνων, ἀγγέλλει διά τινος αὐτῷ τῶν συγκλητικῶν· «οἶσθα πρὸ καιροῦ τινος αἰτησάμενός με τὸ βασιλικὸν ἀποθέσθαι σχῆμα καὶ εἰς ἰδιώτου τάξιν τελεῖν. ἐγὼ δὲ τότε μὲν ἀπεκρινάμην ὅσα προσῆκε, νῦν δ' ἐξετάσει τὸ πρᾶγμα δοὺς καὶ καλῶς ἔχειν ἡγησάμενος ὅπερ αἰτεῖς, καὶ βούλομαι τοῦτο καὶ σοὶ δῆλον ποιῶ. ὁ μέντοι τὴν βασιλείαν διαδεξόμενος ἐν τῇ πρώτῃ σε τιμῇ καὶ ἀγάπῃ τηρήσει. καὶ οὐχ ὑπαναστήσεται μὲν, σοῦ προσιόντος, τοῦ θρόνου· οὐδὲ γὰρ ἔθος βασιλεῦσιν ἐξανίστασθαι ἰδιώταις· εὑρήσεις μέντοι προσιὼν ὀρθὸν ἑστηκότα, ὡς ἂν καὶ σοὶ τὸ τῆς τιμῆς κἀκείνῳ τὸ τῆς βασιλείας δίκαιον περισώζοιτο. ταῦτ' ἔδοξε καὶ ἔσο ταῦτα εἰδώς.» πρὸς ταῦτ' ἀπεκρίνατο μὲν ὁ νέος Ἀνδρόνικος ἃ μετὰ μικρὸν ἐροῦμεν· νυνὶ δὲ ἄξιον ἱστορῆσαι, ὅθεν κἀκ τίνος αἰτίας εἰς τούτους προήχθη τοὺς λόγους ὁ βασιλεύς. Ὁ νέος Ἀνδρόνικος, ἕν που καὶ εἴκοσι γεγονὼς ἔτη, περὶ τὸ Βυζάντιον ἀεὶ διέτριβε μηδαμῆ συγχωρούμενος περαιτέρω προβαίνειν. οἷα δὲ σφριγῶν νεότητι καὶ φύσεως ὀξύτητι τὸ ἀκάθεκτον ἔχων, ἐδυσχέραινε μὲν εἰργόμενος μακροτέρας τὰς ἀποδημίας ποιεῖσθαι, καὶ οὐδὲν ἄμεινον διέκειτο τῶν κατακεκλεισμένων φρουρᾷ· ἔστεργε δὲ ὅμως, τοῖς τοῦ βασιλέως καὶ πάππου προστάγμασι πειθόμενος ἀναγκαίως. ὅμως δὲ αὑτῷ τινα παραμυθίαν ἐκ τῶν ἐνόντων κατασκευάζων, κυνηγεσίαις ἐσχόλαζε καὶ ἱπποδρομίαις, ὡς δοκεῖν μηδὲ ὕπνου μεταλαγχάνειν τῇ ἀσχολίᾳ τῇ περὶ ταῦτα· ἐν οἷς ὑπεραχθόμενος ὁ πάππος καὶ βασιλεὺς τραχύτερον ἐπέπληττε τὸν νέον ὀνειδιστικοῖς τοῖς σκώμμασι βάλλων, οὐκ ἰδίᾳ μόνον, ἀλλὰ καὶ πολλῶν παρόντων καὶ τῶν τῆς συγκλήτου καὶ τῶν κατὰ γένος προσηκόντων αὐτῷ. πάντα μὲν οὖν ἐλύπει τὴν τοῦ νέου ψυχὴν οὕτως ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς δοκοῦντος περιυβρίζεσθαι· ὃ δὲ τῶν ἄλλων μᾶλλον ἠνία, τοῦτ' ἦν, ὅτι πρὸς τοὺς παρόντας μαρτυρόμενος τὸ τοῦ ἐγγόνου διάστροφον δῆθεν ὁ βασιλεὺς ἔλεγεν· «εἰ πρός τι τῶν ἀναγκαίων χρήσιμος οὗτος ἀποδειχθῇ, ζῶν μὲν ἄξιος βληθῆναι λίθοις ἐγὼ, ἀποθανὼν δὲ ἀνορυχθῆναι καὶ παραδοθῆναι πυρί.» μεταξὺ δὲ τῶν σκωμμάτων τούτων καί τι τοιοῦτον συνηνέχθη γενέσθαι. ἦλθέ ποτε βασιλεὺς ὁ νέος τὴν συνήθη προσκύνησιν ἀποδώσων τῷ πάππῳ· εἰσιὼν δὲ τοῦ οἰκίσκου τὴν θύραν, ἐν ᾧ καθῆστο συνήθως ὁ βασιλεὺς, ἐκ μαρμάρων οὖσαν τὴν φλοιὰν ἡρμοσμένην, συμβέβηκε τὸν ἐπὶ τῆς κεφαλῆς λίθον τῷ μαρμάρῳ προσαῤῥαχθῆναι, ἐφ' ᾧ διαταραχθεὶς οὐκ ὀλίγον ὁ βασιλεὺς, καὶ σιγῇ μὴ δυνηθεὶς καρτερῆσαι, «ὁρᾷς», εἶπε μεγάλῃ τῇ φωνῇ, «ὡς, ὅπερ ἐγὼ λέγω, καὶ θεὸς ἐπιμαρτυρόμενος ἄνωθεν ἀνάξιον κέκρικέ σε τῆς βασιλείας, καὶ διὰ τοῦτό σε τὸ σύμβολον αὐτῆς τῇ πέτρᾳ προσαῤῥάξαι παρακεχώρηκε;» τοῦτο παντὸς βέλους πικρότερον ἐλυμήνατο καὶ κατέτρωσε τὰ σπλάγχνα τοῦ νέου, καὶ πρὸς τὴν οἰκίαν τὴν ἑαυτοῦ ἀπελθὼν, ἔκειτο βαρέα στενάχων, ψυχὴν ἐρευγόμενος, ποιητικῶς εἰπεῖν.

ϛʹ. Ὅμως δ' ἑαυτὸν τῆς πολλῆς ἀθυμίας ἀναλαβὼν, ἔγνω δεῖν πρεσβείᾳ χρήσασθαί τινι πρὸς τὸν πάππον καὶ βασιλέα, ἅμα μὲν καὶ τὴν ὀργὴν ἐκμειλιξόμενος τὴν ἐκείνου καὶ πρᾳότερον καταστήσων, ἅμα δὲ καὶ τὴν αἰτίαν ἐθέλων μαθεῖν, δι' ἣν πρὸς αὐτὸν ὁ βασιλεὺς οὕτως ἐκπεπολέμωτο. πέμπει δή τινα τῶν ἐπ' ἀρετῇ καὶ φιλοσοφίᾳ γνωρίμων καὶ παρὰ τοῖς ἁπάντων στόμασι κείμενον Ἰωσὴφ, ὃς ἐφιλονείκησε μὲν, τό γε εἰς αὐτὸν ἧκον, τὸν λύχνον ὑπὸ τὸν μόδιον κρύψαι, οὐκ ἠδυνήθη δὲ, τοῦ δεσποτικοῦ λόγου πάντως μὴ δυναμένου διαπεσεῖν, ἀλλ' εἰς τοσοῦτον ἦλθε περιφανείας, ὡς ψήφῳ κοινῇ βασιλέως τε καὶ συνόδου τῆς ἱερᾶς, ἔτι δὲ καὶ συγκλήτου πάσης, τῶν ἐκκλησιαστικῶν θρόνων τῆς νέας ταυτησὶ Ρώμης ἄξιος ἀποδειχθῆναι, κἂν αὐτὸς τῷ λίαν ταπεινῷ καὶ μετρίῳ τοῦ ἤθους ἀπώσατο τὴν ἀξίαν, τὸ τῆς καθέδρας ὕψος καὶ τὸ μέγεθος εὐλαβηθεὶς τῆς ἀρχῆς. τούτῳ δὴ χρησάμενος πρεσβευτῇ, ἀναφέρει δι' αὐτοῦ τῷ βασιλεῖ καὶ πάππῳ τοιάδε· «Τῶν γεγεννηκότων πάντων πρὸς τοὺς ἐξ αὐτῶν φυσικῇ τινι κεκρατημένων στοργῇ, εἰκός ἐστι δήπου καὶ τὰ τῶν παίδων ἐλαττώματα συσκιάζειν ἐθέλειν. κἄν τις ὑπὲρ τοῦ παιδὸς πολλούς τινας διεξέλθῃ καὶ θαυμασίους ἐπαίνους, ὑποψίαν οὐ μικρὰν τοῖς ἀκούουσι παρέχει ὡς οὐ τοῦ παιδὸς ὄντος τοιούτου, ἀλλὰ πολλῷ τῷ μέτρῳ λειπομένου τῶν ἐπαίνων, αὐτοῦ δὲ ἀπατωμένου διὰ τὴν σχέσιν τὴν πρὸς αὐτόν· ἂν δ' ὁ πατὴρ τῷ παιδί τινα καὶ μικρὸν προστρίψηται ψόγον, πάλιν ἐκ διαμέτρου πολλαπλασίονα τὸν ψόγον ὑπονοοῦσι, τὴν ἴσην προστιθέντες αἰτίαν. σοῦ τοίνυν τοῦ πατρὸς κατ' ἐμοῦ τοῦ παιδὸς οὕτως ἐξωργισμένου, καὶ πολλὰς καὶ ποικίλας ὁσημέραι καταχέοντος τὰς λοιδορίας καὶ τὰ ὀνείδη, καὶ, τὸ πάντων ἐμοὶ βαρύτατον καὶ ὃ μήτ' ἀκούειν μήτε λέγειν ἀνεκτὸν ἐμοὶ, κατὰ σεαυτοῦ πολλάκις τὰ δεινότατα ἐπαρωμένου, εἴποτ' ἐγὼ πρός τι τῶν χρησίμων εὐφυῶς ἔχων φανείην· τὸ δ' ἔτι ὂν θανάτου πικρότερον, τὸ καὶ μικρά τινα συμβάματα, ὡς ἔτυχεν ἐκ τοῦ συμπεσόντος γεγενημένα, θεοσημείας καὶ θεοῦ βουλῆς ἀποκαλύψεις ἡγεῖσθαι, ἐμὲ τῆς βασιλείας οὐκ ἄξιον ἀποδεικνύντος, τίς ἔσται Ρωμαίων, ὃς ταῦτα ἀκούων, οὐ θαλάσσας ὅλας κακῶν ἐμοὶ συνειδέναι λογιεῖται τὸν πατέρα; καὶ διὰ τοῦτο καὶ μικρά τινα προχεῖσθαι τοῖς ἔξω, δεῖγμα τοῦ κεκρυμμένου πλήθους τῶν ἀφορήτων κακῶν καὶ σοὶ τῷ πατρί· ὅπου γε καὶ θαυμάζοντός σου καὶ πολλοὺς ἐπαίνους διεξιόντος καὶ πλέον σεμνύνοντος ἢ προσῆκε, τούτους δὲ εἰκὸς ἦν τὸν ἔπαινον ὑποπτεύειν, τῇ πρὸς τὸν παῖδα διαθέσει τοῦτο λογιζομένους. ταῦτ' ἔστιν ἅ με λυπεῖ καὶ τὴν ζωὴν ἀηδεστέραν ποιεῖ θανάτου. ἁμαρτάνειν μὲν οὖν ὁμολογῶ καὶ πληγῶν ἄξια καὶ μαστίγων, καὶ ἦν ἂν ἐμοὶ τῶν εὐεργεσιῶν ἡ μεγίστη, εἴ γε ἐν τῷ κεκρυμμένῳ παρὰ σοῦ τοῦ πατρὸς τῶν σφαλμάτων χάριν ἐμαστιγούμην· τὸ δ' εἰς τοσοῦτον ἐξάγεσθαι τὴν ὀργὴν, ὡς καὶ πολλῶν παρόντων οὕτω προπηλακίζεσθαι, πάντων ἀνιαρώτερον. ἂν τοίνυν ἵλεων ἐπιβλέψας ὁ θεὸς ταῖς ἐμαῖς ἁμαρτίαις, ὁδηγήσει καὶ σὲ πρᾳότερόν μοι γενέσθαι καὶ συμπαθεῖν ὡς υἱῷ, τοῦτ' ἂν εἴη βέλτιστον· εἰ δ' ὁμοίως ὥσπερ νῦν, κἀν τοῖς ἐφεξῆς τελεῖσθαι μέλλει, ἕτερος προβληθήτω σοι βασιλεὺς, ὃς ἄν σοι δόξῃ χρήσιμος καὶ καλός.» Ταῦτα διαπρεσβευσαμένου Ἰωσὴφ ἐξ Ἀνδρονίκου βασιλέως πρὸςτὸν πάππον καὶ βασιλέα, εἶτα καὶ παρ' ἑαυτοῦ συχνούς τινας ἐγκωμίων λόγους τοῦ νέου βασιλέως διεξελθόντος καὶ πρᾴως πως καθαψαμένου τοῦ βασιλέως, ὡς τραχύτερον ἢ προσήκει προσφερομένου τῷ νέῳ, ἀντεμήνυσε καὶ αὐτὸς τοιαῦτα· «Τῶν ἄλλων πάντων πατέρων ἅμα τῇ τῶν παίδων γεννήσει τὸ πρὸς αὐτοὺς φίλτρον κτωμένων καὶ συναυξανόντων αὐξανομένοις, αὐτὸς οὕτως ἐφίλησά σε καὶ πρὶν εἰς φῶς προελθεῖν, ὡς καὶ πολλοὺς τῶν διαβεβοημένων ἐπ' ἀρετῇ καὶ θεῷ προσεγγίζοντα βίον ζῶντας μάρτυρας ἔχειν τοῦ φίλτρου. οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδεὶς, ὃν οὐ πολλὰ πολλάκις ἱκέτευσα, θερμοτέρας καὶ συχνὰς ὑπὲρ σοῦ θεῷ προσάγειν εὐχὰς, ὡς μὴ μόνον μηδὲν δυσχερὲς ἀπαντῆσαι τῇ σῇ γεννήσει, ἀλλὰ καὶ τεχθέντα, πάντα ἄριστον καὶ τῶν τοσούτων εὐχῶν ἄξιον ἀποδειχθῆναι. καὶ αὐτὸς δὲ ἐγὼ προπετῶς μὲν διὰ τὸ μὴ τὸ θαῤῥεῖν ἔχειν ἐκ τῆς τοῦ βίου διαστροφῆς, ἔπραττον δ' οὖν ὅμως, πολλὰ πολλάκις ἐδάκρυσα προσευχόμενος τῷ θεῷ, ὥστε σε καὶ γεννηθῆναι, καὶ γεννηθέντα τῶν ἐμῶν εὐχῶν ἄξιον ἀποβῆναι. ὃν οὖν ἔτι τοῖς μητρικοῖς θαλάμοις ἐνδιατρίβοντα οὕτως ἐφίλησα καὶ ὑπὲρ τὸ μέτρον, πῶς εἰς τοσοῦτον ἡλικίας προήκοντα νῦν μισεῖν εἶχον καὶ ἀποσείεσθαι; οὐκ ἔστι σὺν λόγῳ φθέγγεσθαι ταῦτα. τὸ δέ με τραχυτέραις χρῆσθαι ταῖς διορθώσεσι καὶ δάκνουσι καθάπτεσθαι λόγοις, οὐ μίσους τεκμήριον χρὴ ποιεῖσθαι, ἄκρας δὲ μᾶλλον ἀγάπης καὶ κηδεμονίας πατρὶ πρεπούσης, βουλομένῳ τὸν υἱὸν διὰ πάντων ἄριστον εἶναι, καὶ μάλιστα πρὸς ὄγκον τηλικαύτης ἀρχῆς ἐπιβαίνοντα ἤδη. ἐν ἐκείνῳ γὰρ καὶ τὸ φαυλότατον τῶν ἁμαρτημάτων παρ' εὖ φρονοῦσι μέγιστον ἂν κριθείη, ὡς μίμημα παντὸς καλοῦ πᾶσι κειμένῳ καὶ διὰ τοῦτο εἰς κάλλος ἀπεξέσθαι διὰ πάντων δικαίῳ ὄντι.» Ταύταις ταῖς ἀποκρίσεσιν οὕτως ἡμέροις οὔσαις καὶ προσηνέσι καὶ ὁ νέος χαριεστέρας ἀντέπεμπε τῷ βασιλεῖ τὰς εὐχαριστίας, καὶ δυσὶν ἔτεσιν ἐφεξῆς ἐλώφησε τὸ κακὸν, τοῦ βασιλέως εὐμενέστερον ἐπιβλέποντος τῷ ἐγγόνῳ, εἰ δέ ποτε καὶ ἐπιπλήττειν ἔδει, συμμέτρως τοῦτο ποιοῦντος, ὡς καὶ τὸν νέον, οἷα δὴ νουθετούμενον, χάριν ὁμολογεῖν. ἀλλὰ ταῦτα μὲν ἔτι περιόντος βασιλέως τοῦ Μιχαήλ· ἐπεὶ δ' ἐτεθνήκει, τά τε ἄλλα ἐκπεπολέμωτο πρὸς τὸν ἔγγονον ὁ βασιλεὺς, καὶ δὴ καὶ, ὃ μικρῷ πρόσθεν εἴρηται, μεμνημένος, ὡς ὁ νέος Ἀνδρόνικος ἀλγυνόμενος ταῖς πέρα τοῦ δέοντος ἐπιπλήξεσι μεμήνυκε πρὸς αὐτὸν, ὡς «εἰ μὲν μεταβάλοις τῆς εἰς ἐμὲ πικρίας· εἰ δ' οὖν, ἀλλ' ἕτερος ὃν ἂν ἐθέλῃς προβεβλήσθω σοι βασιλεύς.» ἀντεμήνυσεν αὐτῷ νῦν καὶ αὐτὸς, ὡς «ὃ πρόσθεν ἐζήτεις, γενήσεται νῦν, καὶ ἕτερος ἀντὶ σοῦ προβληθήσεται βασιλεὺς, σοῦ τὰς πρώτας παρ' αὐτοῦ τιμὰς καρπουμένου.» πρὸς ταῦθ' ὁ νέος Ἀνδρόνικος ἀπεκρίνατο τοιαῦτα·

ζʹ. «Τοῖς ἐξ ὀργῆς ἢ λύπης ἤ τινος τῶν τοιούτων τεταραγμένοις τοὺς λογισμοὺς ἀκόλουθόν ἐστι, μήθ' ὧν λέγουσι μήθ' ὧν δρῶσιν ἐν τοῖς τῆς ταραχῆς καιροῖς παρακατέχειν τὴν μνήμην. ὅπου γὰρ μήθ' ὧν πράττουσιν αἰσθάνονται κἂν πρὸς βραχὺ, σχολῇ γ' ἂν μεμνήσονται λόγων παρεῤῥυηκότος χρόνου. οἱ δέ γε παρά τινος λόγοις ἢ πράγμασιν εὐεργετούμενοι, καὶ εἰς πολλοὺς ἐνιαυτοὺς τὴν μνήμην παρακατέχουσι τῶν εὐεργετημάτων. ἡμέρου γὰρ οὔσης τῆς ψυχῆς καὶ καθεστηκυίας καὶ ταῖς εὐεργεσίαις ἐνηδομένης, ὡς ἐν χαλκῷ συμβαίνει καὶ τῶν λόγων καὶ τῶν ἔργων ἐγκολάπτεσθαι τὰς μνήμας. καὶ αὐτὸς τοίνυν, ὦ βασιλεῦ, ὧν μὲν ἐφθεγξάμην ἐν οἷς ἠγανάκτουν, ἐπιλέλησμαι παντελῶς· ὧν δ' ἠκηκόειν εὐεργετούμενος παρὰ σοῦ, οὕτως ἔχω τὴν μνήμην ἀνθοῦσαν καὶ νεαρὰν, ὡς δοκεῖν οὔπω χθὲς καὶ πρώην ἀκηκοέναι. καὶ σὲ δὲ αὐτὸν ἐλογιζόμην τὸν ἴσον ἐμοὶ διακεῖσθαι τρόπον, καὶ ὧν μὲν ὀργιζόμενος ἐφθέγξω, τὴν ταχίστην τὴν μνήμην ἀποβαλεῖν, ὧν δὲ εὐηργέτηκας, ἀσφαλῶς παρακατέχειν. νῦν δὲ τοὐναντίον ἅπαν ὁρῶ συμβαῖνον. τοὺς γὰρ τῆς εἰρήνης λόγους βυθῷ Λήθης φέρεσθαι παραδοὺς, τοὺς ἐξ ἀμετρίας ἐξενηνεγμένους λύπης εἰς μέσον ἄγεις. ἐγὼ δ' ὅτι μὲν εἰρήκειν, ἀνεμνήσθην ἀκηκοώς· οὐ μὴν ὡς δή τι τῶν αἰσχίστων τὴν βασιλείαν ἀποποιούμενος, τοιαῦτ' εἰρήκειν. ἦ γὰρ ἂν ἦν παντάπασιν ἐστερημένος φρενῶν καὶ ἀχαριστίας ὑπερβολὴν καταλιπὼν οὐδεμίαν, εἰ ἃ θεὸς ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ σὺ αὐτὸς ὁ κύριος καὶ πατὴρ πᾶσαν εὐεργεσίαν ὑπερβαίνοντα ἐχαρίσασθε, ταῦτ' αὐτὸς ἀνοήτῳ καὶ παραβόλῳ φρενὶ ὥς τι τῶν ἀχρήστων ἀπεβαλόμην. ἀλλ' ἐκ λίαν ἐνωδύνου καὶ τεταραγμένης ψυχῆς τοὺς τοιούτους λόγους προῄειν, λογιζόμενος ὅτι τὸ λίαν ἐνώδυνον καὶ οἷον πικρίας γέμον τοῦ παιδὸς φθέγμα πρὸς συμπάθειαν κάμψει τὰ σπλάγχνα τὰ πατρικά· ὃ δὴ καὶ κατὰ γνώμην ἐμὴν ἀπέβη, καὶ πολλῆς ἀπέλαυσα μέχρι δεῦρο τῆς εὐμενείας τῆς πατρικῆς. νῦν οὖν εἰ μέν ἐστί τις ἐξελέγξων ἄξιά μέ τινα εἰργασμένον θανάτου, οὐ παραιτήσομαι τὸ δικαίως ἀποθανεῖν. εἰ δ' ἄρα τοιαῦτ' ἔστι τὰ ἐγκλήματα ὡς παιδείας δεῖσθαι καὶ μάστιγος πατρικῆς, τὰ μὲν ἀφήσεις, ὡς καὶ αὐτὸς παρὰ τοῦ μεγάλου βασιλέως καὶ θέσει πατρὸς τὴν τῶν πλημμελημάτων συγχώρησιν ἐξαιτούμενος ὁσημέραι· ὑπὲρ δὲ τῶν ἔξεστί σοι δίκας λαμβάνειν τῶν πλημμελημάτων ἀξίας, τοὺς τοιούτους ἐπαχθεῖς καὶ παντὸς βαρυτέρους φορτίου μακρὰν ἡμῶν ἀπελαύνοντι λόγους.» Τοιαῦτα καὶ Ἀνδρονίκου τοῦ νέου ἀποκριναμένου τῷ πάππῳ, αὐτὸς μὲν πρὸς τὴν ἀπολογίαν ἀντεῖπεν οὐδὲν, βαρεῖαν δ' ἦν τῇ σιγῇ καὶ τοῖς ἤθεσι τὴν ὀργὴν ἐνδεικνύμενος τῷ ἐγγόνῳ. ὁ μέντοι μέγας δομέστικος ἐκ Θρᾴκης ἐλθὼν ἐπεὶ ἐπύθετο τὰ συμβάντα παρὰ βασιλέως τοῦ νέου, πολλὰ θαυμάσας τῶν τῆς ἀνθρωπίνης φύσεως κατορχουμένων κακῶν, καὶ τὴν ἀδικίαν καταμεμψάμενος ὡς καὶ κατ' αὐτῆς τῆς φύσεως ὁπλίζουσαν τοὺς ἁλόντας αὐτῇ καθάπαξ· «κράτιστε βασιλεῦ» ἔφη «τὸ μὲν κακὸν κατάδηλον αὐτόθεν, ὥς ἐστι τῶν ἀνηκέστων· τὴν δὲ πρὸς σέ μου πίστιν καὶ δόλου παντὸς ἀμιγῆ φιλίαν, καὶ ὁ παρελθὼν μὲν χρόνος βεβαιώσασθαι ἱκανὸς, ἡλικιῶτιν καὶ τοῖς σώμασιν ἡμῖν συναυξανομένην ἀποδείξας τρόπον τινά· διόπερ οὐδὲ λόγων δεῖν πρὸς ἀλλήλους ἡμᾶς ἡγοῦμαι, ἑαυτῷ τὸν ἕτερον ἑκατέρους οἰκειουμένους· καὶ ὁ μέλλων δὲ οὐκ ἔλαττον δείξει, φίλων πιστοτάτων δεησόμενος ὡς ὁρῶ. εἰ μὲν οὖν ἑώρων σε κακοηθείᾳ χρώμενον καὶ αὐθαδείᾳ πρὸς βασιλέα τὸν πάππον, τῆς ἀρχῆς ἐκεῖνον μὲν ἀποστερεῖν, σεαυτῷ δὲ μόνῳ περιποιεῖσθαι βούλεσθαι, εὖ ἴσθι, καίτοι λίαν φιλῶν, οὐκ ἂν οὕτως ἀτόπου πράξεως εἱλόμην σοι κοινωνεῖν. ἐπεὶ δ' ἐξ οὐδεμιᾶς αἰτίας τοιαῦθ' ὁρῶ φυόμενα κακὰ κατὰ σοῦ, ὥστ' εἰ μὴ θεὸς ἄνωθεν αὐτὰ διαλύσει, οὐδὲ πάνυ πόῤῥω προσδοκίας εἰς ὕψος ἀρθῆναι βαθὺ, ἑκὼν αὐτὸς ἐπιδίδωμι τοῖς κινδύνοις τοῖς ὑπὲρ σοῦ οὐ χρήματα μόνον καὶ κτῆσιν καὶ οἰκέτας καὶ φίλους, ἀλλ' ἤδη καὶ αὐτὸν ἐμὲ, ὥστε ἔχειν ὅ,τι βουλήσῃ χρῆσθαι.» Ἐπὶ τούτοις τοῦ βασιλέως δομεστίκῳ τῷ μεγάλῳ πολλὴν χάριν ὁμολογήσαντος, καὶ προσθέντος, ὡς «ὁ πάντ' ἀμβλύνων χρόνος καὶ κατὰ μικρὸν ὑποῤῥέειν ποιῶν, τῆς ἡμετέρας ἥττηται πρὸς ἀλλήλους φιλίας, ἐῤῥωμενεστέρας ἀεὶ καὶ ἀκμαιοτέρας προϊόντος φαινομένης» καὶ δένδρῳ προσεικάσαντος ἀεὶ βρίθοντι τοῖς καρποῖς καὶ τὸν παρεληλυθότα τῷ ἐνεστῶτι νικῶντι χρόνῳ, ἐτράποντο πρὸς τὸ βουλεύεσθαι περὶ τῶν παρόντων. καὶ πρῶτον ἐδόκει πάντων, ἐκλογὴν ποιήσασθαι τοῦ μέλλοντος αὐτοὺς ὑποδέξεσθαι φεύγοντας φρουρίου, ἐπικαίρως κεισομένου καὶ πρὸς τὸ φυλάξαι διαδράντας καὶ πρὸς τὸ τοῖς μαχομένοις ἀντεπιχειρεῖν ῥαστώνην παρέχειν. ἐδόκει μὲν οὖν ἑλέσθαι τὴν ἐν Ὀδρυσοῖς ἐπώνυμον Ἀδριανῷ πόλιν, πολλῶν ἕνεκα καὶ ἀναγκαιοτάτων αἰτιῶν. δεδιότες δὲ μὴ καταπόδας τῆς φυγῆς ἐπιστρατεύσαντος αὐτοῖς τοῦ βασιλέως, ἅτε καὶ στρατιὰν ἔχοντος ἐξ ἑτοίμου, καὶ τῆς ὁδοῦ δυοῖν ἢ τριῶν ἡμερῶν ἔλαττον οὔσης, ἁλῶσιν, ἀμύνασθαι μὴ δυνάμενοι τοὺς ἐπιόντας, ἐξεκρούοντο τῶν λογισμῶν, συνετίθεντο δὲ μᾶλλον πρὸς τὴν ἐν Θρᾴκῃ Χριστοῦ πόλιν ἀπελθεῖν. οὕτω περὶ τῶν καθ' ἑαυτοὺς βουλευομένων αὐτῶν, ἀφικνεῖται παρὰ τοῦ Τριβαλῶν ἄρχοντος Κράλη Στεφάνου πρὸς βασιλέα πρεσβεία, ὃς ἦν γεγαμηκὼς τὴν βασιλέως θυγατέρα τὴν Σιμωνίδα. ἡ δὲ τῆς πρεσβείας πρόφασις ἦν, ὅτι ἐκ τῆς αὐτοῦ στρατιᾶς Κομάνων ὀλίγων δέοντας δισχιλίων λαβὼν, οὐκ ἀπέδωκε τοὺς στρατιώτας, ἀλλὰ πείσας μένειν παρακατεῖχεν. ἐφ' οἷς ὁ Κράλης παροξυνόμενος διεπρεσβεύετο πρὸς τὸν κηδεστήν. ὁ πρεσβευτὴς δὲ μοναχὸς ἦν, Καλλίνικος κεκλημένος, τὸ γένος μὲν καὶ αὐτὸς Τριβαλὸς, εὖ δὲ εἰδὼς καιροῖς καὶ πράγμασι πολιτικοῖς χρῆσθαι δι' ἐμπειρίαν. ὃς δὴ τὴν μεταξὺ τῶν βασιλέων ἀναφυομένην στάσιν μὴ ἀγνοήσας, καὶ συνιδὼν, ὡς ἡ τοιαύτη διχοστασία καιρὸν ἂν παράσχῃ τῷ ἰδίῳ δεσπότῃ παρὰ βασιλέως ὧν ἠδίκητο περὶ τὴν στρατιὰν δίκας λαβεῖν, ἐβούλετο κρύφα τῷ νέῳ βασιλεῖ συντυχεῖν.

ηʹ. Τὸ δ' αὐτὸ καὶ βασιλεὺς ὁ νέος σὺν δομεστίκῳ τῷ μεγάλῳ λυσιτελεῖν αὑτοῖς ἡγησάμενοι πρὸς τὸν Κράλην διαπρεσβεύσασθαι περὶ συμμαχίας, τὸν Καλλίνικον μετακαλεσάμενοι καὶ περὶ τῆς τοῦ Κράλη συμμαχίας καὶ φιλίας διαλεχθέντες καὶ πείσαντες ἐκ τοῦ ῥᾴστου διὰ τὸ καὶ αὐτὸν τὴν πρεσβείαν ταύτην τῷ Κράλῃ νομίζειν λυσιτελεῖν, ἄλλως θ' ὅτι καὶ πρὸς Συργιάννην αὐτῷ φιλίας ἐνέχυρα καὶ πρότερον ἦσαν, ἐξαποστέλλουσιν. ὁ δὲ σπούδῃ καὶ προθυμίᾳ πολλῇ τὴν ὁδὸν τάχιστα διανύσας, τῷ Κράλῃ τε συγγενόμενος, καὶ τὴν τοῦ νέου βασιλέως ἀπαγγείλας πρεσβείαν, εὗρε καὶ αὐτὸν ὥσπερ ἕρμαιον ἡγησάμενον τὸν καιρὸν, καὶ παντὶ σθένει συμμαχήσειν ὑπισχνούμενον τῷ νέῳ βασιλεῖ, πρὸς τῷ καὶ χάριν εἰδέναι, εἰ μόνον τοῦ πάππου καὶ βασιλέως ἀποστὰς, πρὸς τοῖς μέρεσι γένοιτο Μακεδονίας· ᾤετο γὰρ τὴν πρὸς αὐτὸν συμμαχίαν κάκωσιν εἶναι τῶν τοῦ κηδεστοῦ καὶ βασιλέως πραγμάτων. λαβὼν τοίνυν ὁ Καλλίνικος τὰς ἐπαγγελίας, ἐπάνεισι πρὸς τὸ Βυζάντιον κατὰ τάχος καὶ χαίρων ὀφθεὶς τῷ βασιλεῖ χαίροντι ἀπήγγελλέ τε τὰ τῆς πρεσβείας, καὶ τὴν συμμαχίαν αὐτῷ τοῦ Κράλη ἐν βεβαίῳ κεῖσθαι διϊσχυρίζετο, ἢν μόνον πρὸς τοῖς μέρεσι γένηται Μακεδονίας. οὕτω μὲν καὶ περὶ τῆς τοῦ Κράλη συμμαχίας ὁ νέος Ἀνδρόνικος κατεπράξατο. τὸν μέντοι βασιλέα καὶ πάππον ὁρῶν τοῖς ἤθεσι καὶ τοῖς λόγοις τῆς προτέρας δυσμενείας οὐχ ὑφιέμενον, τὰ πρὸς τὴν ἰδίαν φυλακὴν ἐξηρτύετο καὶ αὐτὸς, τοῦτο διανοούμενος, ὡς εἰ μὲν τρόπῳ δή τινι διαλυθείη τὰ δυσχερῆ, ὑπὸ τῷ βασιλεῖ καὶ πάππῳ τελέσων ἄχρις ἂν ἀποστῇ τοῦ ζῇν· εἰ δ' ἐπὶ τὰ πρόσω προΐοι καὶ ἤδη πρὸς τέλος ἐγγίζοι κακὸν, τότ' ἤδη τῆς βασιλίδος τῶν πόλεων ἀποστὰς, ἑαυτόν τε διασώζοι καὶ τοὺς συνόντας. ἐν τοῖς τοιούτοις δὴ τριβομένου τοῦ χρόνου, καὶ ὁ Συναδηνὸς Θεόδωρος ὁ καὶ πρωτοστράτωρ ἧκεν εἰς Βυζάντιον ἐκ τῆς ἑσπέρας παραλυθεὶς τῆς ἀρχῆς· ἐπετρόπευε δὲ Πριλλάπου καὶ τῶν περὶ αὐτὸν χωρῶν τε καὶ πολιχνίων κατωτέρω Μακεδονίας. ἦν δ' ὁ Συναδηνὸς οὗτος ἐξ εὐπατριδῶν καὶ τὸ γένος περιφανής· μητρόθεν μὲν γὰρ εἰς βασιλέας ἀνῆγε τὰς τοῦ γένους σειρὰς, ἐξ ἀδελφοῦ τοῦ πρώτου τῶν Παλαιολόγων βασιλεύσαντος Μιχαὴλ τῆς μητρὸς αὐτῷ γεννηθείσης· ὁ δέ γε πατὴρ τοῦ πρὸς ἑσπέραν κατὰ τὴν Δαλματίαν λεγομένου Πολόγου τοπάρχης ἦν· ἣν δὴ τοπαρχίαν σὺν ἑαυτῷ τῷ πρώτῳ τῶν βασιλέων προσαγαγὼν Παλαιολόγῳ τῷ Μιχαὴλ καὶ ὑποχείριον ἀποδείξας αὐτῷ, τιμῶν τε ἠξιώθη μεγάλων παρὰ Ρωμαίοις καὶ γάμου κοινωνίας ἐπιφανοῦς, τῇ βασιλέως ἀνεψιᾷ συναφθείς· οὗτος τοίνυν ὁ πρωτοστράτωρ ἐκ τῆς ἑσπέρας, ὥσπερ ἔφημεν, εἰς Βυζάντιον ἀφικόμενος, καὶ ὅσα πρὸς βασιλέως εἴρηταί τε καὶ πέπρακται ἐπὶ τῇ καταλύσει τοῦ ἐγγόνου καὶ βασιλέως ἀκηκοὼς, ἠγανάκτει τε οὐκ ἀνεκτῶς καὶ πολλὴν κατεγίνωσκε τοῦ πράγματος ἀγνωμοσύνην. διὸ δὴ καὶ θαῤῥήσαντες ὁ νέος βασιλεὺς σὺν δομεστίκῳ τῷ μεγάλῳ, ἄλλως θ' ὅτι καὶ φιλίως πρὸς αὐτοὺς διέκειτο καὶ πρότερον ὁ πρωτοστράτωρ, τῷ μεγάλῳ δὲ μάλιστα δομεστίκῳ ἐκ τῆς πρὸς Ἀδριανοῦ πόλιν παρὰ τῷ βασιλεῖ Μιχαὴλ διατριβῆς, χρόνῳ πολλῷ τῆς φιλίας αὐτοῖς ἰσχυρᾶς γενομένης, δεῖν ᾠήθησαν κοινωνὸν καὶ αὐτὸν τῶν πραττομένων παραλαβεῖν· φιλίας τε τῆς πρὸς αὐτοὺς ἕνεκα καὶ ἀνδρίας καὶ πολεμικῆς ἐμπειρίας καὶ φρονήσεως, ἧς αἱ τοιαῦται μάλιστα τῶν πράξεων δέονται· ἀνακαλύπτουσιν αὐτῷ τοιγαροῦν ὅσα τε ὁ βασιλεὺς μηνύσειε τῷ ἐγγόνῳ, ὁποίων τε τύχοι τῶν ἀποκρίσεων, ἔτι τε ὅσα καὶ αὐτοὶ περὶ τῶν καθ' ἑαυτοὺς βουλεύσαιντο πραγμάτων. ἃ δὴ πάντα καλῶς ἔχειν ἐπιψηφισάμενος καὶ αὐτὸς, κοινωνεῖν αὐτοῖς εἵλετο καὶ τῶν βουλευμάτων καὶ τῶν κινδύνων μέχρι παντός. ἐδέδοκτο δὲ τούτοις ἅμα τῷ βασιλεῖ, πρὸς μηδένα μηδαμῶς ἕτερον τῶν Ρωμαίων ἐκφανῆ γενέσθαι τὰ βουλευόμενα, ὅτι μὴ τουτοισὶ τοῖς τρισὶ, δομεστίκῳ δηλαδὴ τῷ μεγάλῳ καὶ τῷ Συναδηνῷ πρωτοστράτορι καὶ Συργιάννῃ, καὶ Γεννουΐταις Λατίνοις ἑτέροις τρισὶ, φίλοις μὲν οὖσι δεδοκιμασμένοις τῷ βασιλεῖ, δυναμένοις δὲ μεγάλα πρὸς τὴν εἰς Χριστοῦ πόλιν ἐκ Βυζαντίου συγκαταπράξασθαι φυγὴν αὐτοῖς. ἐπηγγείλαντο γὰρ αὐτοὶ, τρεῖς μὲν τριήρεις οἰκείοις ἀναλώμασι πληρώσειν, ἑπτὰ δ' ἑτέρας ἐκ βασιλέως λαβόντες χρήματα, ὡς δέκα τὰς συμπάσας γενομένας, καὶ πρὸς τὴν ἀπόδρασιν, εἰ δεήσει, συνάρασθαι τῷ βασιλεῖ, καὶ πρὸς τῇ Χριστοῦ πόλει συμμαχούσας καρτερῆσαι, ἄχρις ἂν ὁ βασιλεὺς εὖ διάθοιτο τὰ κατ' αὐτόν· ὀνόματα δ' αὐτοῖς, ἀπὸ μὲν τοῦ τῶν Ὀρίων γένους, Ράφων τε Ὄρια, ἀπὸδὲ τοῦ Σπινουλῶν, Φρερίγω Σπίνουλα, ἐκ δὲ τῶν Ντεμὰρ, Ράφων Ντεμάρ. αὖθις δ' ἅμα τοῖς δυσὶ βουλευομένῳ τῷ βασιλεῖ περὶ τοῦ, ποτέραν χρὴ τῶν πόλεων ἀποδιδράσκοντας ἑλέσθαι, ὡς ἂν καὶ ὁ πρωτοστράτωρ τὴν δοκοῦσαν αὐτῷ τὸ νικᾷν ἔχειν εἰσενέγκῃ ψῆφον, καὶ τὴν μὲν Χριστοῦ πόλιν τῇ παρὰ τοῦ Κράλη συμμαχίᾳ παραζευγνύοντος, τῇ Ἀδριανοῦ δὲ τὴν πολυανθρωπίαν καὶ τὴν ἐγκαθιδρυμένην ἐκεῖ στρατιὰν, καὶ τὸ πλείστους εἶναι τῶν οἰκούντων ἐκεῖ τὰ τοῦ νέου βασιλέως ᾑρημένους· ὁ πρωτοστράτωρ μὲν τὴν εἰς Ἀδριανοῦ πόλιν ᾑρεῖτο· οὔπω δὲ πέρας τῆς βουλῆς λαβούσης, ἀνέστησαν. εἶτ' αὖθις ἅμα δομεστίκῳ τῷ μεγάλῳ μόνῳ καὶ βασιλεῖ περὶ τῶν αὐτῶν τούτων βουλευομένων καὶ συνιδόντων, ὡς Συργιάννῃ μὲν καὶ τῷ μεγάλῳ δομεστίκῳ, τῇ Θρᾴκῃ τῶν γαμετῶν ἐνδιατριβουσῶν, ῥᾴδιόν ἐστιν ὅποι βούλονται ταύτας ἀπαγαγεῖν, πρωτοστράτορι δὲ τῆς γαμετῆς ἅμα δυσὶ θυγατριδίοις τῇ Ἀδριανοῦ πόλει ἐγκαθιδρυμένης, πολὺ τὸ δύσκολον μετακινεῖσθαι· εἶτα καὶ τοῦτο προσεπινοουμένων, ὡς καὶ τὸ τοσαύτην ἀνάγκην τῷ πρωτοστράτορι ἐπαγαγεῖν, ἀγνωμοσύνης ἂν εἴη πολλῆς, καὶ τὸ δυσκόλως ἔχοντα πρὸς ταῦτα τῆς κοινωνίας ἀπωθεῖσθαι, καὶ ἀβουλίας ἅμα καὶ ἀδικίας· τοῦτο μὲν, εἰ πρὸς πάντα βέλτιστον ἄνδρα μικρᾶς ἀπώσαιντο αἰτίας ἕνεκα· ἀδικίας δ', ὅτι αὐτοὶ προσκαλεσάμενοι καὶ προσεταιρισάμενοι, καὶ σπουδὴν πολλὴν καὶ προθυμίαν πρὸς τὸ σὺν αὐτοῖς κινδυνεύειν εἰσενεγκόντα νῦν ἀπωθοῦνται, ἔδοξε θεῷ θαῤῥήσαντας, καὶ ὑποψίαν κινδύνου μικρὰν τοῦ ἑταίρου χάριν ἀναδεξαμένους τὴν εἰς Ἀδριανοῦ πόλιν μᾶλλον ἐπιψηφίσασθαι. οὕτω πέρας ἐπιθέντες τῇ περὶ τούτου βουλῇ, καὶ τῷ πρωτοστράτορι δῆλα καταστήσαντες τὰ τῆς γνώμης, ἀνεπτέρωσάν τε πρὸς τὸ πράττειν, καὶ προθυμότερον ἀπέδειξαν ἑαυτοῦ. Ἀλλὰ τὰ μὲν κατ' αὐτοὺς τοιαῦτα, βασιλεὺς δ' ὁ πρεσβύτερος τῇ πρὸς τὸν ἔγγονον ὀργῇ λίαν παρωξυμένος, οὔτε προσιόντα καθημέραν προσηγόρευε τὸν ἔγγονον, οὔτε μὴν πρὸς τὴν οἰκίαν ἀπιόντα πάλιν προσρήσεως ἠξίου τινός· ἀλλ' οὐδὲ βελτίονος ἢ φαύλου λόγου ἐπὶ τέσσαρσιν ὅλοις μησὶ μετέδωκε, πλὴν ὅτι τοῦ νέου βασιλέως ἐξεπίτηδες ὁσημέραι τοῖς βασιλείοις καὶ ὑπὲρ τὸ δέον προσκαρτεροῦντος, ὁρῶν ὁ βασιλεὺς τῆς προσεδρείας τὴν ἀκαιρίαν, ὥσπερ ὑπ' ἀνάγκης συνωθούμενος, «ἄπελθε λοιπὸν πρὸς τὴν σὴν οἰκίαν» ἔλεγε τῷ ἐγγόνῳ, μηδέν τι τούτου προστιθεὶς πλέον. οὐ μὴν ἀλλὰ καὶ μετὰ τῶν τῆς συγκλήτου καὶ τῶν ἐν ἀξιώμασι τοῦ νέου βασιλέως τῷ πάππῳ παρισταμένου, οὐδέποτ' ἐπέτρεψε καθεσθῆναι, πρὸς δὲ τοὺς ἄλλους τῆς ἐπιτροπῆς γινομένης, ἐξ ἀνάγκης ἐκαθέζετο καὶ αὐτὸς, πάντων πρὸς αὐτὸν ὁρώντων καὶ τοῖς νεύμασι δηλούντων, ὡς οὐδ' ἂν αὐτοὶ καθεσθεῖεν ἑστηκότος αὐτοῦ· ὃ δὴ καὶ μᾶλλον τὸν νέον ἔδακνε βασιλέα, ὡς καὶ πρὸς οὓς εἶχε θαῤῥεῖν λέγειν, ὡς βούλοιτο τοῦ κυρίου καὶ βασιλέως τοῦτον γὰρ ἀεὶ τὸν τρόπον τὸ τοῦ βασιλέως καὶ πάππου προέφερεν ὄνομα, τοῖς ἄλλοις ἐπιτρέποντος τὴν ἀνάκλισιν, αὐτῷ δὲ μὴ, ἑστάναι ἐπιπολύ· ἐπιτρεπομένων δ' αὐτῶν, «ἀλλ' ὑμῖν μὲν» εἰπεῖν «πρὸς τοῦ κυρίου καὶ βασιλέως τὴν καθέδραν ἐπιτετράφθαι, ἐμοὶ δὲ μή· διόπερ ὑμᾶς μὲν καθεσθῆναι προσήκει, τὸ προσταττόμενον ἐκπληροῦντας, ἐμὲ δ' ἑστηκέναι ἄχρις οὗ τὸ ἐπίταγμα φθάσῃ καὶ πρὸς ἐμέ.» τοιαῦτ' ἔλεγε πρὸς οὓς ἐθάῤῥει, τὸ τῆς ψυχῆς ἄλγος ἀνακαλύπτων. ἐφ' οἷς αὐτὸν ὁ μέγας δομέστικος παραμυθούμενος, ἄλλα τε κατεπῇδε τῆς λύπης, καὶ τὸ Σολομώντειον ἔλεγε δεῖν ἐκπληροῦν, ὑπομονὴν ἐνδεικνύμενον καὶ καρτερίαν κατὰ καιρόν. τὸ δ' ἑξῆς ὁ νέος βασιλεὺς καὶ οἱ ἀμφ' αὐτὸν διά τινος τῶν οἰκείων μηνύουσι Συργιάννῃ πρὸς τὴν Κωνσταντίνου ταχέως ἐπανελθεῖν, εὐπρόσωπόν τινα πλασάμενον αἰτίαν τῆς ἐπανόδου. τὰ γὰρ κατ' αὐτοὺς πράγματα πῇ μὲν ἐπὶ τὸ βέλτιον, πῇ δ' ἐπὶ τὸ χεῖρον χωρεῖν. ὁ δὲ σὺν σπουδῇ πολλῇ κατὰ τάχος ἐπανελθὼν καὶ συγγενόμενος βασιλεῖ καὶ τοῖς ἑταίροις, καὶ τὸ μὲν ἐπὶ τὸ βέλτιον προκεχωρηκέναι σφίσι τὰ πράγματα, τοῦ πρωτοστράτορος Συναδηνοῦ χάριν εἰρῆσθαι μαθὼν, τὸ δ' εἰς τὸ χεῖρον, διὰ τὸ μᾶλλον ἐκπεπολεμῶσθαι τῷ ἐγγόνῳ τὸν βασιλέα, καὶ τἄλλα ἐκδιδαχθεὶς, ὅσα δὴ συμβεβήκει μετὰ τὸ εἰς Θρᾴκην αὐτὸν ἀπᾶραι, περὶ τοῦ, τί χρὴ πράττειν, ἐβουλεύοντο κατὰ σφᾶς, καὶ ὅπως ἂν αὐτοὺς γένοιτο τῆς βασιλίδος τῶν πόλεων ἀκινδύνως ὑπεξελθεῖν. πρῶτος τοίνυν εἶπεν ὁ πρωτοστράτωρ Συναδηνός.

θʹ. «Ἐμοὶ πολύν τινα καὶ προφανῆ τὸν κίνδυνον ἐκ τῶν πραγμάτων ἐστὶ συνορᾷν. εἰ γὰρ ἡμῶν ὅπως ποτὲ ταυτησὶ τῆς πόλεως ὑπεξελθόντων ἐπιστρατεύσει καταπόδας ὁ βασιλεὺς, τίς μηχανὴ μὴ οὐχὶ τὸ παραυτίκα πρὸς ἔσχατον ἐλθεῖν κινδύνου; ἔστι δὲ ἀνθρώπων, οἶμαι, σωφρονούντων καὶ βουλομένων σώζεσθαι, μὴ τοὺς προδήλους ἀνθαιρεῖσθαι κινδύνους τῆς ἐν βεβαίῳ κεισομένης σωτηρίας. τοῦ τοίνυν τῆς πόλεως ὑπεξελθεῖν, δυνατώτατον ἀνταγωνιστὴν ὀπίσω καταλιπόντας τὸν βασιλέα, οὕτως ὑποψίαν δεινὴν παρέχοντος, μακρὰν ἀφεστηκέναι παντὸς κακοῦ καὶ πολλὴν τὴν ἀσφάλειαν ἡμῖν παρέχειν τὸ τοῦτον κατασχόντας, ὃ δυνήσεσθαι δοκῶ ῥᾳδίως, κατακλεῖσαι φρουρᾷ. οὕτω γὰρ οὐδενὸς ἀνταγωνιζομένου, ῥᾷστα κρατήσομεν ἁπάντων.» Συργιάννης δὲ μετ' ἐκεῖνον εὐθύς· «καὶ τοῦθ' ὅπερ εἴρηκας» ἔφη, «πολλοὺς ἔχον ἐξετάζοντι φανεῖται τοὺς κινδύνους. πρῶτον μὲν γὰρ οὐ μικρὸν ἔργον τὸ κατασχεῖν, πολλῶν περὶ αὐτὸν εὐνοϊκῶς διακειμένων καὶ τῶν τῆς συγκλήτου καὶ τῶν ἐν τέλει, καὶ μισθοφόρων ἀεὶ πολλῶν διατριβόντων ἐν βασιλείοις· ἔπειθ' ὅτι καὶ τοῦτ' εἰ μετὰ πολλῶν τῶν κινδύνων κατορθωθείη, τότ' ἤδη χαλεπωτέροις περιπεσούμεθα κινδύνοις, πολλὰς ὑποπτεύοντες ἐκ τῶν φυλάκων καὶ τῶν πραγμάτων τὰς μεταβολάς. ὅτε τοίνυν καὶ ἀμφοτέρωθεν ὑποψία δεινὴ, βέλτιον βραχείᾳ καιροῦ ῥοπῇ τῆς ζωῆς ἀποστερήσαντας βεβαίως ἄρχειν, αὐτοῦ τε οὐκ ἀμυνουμένου καὶ τῶν ἄλλων οὐδενὸς διακινδυνεύειν ὑπὲρ αὐτοῦ κειμένου βουλησομένου.» Τὴν δὲ τοιαύτην βουλὴν ἐξήνεγκε μὲν κατὰ βασιλέως ὁ Συργιάννης ἐξ ἑαυτοῦ μὲν, ἐνῆγε δ' εἰς αὐτὴν μάλιστα καὶ Ἀπόκαυχος, ἐκσπόνδως πρὸς βασιλέα ἐξ αἰτιῶν διακείμενος παραλόγων, μὴ δι' αὐτοῦ δὲ δυνάμενος εἰσάγειν τὴν γνώμην, οὔπω γὰρ ᾠκείωτο βασιλεῖ τοσοῦτον ὡς καὶ μετέχειν βουλῆς, φίλῳ ὄντι τῷ Συργιάννῃ τὰς βουλὰς ὑπετίθει ὡς αὐτῷ παῤῥησίᾳ βουλευσομένῳ. πρὸς ταῦθ' ὁ μέγας δομέστικος· «ἐμοὶ τὸ πρῶτον» ἔφη «τῶν βουλευμάτων τῶν ἀπανθρώπων κρίνοντι, τὸ δεύτερον οὐδ' ὠμότητος καὶ ἀπανθρωπίας ὑπερβολὴν ἐλλείπειν οὐδεμίαν φαίνεται. διὸ συμφέρειν ἡγοῦμαι τούτων ἀποστάντας ἁπάντων, τῶν προτέρων ἔχεσθαι βουλευμάτων, καὶ σκοπεῖν οὐχ ὅπως βασιλεῖ κακῶν ἀνηκέστων αἴτιοι φανῶμεν, ἀλλ' ὅπως ἡμᾶς αὐτοὺς ἀπαθεῖς διατηρήσωμεν κακῶν, εἰς τοῦτο γὰρ καὶ συνεληλύθειμεν, ὅπως τῷ μὲν τῶν βασιλέων ἀδικουμένῳ, θεοῦ συναιρομένου, καὶ τὴν ζωὴν διατηρήσωμεν καὶ τὴν τιμὴν, τῷ δὲ, μηδεμιᾶς ἀκολουθούσης ἀνάγκης, μηδ' εἰς τὴν τιμὴν παρενοχλῆσαι, μήτοιγε τὴν ζωήν.» Τούτων οὕτως ἀλλήλοις ἐναντία βουλευομένων, ὁ μὲν βασιλεὺς καθῆστο σιγῇ, τῶν λεγομένων ἐπακροώμενος, ὁ Συργιάννης δὲ τὸν λόγον ἀναλαβὼν, ἐκ τῶν ἐναντίων ἀντιλέγων πρὸς τὸν μέγαν δομέστικον ἔφη· «τῆς ἀνθρωπίνης φύσεως τὸ ἐνδεὲς ἐχούσης καὶ τῆς τελείας τῶν ὄντων γνώσεως ἀπολειπομένης, οὐδένα δεῖν οἶμαι τοῖς ἀπ' ἀρχῆς δεδογμένοις ἐμμένειν, ἂν μετὰ ταῦτα βελτίω τἀναντία φαίνηται· ἢ εἰ τοῦτο κρατήσῃ, οὐκ ἂν φθάνοι πάντ' ἄνω καὶ κάτω γενόμενα. ἂν γὰρ μήτ' ἔμπορος, μήθ' ὁ γεωργὸς, μήθ' ὁ κυβερνήτης πρὸς τὰ δοκοῦντα λυσιτελῆ μεθαρμόζηται, ἀλλ' ἀναγκαίως ἐμμένῃ τοῖς ἀπ' ἀρχῆς δεδογμένοις, ταχέως ὁ μὲν κυβερνήτης ἑαυτῷ συγκαταδύσῃ τὴν ναῦν ἐναντίων κινηθέντων πνευμάτων· ὁ δ' ἔμπορος ἐπανήξει κενὸς χρημάτων, ὁ γεωργὸς δὲ πρὸς τῇ τῶν πόνων ἀποστερήσει καὶ βαθὺν ὀφλήσει γέλωτα. προσθήσομεν δέ τι καὶ τῶν οἰκείων παραδειγμάτων. οὐκ ἂν οὐδὲ στρατηγὸς τοῖς ἀπ' ἀρχῆς ἐμμένων βεβουλευμένοις τρόπαιον ἀπὸ τῶν πολεμίων ἀναστήσει, ἀλλ' αἰσχρῶς καὶ ἀγεννῶς ἡττηθεὶς, συγκινδυνεύσει τοῖς στρατιώταις· ἂν γὰρ συμβῇ τυχὸν τὴν μὲν ἑαυτοῦ στρατιὰν πολλαπλασίονα τῶν πολεμίων καὶ πρὸς τὰ πολεμικὰ μᾶλλον ἠσκημένην ἡγεῖσθαι καὶ διὰ τοῦτο δεῖν βουλεύσηται μάχην συνάπτειν, εἶτ' ἐπὶ τῶν πραγμάτων ἐλθὼν, τὴν τῶν ἐναντίων ἴδῃ καὶ τῷ πλήθει καὶ τῇ ἀσκήσει καὶ τοῖς ὅπλοις ὑπερέχουσαν πολλῷ τῷ μέτρῳ· διὰ δὲ τὸ μὴ λῦσαι τὰ δεδογμένα, ἀλογίστως συμπλέκηται καὶ παραβόλως, οὐκ ἂν ἐγγὺς τοῦ μαίνεσθαι φαίημεν τὸν στρατηγὸν ἐκεῖνον; παντί που δῆλον. διό μοι καὶ σὲ νῦν ἔπεισι θαυμάζειν, οὕτως ἀποφηνάμενον ὡς χρὴ τοῖς ἐξ ἀρχῆς δεδογμένοις ἐμμένειν, ἐκ πρώτης ἡλικίας ἐς τόδε χρόνου στρατείαις καὶ τοῖς ἐκ στρατείας ἐνδιατρίψαντα πόνοις, τοῦτο δὲ ἠγνοηκότα, ὡς μία καιροῦ ῥοπὴ πολλῶν ποιήσει πραγμάτων μεταβολάς.» Ἐπὶ τούτοις ὁ μέγας δομέστικος εἶπε τοιάδε· «οὐδένα νομίζω τῶν καὶ ὁπωσοῦν μετειληχότων φρενῶν, οὕτως ἑαυτὸν οἷς ἐξ ἀρχῆς ἐβουλεύσατο πεπεικέναι βεβαίως ἐμμένειν, ὥστε μὴ μεταβάλλειν, ἑτέρων ἐν ὑστέρῳ φαινομένων βελτιόνων. καὶ σὲ δὲ αὐτὸν, οὐκ ἂν εὐπορήσειν ἐπ' ἐμοὶ λοιδορίας ὑπερβολῆς, ἢ οὕτω περὶ τῶν πραγμάτων λέγειν ἔχειν, ἐν διαφορᾷ καταστάντα. ἐγὼ δὲ τοσούτου δέω ὁποῖον εἶναί φατε, ὥστε κἀν τοῖς δημοσίοις, κἀν τοῖς ἰδίοις, ψῆφον ὡς καλῶς ἔχουσαν καὶ τοῦ λυσιτελοῦντος τὸ δοκεῖν ἐς τὰ μάλιστα ἐφικνουμένην περί τινος πολλάκις ἐξενεγκὼν, ἤδη δὲ καὶ πρὸς τὸ πράττειν χωρῶν, ἔπειτ' ἢ ἑτέρῳ τὸ ἧσσον ἔχειν ἐπὶ τῷ φρονεῖν δοκοῦντι, ἢ αὐτὸς ἐμαυτῷ τὴν ἐναντίαν πεισθεὶς εἱλόμην. ἐφ' οἷς δὲ νυνὶ σκοποῦμεν, μάλιστα μὲν ὧν ὑμεῖς βουλεύεσθε, ἀποσχέσθαι, ὧν δ' ἐμοὶ δοκεῖ, δεῖν ἔχεσθαι νομίζω πολλῶν ἕνεκεν αἰτιῶν.
πρῶτον μὲν γὰρ τὸ χεῖρα κινῆσαι κατὰ βασιλέως καὶ τῷ θεῷ κεχρισμένου, καὶ σωτηρίαν ἀποστερῆσαι ψυχῆς, οὐ μόνον πάσης ἐν ἀνθρώποις ἀπεστέρηται συγγνώμης, ἀλλὰ καὶ παρὰ θεῷ τὰς ἐσχάτας τῶν τοιούτων ἔργων πεπείσμεθα κεῖσθαι τὰς ἀντιδόσεις. ἔπειτα δὲ, οὐδὲ τοῦτο ἐξ ἀρχῆς ὑπεθέμεθα, ὥστε τὸν μὲν ἀνελεῖν, τὸν δ' ἐγκαθιδρύσαι τοῖς θρόνοις τῶν βασιλέων· ἀλλὰ πολύν τινα τὸν δικαίου ποιούμενοι λόγον, ἀμύνειν τῷ νέῳ προὐθυμήθημεν βασιλεῖ, ἀδικουμένῳ τε περὶ τὴν ἀρχὴν καὶ δεδοικότι περὶ τὸ ζῆν. ἄτοπον οὖν, τῷ μὲν σὺν τῷ δικαίῳ τὴν ἀρχὴν κατακτᾶσθαι, τὸν δ' ἀδίκως ἀφαιρεῖσθαι καὶ τὴν ζωήν· καὶ ἃ περὶ τὸν ἕνα πραττόντων ἑτέρων, τῶν ἀτοπωτάτων ἐδόκει, τούτων χαλεπώτερα περὶ τὸν ἕτερον ἐξειργασμένους αὐτοὺς ὀφθῆναι, καὶ ὥσπερ ἐν ζυγοῖς τῶν πραγμάτων ἐφ' ἑτέρῳ μέρει βαρυνομένων, ἐπὶ τὴν ἴσην ἀμετρίαν πρὸς τοὐναντίον αὐτοὺς καταπιέσαι, δέον ἐπὶ τὸ ἴσον ἀναγαγεῖν. οὐ μὴν οὐδὲ τὸ δήσαντας φρουρεῖν, τοῦ ἅπαξ ἡμερώτερον ἀποκτεῖναι. τοῖς γὰρ ἐν ἔθει τοῦ θεραπεύεσθαι καὶ δορυφορεῖσθαι, φοβερώτερον τοῦ ἀποθανεῖν, τὸ παρ' ἀξίαν κακοπραγεῖν. διὸ καὶ πολλοὶ τῶν ὑμνουμένων παρὰ Ρωμαίοις αὐτοκρατόρων, μᾶλλον εἵλοντο ἀποθανεῖν, ἢ ζῶντες αἰσχρῶς δουλεύειν ἀτυχήσαντες περὶ τὰς μάχας· καὶ χωρὶς δὲ τούτων, τὸ παρὰ τῶν φυλάκων ὡς δεσμώτῃ προσεχόντων περιυβρίζεσθαι καὶ λοιδορεῖσθαι, παντὸς ἂν εἴη πικρότερον ὕδατος Στυγός. ἔτι δ' οὐδ' ἀσφάλειαν ἡμῖν παρέχει τὸ δήσαντας φρουρεῖν. ἂν γὰρ ὁτῳδήτινι τρόπῳ δυνηθείη τὰ δεσμὰ διαφυγεῖν, ὅπερ ἡμῖν πρόσεστι νῦν, τὸ δοκοῦντας ἀδικεῖσθαι καρποῦσθαι τὴν ἁπάντων εὔνοιαν, ἐκείνῳ περιστήσεται, καὶ σφοδρότερον πολεμήσει, συμμάχοις προθύμοις καὶ τοῖς περιοίκοις βαρβάροις καὶ Ρωμαίοις χρώμενος. ὅτε τοίνυν τὸ μὲν ἀποκτεῖναι ἀλαστόρων καὶ ἀνδροφόνων ἐπιτιμίαν οὐ μόνον ἡμῖν, ἀλλὰ καὶ παισὶν ἡμετέροις ἔπειτα προσάπτει, τὸ δ' εἵρξαντας φρουρεῖν μετὰ τοῦ αἰσχροῦ καὶ τοὺς ἐσχάτους ὑποπτεύει κινδύνους, καὶ λυσιτελὲς ἅμα καὶ δίκαιον εἶναι νομίζω, τῶν προτέρων ἐχομένους λογισμῶν, τὸν ἡμέτερον βασιλέα διασώζειν ἀμυνομένους ἄν τις ἐπίῃ. ἀλλ' ἐρεῖς, Τί οὖν; ἂν ἐπιστρατεύῃ βασιλεὺς ἡμῖν, οὐ μαχούμεθα αὐτῷ, οὐδ' ἀποκτενοῦμεν, ἂν οὕτω συμβαίη; Μάλιστα μὲν οὖν ἀμυνούμεθα πάσῃ δυνάμει, ἀλλ' οὐ τὸν αὐτὸν ἔχει τό, τε κατάρχειν καὶ τὸ ἀμύνασθαί τινα, λόγον. τῷ μὲν γὰρ πρὸς τῷ αἰσχρῷ πρόσεστι καὶ τὸ ἀδικεῖν, τὸ δ' ἀμύνασθαι πρὸς τῷ δικαίῳ καὶ τὴν ἀπὸ τῶν ἔργων εὔκλειαν ἔχει. ἂν γὰρ συμβῇ τὸν προκατάρχοντα παθεῖν κακῶς, οὐ τῷ ἀμυνομένῳ τὴν ἀπόβασιν ἀλλὰ τῷ ἐπιόντι λογίζεσθαι τῶν ἔργων δίκαιον. ἡμῖν μὲν οὖν ἐπ' ἀμφότερα γυμνάζουσι τὸν λόγον ἑκατέροις εἴρηται πολλά. βασιλεῖ δὲ πάντων ἀκροωμένῳ ἐξέσται τὸν τῶν ἁλιέων τρόπον τῆς σαγήνης πολλὰ περισχούσης τὰ χρήσιμα ἐκλεξαμένῳ, τῶν ἀχρήστων ἀποσχέσθαι.» ἐπὶ τούτοις καὶ τῶν ἄλλων συνθεμένων καὶ τὴν διάκρισιν τῶν λόγων ἀναθεμένων τῷ βασιλεῖ, εἶπε καὶ αὐτὸς τοιαῦτα·

ιʹ. «Τοῖς περὶ μεγάλων πραγμάτων βουλευομένοις ἀναγκαῖον εἶναι νομίζω καὶ πολλοῖς εἶναι τὸν ἀριθμόν. διὸ καὶ Ρωμαῖοι καὶ Ἕλληνες τὸ παλαιὸν, καὶ δημοκρατούμενοι καὶ τῶν ἀρίστων ἀρχόντων, ἐκ πλειόνων τὰς βουλὰς συνεκρότουν, τοῦ καλοῦ καὶ συμφέροντος οὕτως οὐκ ἂν οἰόμενοι ῥᾳδίως ἁμαρτεῖν, ὀρθῶς φρονοῦντες. καὶ τῶν παλαιῶν δέ τις σοφὸς τῆς ἡμετέρας αὐλῆς ἐν πολλῇ βουλῇ τὴν σωτηρίαν εἴρηκεν εἶναι, καὶ πολέμιον ἑαυτῷ τὸν ἀσύμβουλον ἀπεφήνατο. καὶ ὑμῶν τοίνυν καὶ πολλῶν καὶ περὶ ταῦτα ἀρίστων ὄντων καὶ λόγοις οὐκ ὀλίγοις περὶ τοῦ πράγματος χρησαμένων, ἐξέσται κἀμοὶ ὃν εἰρήκατε τῶν ἁλιέων τρόπον, πολλὰ τῆς σαγήνης καταγαγούσης, τὰ χρήσιμα ἐκλεξαμένῳ ἀποῤῥίψαι τὰ μὴ τοιαῦτα. ἐρῶ τοίνυν καὶ αὐτὸς ἅ μοι δοκεῖ βέλτιστα εἶναι, ὑμῖν δ' ἐξέσται ἑκάστῳ ἃ δοκεῖ συμφέροντα ἑλέσθαι. οὐ πᾶσιν ἀνθρώποις τὰ αὐτὰ αἱρετὰ καὶ φευκτὰ, καὶ ἡδέα καὶ μὴ τοιαῦτα δοκεῖ, ἀλλ' ὅπως ποτὲ ἔχουσι περὶ αὐτὰ, τοιαύτας καὶ περὶ αὐτῶν ἐξάγουσι τὰς κρίσεις. ὡς ἔχω τοίνυν καὶ αὐτὸς περὶ τῶν προκειμένων ἐρῶ. τοσούτου δέω τοῦ τι τῶν ἀνηκέστων καὶ ζωῆς ἕνεκα καὶ τιμῆς περὶ τὸν ἐμὸν κύριον καὶ βασιλέα γενέσθαι βούλεσθαι, ὥστ' εἰ συμβέβηκε τὸν αὐτὸν ξίφος ὡς ἀποκτενοῦντά με σπασάμενον ἐπιέναι, φυγῇ μὲν ἂν ἐπραγματευσάμην τὴν σωτηρίαν· εἰ δὲ κώλυμά τι μεταξὺ φεύγοντι συμβέβηκε τῆς φυγῆς, τοσοῦτον ἀπέχω τοῦ συστραφεὶς ἀμύνεσθαι βούλεσθαι, ὥστ' ἐγκαλυψάμενος ἐδεχόμην ἂν σιγῇ τὰς πληγὰς, δείσας μὴ πρὸς ἐκεῖνον ὁρῶν καὶ οἷον τῷ πάθει τῶν φρενῶν ἐκκρουσθείς, πρὸς τὸ λαβεῖν ἐξ αὐτοῦ κινηθῶ καὶ μακρὰν ἀποῤῥίψαι τὸ ξίφος, ἐπειδὴ καὶ τοῦτο τῶν ἀνοσίων κρίνω, καθ' ὅντινα τρόπον χεῖρας ἀνασχεῖν τῷ πατρί. τοιαύτην ἔχειν γνώμην περὶ τῆς εἰς τὸν πάππον τιμῆς τὸν πάντα ἐφορῶντα μαρτύρομαι ὀφθαλμὸν τοῦ θεοῦ. διὸ δὴ καὶ ὑμᾶς βούλομαι οὕτως ἔχειν σαφῶς πεισθέντας, μηδένα περὶ τούτου λόγον κινεῖν, μηδὲ μεταπείθειν ἐπιχειρεῖν· ἔσεσθε γὰρ ἠνυκότες πλέον οὐδέν. εἰ μὲν οὖν ἐθελήσετε τῶν ἐξ ἀρχῆς ἐχόμενοι λογισμῶν, τὴν σωτηρίαν ἑαυτοῖς ποριζομένοις φυγῇ τὸν ὑφορώμενον κίνδυνον διαδιδράσκειν, εὖ ἂν ἔχοι, καὶ τὴν κοινωνίαν αὐτὸς ἀσπάζομαι τὴν ὑμετέραν, καὶ συγκινδυνεύειν ὑμῖν αἱροῦμαι· εἰ δὲ τῆς προτέρας ἀτολμίαν καὶ ἀνανδρίαν καταγνόντες βουλῆς, ἐμμένειν ἀσφαλῶς κεκρίκατε τοῖς δευτέροις, μὴ πειθομένου δ' ἐμοῦ, οὐδ' αὐτοὶ λυσιτελεῖν ἑαυτοῖς ἅπερ ἐγὼ βούλομαι ἡγεῖσθε, ἐγὼ μὲν τῶν τοιούτων ἔργων κοινωνεῖν ὑμῖν οὐκ ἂν ἑλοίμην ποτὲ, ὑμᾶς δὲ τὸ οἰκεῖον ἀσφαλὲς ἔξεστι περισώζοντας, ἃ συμφέρειν ὑμῖν οἴεσθε ἑλέσθαι. χάριν δὲ πολλὴν ὁμολογῶ τῷ θεῷ, ὅτι τῆς εἰς ἐμὲ εὐνοίας οὐδὲν οὐδέ πω καὶ νῦν ὑμῖν ἀπήντηκε τῶν δυσχερῶν, οὐδὲ περὶ ὧν ἐβουλευσάμεθα κατάδηλον οὐδὲν γέγονεν οὐδενὶ πλὴν ὑμῶν. ἐγὼ δὲ ὡς ἂν οἷός τε ὦ, καὶ ὡς ἂν ὁ θεὸς διδῷ, τὸν ὑπὲρ ἐμαυτοῦ κίνδυνον διακυβερνήσω. οἶδα μὲν οὖν ὡς, ἂν συμβῇ μαχόμενόν με πεσεῖν, πολλὰ μὲν ἐπιθρηνήσετε κειμένῳ, πολλὰ δὲ πολλάκις ἀνακλαύσεσθε τὸν φίλον, εἰ δή τι καὶ μνήμης ἄξιον ἐνεδειξάμεθα φιλίας εἰς ὑμᾶς. εἰ δ' ἔτι περιόντι πάλιν ἐθελήσετε προσελθεῖν, μηδαμῶς ὑμῖν ἐμπόδιον τὸ νῦν ἡμᾶς χωρίζεσθαι καταστήτω· εὑρήσετε γὰρ ἀεὶ τὸν αὐτὸν ὄντα καὶ φιλικῶς ὥσπερ καὶ νῦν διακείμενον πρὸς ὑμᾶς. μὴ νομίσητε δὲ ἐμὲ μήτε ἀλύπως ἐπὶ τῷ χωρισμῷ ὑμῶν διακεῖσθαι, μήθ' ὡς τοῦ μηδενὸς ἀξίους ὑμᾶς οὕτως ἐκ τοῦ παραυτίκα ἀπωθεῖσθαι. ἐξ ὅτου γὰρ περὶ τῶν τοιούτων ἠρξάμην λέγειν, πολλῶν τὴν διάστασιν ὑμῶν ἐννοῶν αἰσθάνομαι τῶν ἀλγηδόνων· οἶδα δ' ἐν τῷ μετὰ ταῦτα καὶ πλειόνων αἰσθησόμενος καὶ σφοδροτέρων· φέρειν δὲ ἀνάγκη, τῶν πραγμάτων ἀσυμβάτως ἐχόντων· εἰ μὲν οὖν, ὥσπερ εἶπον, ἐθελήσετε τῶν προτέρων ἐχομένους λογισμῶν, ὑπὲρ μὲν τῆς ἡμετέρας σωτηρίας φροντίσαι, μηδὲν δὲ κατὰ βασιλέως βουλεύσασθαι τῶν ἀπεικότων, καὶ ἐμὲ κοινωνὸν ἕξετε τῶν πραττομένων· εἰ δ' ἑτέρως ὑμῖν δοκεῖ, οὐδὲν ἄλλο λοιπὸν, ἢ πολλὰ τῆς εἰς ἐμὲ φιλίας ἐπευξάμενον ἀγαθὰ, καθ' ἑαυτὸν ἅ μοι δοκῶ συμφέροντα πράττειν.» Τοιαῦτα καὶ τοῦ βασιλέως εἰπόντος, ἐπὶ πολὺ μὲν πρὸς ἀλλήλους ἑώρων, τὸ τῆς γνώμης θαυμάζοντες ἐπὶ τὰ καλὰ βεβηκὸς, ὡς μηδὲν τῆς πρὸς τὸν βασιλέα καὶ πάππον αἰδοῦς ὑφεῖναι, καίτοι πολλοῖς αὐτὸν τοῖς λυποῦσιν ἀμειβομένου. εἶθ' ὁ πρωτοστράτωρ ἀπεκρίνατο τοιαῦτα· «ἡμῖν, ὦ βασιλεῦ, τὸ συμφέρον σοί τε καὶ ἡμῖν αὐτοῖς σκοποῦσιν, ἃ λυσιτελεῖν ἐδοκοῦμεν, ἐφθεγξάμεθα. ἃ δὲ περὶ βασιλέως ἐφθεγξάμεθα, οὐκ αὐτὸ τοῦτο μόνον ὅπως κακόν τι πάθοι σκοποῦντες ἐβουλευσάμεθα, ἀλλ' ὅπως μὴ μετὰ τὸ φανερῶς εἰς τὸν πόλεμον καταστῆναι, τὶς ὑπολείποιτο μετὰ σοῦ προσδοκία δεινοῦ· τοῦτο γὰρ ἡμῖν περὶ πλείστου σκοπεῖται. ἐπεὶ δ' ὡς ἠκούσαμεν τῆς εἰς τὸν βασιλέα καὶ πάππον ἀσφαλείας τε καὶ τιμῆς τὴν οἰκείαν σωτηρίαν καὶ ἀσφάλειαν ἐν δευτέρῳ λογίζῃ, θαυμάζειν μὲν ἔπεισι τῆς μεγαλοψυχίας καὶ τῆς δικαιοσύνης, πείθεσθαι δὲ οἷς ἂν ἐθέλῃς, καὶ ταῦτα νομίζειν καὶ δίκαια καὶ συμφέροντα, ἅπερ ἂν καὶ σοὶ συνδοκῇ. εἰ δέ τι καὶ πρότερον διηνέχθημεν περὶ τοὺς λόγους, οὐκ ἀλλήλοις ἐναντία βουλευόμενοι, ἀλλ' ὅπως μηδὲν τῶν δεόντων ἀνεξέταστον διαφύγῃ. τοιγαροῦν ἐπεὶ τῆς ἀμφιβολίας παυσαμένης εἰς ἓν συνήλθομεν ταῖς γνώμαις, οὐδὲν ἄλλο λείπεται ἢ τοὺς λόγους καταλιπόντας, χωρεῖν ἐπὶ τὸ πράττειν τὰ δεδογμένα.»
Καὶ Συργιάννη κατὰ γνώμην αὐτῷ εἰπόντος εἰρῆσθαι καὶ τοῦτο προσθέντος, ὡς «τῆς εἰς τὸν βασιλέα καὶ πάππον αἰδοῦς καὶ κηδεμονίας, ὦ βασιλεῦ, πολλαί σοι παρὰ τῷ μεγάλῳ καὶ οὐρανίῳ βασιλεῖ κείσονται χάριτες, καὶ ἢ μεταβαλεῖ τὰς γνώμας τῶν ἐπιβουλευόντων, ἢ, κακοῦν ὡρμημένων, αὐτὸς ὑπὲρ ἡμῶν πολεμήσει,» τοῦ τε βασιλέως τῆς εἰς αὐτὸν εὐνοίας καὶ εὐπειθείας πολλὴν ὁμολογήσαντος χάριν αὐτοῖς, εἰ φευκτέα ἢ μὴ, ἐσκόπουν. ὁρῶντες δὲ ἀεὶ τὴν ἐπιοῦσαν μεῖζόν τι φύουσαν κακὸν, καὶ τοὺς κατὰ βασιλέως τοῦ πάππου καὶ βασιλέως θυμοὺς ἐπὶ μᾶλλον αὐξομένους, ἐκ τοῦ μηδαμοῦ τεκμαιρόμενοι μηδὲ λόγου τινὸς ψιλοῦ τούτῳ μεταδιδόναι· καὶ δεδοικότες μή τινος τῶν ἀδοκήτων ἐκ τοῦ αἰφνιδίου συμβάντος, οὐδ' αὐτὸ τοῦτο διαδρᾶναι δυνηθεῖεν, ἐδόκει νῦν ὡς καιρὸν ἔχουσι καὶ ἀδείας εὐποροῦσιν, ἀφίστασθαι τοῦ Βυζαντίου. βασιλεὺς δὲ αὐτοὺς ταῦτα μὲν ᾗ ἔχουσιν εἰρηκέναι καὶ καλῶς στοχάσασθαι ἔφη, ἔτι μέντοι γε καρτερίας καὶ μεγαλοψυχίας προσδεῖν, ἄχρι καὶ αὐτῆς τῶν κινδύνων τῆς ἀκμῆς. ἤλπιζε γὰρ ἀεὶ μεταβαλεῖν καὶ τῶν μελετωμένων ἀποστήσεσθαι τὸν βασιλέα. «τὸ δὲ νῦν ἔχον, περὶ τῆς βασιλίδος» ἔφη «τῆς ἐμοὶ συνοίκου σκεπτέον, εἰ χρὴ καὶ ταύτην φεύγουσιν ἡμῖν συνέπεσθαι.» ἦν δ' ἐκ Γερμανῶν αὕτη θυγάτηρ δουκὸς ντὶ Μπρουζουὴκ τοῦ παρ' αὐτοῖς ἐπιφανεστάτου καὶ λαμπρότητι πάντας τοὺς ὁμοφύλους ὑπερβάλλοντος τοῦ γένους. τοῖς μὲν οὖν δυσὶ τῶν ἀναγκαίων ἐδόκει καὶ τὴν τοῦ βασιλέως γαμετὴν συμπαραλαβεῖν, διὰ τὸ καὶ αὐτοὺς τὰς γυναῖκας ἔχειν μεθ' ἑαυτῶν, καὶ διὰ τοῦτο δέον εἶναι πάσῃ μηχανῇ χρήσασθαι, ὥστε καὶ τὴν βασιλίδα συνεῖναι τῷ βασιλεῖ.

ιαʹ. Καντακουζηνὸς δ' ὁ μέγας δομέστικος τἀναντία φρονῶν ἦν, καὶ τὰς αἰτίας προσετίθει· «πρῶτον μὲν γὰρ» ἔφασκε «τῆς ἀναχωρήσεως ἡμῶν λαθραίας γινομένης καὶ κατεσπουδασμένης, ἐπικινδυνότατον γυναιξὶ πρὸς τὰ τοιαῦτα τῶν ἔργων ἀσθενῶς ἐχούσαις καὶ ἀφυῶς· καὶ ἡμῖν δὲ αὐτοῖς οὐ μικρὸς ὁ κίνδυνος ὑποπτεύεται, ἐπ' αὐτῶν τῶν ἔργων καταφώροις γινομένοις· ἔπειτα εἴτε καὶ τύχῃ χρησαμένοις τοῦτο πρὸς τὸ ῥᾴδιον ἀποβαίη, ἀλλ' οὐχ ὁμοίως ἀπαντήσει καὶ τὰ μετὰ ταῦτα. εἰ γὰρ πρὸς βασιλέως στρατιὰ πρὸς δίωξιν ἡμῶν ἀποσταλῇ, δυοῖν ἀνάγκη θάτερον ἑλέσθαι, ἢ τὰς γυναῖκας καταλιπόντας χρήσασθαι φυγῇ, ὃ δειλίας καὶ ἀνανδρίας, ἔτι τε ἀνοίας καὶ ἀβουλίας ἡμῖν ἔγκλημα περιάψει, πρὸς τῷ καὶ ἀδοξίας αἰτίους τῇ βασιλίδι γεγονέναι δίκην ἀγομένῃ δοριαλώτου, ἢ ταύτης ἕνεκα πολλαπλασίοις ὀλίγους συμπλεκομένους ἀποθνήσκειν, ὧν οὐδέτερον ἑλέσθαι προσήκει σωφρονοῦντας. πρὸς δὲ τούτοις, οὐδὲ πρὸς οὓς ἀπερχόμεθα βέβαια τὰ τῆς πίστεως ἡμῖν, καὶ διὰ τοῦτο οὐ μέλλειν οὐδὲ κατατρίβειν τὸν καιρὸν ὁμαλῶς βαδίζοντας καὶ ἀνειμένως, ἀλλὰ κατεσπουδασμένως καὶ σὺν τάχει πολλῷ χρὴ, ἵνα μὴ πρὸ τοῦ ἡμᾶς ἀφικέσθαι, τὴν ἄφιξιν ἡμῶν πυθόμενοι, βουλεύσωνται κατὰ σφᾶς, μὴ εἰσδέξασθαι ἡμᾶς τῇ πόλει, καὶ γένωνται παράδειγμα καὶ ταῖς ἄλλαις τὰ ἴσα δρᾷν, ἀλλ' αὐτοὺς ἡμᾶς ἀγγέλλειν τε τὴν ἄφιξιν ἡμῶν καὶ κατέχειν τὴν πόλιν. οὐ μὴν ἀλλὰ καὶ τὸ κατὰ γαστρὸς ἔχειν τὴν βασιλίδα οὐ μικρὸν κώλυμα πρὸς τὸ ἀνδράσι φεύγουσιν ἀκολουθεῖν. δι' ἃ δὴ πάντα προσήκειν ἡγοῦμαι, ταύτην μὲν ἐᾷν καθ' ἡσυχίαν μένειν, ἡμᾶς δὲ διακινδυνεύειν· κἂν μὲν ἡμῖν τὰ πράγματα χωρήσῃ κατὰ νοῦν, θεοῦ βουλομένου, τότ' ἤδη καὶ τὴν βασιλίδα μετακαλεῖσθαι ὅπουπερ ἂν ᾖ βασιλεὺς, εἰ δ' ἐναντίως ἢ ἐλπίζομεν ἀποβαίη, αὐτὴν γοῦν ἐν ἀσφαλείᾳ εἶναι.» Τούτοις τοῖς λόγοις ὡς καλῶς ἔχουσιν ἐπιψηφισάμενος ὁ βασιλεὺς σὺν τοῖς ἄλλοις, ἐσκέπτοντο περὶ τοῦ πότε καὶ ὅπως τὴν ἀναχώρησιν χρὴ ποιεῖσθαι. ὁρῶντες δὲ καὶ τοὺς ἐπιλοίπους τῆς συγκλήτου καὶ τοὺς ἐν τέλει ἐν δεινῷ τιθεμένους τὴν τῶν βασιλέων διαφορὰν καὶ κακῶν νιφάδας τῷ κοινῷ τῶν Ρωμαίων οὐ μετρίας προσδοκοῦντας καὶ περὶ τούτων πρὸς ἀλλήλους ἀεὶ διαλεγομένους, καὶ προσδοκίμους ὄντας καὶ βασιλεῖ διαλέξεσθαι περὶ τοῦ μὴ δεῖν νεωτερίζειν, ἀλλ' ἐᾷν τὸν ἔγγονον ἐπὶ σχήματος εἶναι, ὡς μεγάλων κακῶν αἰτίας ἐσομένης καὶ ταραχῆς τῆς τοιαύτης ἐπιχειρήσεως, ἐπεὶ ἔδοξε καρτερεῖν τὸ μέλλον ἀποβήσεσθαι σκοποῦντας, ἐξαποστέλλουσι πρὸς Θρᾴκην τὸν Συργιάννην τῆς ἀρχῆς ἐπιμελησόμενον, αὐτοὶ δὲ προσεκαρτέρουν τῇ Κωνσταντίνου. ἐν τούτοις δὲ τῶν πραγμάτων ὄντων, ὁ μέγας κονοσταῦλος Μιχαὴλ ὁ Τορνίκης, μητρόθεν μὲν κατὰ γένος προσήκων τῷ πρεσβυτέρῳ τῶν βασιλέων, καὶ πολλῆς εὐμενείας ἀπολαύων παρ' αὐτῷ καὶ τιμῆς οὐ μόνον διὰ τὴν συγγένειαν, ἀλλ' ὅτι καὶ φρενὸς ἦν βαθείας καὶ τοὺς τρόπους ἀγαθὸς καὶ πρὸς τὰς ἐπαρχίας ὧν ἦρξε, βασιλέως διδόντος, εὐνομώτατος καὶ σπουδαιότατος ἐφάνη, οὗτος δὴ τῇ πρὸς αὐτὸν εὐμενείᾳ τοῦ βασιλέως θαῤῥήσας, προσῆλθέ τε καὶ διελέχθη κρύφα περὶ βασιλέως τοῦ νέου, τὸ ἄτοπον ὡς εἰκὸς τῶν μελετωμένων ὑποδεικνὺς, καὶ ὡς πολλῶν ἔσοιτο συμφορῶν αἴτιον τῇ βασιλείᾳ Ρωμαίων, ἄν τε κατορθωθῇ τὸ μελετώμενον, ἄν τε μή. τὸ δ' αὐτὸ τοῦτο καὶ Μετοχίτης λογοθέτης ὁ μέγας, ὃς μεσιτεύων μὲν τότε τῇ διοικήσει τῶν βασιλικῶν πραγμάτων ἦν, ἄλλως δὲ ἀγχίνους, καὶ οὐ μόνον τῆς καθ' ἡμᾶς, ἀλλὰ καὶ τῆς ἔξω σοφίας εἰς ἄκρον ἐληλακώς· τὴν γὰρ ἀστρονομίαν ἀπό τινος Βρυεννίου φαύλας τινὰς καὶ οὐκ ἀκριβεῖς πάνυ παραλαβὼν ἀρχὰς, αὐτὸς ἰδίοις πόνοις ἐξηκριβώσατο, ὡς καὶ μετὰ ταῦτα πολλοὺς ἐν ἐπιστήμῃ τοῦ μαθήματος σὺν ἀκριβείᾳ γενέσθαι παρ' αὐτοῦ διδαχθέντας· ὃ καὶ θαυμάζοντος βασιλέως, καὶ πρός τινα τῶν ἐκείνῳ φοιτησάντων ἐρομένου, ὁ Γρηγορᾶς οὗτος ἦν, πῶς ὁ Μετοχίτης ἐκ φαύλων τῶν ἀρχῶν ὡρμημένος, οὕτως ἠδυνήθη πρὸς τελείαν ἐξεύρεσιν τοῦ μαθήματος ἐλθεῖν, «οὐ θαυμαστὸν» φάναι «βασιλεῦ» τὸν ἐρωτηθέντα, «ἐκ λαμπάδος μικρᾶς πυρσὸν ἀναφθῆναι μέγαν,» ἐπαινέσαι τε τοῦτον τῆς ἀγχινοίας τὸν βασιλέα, καὶ τὸ οἰκεῖον τῆς εἰκόνος θαυμάσαι. οὗτος δὴ οὖν ὁ μέγας λογοθέτης διά τε τὴν σύνεσιν καὶ τὴν σοφίαν, καὶ τὴν ἣν εἶχεν ἐπιτηδειότητα πρὸς τὴν διοίκησιν τῶν πραγμάτων πολλῆς ἀπολαύων παρὰ βασιλέως οἰκειότητος καὶ εὐμενείας, ἐθάρσησε καὶ αὐτὸς τῷ βασιλεῖ προσελθὼν περὶ τοῦ ἐγγόνου διαλεχθῆναι, πείθειν ἐπιχειρῶν, ὡς οὐ δεῖ τὰ καθεστῶτα κινεῖν, οὐδὲ τὸν ἔγγονον τῆς βασιλείας ἀποστεροῦντα, ἑτέρῳ μηδαμῶς προσήκοντι παρέχειν, εἰ μή τι ἄλλο, τὰς ἀπὸ τούτου ταραχὰς συμβησομένας εὐλαβούμενον. ἐκεῖνοι μὲν οὖν τοιαῦτα καὶ ἕτερ' ἄττα διελέχθησαν βασιλεῖ· ἐδόκουν δὲ λίθους ἕψειν. ὁ γὰρ βασιλεὺς ἀνεπιστρόφως εἴχετο τῶν ἀπ' ἀρχῆς δεδογμένων καὶ τὴν πρὸς τὸν ἔγγονον δυσμένειαν αὐτοῖς πράγμασιν ἐπεδείκνυ. λέγεται δ' ἐν τούτοις τοῖς καιροῖς καὶ βασιλεὺς εἰς ἑαυτὸν συννενευκὼς καὶ περί τινος δοκῶν φροντίζειν, πρὸς μηδένα δὲ διαλεγόμενος, αὐτὸς πρὸς ἑαυτὸν πολλάκις εἰπεῖν ὥσπερ ἐπερωτῶν· «καὶ τῆς φύσεως ἐπικρατεστέρα φανεῖται ἡ ἔχθρα ἆρα;» εἴτε δὲ πρός τι τῶν μελετωμένων ἄλλο ὁ λόγος ἀπετείνετο, εἴτε περὶ τῆς εἰς ἔγγονον ἔχθρας ἦν, οὐδεὶς σαφῶς ἠδυνήθη μαθεῖν· πάντες μέντοι πρὸς τοῦτο τὸν λόγον ἐξέλαβον, καὶ τεκμήριον ἐποιοῦντο τῶν μελλόντων κακῶν. ἐν τούτοις μὲν οὖν ὁ χειμὼν ἐτελεύτα.

ιβʹ. Ἄρτι δ' ἔαρος ἀρχομένου, Ἀπριλλίου μηνὸς πέμπτῃ ἱσταμένου, τῇ πρὸ τῶν βαΐων κυριακῇ, ὁ βασιλεὺς τῷ βασιλεῖ καὶ ἐγγόνῳ μηνύει ἑτέρωθι μηδαμοῦ πορευθῆναι, πρὸς αὐτὸν δὲ ἀφικέσθαι καὶ τὸ νῦν εἶναι· ὁ δὲ τί ποτ' ἂν εἴη τὸ λεχθὲν ἐν νῷ στρέφων καὶ περιεργαζόμενος, καὶ μηδαμοῦ τὴν αἰτίαν συμβαλεῖν ἔχων, ἤρετο τὸν μηνύσαντα, καὶ ἀξίωσιν προσθεὶς, εἴ τι σύνοιδεν, ἀπαγγέλλειν· ὁ δ' ἔλεγε, βέβαιον μὲν οὐδὲν εἰπεῖν ἔχειν, στοχάζεσθαι δὲ, τὸν πάππον βούλεσθαι καὶ βασιλέα τοῦ πατριάρχου καὶ ἀρχιερέων παρόντων λόγους τινὰς πρός ἑ διελθεῖν· οἵτινες δὲ οἱ λόγοι καὶ πρὸς τί φέρουσι, σαφῶς εἰδέναι μηδαμῶς. εἶτα μικρὸν ἐπισχὼν, «ὥσπερ μὲν ἔφην, ἀκριβῶς οὐκ οἶδα» εἶπε «περὶ ὧν οἱ λόγοι, εἰκάζειν μέντοι μὴ προσηνεῖς τινας ἔσεσθαι καὶ ἡμέρους, ἀλλ' ὡς ἐπὶ δίκῃ καλεῖσθαι· ἐδεῖτό τε μικρὸν ἀναμείναντα καὶ μελέτῃ μικρᾷ προσασχοληθέντα, ὡς εὐθύνας ὑφέξοντα, πρὸς ἀπολογίαν ἕτοιμον ἥκειν.» ὁ βασιλεὺς δὲ χάριν αὐτῷ τῆς καλοκαγαθίας ὁμολογήσας καὶ ἀγαθῶν ἀμοιβὴν προσεπευξάμενος παρὰ θεοῦ, εἶτα καὶ τοῦτο εἰπὼν, ὡς κατὰ γνώμην αὐτῷ γένοιτ' ἂν τὸ πολλῶν παρόντων δικαζόμενον ἀπολύσασθαι τὰ ἐγκλήματα, ἀπαγγέλλειν ἐκέλευε τῷ πάππῳ καὶ βασιλεῖ, ὡς ἀφίξεται ὅσον οὔπω. ἐκεῖνος μὲν οὖν τὴν παρὰ θεοῦ βοήθειαν ἐπευξάμενος ἐν τοῖς παροῦσι τῷ βασιλεῖ, καὶ προσκυνήσας ἀπῆλθε. βασιλεὺς δ' εὐθὺς τοὺς ἑταίρους μετεκαλεῖτο· ἀλλ' ὁ μὲν μέγας δομέστικος, θείου αὐτῷ τοῦ Ταρχανειώτου, ἀδελφῆς τοῦ πρώτου βασιλέως Μιχαὴλ υἱοῦ τεθνηκότος, παρῆν ἐκεῖ πενθήσων ἐπὶ κειμένῳ τῷ συγγενεῖ. ὁ πρωτοστράτωρ δὲ διατρίβων οἴκοι, ἀφίκετό τε πρὸς βασιλέα εὐθὺς καὶ τὴν αἰτίαν τῆς κλήσεως ἠρώτα μαθεῖν. βασιλεὺς δὲ τά τε παρὰ βασιλέως μηνυθέντα, καὶ ὅτι δίκης ἕνεκα καλοῖτο γνωρίζει, καὶ ὡς ἥξειν ἐπηγγείλατο κατὰ τάχος, προσθεὶς καὶ τοῦτο, ὡς κατὰ γνώμην ἂν αὐτῷ γένοιτο δικασθῆναι, δυνησομένῳ ῥᾳδίως αὑτὸν μὲν οὐδενὶ τῶν ἐγκαλουμένων ἐνεχόμενον ἀποδεῖξαι, τὸν δὲ κύριον καὶ βασιλέα ψυχῆς ἰδίας θέλησιν ἐκδικοῦντα. ὁ πρωτοστράτωρ δὲ «πάνυ μοι δοκεῖς ἁμαρτάνειν» ἔφη «τοῦ ὄντος, ὦ βασιλεῦ, καὶ, ὡς ἔοικεν, ὧν πρός σε περὶ τῆς τοιαύτης κρίσεως ὁ μέγας δομέστικος εἴρηκεν ἐπελάθου, ἃ δήπου καὶ σοὶ εἰρῆσθαι τότε καὶ ἡμῖν ὀρθῶς ἐδόκει. σοῦ γὰρ εἰρηκότος, ὡς βουλοίμην ἂν ἐπὶ τοῦ βασιλέως καὶ πάππου δίκης τυχὼν, ἢ τὰ ἐγκλήματα ἀπολύσασθαι, ἢ τοῦτο μὴ δυνηθεὶς, μὴ τὴν βασιλείαν μόνον, ἀλλὰ καὶ αὐτὴν ἀφαιρεθῆναι ζωὴν» ὅδ' ηὔξατο, μὴ ζῶν ἰδεῖν τοιαύτην ἡμέραν, ἐν ᾗ γενήσεταί σοι τῷ βασιλεῖ καὶ τῷ πάππῳ δικαζόμενον ἰδεῖν· οὐ γὰρ δίκης, καταδίκης δὲ μᾶλλόν ἐστιν ἀληθὲς τὴν ἡμέραν προσειπεῖν ἐκείνην. ἑνὸς γὰρ ὄντος τοῦ δικάζοντος καὶ τοῦ κατηγοροῦντος, οὐδὲν ἄλλο λείπεται συνάγειν. ἄλλως τ' οὐδὲ τῶν ἀνοήτων ὁ βασιλεὺς, ὥσθ' οὕτως ἀπερισκέπτως ὁρμηθῆναι πρὸς τὴν δίκην, ὡς καὶ καιρὸν ἀπολογίας σοι παρασχεῖν, καὶ ἢ τὰ ἐγκλήματα ἀπολύσασθαι, ἢ καὶ ἀδικούμενον ἑαυτὸν ἀποδεῖξαι· ἀλλὰ βαθείας ὢν καὶ συνετῆς, ὡς ἴσμεν, φρενὸς, καὶ δεινὸς πράγμασι χρῆσθαι, τότ' ἐπὶ τῆς δίκης σε καταστήσει, ὅτε πρὸς τὸ αὐτῷ δοκοῦν πάντα προκατασκευασάμενος, οὐδενὸς ἄλλου λείποιτο, ἢ τὴν ἀπόφασιν ἐξενεγκεῖν κατὰ σοῦ· καὶ τοῦτο, ἵνα καὶ τοῖς ἔξω δίκαια δοκοίη ποιεῖν, ὡς ἐπὶ τοῖς ἀνοσιωτάτοις σοῦ φανερῶς ἑαλωκότος καὶ διὰ τοῦτο δικαίως πάσχοντος ὁτιοῦν. Τοιαῦτα πρὸς ἀλλήλους ὁμιλούντων, αὖθις ἧκε μηνυτὴς ἕτερος ἐκ βασιλέως, ἐπισπεύδων τὴν ἐν βασιλείοις ἄφιξιν τῷ ἐγγόνῳ· ὁ δ', οὐ γὰρ ἐξῆν ἑτέρως δρᾷν, ἀφικνεῖται πρὸς τὸν βασιλέα καὶ πάππον, λύπῃ πολλῇ τηκόμενος τὴν ψυχὴν, διὰ τὸ τὸν μέγαν ἀπόντα δομέστικον μὴ περὶ τῶν παρόντων ἐσχηκέναι συνδιασκέψασθαι. εὐθὺς δὲ μετὰ μικρὸν καὶ ὁ μέγας δομέστικος ἧκεν ἐν βασιλείοις, καὶ τὸν μὲν βασιλέα παρὰ τῷ βασιλεῖ καὶ πάππῳ ἔνδον εὕρισκεν ὄντα, τὸν πρωτοστράτορα δ' ἔξω καθήμενον, καὶ τῇ ὄψει τὴν ἔνδον ταραχὴν τῆς καρδίας καὶ τὴν φροντίδα ὑποδεικνύντα· εἶπέ τε πρὸς αὐτόν· «δοκεῖς μοι περί τινος σκέπτεσθαι τῶν μεγάλων τῇ ἔξωθεν ὄψει καὶ τῇ συννοίᾳ·» ὁ δ' ἔφη καὶ σκέπτεσθαι, καὶ περιστάσεσι προσομιλεῖν ταῖς ἐσχάταις· τοῦ δ' ὅτου χάριν, ἀντερομένου, «ὁ βασιλεὺς» ἔφη «παρὰ βασιλέως τοῦ πάππου κληθεὶς ἐπὶ δίκην, σοὶ μὲν συντυχεῖν πολλὰ ζητήσας, οὐκ ἠδυνήθη· τοῦ καιροῦ δὲ οὐκ ἐπιτρέποντος διαμέλλειν, αὐτὸς μὲν εἰσῆλθε πρὸς βασιλέα, ἐμοὶ δὲ φόβον οὐ μικρὸν ἐνέθηκε περὶ αὐτοῦ, μάλιστα τῶν σῶν λόγων ἐνθυμουμένῳ, οὓς πρὸς ἡμᾶς περὶ τῆς δίκης ταυτησὶ διεξῆλθες.» τοῦ δ' αὖθις ἐπανερομένου «τί δ' ἡμῖν ἄχρι νῦν ἁρμόζον τῷ καιρῷ καὶ τοῖς πράγμασιν εἴργασται;» «οὐδὲν» εἶπεν ὁ πρωτοστράτωρ «βραχυτάτου γὰρ ὄντος τοῦ μεταξὺ τῶν ἀγγελιῶν χρόνου, καὶ τὴν ὡς βασιλέα ἄφιξιν κατεπείγοντος, οὐδὲν ἐπράξαμεν τῶν δεόντων.» «πῶς δ' οὐ πάρεισιν ἐνταῦθα τοῦ βασιλέως οἰκετῶν ἢ καὶ τῶν σῶν τινες;» ἐρομένου, «παρῆσαν μὲν» εἶπεν ὁ πρωτοστράτωρ «δείσας δ' ἐγὼ μὴ παρόντας ὁρώντων καὶ ἄλλων ἄλλα λογιζομένων, ἐκ τούτου συμβῇ τις ὑποψία καὶ βλάβη, ἐκέλευσα ἀπιέναι.» ὁ δὲ πολλὰ καταμεμψάμενος τῆς ἀβουλίας, καὶ μηδένα καιρὸν ἄλλον εὑρήσειν ἐπικινδυνότερον ἢ βιαιότερον εἰπὼν, ὥστε τὴν ἄδολον αὐτῶν εὔνοιαν καὶ ἀγάπην ἐνδεικνυμένους πρὸς βασιλέα τῶν περισχόντων ἀπαλλάττειν κινδύνων, «σὺ μὲν» ἔφη «τῶν σῶν οἰκετῶν ὁπόσους ἂν ἐξῇ καὶ τῶν φίλων συναγαγὼν, ἐνταῦθα κέλευσον μένειν· ἐγὼ δ' ἐξελθὼν αὖθις τοὺς βασιλέως συναθροίσω καὶ τοὺς ἐμούς· εἰς ἓν δὲ συνελθόντες, καὶ τὸν νέον βασιλέα παραλαβόντες, ὅπερ οἶμαι δυνήσεσθαι, πρὸς τὸν τῆς Σοφίας ἀπελευσόμεθα τοῦ θεοῦ λόγου θεῖον νεὼν, τὴν σωτηρίαν διὰ τῆς ἀσυλίας τῆς ἐκείνου πραγματευσόμενοι, εἶτα διαπρεσβευσάμενοι πρὸς βασιλέα, ἀμνηστίαν αἰτήσομεν τῶν τολμηθέντων· τὸν δὲ, δείσαντα τὴν στάσιν, ὥσπερ εἰκὸς, ὅρκῳ καὶ βασιλεῖ καὶ ἡμῖν καὶ τὴν ἀσφάλειαν πιστώσασθαι καὶ τὴν ἀμνηστίαν τῶν εἰργασμένων. τοῦ νέου δὲ βασιλέως ἀπαλλαγέντος τοῦ περισχόντος νῦν ἐξαπίνης κινδύνου, τότ' ἤδη βουλευσαμένοις ὅπερ ἂν δοκῇ βέλτιον, ἐξέσται πράττειν κατ' ἐξουσίαν. ἢ γὰρ ἐκ τῆς ἠπείρου μίαν τῶν τῆς πόλεως πυλῶν διατεμόντες ἐκπεσούμεθα νυκτὸς, ἢ τῶν ἐκ Γεννούας τοῦ βασιλέως φίλων τριήρη μίαν ἢ καὶ δύο πληρωσάντων ἐπιβησόμεθα, καὶ πρὸς τὰς παραλίους τῆς Θρᾴκης πόλεις αὗται δ' εἰσὶν ἡμέτεραι διὰ τὸ τὸν Συργιάννην αὐτῶν ἐπιτροπεύειν, διασωθησόμεθα· καὶ οὕτω μακρὰν γενόμενοι τῶν κινδύνων, ἃ δοκεῖ συμφέρειν ἐν ὑστέρῳ πράξομεν. τὸ δὲ νῦν ἔχον, πάσῃ δεῖ χρήσασθαι καὶ ἀνδρίᾳ καὶ προθυμίᾳ, καὶ αὐτὴν, εἰ δέοι, τὴν ζωὴν προθύμως προϊεμένους, ὥστε τῶν περισχόντων ἐξαρπάσαι κινδύνων τὸν βασιλέα, καὶ μὴ περιϊδεῖν αὐτὸν ἅμα τῷ δικαίῳ διαφθαρέντα· καὶ ἰατρῶν γὰρ τοὺς ἐμπειροτέρους ὁρῶμεν καὶ στρατηγῶν πρὸς τὰ κατεπείγοντα μᾶλλον ἱσταμένους τῶν νοσημάτων καὶ τῶν πολέμων.» Ταύτης τῆς βουλῆς καὶ πρωτοστράτορι βελτίστης εἶναι κριθείσης, ἐδέδοκτο πρὸς τέλος ἐξάγειν· καὶ πρωτοστράτωρ μὲν εὐθὺς πέμψας, μετεκαλέσατο τῶν οἰκετῶν καὶ τῶν φίλων ὅσους ἐνῆν· οἱ δὲ παρῆσαν σὺν τάχει. ὁ μέγας δὲ δομέστικος ἀπελθὼν, ὅσους ἐνῆν τῶν βασιλικῶν καὶ τῶν ἰδίων συναγαγὼν, τοὺς δὲ διεσκεδασμένους ὅταν ἐπανήξωσι παραγγείλας ἰέναι πρὸς τὰ βασίλεια, ἐπανῆλθε σὺν τάχει. τούτων δ' οὕτω σὺν σπουδῇ πραττομένων, ἐπεὶ κυριακὴ ἦν, ἔθος δ' ἐπεκράτησεν ἐκ πολλοῦ ἐν τῇ πρώτῃ ταύτῃ τῆς ἑβδομάδος ἡμέρᾳ Γεννουΐτας τε καὶ τοὺς ἐκ Βενετίας Λατίνους ἀφικνουμένους εἰς τὰ βασίλεια τιμῆς τε ἕνεκα καὶ ὁμολογίας τοῦ ὑπὸ βασιλεῖ τῶν Ρωμαίων τετάχθαι, ἄλλο μὲν οὐδὲν, μόνην δὲ προσκύνησιν ἀπονέμοντας, πάλιν οἴκαδε ἀπιέναι. ἧκον καὶ τότε οἱ ἐκ Γεννούας πράξοντες τὰ εἰωθότα, ἐν οἷς ὁ μέγας δομέστικος τοὺς δύο τῶν εἰρημένων τοῦ βασιλέως φίλων εὑρὼν, καὶ τῶν τε ὑποσχέσεων ἀναμνήσας, ἔτι δὲ καὶ τὴν ἀναγκαιοτάτην τῆς βοηθείας χρείαν ἀναδιδάξας, ἐξαπέστειλε τὰς τριήρεις ἐφοπλίζειν. οἱ δ' ἀπελθόντες καὶ σπουδῇ χρησάμενοι τῷ καιρῷ προσηκούσῃ, ἐντὸς ὡρῶν εἴκοσι τρεῖς πληροῦσι τριήρεις. ταῦτα καὶ πρωτοστράτωρ ὁρῶν, καὶ ἐν ἐλπίσιν ἤδη χρησταῖς γενόμενος, ὑπερήδετό τε καὶ ὁρμῆς ἐπληροῦτο, πολλοὺς περὶ αὐτοὺς τῶν τε βασιλικῶν καὶ τῶν ἰδίων ἀθροιζομένους ὁρῶν. οὐδεὶς μέντοι τῶν συναθροιζομένων τὴν αἰτίαν τῆς συνόδου συνῄδει πλὴν Ἀποκαύχου· ἐκείνῳ γὰρ μόνῳ τὴν αἰτίαν ἐκοινώσαντο τῶν πραττομένων· οἱ δ' ἄλλοι τινὸς μὲν ἕνεκα μεγάλου τὴν μετάκλησιν ὑπενόουν εἶναι, καὶ τεκμήριον ἐποιοῦντο τὸ τοὺς ἵππους ἔχοντας ἰέναι πρὸς τὰ βασίλεια κελευσθῆναι, εἶχον δὲ εἰδέναι σαφὲς οὐδὲν, πλὴν τὰ περὶ τοῦ Καθαροῦ τῆς φήμης διαθρυλλούσης, διεδέδοτο γὰρ ἤδη πρὸς πάντας, ἰδεῖν τι καὶ ἀκοῦσαι καινότερον ἤλπιζον. οἱ μὲν ἐν τούτοις ἦσαν.

ιγʹ. Βασιλεὺς δ' ὁ νέος νύξιν ὑποκριθεὶς τῆς γαστρὸς καὶ πρὸς τοὺς ἐξωτέρω τῶν βασιλείων ἐξελθὼν οἴκους, τὸν μέγαν δομέστικον ἀνεζήτει· εὑρὼν δὲ, σὺν ἄλγει καὶ ἀθυμίᾳ ψυχῆς «σὺ δ', ὦ ἀγαθὲ» ἤρετο «ὅπου μέχρι νῦν ἦς;» ὁ δὲ περιπαθέστερον ἀπεκρίνατο· «ὅπου μὲν οὐκ ἠβουλόμην, ἡ δ' ἀνάγκη τῶν πραγμάτων συνώθει.» εἶτ' ἐξαγγείλας ὅσα τε ἐβουλεύσαντο καὶ ὅσα ἔπραξαν ἄχρι τότε, τῆς μὲν βουλῆς αὐτοῖς ὁ βασιλεὺς καὶ τῶν πραττομένων χάριτας ὡμολόγει· ἐρωτηθεὶς δ' ὅ, τι δέοι πράττειν αὐτοὺς, τὴν μὲν δίκην ἔφησε γενήσεσθαι μέλλειν ἀναμφιβόλως· μέχρι δὲ νῦν μηδὲν εἰρῆσθαι πρὸς μηδένα τῶν ἀφικνουμένων τῷ πάππῳ καὶ βασιλεῖ. «ἐνδέχεσθαί γε μὴν καὶ νῦν ὑπερθέσθαι τὸν βασιλέα τὰ μελετώμενα, τῇ παρουσίᾳ τῇ ἐμῇ διασκεδασθέντα, ὥσπερ δὴ καὶ πρότερον ὀλίγαις ἡμέραις συμβέβηκεν, ὅτ' ἔθος ἡμῖν τὴν τοῦ μεγάλου κανόνος ψάλλεσθαι ἀκολουθίαν.» ἄξιον δὲ διηγήσασθαι καὶ τὸ τότε συμβάν. τοῦ μεγάλου λογοθέτου τοῦ Μετοχίτου ἐν ὥρᾳ μάλιστα χειμῶνος, διὰ τὴν σμικρότητα τῆς ἡμέρας, οὐ δὶς τῆς ἡμέρας, ἀλλ' ἅπαξ εἰωθότος τοῖς βασιλείοις ἐπιδημεῖν καὶ διημερεύειν, καὶ αὐτὴν τὴν τοῦ μεγάλου κανόνος ἡμέραν διημερεύσαντος τοῖς βασιλείοις, καὶ ἤδη νυκτὸς ἐπελθούσης οἴκαδε ἀπελθόντος, ὁ βασιλεὺς κατὰ τάχος μετεκαλέσατο παρὰ τὸ πρότερον εἰωθός. τοῦτο δὲ οἱ τοῦ μεγάλου λογοθέτου παῖδες, Δημήτριος καὶ Νικηφόρος, ἰδόντες καὶ περί τινων καινοτέρων τὴν τοῦ πατρὸς ἀήθη μετάκλησιν, ὡς εἰκὸς, ὑπολογισάμενοι, οὐδὲ γὰρ οὐδ' αὐτοὶ τῶν μελετωμένων κατὰ τοῦ νέου βασιλέως ἀνήκοοι ἦσαν, ἥκουσι πρὸς βασιλέα τὸν νέον καὶ τὸ συμβὰν ἀπαγγείλαντες, ἃ δέοντα ἂν νομίζοι περὶ ἑαυτοῦ ἐδέοντο δρᾷν. ὁ βασιλεὺς δὲ τούτους μὲν ἀπέπεμψεν ἐπαινέσας, μετὰ δὲ τῶν φίλων διασκεψάμενος, ἐδόκει δεῖν, ἐπεὶ καὶ μετ' οὐ πολὺ τῆς ἑορτῆς χάριν καιρὸς ἀφικέσθαι πρὸς τὰ βασίλεια, ἄλλως γὰρ εἶχεν ἂν ὑποψίαν ἡ ἄφιξις, ἐλθεῖν καὶ πρὸ τοῦ καιροῦ. «κἂν μὲν περί τινων ἄλλων ἡ διάσκεψις ᾖ, τῆς ἑορτῆς χάριν δόξομεν ἀφικέσθαι· ἂν δὲ περὶ ἡμῶν, παυθήσεσθαι τὴν βουλὴν, ἡμῶν παρόντων.» ὃ δὴ καὶ συμβέβηκε. τοῦ πρεσβυτέρου γὰρ βασιλέως πρὸς τὸν μέγαν λογοθέτην περὶ ὧν ἐδεῖτο διαλεγομένου καὶ τοῦτο μόνον εἰπόντος, περὶ μὲν τοῦ τίνα χρὴ τρόπον γενέσθαι βουλὴν ζητεῖν, περὶ δὲ τοῦ γενέσθαι ἢ μὴ, οὐ ζητεῖν, ὡς ὕστερον ἐκ τῶν ἐκεῖ παρόντων πρὸς ὑπηρεσίαν τῷ βασιλεῖ μαθεῖν ἀκριβῶς ἐξεγένετο, καὶ ὁ νέος παρῆν βασιλεὺς, καὶ ἡ βουλὴ διελέλυτο· εἴτε περὶ τῶν προκειμένων ἤ τινων ἄλλων ἦν, οὐδαμῶς φανεροῦ γεγενημένου. τούτου δὴ τότε καὶ ὁ βασιλεὺς εἰς μνήμην ἐλθὼν, ἔλεγε πρὸς τοὺς ἑταίρους, ὡς ἴσως ὥσπερ τότε τὰ τῆς βουλῆς, οὕτω δὴ καὶ νῦν τὰ τῆς δίκης ὁ βασιλεὺς ὑπερθήσεται. τὸ δ' οὐκ εἶχεν οὕτως· ἀλλ' ἀναμφιβόλως ἡτοίμαστο τὰ τῆς δίκης. ἔτι γὰρ δομεστίκῳ τῷ μεγάλῳ διαλεγομένου βασιλέως καὶ τὸν ἀριθμὸν ζητοῦντος μαθεῖν τῶν συνηγμένων ἀνδρῶν, καὶ τούτου πρὸς αὐτὸν ἀποκριναμένου, ὡς «νῦν μέν εἰσιν ἑκατὸν, μικρᾶς δὲ παρελθούσης ὥρας συνελεύσονται καὶ μέχρι τριακοσίων, πάντες ἀνδρεῖοι καὶ μάχεσθαι ἠσκημένοι· εἰ δεήσει δὲ ἀπέρχεσθαι, καὶ ἄλλοι πλείονες συνδραμοῦνται καὶ οὓς οὐκ ἴσμεν·» περὶ τούτων δὴ διαλεγομένων καὶ θεοῦ δεομένων τὴν τῆς δίκης ὥραν παραταθῆναι, ὥστε συναθροισθῆναι τοὺς ἐλπιζομένους ὑπὲρ αὐτῶν μαχεῖσθαι, ἧκεν ἐκ βασιλέως τοῦ πρεσβυτέρου πρὸς τὸν νέον ἀπεσταλμένος ὁ Καλλικρηνίτης Μιχαὴλ ἐκτομίας· καὶ πρὶν φθέγξασθαι τοῖς δάκρυσι καὶ τοῖς στεναγμοῖς κακῶν ἄγγελος ἥκειν σημαίνων, πρότερον δ' ἑαυτῷ τὴν γῆν χανεῖν μᾶλλον καὶ τῆς ἡδίστης ἀπεστερῆσθαι ζωῆς ἀνεκτότερον εἶναι, ἢ τοιούτων κακῶν ἄγγελος ἥκειν εἰπών· «ὁ κύριος» ἔφη «καὶ βασιλεὺς ὁ σὸς πάππος, ὦ βασιλεῦ, ἐπὶ δίκην καλεῖ.» τοῦ βασιλέως δ' ἐπὶ τούτοις εἰπόντος, ὡς «τῆς μὲν εἰς ἐμέ σου εὐνοίας ἀξιόχρεως τὰ δάκρυα μάρτυς· ἀνθ' ὅτου δ' οὕτω θρηνεῖς, ἐν ἀδήλῳ κειμένης τῆς δίκης; ἐνδέχεται γάρ με καὶ τὴν νικῶσαν ἐνεγκάμενον ἀπελθεῖν·» ὁ Καλλικρηνίτης «αὐτὰ τὰ πράγματα θρηνεῖν πείθουσιν» εἶπεν «ὦ βασιλεῦ· τοῦ γὰρ βασιλέως καὶ πάππου τοῦ σοῦ ἐπὶ θρόνου καθεσθέντος, ὡς ἔθος, καὶ τοῦ πατριάρχου παρ' αὐτῷ ἐπὶ δίφρου, τῶν δ' ἀκροασομένων τὴν δίκην ἐξ ἑκατέρων μερῶν, σοὶ μόνῳ, τοῦ βασιλέως προστεταχότος, σκίμπους ἐτέθη κατὰ πρόσωπον βασιλέως, καὶ οὗτος ἀπωτέρω. ὅπερ ἰδὼν ηὐξάμην, ὅπερ εἶπον, σήμερον τὴν γῆν χανεῖν μοι, καταδίκης τόπον τὴν καθέδραν λογισαμένῳ. ἀλλ' ὁ Δανιὴλ τὸν αὑτοῦ προφήτην ἐκ τοῦ λάκκου τῶν λεόντων ἀβλαβῆ διασώσας, καὶ τῆς Βαβυλωνίας καμίνου τοὺς τρεῖς παῖδας κρείττονας ἀποδείξας θεὸς, καὶ Σωσάνναν τῶν ἀδίκων κριτῶν τὴν συκοφαντίαν ἐλέγξας, αὑτὸς τῆς ἐφεστώσης ἀνάγκης κρείττονα καὶ σὲ νῦν ἀποδείξαι, καὶ ἀποστείλαι τὸν ἄγγελον αὑτοῦ προπορεύεσθαί σου, καὶ σοφίαν παράσχοι καὶ σύνεσιν, ὥστε τὰ προβαλλόμενα λύειν εὐκόλως ὡς ἀράχνης ἱστούς.» Οὕτως εὐξαμένου τοῦ ἐκτομίου, ὁ βασιλεὺς «τὸ τοῦ Χριστοῦ θέλημα γενέσθω» εἰπὼν, καὶ τῷ πάππῳ μηνύσας, ὡς ἕτοιμός ἐστι τὸ προσταττόμενον ἐκπληροῦν, πρὸς τοὺς φίλους ἐπιστραφεὶς, «νῦν καιρὸς» ἔφη «ἀνδρίαν ἅμα καὶ σπουδὴν καὶ σύνεσιν καὶ καρτερίαν ἐν τοῖς δεινοῖς ἐπιδείξασθαι ἡμᾶς. καίτοι γε πολλοὶ πολλάκις καὶ τὸν ἀριθμὸν ἐλάσσους, καὶ τἄλλα ἡμῶν ἡττώμενοι, ὁμόνοιαν κτησάμενοι, θαυμάσιά τε καὶ ἀκοὴν ἐκπλήττοντα κατώρθωσάν τινα· ἡμᾶς δὲ τοσούτους ὄντας καὶ τοιούτους πολὺ δήπου δικαιότερον ἀξίους ἑαυτῶν κἀπὶ τῶν ἔργων φανῆναι, ἐγκωμίων ἄξια δράσαντάς τινα καὶ γενναῖα, ὡς ἢ καλῶς ζῆν ἢ ἀποθανεῖν εὐκλεῶς· καὶ ταύτην μόνην ἡγήσασθαι διάνοιαν ἀξίαν ἑαυτῶν. ἐγὼ μὲν οὖν ἤδη πρὸς τὴν δίκην χωρῶ· ἀλλ' εἰ μὲν καὶ αὖθις γένοιτο, θεοῦ διδόντος, ἀλλήλοις τε συγγενέσθαι καὶ τὴν ποθεινὴν ἀλλήλων ὄψιν ἰδεῖν, αὐτῷ χάρις· εἰ δ' ἕτερόν τι δέδοκται περὶ ἡμῶν, ἐγὼ μὲν ἀσπάζομαι ὑμᾶς τὰ τελευταῖα δὴ ταῦτα· ὑμεῖς δ' ἄξιοι φάνητε καὶ τῆς εὐγενείας καὶ τῆς ἀνδρίας.» Ἐπὶ τούτοις ἀμφοτέρων ἀποκρίνασθαι ὡρμημένων, τοῦ πρωτοστράτορος ἐπισχόντος, ὁ μέγας δομέστικος ἔφη· «τῶν λογικῶν ἀνθρώπων κατὰ τοῦτο τῶν ἀλόγων ὑπερεχόντων, ὅτι λόγῳ χρώμενοι τὰ δέοντα αἱροῦνται, οὐδὲν ἀναγκαιότερον οὐδὲ ὠφελιμώτερον τοῦ φιλίαν αἱρεῖσθαι ἡγοῦμαι. τοίνυν καὶ αὐτὸς, ὦ βασιλεῦ, τὴν σὴν φιλίαν ἐκ παιδὸς ᾑρημένος, καὶ εἰς τόδε χρόνου διατηρήσας αὐξανομένην, καὶ μέχρι ζωῆς ὅρων ἀκραιφνῆ καὶ καθαρὰν ἐλπίζω φυλάξειν. θάρσει τοιγαροῦν, ὦ βασιλεῦ, ὡς οὐ πρότερόν σοι τῶν ἀβουλήτων τι συναντήσει, πρὶν ἐμὲ πεσεῖν τῶν ἰδίων αἱμάτων ἐμπεπλησμένον. σὺ μὲν οὖν ἔχου τῆς προκειμένης ὁδοῦ τῇ παρὰ τοῦ σωτῆρος Χριστοῦ καὶ τῆς αὐτὸν τεκούσης βοηθείᾳ, ἔτι δὲ καὶ ταῖς εὐχαῖς τοῦ πρὸ μικροῦ παρὰ βασιλέως ἀπεσταλμένου τετειχισμένος. ἡμεῖς δ' ἐν τῷ ἐξωτέρῳ τοῦ, ἐν ᾧ ἡ δίκη γεννήσεται, μενοῦμεν οἴκῳ, τὰς ψυχὰς ὑπὲρ τῆς σῆς ὠφελείας ὄντες ἕτοιμοι προέσθαι, βίας ἐπαγομένης.» τοῖς αὐτοῖς δὲ τούτοις καὶ ὁ πρωτοστράτωρ εἰπὼν ἀρκεῖσθαι, ἀλλήλοις συνταξάμενοι, καὶ ὥσπερ περιπτυξάμενοι τελευταῖον, τῷ σταυρῷ τε καθοπλίσαντες ἑαυτοὺς, ἐχώρουν ἐπὶ τὴν δίκην ἀτρέπτῳ καὶ βεβηκότι καὶ σχήματι καὶ φρονήματι.

ιδʹ. Οἱ μὲν οὖν ἑταῖροι τοῦ βασιλέως ἔμειναν ἔξω· αὐτὸς δ' εἰσελθὼν τὸν οἶκον τῆς δίκης, τοῦ πάππου καὶ βασιλέως ἐπὶ τοῦ θρόνου καθημένου, αὐτὸς ἐπὶ τοῦ προειρημένου σκίμποδος ἐκαθέσθη. καὶ οἱ προσκληθέντες δὲ τῆς δίκης ἀκροαταὶ, ἐφ' ᾧ προσῆκεν ἕκαστος ἐκαθέσθησαν. ἦσαν δ' οὗτοι· Γεράσιμός τε ὁ πατριάρχης, χαρίτων μὲν θείων πεπληρωμένος καὶ τῆς μοναδικῆς πολιτείας εἰς ἄκρον ἐληλακὼς, πολιτικῶν δὲ πραγμάτων καὶ δημοσίων παντάπασιν ἀπείρως ἔχων· καὶ ὁ τὸν τῆς Φιλαδελφείας θρόνον κοσμῶν Θεόληπτος, καὶ αὐτὸς μὲν εἰς ἄκρον ἀρετῆς ἥκων, καὶ πολιτείας ἀκρίβειαν μοναδικῆς οὐ μόνον κατωρθωκὼς, ἀλλὰ καὶ ἑτέρους ἱκανῶς ἔχων διδάξαι· ἔτι δὲ καὶ φρονήσεως εὖ ἔχων, καὶ παιδείας τῆς ἔξωθεν οὐκ ὀλίγον μεταλαβών. ἀπὸ δὲ τῶν τῆς συγκλήτου παρῆσαν ὅ, τε μέγας λογοθέτης ὁ Μετοχίτης, ὃν ἐδήλωσε φθάσας ὁ λόγος, καὶ ὁ ἐπὶ τοῦ Κανικλείου Νικηφόρος ὁ Χοῦμνος, σοφὸς ἀνὴρ καὶ θαυμάσιος ἐν φρονήσει, πολλῆς τε ἀπολαύων πρὸς βασιλέως εὐνοίας τε καὶ τιμῆς· δι' ἣν καὶ τὴν αὐτοῦ θυγατέρα Εἰρήνην τῷ υἱῷ αὐτοῦ τῷ δεσπότῃ Ἰωάννῃ πρὸς γάμου κοινωνίαν ἤγαγεν ὁ βασιλεύς. ὃς δὴ πρότερον μὲν ἦν μεσάζων καὶ αὐτὸς πρὸς τὰ πράγματα βασιλεῖ, τότε δὲ ὑπὸ νόσου, ποδαλγία δὲ ἦν, τῆς μὲν ὑπηρεσίας ἐπέπαυτο, τιμῆς δ' ἀπέλαυε τῆς παρὰ βασιλέως πολλῆς. πρὸς τούτοις δὲ καὶ ὁ Ἀκροπολίτης ἦν Κωνσταντῖνος, μέγας λογοθέτης ὢν καὶ αὐτός. ἐπ' ὀλίγον δὲ σιγῆς γενομένης, ὁ τῶν Ἀνδρονίκων πρεσβύτερος λόγου ἥπτετο βασιλεὺς τοιούτου· «δέσποτα πατριάρχα καὶ ὑμεῖς οἱ παρόντες, ὁ ἄνθρωπος οὗτος περὶ τοῦ ἐγγόνου δηλῶν, ἔστι μὲν σκληρὸς καὶ τοὺς τρόπους αὐθάδης· ἔτι δὲ καὶ παρήκοος, καὶ οὐδαμῶς ὑπείκων ἐμοὶ, ἀλλ' ἃ βούλοιτο πράττων, τοῦ ἡμετέρου λόγον θελήματος ποιούμενος οὐδ' ὀλίγον. διὰ τοῦτο»–μέχρι μὲν οὖν τούτου σιωπῶν βασιλεὺς ὁ νέος καθῆστο· τὸ «διὰ τοῦτο» δὲ ἀρχὴν ἀποφάσεως εἶναι νομίσας, «δέομαί σου, θειότατέ μοι καὶ κύριε βασιλεῦ» εἶπε «μικρὸν ἐπισχόντα, λόγου χρόνον ὀλίγον ἐμοὶ χαρίσασθαι· ἃ δὲ βούλομαι διεξελθόντι ὡς ἐν βραχεῖ, τοῦ λόγου τὸ λοιπὸν αὐτὸς περανεῖς.» τοῦ δ' ἐπιτρέψαντος ἃ βούλοιτο λέγειν, «τὸν θεὸν,» ὁ νέος Ἀνδρόνικος ἔφη, «τῶν παρόντων λόγων μάρτυρα προκαλοῦμαι, ὡς οὐδὲν ὧν ἐγκαλοῦμαι ἐμαυτῷ σύνοιδα εἰργασμένῳ. τὸ δ' αὐτὸ καὶ πρότερον ἐδήλωσα τῷ σῷ κράτει, τῷ θαυμασίῳ Ἰωσὴφ χρησάμενος πρεσβευτῇ. τοῦτο δὴ καὶ νῦν αὖθις διϊσχυρίζομαι, καὶ ὅρκοις πιστούμενος τοὺς λόγους, ὡς οὔτε νῦν οὔτε τότε τῶν ἐγκαλουμένων ἐμαυτῷ τι σύνοιδα εἰργασμένῳ. ἐξαμαρτάνειν μέντοι γε καὶ πάνυ πείθομαι τοιαῦτα, οἷον, εἴγε σοὶ μὲν οὐκ ἤρεσκε πρὸς κυνηγεσίαν ἀπελθεῖν, ἐγὼ δὲ ἀπῆλθον· εἰ ἐπὶ πλείονα χρόνον ἐχρησάμην ἵππῳ, σοὶ τούτου ἴσως οὐ καλῶς ἔχειν δοκοῦντος· ἢ εἰ δή τι τοιοῦτον ἕτερον· καὶ τοῦτο δὲ οὐ προσταττόμενος παρὰ σοῦ, ἔπειτ' εἰς οὐδὲν τὸ ἐπίταγμα τιθέμενος ἐποίουν· ἀλλ' ἐγὼ μὲν ἐποίουν μηδὲν εἰδώς· σοὶ δ' ἴσως ἂν ἐμὲ ἁμαρτάνειν ἐδόκει. ᾧ δὴ καὶ πείθων ἐμαυτὸν ἀδικεῖν μηδὲν, κατὰ γνώμην, ἔλεγον, ἐμοὶ γένοιτ' ἂν ἐπὶ τοῦ κυρίου καὶ βασιλέως δίκης τυχεῖν, πρὸς οὓς ἐποιούμην τοὺς λόγους· εἰ γὰρ τοῦτο γένοιτο, πρὸς οὐδὲν μὲν τῶν ἐγκαλουμένων ἐλεγχόμενος αὐτὸς φανεῖσθαι· τὸν βασιλέα δὲ τὴν περὶ τοῦ ἁμαρτάνειν ἐμὲ ὑπόνοιαν ἀποθέμενον, τῆς ὀργῆς ἂν ὑφεῖναι. οἶσθα γὰρ αὐτὸς, ὦ βασιλεῦ, ὅτι μετὰ τὴν τοῦ ἐμοῦ βασιλέως καὶ πατρὸς τελευτὴν ἄχρι καὶ νῦν τοσαύτῃ χρώμενος ἐφαίνου τῇ μήνιδι κατ' ἐμοῦ, ὡς ἐπὶ τοσοῦτον χρόνον οὐδὲ λόγου γοῦν ἀξιῶσαί τινος· ὃ καὶ θανάτου βαρύτερον ἐμοὶ λογιζομένῳ, τοιαῦτ' ἐπῄει λέγειν, οἰομένῳ καιροῦ τινος πρὸς ἀπολογίαν τυχεῖν κατὰ τὸν ἐπικρατοῦντα νόμον ταῖς δίκαις. καίτοι γ' ἔφασκον ἐμὲ, πρὸς οὓς διελεγόμην, παντάπασιν ἁμαρτάνειν περὶ τῶν πραγμάτων γνώμης ὀρθῆς, εἰ τοῦ αὐτοῦ δικάζοντος ὄντος καὶ ἐγκαλοῦντος, ἐρήμην οὐκ οἴομαι ἁλώσεσθαι, ἀλλ' ἐλέγχων δεήσεσθαι καὶ ἀποδείξεων πρὸς τὴν καταδίκην. ἐγὼ δὲ οὐκ ἐπειθόμην. νυνὶ δ' ἐπὶ τῶν πραγμάτων, ὥσπερ ἔλεγον, συμβαῖνον ὁρῶν, πρὶν γὰρ εἰς λόγους ἥκειν, παρὰ σοὶ κριτῇ ταῖς ἁπάσαις ἑάλων, καὶ τεκμήριον ἀψευδὲς, εἰς ἣν κατεδικάσθην καθέδραν, νοῦν μὲν ἔσχον μόλις συνετωτέρους ἐκείνους ἐμαυτοῦ κρίνειν· βέλτιον δ' ἦν, ὥσπερ ἔπειθον ἐμαυτὸν ἐγὼ, οὕτω καὶ τὴν ἀπόβασιν ὀφθῆναι γενομένην τῶν πραγμάτων· ἐῶ γὰρ εἰπεῖν δίκαιον. ἐπεὶ δ' αἱ δυσπραγίαι τοσοῦτον ἔπνευσαν βαρὺ κατ' ἐμοῦ, ὥστε μοι καὶ τὰ πατρὸς σπλάγχνα τοσοῦτον ἐκπεπολεμῶσθαι, ὡς μηδὲ τῆς ὁτῳοῦν προσηκούσης ἐλευθερίας τυγχάνειν ἐπὶ τὸ τὰ ἐγκλήματα ἀπολύσασθαι, δέομαι τοῦ σοῦ κράτους, ὦ βασιλεῦ, μὴ πρότερον ψῆφον ἐξενεγκεῖν, πρὶν ἂν τὰ ἐγκλήματα, ἅπερ ἐμοῦ κατηγόρηκας, βασάνῳ δοκιμασθῇ. κἂν μέν τι φαίνωμαι τούτων ἐξειργασμένος, τὴν ἐσχάτην δοῦναι δίκην ἀποθανόντα· ἂν δ' ἐλεύθερος ἐκ πάντων τούτων ἀποδειχθῶ, ὅπερ οἶμαι καὶ σὲ βούλεσθαι καὶ δι' εὐχῆς ποιεῖσθαι, τότ' ἐξέσται πάλιν πατρί γε ὄντι σοὶ καὶ κυρίῳ πράττειν τὰ κατὰ γνώμην.» Τούτοις τοῖς λόγοις εἰς ὀργὴν ἐξαφθεὶς ἐπιπλέον ὁ πρεσβύτερος βασιλεὺς, τραχυτέρᾳ τοῦ δέοντος χρησάμενος τῇ φωνῇ, μὴ οἴεσθαι αὐτὸν ἔλεγε τῶν καλουμένων ἀπὸ Χριστοῦ. ὁ νέος δὲ Ἀνδρόνικος εὐθὺς πρὸς τὸν τοιοῦτον ἀπαντῶν λόγον, «κράτιστε βασιλεῦ» ἔφη «τῶν ἐμοὶ νῦν ἐπενεχθέντων ἐγκλημάτων πολλῶν ὄντων καὶ χαλεπῶν, ἔτι καὶ πλείω καὶ χαλεπώτερα σοῦ προτάξαντος ἤνεγκα ἂν σιγῇ. ὃ δὲ νῦν ἔφης, μὴ οἴεσθαί με Χριστιανὸν, τοσοῦτον ἀπέχω τοῦ σιγῇ φέρειν ἢ πρὸς ἐμὲ εἰρῆσθαι νομίζειν, ὥστ' ἐμπίδος ἤ τινος τῶν φαυλοτέρων τὴν φωνὴν ταύτην νομίζω. ἀλλ' εἰ καὶ αὐτός, φημι, οὐχ ἡγῇ με Χριστιανὸν, ἀλλ' ὅγε τὸ σεβάσμιον αὐτοῦ αἷμα ὑπὲρ ἐμοῦ φιλανθρώπως ἐκχέας Χριστὸς, ὑπὲρ οὗ καὶ αὐτὸς ἕτοιμος εἶναι τὸ ἴδιον ἀποδοῦναι, καιροῦ καλοῦντος, θαῤῥούντως φημὶ, ἑαυτοῦ καὶ οἴεταί με καὶ ὀνομάζει. καί τις χρεία τοιούτων λόγων; εἰ μὲν δικάζεις, δίκαζε κατὰ νόμους, εἰ δὲ πρὶν δικάσαι καταψηφίζῃ, οὐδὲν ἢ δίκας λοιπὸν λαμβάνειν. πράττε τοιγαροῦν ἅ σοι κεχαρισμένα· χάριτας δέ σοι τὰς μεγίστας ὁμολογῶ τῷ καὶ λέγειν καὶ πράττειν ἐπὶ τῶν παρόντων τουτωνὶ, ἃ δὴ καὶ λέγεις καὶ πράττεις. ἐμοὶ γὰρ ἄν τι καὶ τῶν ἀδοκήτων ἀπό γε τοῦ νῦν ἐπίῃ, οὐ σφόδρα λυπήσει, πολλοὺς ἔχοντι μάρτυρας τῆς ἀδικίας.

ιεʹ. Ἔνδον μὲν οὖν τοιαῦτα παρ' ἀμφοῖν τοῖν βασιλέοιν ἐλέχθη. ὁ μέγας δὲ δομέστικος καὶ ὁ πρωτοστράτωρ ἐν τῷ ἐξωτέρῳ, καθάπερ ἔφθημεν εἰπόντες, διατρίβοντες οἴκῳ, καὶ τοῦ πρεσβυτέρου βασιλέως τραχύτερον ἀκούσαντες φθεγξαμένου, ἐπὶ κακῷ τε τοῦ νέου βασιλέως τὴν τραχύτητα τῆς φωνῆς οἰηθέντες εἶναι, ἐκινήθησαν μὲν ὅθεν ἐκάθηντο, καὶ προῆλθον ἐπὶ μικρὸν ἀμύνειν ὡρμημένοι τῷ νέῳ βασιλεῖ. τῆς ταραχῆς δὲ πεπαυμένης, αὖθις ἡσύχασαν καὶ αὐτοί. τρεῖς δ' αὐτοῖς ἐκεῖ συμπαρόντες τῶν οἰκειοτάτων τῷ πρεσβυτέρῳ τῶν βασιλέων, ὅ, τε Μελιτηνιώτης Ἰωάννης, Ἀνδρόνικός τε ὁ Ἐξώτροχος καὶ τρίτος ὁ Βάρδας, καὶ τὴν ὁρμὴν αὐτῶν ὑποπτεύσαντες ὡς ὑπὲρ Ἀνδρονίκου τοῦ νέου γεγεννημένην, λέγουσιν αὐτοῖς προσελθόντες, ὡς «τῶν βασιλέων πρὸς ἀλλήλους περί τινων ἀδήλων διαλεγομένων, δέον ὑμᾶς ἀποστάντας τῶν ὧδε, πρὸς τὴν ἐν βασιλείοις αὐλὴν χωρεῖν.» τῶν δ' αὐτοῖς δριμύτερον ἐνιδόντων, καὶ τὸ θυμοῦσθαι καὶ ὀφθαλμοῖς καὶ λόγοις ἐνδεικνυμένων, ἐξίστασθαί τε καὶ μὴ παρενοχλεῖν κελευσάντων, οἱ δύο μὲν πάλιν ἡσύχασαν καθεσθέντες, ὁ Μελιτηνιώτης δὲ ἔνδον πρὸς τὸν πρεσβύτερον τῶν βασιλέων ἐλθών· «σκεπτέον σοι» πρὸς οὖς εἶπεν «ὅ, τι μέλλεις δρᾷν, ὦ βασιλεῦ. πρὸς γὰρ θύραις ταῖς σαῖς ἐφεστήκασι τῶν τῆς συγκλήτου τινὲς, πάντα δρᾷν ὑπὲρ τοῦ νέου βασιλέως ἕτοιμοι καὶ πάσχειν ὄντες.» τούτων ἀκούσας ὁ βασιλεὺς ἀνέστη τε αὐτίκα τοῦ θρόνου, καὶ πρὸς τὸν ἐνδότερον οἰκίσκον ἐχώρει, τὸν νέον βασιλέα τοῖς ἀκροωμένοις ἅμα παρὰ τὸν ἔξω καταλιπών. τὸν μέγαν δὲ μετακαλεσάμενος λογοθέτην τὸν Μετοχίτην, καὶ ὅσα ἦν αὐτῷ βουλομένῳ διαλεχθεὶς, εἶτα δι' αὐτοῦ μηνύει τῷ ἐγγόνῳ καὶ βασιλεῖ· «σὺ μὲν οἷσπερ εἶπον καὶ πλείοσιν ἐνέχῃ κακοῖς· ἐγὼ δ' ἅπαντα παριδὼν, ἀξιώσω συγγνώμης, ἂν ἃ λέγω ποιήσῃς αὐτός. ταῦτα δ' ἐστί· πρῶτον μὲν ὅρκῳ πιστώσασθαι τὴν πίστιν καθαρὰν τῷ Χριστῷ τηρεῖν· ἔπειτα μετὰ τοῦτο, μηδὲ περὶ ἐμὲ κακὸν ὀφθήσεσθαι γεγενημένον· τρίτον μετὰ τοῦτο, καταδήλους ἐμοὶ ποιῆσαι τοὺς σοὶ συμπράττειν καὶ προσκεῖσθαι προῃρημένους· τέταρτον δὲ, ὅρκῳ πιστώσασθαι δρασμῷ χρήσεσθαι μηδαμῶς.» πρὸς ταῦτα βασιλεὺς ὁ νέος ἀπεκρίνατο τοιαῦτα· «κράτιστε βασιλεῦ, τὸ τὴν πίστιν ὅρκοις ἀπαιτεῖν βεβαιοῦν, πρὸς τῷ σκληρὸν ἐμοὶ φαίνεσθαι καὶ τὴν ψυχὴν δεινῶς ἐκταράττειν, ἔτι καὶ ἑαυτῷ περιπίπτει. εἰ μὲν γὰρ ἐν τοῖς ἱεροῖς τὸν ὅρκον εὐαγγελίοις καὶ ταῖς σεβασμίαις εἰκόσι κελεύεις πιστὸν ποιεῖν, αὐτῷ τούτῳ περὶ τὸν θεὸν πιστὸν, καὶ τὸν Χριστὸν ἀποδεικνύεις ἐνδεδυμένον ἐμέ. εἰ δ' ἄλλῳ τινὶ σεβάσματι προσέχειν ἐμὲ νομίζεις, τῶν ἀνονήτων καὶ περιττῶν, ὧν ἠθέτησα τὴν πίστιν, ταῦτ' εἰς ὅρκον ἐμοὶ προβάλλειν· ῥᾳδίως γὰρ ἂν καταψεύσομαι τῶν μὴ τιμωμένων. διὸ δή σου δέομαι, βασιλεῦ, μὴ περὶ τῶν τοιούτων λόγους κινεῖν· χάριτι γὰρ Χριστοῦ καὶ Χριστιανός εἰμι καὶ τῶν ὀρθοδόξων. κατὰ σοῦ δὲ μήτε δράσαι μήτε βουλεύσασθαί τι κακὸν, καὶ νῦν μὲν ὄμνυμι τὸν οὐρανοῦ καὶ γῆς ποιητὴν, ὡς οὔτε πρότερον εἰς λογισμοὺς ὑπήχθην τοιούτους, οὔτ' ἐν τῷ μέλλοντι κακὸς ὀφθῆναι βούλομαι περὶ σέ· σὸν δ' ἐπίταγμα ἐκπληρῶν, καὶ αὖθις ὀμοῦμαι. περὶ δὲ τοῦ καταδήλους τοὺς ἐμοὶ συνόντας καὶ ταὐτὰ βουλομένους σοὶ θέσθαι, ἐκεῖνο λέγω, ὡς αὐτὸς ἂν εἰδείης μᾶλλον ἐμοῦ, ὁποίους τινὰς εἰκὸς εἶναι τοὺς προσκειμένους ἐμοί. ὅπου γὰρ χρημάτων μέν μοι πόρος οὐδεὶς, οἷς ἂν ἴσως πείσαιμι τῶν ἀξίων μοι λόγου τινὰς προσέχειν, παῤῥησίας τε πρὸς σὲ μέτεστιν οὐδεμιᾶς, δι' ἧς εὐεργετῶν ἐμαυτῷ κτήσομαι φίλους τινὰς τῶν δεομένων ὠφελείας, συνορᾷν ἐστιν ἐκ τῶν πραγμάτων τῷ βουλομένῳ παντὶ τοὺς ἠθροισμένους περὶ ἐμέ. εἰ δ' ἄρα καί τινες εἶεν εὐνοϊκῶς ἐμοὶ διακείμενοι, οὐκ ὀφείλοντες τὴν εὔνοιαν, ἀλλὰ μᾶλλον χάριτος κατάρχοντές εἰσιν· ὧν οὕτω βελτίστων περὶ ἐμὲ προῖκα γεγενημένων, οὐκ ἂν ἐλλίπῃ μοχθηρίας ὑπερβολὴν τὸ κάκιστον αὑτὸν καὶ προδότην ὀφθῆναι περὶ αὐτούς. καίτοι γε καὶ αὐτοὶ οὐδὲν ἄλλο μοι προσιόντες πείθειν ἐπιχειροῦσιν, ἢ σοὶ, τῷ βασιλεῖ καὶ πατρὶ, ὑπέχειν ἐμαυτὸν καὶ καταδουλοῦν καὶ μὴ παρέχειν αἰτίας, ὥστ' ἐμαυτῷ τὴν σὴν γαληνότητα ἐξοργίζειν. ἐμοῦ δ' ἰσχυριζομένου τοιοῦτον ἐμαυτῷ συνειδέναι μηδὲν καὶ πολλοὺς εἰς ἀπολογίαν συνείροντος λόγους, οὐδὲν αὐτοῖς εἰς πειθῶ νομίζεται ἀξιόχρεων, ὅπερ ἐστὶν εἰκὸς λογιζομένοις, ὡς οὐκ ἂν οὕτως ἡ φύσις πρὸς ἑαυτὴν ἐκπολεμωθείη, μὴ τῶν αἰτίων ὄντων ὑπερφυῶν. οὐδὲ γὰρ οὐδὲ τῶν θηρίων τὰ χαλεπώτατα τοῖς τέκνοις ἐπεβούλευσάν ποτε τοῖς ἰδίοις. εἰ δέ τινες ἐν αὐτοῖς εἶεν καὶ μὴ τοιοῦτοι, οὕτω δοκεῖς ἐμὲ κακὸν καὶ ἀγνώμονα εἶναι περὶ τοὺς φίλους, ὥστε τῆς εἰς ἐμὲ φιλίας προδοσίαν παρασχεῖν ἀντιμισθίαν; οὐκ ἔστιν οὐδαμῶς. ῥᾷον γὰρ ἂν αὐτὸς οὐχ ὑπὲρ πάντων ὁμοῦ, ἀλλὰ καὶ ἑνὸς αὐτῶν τὴν ἐμὴν προήσομαι σωτηρίαν, ἢ ταύτην περιποιούμενος ἐκείνους ἐθελήσω καὶ μικροῖς τισι προσομιλῆσαι κακοῖς. ἔτι πρὸς τούτοις καὶ ὅρκοις ἐπέταξας τὸ μὴ δρασμῷ χρήσασθαι ἀσφαλίσασθαι· ὄμνυμι δή σοι τὸν ἁπάντων κύριον καὶ βασιλέα θεὸν, ὡς ἄν τι φωράσω περὶ ἐμὲ βουλευόμενον κίνδυνον ἀπειλοῦν, πάσῃ δυνάμει καὶ ὅλῳ ποδὶ χρήσομαι πρὸς φυγήν.»

ιϛʹ. Ταῦτα τοῦ νέου βασιλέως διεξιόντος, ὁ πρεσβύτερος ὑπὸ τὰς θύρας ἱστάμενος τοῦ οἰκίσκου, πάντων ἐπηκροᾶτο, καὶ τἄλλα μὲν ἤνεγκε σιωπῶν, τὴν φυγὴν δὲ ἀκούσας· «σὺ δ', ἔφη «φεύξῃ γε σύ; ἀλλ' ὅσον οὔπω σὺ μὲν συλληφθεὶς ἀπαχθήσῃ δεσμώτης καὶ πρὸς δοριαλώτου καταστὰς τύχην. ἐγὼ δ' οὐδὲ τριῶν ὀβολῶν ἐθελήσω λύσασθαι τῆς δουλίας· εἶτα μικρὸν προβὰς, «ὁρᾶτε» ἔφη πρὸς τοὺς παρόντας «ὅπως τοῖς ἐμοῖς λόγοις οὗτος συμμαρτυρεῖ, σκληρὸς ὢν καὶ αὐθάδης καὶ πέρα τοῦ δέοντος ἀλαζών; ἤδη καὶ ὑμῖν ἐστι σαφῶς ἐκ τῶν πραγμάτων καταμαθεῖν.» ὁ νέος δ' Ἀνδρόνικος, «ἐπ' ἀληθείας» εἶπεν «ὦ βασιλεῦ, οὔτε σκληρός εἰμί τις, οὔτε αὐθάδης, ἀλλὰ τῶν ἐμῶν ἁμαρτιῶν ὁ σωρὸς τοιοῦτον εἶναι φαίνεσθαί σοι ποιεῖ· ἐγὼ δ' ἐπὶ μάρτυρι λέγω τῷ εἰδότι πάντα θεῷ, ὡς οὐδὲν τοιοῦτον ἐμαυτῷ σύνοιδα εἰργασμένῳ ὡς ἄξιον εἶναι τῆς τοσαύτης ὀργῆς. διὸ δὴ καὶ δέομαι τοῦ σοῦ κράτους συγγνώμης κἄν τε ἥμαρτον τυχεῖν, κἄν τε μή. πρὸς τοὺς πόδας γὰρ ἐφίεμαι τοὺς σοὺς ἀποθανεῖν,» αἰνιττόμενος, ὡς οὐκ ἂν αὐτοῦ βουλήσοιτο ἀποστῆναι χωρὶς ἀνάγκης. ἅμα δὲ τούτοις τοῖς λόγοις καὶ πρὸς γῆν κατεκλίνετο ἀσπασόμενος τὸν πόδα τοῦ βασιλέως. ὁ δ' ἀνεῖχε λαβόμενος τοῦ ὤμου, ἅμα καὶ λόγοις τὸ ἔργον ἀπαγορεύων· ὡς δ' ἑώρα βιαζόμενον, ἀφεὶς τὸν ὦμον, ἐλάβετο τῶν τριχῶν· ὡς δὲ καὶ οὕτως ἐβιάζετο, ἀφειδῶν ἑαυτοῦ, δείσας ὁ πάππος, μὴ τῇ βίᾳ τῆς κεφαλῆς διαστῶσιν αἱ τρίχες, ἐνέδωκε τὴν κατάκλισιν· ὁ δὲ κατακλιθεὶς ἠσπάσατο τὸν πόδα τοῦ βασιλέως. εἶτ' ἀναστάντος τῆς κεφαλῆς λαβόμενος ὁ βασιλεὺς, κατεφίλει τὰς ὄψεις. τοῦτο δὴ ὁ πατριάρχης καὶ οἱ τῆς συγκλήτου παρόντες ἰδόντες καὶ διαλλαγῆς ἀπόδειξιν νομίσαντες ἤδη βεβαίας τῶν βασιλέων, πολλὰς ἀφῆκαν φωνὰς εὐχαριστοῦντες θεῷ τῷ χορηγῷ τῆς εἰρήνης. καὶ αὐτὸς δὲ βασιλεὺς ὁ νέος καὶ οἱ περὶ αὐτὸν διηλλάχθαι νομίσαντες τῷ ἐγγόνῳ τὸν βασιλέα, ἔχαιρόν τε αὐτοὶ, καὶ εὐτυχίας ἄκρας ἡγοῦντο τὴν ἡμέραν ἐκείνην. ἐκ τῶν βασιλείων οἴκαδε ὁ νέος βασιλεὺς ἀπελθὼν, διηγεῖτό τε τοῖς φίλοις τοὺς κατὰ τὴν δίκην λόγους, συνεόρταζόν τε καὶ συνέχαιρον ἀλλήλοις. μηνύουσι δὴ καὶ Συργιάννῃ τὰ γεγονότα, ὡς ἂν καὶ αὐτὸς συγχαίρῃ τοῖς φίλοις χαίρουσι καὶ μηδεμίαν ἔχῃ φροντίδα τήκουσαν τὴν ψυχὴν, ὡς τῶν προτέρων ἤδη βουλευμάτων διαλυθέντων καὶ βεβαίας εἰρήνης γεγενημένης τοῖς βασιλεῦσι καὶ κατ' εὐχὴν αὐτοῖς τῶν πραγμάτων κεχωρηκότων. τοῦτο γὰρ ηὔχοντο, τὸν μὲν βασιλέα τῆς εἰς τὸν ἔγγονον ἀπεχθείας μεταβαλεῖν, αὐτοὺς δὲ κινδύνων ἔξω καταστάντας ἡσυχίαν ἄγειν. οὕτω μὲν οὖν αὐτοῖς ἔχειν ἐδόκει τὰ γεγενημένα· τὰ δ' ἦσαν ἕτερον τρόπον, ὡς ἔδοξε τοῖς πολλοῖς ἐκ τῶν μετὰ ταῦτα. ἐκρίθη γὰρ διανοίᾳ γεγενῆσθαι τοιαύτῃ. ἔθος ἐπεκράτησε παρὰ τοῖς βασιλεῦσι Ρωμαίων, ἐπειδάν τις τῶν καθ' αἷμα προσηκόντων ἢ καὶ ἄλλως τῶν ἐν τέλει, προσκυνήσας ἀσπάσηται τὸν πόδα τοῦ βασιλέως, ἀντασπάζεσθαι καὶ αὐτὸν [αὐτὸν] εἰς τὴν ὄψιν. καὶ τότε δὴ τοῦ νέου βασιλέως ἀσπασαμένου πρὸς τὸν πόδα τὸν πάππον, ἵνα μὴ εἰς ἄκρον ἀπεχθείας ἐληλακέναι δοκῇ, οὐδὲ τῶν ἰδιώταις προσηκόντων ἀξιῶν τὸν ἔγγονον καὶ βασιλέα, ἀντεφίλησεν εἰς τὸ πρόσωπον καὶ αὐτός. ἀλλὰ τὰ μὲν τῆς πρὸς ἀλλήλους διαλέξεως τῶν βασιλέων ἐπὶ τῆς δίκης ἐνταῦθα ἐτελεύτησε· δυσὶ δὲ ὕστερον ἡμέραις μετὰ τοῦτο ὁ πρεσβύτερος τῶν βασιλέων τῷ μεγάλῳ διά τινος δηλοῖ δομεστίκῳ πρὸς Πελοπόννησον ἀπελθεῖν, ἐκείνης ἐπιτροπεύσοντα. τὸ δ' εὐθὺς ἐδόκει μὲν εἶναι τῶν ἀριστερῶν οἰωνῶν· ὅπως δ' ἀνακωχὴ γένηται, καὶ βασιλεῖ τῷ νέῳ τὰ τῆς ἀγγελίας δῆλα γενέσθαι, ἀντεμήνυσε καὶ αὐτὸς τοιαῦτα· «τῆς εἰς ἐμὲ εὐμενείας καὶ προμηθείας, ὦ βασιλεῦ, πολλὰς μὲν καὶ ἄλλας ἔχω τὰς ἀποδείξεις, μάλιστα δὲ τὸ ἐξ ἡλικίας, ὡς εἰπεῖν, πρώτης εἰς ἀρχὰς ἐκλέγεσθαι καὶ διοικήσεις ἐπιτρέπειν πόλεών τε καὶ στρατιῶν, οἴκοθεν ὡρμημένον· καὶ τὸ νῦν δὲ τοῦτο πολλὰς τῷ σῷ κράτει πείθει χάριτας ὁμολογεῖν, βασιλεῦ. δέομαι δὴ καὶ ταύτην ἐπιθεῖναι τὴν χάριν, τὴν παροῦσαν ἐπιτρέψαι πρὸς διάσκεψιν ἡμέραν, ὡς ἐς τὴν ὑστεραίαν ἐπιτέταγμαι τὴν ἀπολογίαν ἀποδώσοντι.» πρὸς μὲν δὴ τὸν πρεσβύτερον τῶν βασιλέων ἀπεκρίνατο τοιαῦτα· ᾗ δὲ τάχους, ἀπελθὼν πρὸς τὸν νέον, τὸ τοῦ βασιλέως ἐπίταγμα ἀναγγέλλει, καὶ Συναδηνοῦ παρόντος τοῦ πρωτοστράτορος. τοῖς δ' ἐδόκει βουλευτέα πάλιν ἐξ ἀρχῆς εἶναι περὶ τῶν ὅλων πραγμάτων· οὐδὲ γὰρ πρὸς ἕνα φέρειν τὸν κίνδυνον, πρὸς πάντας δέ. ἦρχε δὲ ὁ βασιλεὺς τῆς βουλῆς οὕτω διαλεχθείς· «αὐτοὶ μάρτυρες ἡμεῖς καθεστήκαμεν ἑαυτοῖς, ἔχοντες καὶ θεὸν, ἐφ' οἷς βεβουλεύμεθα, συνειδότα, ὡς οὔθ' ἡττηθέντες λύπῃ, οὔτ' εἴξαντες ἀκαίρῳ θράσει καὶ παραβόλῳ, οὔτ' ἐπράξαμεν οὔτ' ἐβουλευσάμεθά τι τῶν μὴ δεόντων. ἀλλὰ τοσαύτην ἐνεδειξάμεθα μεγαλοψυχίαν καὶ καρτερίαν πρὸς τὸ μηδ' ἡντινοῦν αἰτίαν ἐφ' οἷς ὁ βασιλεὺς βεβούληται καθ' ἡμῶν αὐτοὶ παρασχεῖν, ὥστ' εἰ μὴ θεὸς ἄνωθεν ὑπερέσχε χεῖρα, οὐδὲ πάνυ πόῤῥω τῶν θανάτου κατηντήκαμεν πυλῶν. ἄχρι μὲν οὖν δεῦρο τὸ τοῖς δεινοῖς ἐγκαρτερεῖν αὐτός τε ἐπῄνουν καὶ συνεβούλευον ὑμῖν: ἔτι γὰρ ὄντων ἐν ἀδήλῳ τῶν καθ' ἡμᾶς, πρὸς ἐμὲ μόνον ᾤετο τὴν διαφορὰν ἔχειν ὁ βασιλεὺς, καὶ μαλακώτερον ἥπτετο τῶν πραγμάτων, εὐχερῶς νομίζων, ὅταν ἐθελήσῃ πρὸς πέρας ἀγαγεῖν ἃ προῄρητο, δρᾷν· νυνὶ δὲ φανεροῦ γεγενημένου τοῦ τινας εἶναι τοὺς συναιρομένους ἐμοὶ, οὐκέτι τῶν ὁμοίων ἕξεται λογισμῶν, ἀλλὰ πρότερον ὑμᾶς ἐν ἀρχῶν προσχήματι διαστήσας ἐμοῦ, καὶ τῆς παρ' ἀλλήλων ἡμᾶς ἐπικουρίας ἀποστερήσας, πᾶσι διὰ τὴν μόνωσιν οὖσιν ἀσθενεστάτοις, ἣν ἂν βούλοιτο, δίκην ἐπιθήσει. νῦν μὲν οὖν σοὶ τὴν πρὸς Πελοπόννησον ἐπέταξεν ἀπιέναι· εἰς τὴν ὑστεραίαν δὲ πρωτοστράτορι ἑτέραν δῆθεν ἀρχήν τινα πρὸς ταῖς ἐσχατιαῖς τῆς Ρωμαίων γῆς ἐγχειρίσει καὶ καταναγκάσει πρὸς τάχος γε ἀπιέναι· ὑμᾶς δ' ἐκποδὼν ποιήσας τοὺς περιφανεστέρους, τότ' ἤδη καὶ περὶ ἑτέρων εἴπέρ εἰσιν ἀνερευνήσει. πάντα δ' ὡς ἂν αὐτῷ καλῶς ἔχοι πρότερον διαθέμενος, ὡς ἤδη πρὸς καταστροφὴν εὐεπιχείρητον ὕστερον χωρήσει καὶ πρὸς ἐμέ. ἀλλ' ἴσως ἐρεῖ τις, ὡς, εἴγε κατὰ λόγον τὸν σὸν σὲ τῆς ἀπὸ τούτων ἐπικουρίας ἀποστερῆσαι βουλόμενος ἀρχὰς αὐτοῖς ἐγχειρίσει τὰς ἐν ἐσχατιαῖς τῆς Ρωμαίων ἀρχῆς, ῥᾷον ἦν δήπου καὶ λυσιτελέστερον πολὺ συλλαβόντα καὶ κατακλείσαντα φρουρᾷ τῆς ἀπὸ τούτων ἀπηλλάχθαι φροντίδος· τί γὰρ ἔσται τὸ κωλῦσον τοῦ ταῦτα καταπράξασθαι τὸν βασιλέα; –καὶ νοῦν ἔχοντα λόγον ἐρεῖ, τὸ κωλῦσον μὲν οὖν οὐδέν· συνετὸν δὲ ὄντα καὶ πολλῶν πραγμάτων ἔμπειρον τὸν βασιλέα τοῦτο λέληθεν οὐδαμῶς ὡς ἀλυσιτελὲς, πρὶν ἀκριβῶς ἐκμαθεῖν ὁπόσοι τινὲς καὶ οἷοι τὴν πρὸς ἐμὲ προείλοντο κοινωνίαν, ὁμόσε πρὸς τὸ πολεμεῖν. δέος γὰρ μὴ πολλῶν τινων καὶ δυνατωτάτων ὄντων ἕνα μὲν ἢ καὶ δύο καθείρξῃ, τῶν δὲ λοιπῶν ἤδη πρὸς ἀνάγκην συνισταμένων, οὐ κατὰ νοῦν χωρήσῃ τὰ πράγματα αὐτῷ. εἰκὸς δὲ αὐτὸν καὶ πολλούς τινας καὶ δυνατοὺς τοὺς τὰ ἡμέτερα εἶναι οἴεσθαι προῃρημένους· τὸ γὰρ ἐν τῇ δίκῃ πρὸ τῆς χθὲς ἐμὲ μόνον ἐναπειλημμένον μὴ καταπεσεῖν μηδὲ δειλίᾳ συσχεθῆναί τινι, ἀλλ' ἀτρέπτῳ καὶ φρονήματι καὶ ἤθει μετὰ ἀσφαλείας ἀντιλέγειν πολλῆς, τὸ καὶ τὸν Μελιτηνιώτην ἔξωθεν ἑστάναι τινὰς τῶν δυνατῶν ἀπαγγεῖλαι ὑπὲρ ἐμοῦ πάντα πράττειν προσγενόμενον προθυμουμένους, οὐκ ἐπὶ μικρὸν κατέσεισε τοὺς λογισμοὺς τοὺς βασιλικούς. διὸ τότε μὲν εὐθὺς ὅπερ ἀσφάλειαν ἐδόκει παρέχειν ἔπραττε, τῶν θρόνων ἐξαναστάς. νυνὶ δὲ καλῶς ἔχειν ἔδοξεν αὐτῷ τοὺς καταδήλους γενομένους ὑμᾶς ἐν εὐεργεσίας προσχήματι ἀποστῆσαι, καὶ μετὰ τοῦτο πάλιν, αὐτῶν διδασκόντων τῶν πραγμάτων, οἷς οἰήσεται λυσιτελήσειν ἐπιχειρήσει. τούτων ἕνεκα πάντων οὐκέτι διαμέλλειν οἴομαι δεῖν, οὐδὲ πρὸς προὖπτον κίνδυνον αὐτοὺς ἀμελεῖν, ὥσπερ ὑπὸ μεγέθους τῶν δεινῶν ἐκστάντας τῶν λογισμῶν, ἀλλ' αὐτοὺς διασώζειν, ὡς ἂν οἷοί τε ὦμεν. ἔτι γε μὴν καὶ γνώμην ἑτέραν περὶ τῶν προκειμένων, εἴγε καὶ ὑμῖν συνδοκεῖ, βούλομαι ἐξενεγκεῖν. ποίαν δὴ ταύτην; ὁ βασιλεὺς καὶ πάππος ὁ ἐμὸς, καθάπερ ἴστε δὴ καὶ αὐτοὶ, καταδήλους τοὺς ἐμοὶ συνόντας ἐζήτησεν αὑτῷ ποιῆσαι. τότε μὲν οὖν ἁρμόζοντας ἀπεκρινάμην τῷ καιρῷ λόγους, μήτ' εἶναι εἰπὼν τοὺς συνόντας ἐμοί τινας, μήτ' εἴπερ εἰσὶ, καταδήλους αὐτοὺς ποιήσειν· νῦν δέ μοι δοκεῖ λυσιτελεῖν πρεσβείᾳ χρησάμενον πρὸς αὐτὸν, ὅτι τέ εἰσιν ὁμολογῆσαι καὶ ὅρκοις αὐτὸν ἀπαιτῆσαι πιστώσασθαι, μὴ μνησικακήσειν αὐτοῖς μηδ' ἀμυνεῖσθαι τῆς εὐνοίας τῆς εἰς ἐμέ. εἰ μὲν οὖν ἡμέρως καὶ προσηνῶς τοὺς παρ' ἐμοῦ δεξάμενος λόγους ὅρκοις πιστώσηται τὴν ἀπάθειαν τοῖς ἐμοῖς φίλοις, ἐναργὲς ἂν εἴη τεκμήριον, ὡς αὐτός τε καθαρῶς διήλλακται πρὸς ἐμὲ, καὶ τὸ ὑμᾶς εἰς ἀρχὰς ἐκπέμπειν οὐ περιέργως οὐδ' ἐπιβούλως, ἀλλ' ἁπλῶς αὐτῷ οὕτως ἐπινενόηται· εἰ δ' ἀγανακτήσει καὶ ἀποσείσεται τὴν πρεσβείαν, μηδεμίαν ἄλλην ἀπόδειξιν ἐναργεστέραν ζητεῖν τοῦ πάντα συσκευάζεσθαι καθ' ἡμῶν. χρήσομαι δὲ πρεσβευτῇ τῷ μεγάλῳ λογοθέτῃ τῷ Μετοχίτῃ, ἅτε δὴ καὶ τότε μεσιτεύσαντι πρὸς τὰς ἀγγελίας ἐμοὶ καὶ τῷ βασιλεῖ, καὶ παῤῥησίαν ἔχοντι πρὸς αὐτὸν, ὥστε θαῤῥῆσαι περὶ τοιούτων πρεσβεύειν.

ιζʹ. Τοιαῦτα τοῦ νέου βασιλέως βουλευσαμένου, καὶ τοῦ μεγάλου δομεστίκου καὶ πρωτοστράτορος ὡς καλῶς ἔχει συνεπιψηφισαμένων, αὐτοὶ μὲν ἕκαστος οἴκαδε ἀπεχώρουν· βασιλεὺς δ' ὁ νέος τὸν μέγαν μετακαλεσάμενος λογοθέτην, οὕτω διεπρεσβεύετο πρὸς τὸν πάππον· «Ἡ εἰς ἐμὲ πρὸ τῆς χθὲς γεγενημένη παρὰ τῆς σῆς γαληνότητος, ὦ βασιλεῦ, εὐεργεσία πολλὰς καὶ δικαίας ὁμολογεῖν χάριτας τῷ σῷ πείθει κράτει. κἂν γὰρ ἀπὸ ταραχῆς καὶ ὀργῆς ἦρξαν οἱ λόγοι, ἀλλ' εἰς τέλος ἥμερον καὶ συμπαθείας γέμον ἀποκαταστάντες, μᾶλλον εὔφραναν, ἢ καθ' ὅσον πρότερον ἐλύπουν. διὸ δὴ καὶ τῶν μὲν προτέρων, ὡς πατρικῆς ὄντων καὶ παιδείας καὶ κηδεμονίας, οὐδ' ἀναμιμνήσκεσθαι ἀξιῶ· ἃ δ' ἐν ὑστέρῳ πέπρακται, ὡς ἄξια καὶ μεγαλοψυχίας καὶ εὐμενείας καὶ πατρικῆς καὶ βασιλικῆς, ἀνεξάλειπτα δεῖν ἔγνων φυλάττειν ἐν τῇ ψυχῇ. ἐπεὶ δ' ἕν τι τῶν τότε ῥηθέντων ἐμέ τε δεινῶς ἐκταράττει καὶ φροντίδας οὐ παρέχεται μικρὰς, καὶ ἑτέροις ἐνέσεισεν οὐ τὸν τυχόντα φόβον, δέομαι τῆς σῆς γαληνότητος ἰάσασθαι καὶ ταύτην τὴν ἀλγηδόνα. ἔστι δ' ὃ λέγω τοιοῦτον· σοῦ, βασιλεῦ, ἐμοὶ διὰ τοῦ μεγάλου λογοθέτου προστάξαντος τουτουὶ, καταδήλους σοι θέσθαι τοὺς συνόντας καὶ συναιρομένους ἐμοὶ, τότε μὲν παντάπασι μὴ εἶναι οὐκ ἠρνησάμην, πλὴν ἀπὸ λογισμῶν εἰκότων ἐπεχείρουν, ὡς οὐκ ἂν εἶεν, ἀποδεικνύναι. οἵδ' ἦσαν· τὸ μήτε πόρον ἔχειν ἐμὲ χρημάτων, οἷς ἂν ἴσως πείσαιμί τινας προσέχειν ἐμοὶ, μὴτ' ἐξουσίας ἀπολαύειν παρὰ σοὶ καὶ παῤῥησίας, βασιλέως παιδὶ πρεπούσης, δι' ἣν ἂν καὶ θεραπευθείην παρὰ τῶν τῆς ἐμῆς ὠφελείας δεησομένων. νυνὶ δὲ αὐτό τε τὸ πρᾶγμα φανεροὺς ἠνάγκασε γενέσθαι τοὺς προσκειμένους ἐμοὶ, καὶ αὐτὸς δὲ ἐγὼ εἶναι ὁμολογῶ· πλὴν, ὅπερ καὶ τότ' ἔφην, οὐκ ὀφείλοντες χάριν, ἀλλὰ προκατάρχοντες μᾶλλον χάριτός εἰσιν. διὸ δὴ καὶ ἀντιβολῶ τὴν σὴν ἡμερότητα, βασιλεῦ, ὅρκοις ἐμοί τε καὶ αὐτοῖς πιστώσασθαι τὸ ἀπαθεῖς κακῶν μέχρι παντὸς διατηρηθῆναι. οὕτω γὰρ ἐμοί τε καὶ αὐτοῖς θαῤῥήσασιν ἀφόβως τε βιοῦν καὶ τῷ σῷ κράτει χάριτας ὁμολογεῖν πολλὰς περιέσται.» Τοιαῦτα μὲν ὁ νέος βασιλεὺς πρὸς λογοθέτην διεξῆλθε τὸν μέγαν, ὡς ἀπαγγελοῦντα τῷ πάππῳ καὶ βασιλεῖ, συνάρασθαι καὶ αὐτὸν ἀξιώσας πρὸς τοῦτο, καὶ τὴν τῶν ὅρκων ἐκπλήρωσιν ὑποθέσθαι τῷ βασιλεῖ, ὡς πολλῶν ἀγαθῶν ἐκ τούτου συμβησομένων. ὁ δ' εὐθὺς «ἔγωγε» εἶπεν «ᾠήθην, ὦ βασιλεῦ, τὴν ἐμὴν παρὰ σοῦ κλῆσιν πρός τι φέρειν τῶν ἀγαθῶν. ἐνόμιζον γὰρ, ὡς ὑποπεπτωκότας τινὰς καὶ θεραπευτικοὺς λόγους δι' ἐμοῦ μηνύσεις τῷ βασιλεῖ, ἐξ ὧν ἡμερωτέραν ἀπεργάσῃ καὶ πραεῖαν αὐτοῦ τὴν ψυχήν. τὸ δ' ἐναντίως ἔχει μᾶλλον ἢ αὐτὸς προσεδόκων. ὅθεν οὐδ' αὐτὸς ἄγγελος εἶναι βουλήσομαι τοιούτων, οὐδ' εἰς ὀργὴν ἐξάψαι μᾶλλον διὰ τούτων τοὺς τῶν βασιλέως θυμούς. οὐδὲ γὰρ οὐδ' ἀκοῇ παρειλήφαμεν ἄχρι καὶ νῦν τοὺς δεσπότας ὀμνύναι τοῖς δουλοῖς, τοὐναντίον δὲ μᾶλλον· ἢ εἰ τοῦτο γένοιτο, καὶ ὁ δεσπότης ὀφλήσει τοῖς ὑπηκόοις, ὅπερ ὄφλουσιν αὐτοὶ τοῖς δεσπόταις, ὅπερ ἀτοπίας οὐκ ἂν εἴη μακράν. ἐγὼ δὲ καὶ ἀπορίᾳ δεινῇ συνέχομαι, ἂν ὁ βασιλεὺς ἔρηται, ὅτου χάριν πρός σε ἀφῖγμαι, τίνα ἂν ἀπολογίαν εὐπρόσωπον ἀποδοίην. πρὸς ἐκεῖνον μὲν οὖν αἰτίαν τινὰ πλάσομαι τῆς ἀφίξεως, σοὶ δὲ παραινῶ καὶ προσέτι καὶ ἱκετεύω, μηκέτι μηδαμῶς περὶ τοιούτων λόγον κινεῖν. συνορῶ γὰρ αὐτὸς, ὡς εἰς κακὸν ἀνήκεστον τελευτήσει, ἂν εἰς ἀκοὴν ἔλθῃ τῷ βασιλεῖ.» «ἐμοὶ δὲ τοὐναντίον ἅπαν ἔπεισι καὶ νοεῖν καὶ λέγειν» ὁ νέος εἴρηκε βασιλεὺς «οὐ γὰρ κακῶν αἰτίους τουτουσὶ τοὺς λόγους, ἀλλὰ μυρίων ἀγαθῶν, ἄν περ ὡς αὐτὸς ἀξιῶ γένηται, νομίζω. ὅτι δὲ καὶ ἐπὶ τῶν προτέρων βασιλέων γεγένηται τοιαῦτά τινα, ἐγγύθεν παράσχομαι τὴν ἀπόδειξιν. ὁ γὰρ ἐμὸς πρόγονος, ὁ βασιλεὺς Μιχαὴλ, ἔτι τὴν ἰδιωτικὴν στέργων τύχην καὶ ὑπὸ χεῖρα τελῶν Ἰωάννῃ Βατάτζῃ τῷ βασιλεῖ, κίνδυνόν τινα ὑπονοήσας ἐς αὐτὸν ἥξειν ἐκ βασιλέως, ηὐτομόλησε πρὸς τὸν τῶν Περσῶν ἡγεμόνα Σουλτάν· εἶτ' ἐκεῖθεν πρὸς τὸν βασιλέα πέμψας πρεσβείαν, ὅρκους ἀπῄτει τὸν βασιλέα, ὡς τοῦ τε δρασμοῦ συγγνώσεται καὶ εἰς τοὐπιὸν οὐδὲν κατ' αὐτοῦ βουλεύσεται δυσχερές. ὁ βασιλεὺς δὲ ἄσμενός τε προσεδέξατο τὴν πρεσβείαν καὶ τοὺς ὅρκους ἐδίδου, δεσπότης ὢν, ὥσπερ ὁ ὑπὸ χεῖρα τελῶν ἠξίου. οὐκ αὐτὸς δὲ μόνον, ἀλλὰ καὶ πρὸ τούτου πολλοὶ ὠφελείας ἕνεκά τινος ὀμωμόκεισαν τοῖς ὑπηκόοις. πρὸς αὐτῆς δὲ τῆς ἀληθείας, εἴγε καὶ νῦν αὐτοὶ οὗτοι, περὶ ὦν ἐγὼ τοὺς ὅρκους ἀπαιτῶ, δείσαντες τὸν κίνδυνόν τινι προσχωρήσωσι τῶν παρακειμένων ἡμᾶς βαρβάρων, εἶτ' ἐκεῖθεν πέμψαντες ὅρκους ἀπαιτῶσι τὸν βασιλέα, ὥστε μὴ κακῶς παθεῖν αὖθις ἐπανελθόντες, οὐκ ἂν οἴει βουλήσεσθαι παρασχεῖν; ἐμοὶ μὲν δοκεῖ. ὃ τοίνυν ἐν ἑτέρῳ χρόνῳ γενήσεται, φαίης ἂν, δι' ἀνάγκην, γενέσθω κἀν τῷ παρόντι διὰ τὰ συμβησόμενα ἐκ τούτου πολλὰ ἀγαθά.» ἐπὶ τούτοις λογοθέτης ὁ μέγας τούς τε προτέρους λόγους ἀναλαβὼν καὶ πλείονας ἑτέρους συνείρας, καὶ πανταχόθεν ἀλυσιτελῆ καὶ ἀδύνατον τὴν αἴτησιν ἀποδείξας, καὶ πρὸς τὸ γενέσθαι τοιούτων ἄγγελος παντελῶς ἀνανεύσας, ἀπῆλθεν. ἔφασκε δ' ἐν ὑστέροις χρόνοις, εἰρήνης γενομένης, ὁ πρεσβύτερος βασιλεὺς, ὡς, εἰ περὶ τῶν ὅρκων αὐτῷ ἀπηγγέλθη, ὀμωμόκει τε ἂν καὶ οὐδὲν ἐτολμήθη τῶν τετολμημένων· διὸ καὶ τὴν αἰτίαν ἅπασαν τοῦ πολέμου εἰς λογοθέτην ἀνετίθει τὸν μέγαν. τοῖς φίλοις δ' εὐθὺς αὐτῷ παραγενομένοις ἅ τε εἴρηκε καὶ ὧν ἔτυχεν ἀποκρίσεων διηγησάμενος ὁ νέος βασιλεὺς καὶ τέλος τοῦτο ἐπιφθεγξάμενος, «θεοῦ δὲ τίς ἔγνω βουλήν τε νόον τε;» ἔτι μέχρι τινὸς ἐκέλευε τῇ μεγαλοψυχίᾳ προσκαρτερεῖν· «ἡ σήμερον γὰρ ἐκδιδάξει τι τῶν ἀγνοουμένων. προθεσμία γὰρ οὖσα τῆς πρὸς τὸν βασιλέα τοῦ μεγάλου δομεστίκου ἀπολογίας, δι' αὐτῆς τῆς ἀπολογίας πρὸς τὸ τί χρὴ βουλεύεσθαι καὶ δρᾷν ὁδηγήσει.» Οὗτοι μὲν οὖν τοιαῦτα βουλευσάμενοι διελέλυντο. πρὸς δὲ τὸν μέγαν δομέστικον ὁ χθὲς ἄγγελος ἀφικνεῖται πρὸς βασιλέως, ἀπαιτῶν τὴν ἀπολογίαν. ἐποιήσατο δὲ τοιαύτην· «ἐμοὶ, κράτιστε βασιλεῦ, τῆς εὐμενείας τῆς σῆς πολλὰς ἔχοντι τὰς ἀποδείξεις, ὥσπερ ἔφην, ἔτι καὶ τὸ νῦν τοῦτο πλείους καὶ μείζους πείθει τὰς χάριτας ὁμολογεῖν· ἐπὶ πάσαις δὴ ταύταις καὶ ταύτης αἰτῶ τυχεῖν τῆς εὐεργεσίας, ἐλάττονος οὐδαμῶς ἐμοὶ τῶν ἄλλων νομιζομένης, τὸ μὴ πρὸς Πελοπόννησον ἀπελθεῖν· οὐκ ὄκνῳ εἴκων, ἢ τὴν ἀρχὴν ἥττω τῆς ἐμῆς ἀξίας νομίζων, ἀλλ' ὡς ἐκεῖ τοῦ ἐμοῦ πατρὸς τετελευτηκότος, οὐκ ἂν οἴσων τοῖς χωρίοις ἐκείνοις ἐνδιατρίβειν. οἶσθα γὰρ αὐτὸς ἐμοῦ βέλτιον, ὦ βασιλεῦ, ὡς ἔτος ἓν ἐπὶ τοῖς εἴκοσι γεγενημένος τῆς ἡλικίας οὑμὸς πατὴρ, ὅτε παρὰ σοῦ πρὸς τὴν ἀρχὴν ἐξεπέμφθη Πελοποννήσου, ὀκτὼ τοὺς ἐφεξῆς ἐπὶ τούτοις ἐνδιατρίψας, τὸν βίον ἐτελεύτησεν ἐκεῖ· οὗ δὴ χάριν καὶ πρὸς τὴν μνήμην μόνην ἀηδῶς διάκειμαι Πελοποννήσου, πολλὰ καὶ τῆς μητρὸς πολλάκις πρὸς ἐμὲ διειλεγμένης, ὡς οὐκ ἂν αὐτῇ γένοιτο καθ' ἡδονὴν ἐμὲ τῆς χώρας ἐκείνης, ἣ τοιούτου πατρὸς ἀπέδειξεν ὀρφανὸν, ἄρξαι. διὰ ταῦτα συγγνώμης αἰτῶ τυχεῖν, ἐκεῖ μὴ βουλόμενος ἀπελθεῖν.» τοῦτο δ' ἦν σκῆψις, οὐκ ἀληθὴς αἰτία τοῦ τὴν ἀρχὴν τῆς Πέλοπος διωθεῖσθαι. τούτων ἀκούσας ὁ βασιλεὺς καὶ πράως εἰς αὐτὸν ἀποσκώψας, ὡς οὐκ ἀνδρὸς συνετοῦ κεχρημένον λόγοις, οὐδ' ἀνδράσι πρέποντα φόβον πεφοβημένον, διὰ τὴν τοῦ πατρὸς τελευτὴν τὸ χωρίον ὀῤῥωδοῦντα, διὰ τοῦ αὐτοῦ πάλιν ἀντιμηνύει, ὡς, «ἦν μὲν ἂν βέλτιον μηδὲν ἀντιλέγοντα, τὸ προσταττόμενον εὐθὺς ἐκπληροῦν. ἐπεὶ δ' ἔστι σοί τις πρόφασις ἐν τῇ Πελοποννήσῳ, οὐκ ἀναγκαία μὲν, ἔστι δ' οὖν ὅμως, ἐκείνης μὲν ἀφείθης τῆς λειτουργίας, πρὸς Θετταλίαν δὲ ἀπελθεῖν ἐπιτάττω καὶ ταύτης ἐπιτροπεῦσαι, τῶν προσοίκων Κατελάνων ἐπικειμένων αὐτῇ καὶ δεινῶς πιεζόντων, καὶ διὰ τοῦτο δεομένην ἐπικουρίας καὶ δεινοῦ καὶ σώφρονος στρατηγοῦ.» ἐπὶ τούτοις ὁ μέγας δομέστικος οὐδὲν ἀντιλέγειν ἔχων, ὑπεδέξατο μὲν δῆθεν τὴν ἐγχειριζομένην ἀρχήν· πλὴν ὡς ἑρμαίου τινὸς λαβόμενος τοῦ λόγου τοῦ βασιλέως, ὅτι δὴ παρὰ Κατελάνων ἡ Θετταλῶν πιέζοιτο, καὶ διὰ τοῦτο συχνῆς πρὸς ἐπικουρίαν δεῖται χειρὸς, πάλιν ἀντεμήνυσεν, ὡς πρὸς Θετταλίαν μὲν ἀπελεύσεται καθὰ προσετάχθη, δέον δὲ σκεψάμενον ἃ λυσιτελεῖν νομίζοι καὶ πρὸς ἄμυναν τῶν πολεμίων καὶ πρὸς ἀσφάλειαν τῆς ἀρχῆς, ταῦτ' αἰτήσαντα παρὰ βασιλέως λαβεῖν· τοῦτο θέμενος ἐπὶ νοῦν, ὡς ἢ πρὸς τὴν δυσχέρειαν τῶν ζητημάτων ἰλιγγιάσας ὁ βασιλεὺς ἀφέξεται τοῦ πέμπειν ἐκεῖσε, ἢ, τό γε δεύτερον, πολλοῦ πρὸς τὴν παρασκευὴν τριβομένου χρόνου, ἐξέσται καὶ βασιλεῖ συντυχεῖν τῷ νέῳ, καὶ περὶ τοῦ τί χρὴ πράττειν συνδιασκέψασθαι, οὕτως εἰς στενὸν κομιδῇ τῶν πραγμάτων συνωθούντων. τοῦ πρεσβυτέρου δὲ βασιλέως ἃ βούλοιτο αἰτεῖν κελεύσαντος, καὶ τοῦ μεγάλου δομεστίκου διὰ γραμμάτων ὧν δέοιτο δηλώσαντος βασιλεῖ, ταῦτα δ' ἦν ἀξιόμαχός τε στρατιὰ καὶ χρήματα εἰς τροφὴν ἀρκέσοντα τοῖς στρατιώταις, πρὸς οὐδὲ ἓν τῶν ζητημάτων ἀνένευεν ὁ βασιλεὺς, ἀλλ' εὐθὺς ἐκέλευε πάντα πρὸς πέρας ἀγαγεῖν. ἐπιταχύνοντος δὲ τῷ μεγάλῳ δομεστίκῳ τὴν ἔξοδον βασιλέως καὶ οὐδ' ἀναπνεῖν ἀνιέντος, ὁ μὲν μετὰ πέμπτην ἡμέραν ὑπέσχετο ἐξελθεῖν· ἦν δ' αὕτη δευτέρα τῆς παρ' ἡμῖν μεγάλης ἑβδομάδος ὠνομασμένης· βασιλεὺς δὲ ἡσύχασεν ἀρκεσθείς. τῆς αὐτῆς δὲ ἡμέρας καὶ πρὸς πρωτοστράτορα παρὰ βασιλέως ἀφῖκτο πρόσταγμα πρὸς τὴν ἐπαρχίαν Πριλλάπου, ἧς καὶ πρότερον ἦρχε, πάλιν ἐπιτροπεύσοντα ἀπελθεῖν. ὁ δὲ, τὸ ἐπίταγμα τοῦ βασιλέως ἐπαγγειλάμενος ἐκπληρώσειν, καὶ προθεσμίαν αἰτηθεὶς τῆς ἐξόδου, τῆς αὐτῆς μεγάλης ἑβδομάδος ἐπηγγείλατο τὴν ἕκτην. πρὸς μὲν δὴ τὸν πρεσβύτερον τῶν βασιλέων τοιαῦτα εἶπόν τε καὶ ἐπηγγείλαντο.

ιηʹ. Εἰς ταὐτὸν δὲ συνελθόντες τῷ νέῳ, καὶ πάντα διηγησάμενοι τὰ συμπεσόντα, οὐκέτι μένειν ἐδόκει, ἀλλὰ παρασκευασαμένους ἐξελθεῖν Βυζαντίου. γράφουσι δὴ καὶ Συργιάννῃ, παρασκευασάμενον ἅμα τῇ ὑπ' αὐτὸν στρατιᾷ τῇ ἑορτῇ τοῦ πάσχα ἐγγὺς εὑρεθῆναι διατρίβοντα Βυζαντίου· τότε γὰρ καὶ αὐτοῖς ἐδέδοκτο ἐξελθεῖν. οὗτοι μὲν οὖν παρεσκευάζοντο πρὸς τὴν ἔξοδον. τῆς μεγάλης δὲ καταλαβούσης δευτέρας, καθ' ἣν ὁ μέγας δομέστικος τῆς πόλεως ἐπηγγείλατο ἐξελθεῖν, ἠναγκάζετο μὲν παρὰ τῶν εἰς τοῦτο τεταγμένων τὴν ὑπόσχεσιν ἐκπληροῦν· ὁ δ' αἰτίας τινὰς πλασάμενος, τὴν ἔξοδον ἀνεβάλλετο. τῇ δ' ἐπιούσῃ μηνύεται παρὰ βασιλέως ὡς τάχιστα ἐξελθεῖν· ὁ δ' ἀπεκρίνατο μὴ πρότερον δύνασθαι, πρὶν ἂν τὰ χρήματα δοθῇ πρὸς αὐτὸν, οἷς ἂν πρός τε τὸ μισθοφορικὸν χρήσηται τῆς στρατιᾶς καὶ πρὸς τὰς τῶν πολιχνίων τῶν ἐν Θετταλίᾳ φρουράς. εἰ γὰρ τοῦτο γένοιτο, μηδεμίαν ἀναβολὴν ἔτ' εἶναι πρὸς τὸ τειχῶν ἔξω τῶν Βυζαντίων εἰς τὴν ἐπιοῦσαν ὀφθῆναι. τὰ μὲν οὖν χρήματα, βασιλέως προστάξαντος, αὐθημερὸν παρέσχον οἱ τῶν βασιλικῶν χρημάτων ταμίαι, μυριάδας ὄντα χρυσίου πέντε· ἃ καὶ παραλαβόντες οἱ τοῦ μεγάλου δομεστίκου ταμίαι, πάλιν εἴασαν πρὸς τῷ βασιλικῷ ταμείῳ φρουρεῖσθαι, οὕτω προστεταγμένον αὐτοῖς παρὰ τοῦ δεσπότου, προσθέντες αἰτίαν τῆς καταλείψεως, ὡς ἓν τῶν ξυστρατεύειν τάγμα τῷ μεγάλῳ προστεταγμένων δομεστίκῳ, ἐκ στρατείας ἑτέρας ἐπανῆκον ἄρτι καὶ δεόμενον μικρὰ ταῖς οἰκίαις προσδιατρίψαι, ἐπεὶ πολλὰ καταναγκάσας ὁ στρατηγὸς οὐκ ἠδυνήθη τῶν οἰκιῶν ἐξελάσαι ἄλλον ἄλλοσε διαδιδράσκοντας, συνεχώρησε καὶ ἄκων τὴν τοῦ πάσχα ἑορτὴν οἴκοι διατρίψαντας, μετ' αὐτὴν εὐθὺς ἔχεσθαι τῆς ὁδοῦ· οὓς δεῖ καὶ τὰ χρήματα μεθ' ἑαυτῶν ἔχοντας πρὸς τὸν στρατηγὸν ἀφικέσθαι. τὸ δ' ἦν πρόφασις πεπλασμένη· κατελέλειπτο δὲ τὰ χρήματα, ἅμα μὲν ὅπως εἴη πρόφασις εὐπρεπὴς τοῦ περὶ τὸ Βυζάντιον διατρίβειν, διέτριψε γὰρ μετὰ τὴν ἔξοδον ἡμέρας πέντε περὶ αὐτὸ, τὴν τοῦ νέου βασιλέως ἄφιξιν ἐκδεχόμενος, ἅμα δὲ καὶ ἀγεννὲς καὶ μηδαμῶς αὐτῷ προσῆκον χρημάτων ἡσσῆσθαι δοκεῖν νομίζων, ὡς ἀπάτῃ καὶ κλοπῇ σχεδὸν ἀφαιρούμενος βασιλέως· ὃ μάλιστα αὐτῷ πρὸς τὴν εὔκλειαν καὶ τὴν εὐδοξίαν τὸν εἰσέπειτα χρόνον πάντα οὐκ ὀλίγα λυμανεῖσθαι ᾤετο. ὃ δὴ καὶ πολλοῖς τῶν περὶ χρήματα ἡττημένων ἔδοξεν ὑπερφυὲς, τὸ τοσούτων χρημάτων, καὶ οὕτως ἐν ἐπικαίρῳ τῆς χρείας, ῥᾳδίως ὡς οὐδενῶν καταφρονῆσαι, ἐξὸν, εἴπερ ἐβούλετο, σὺν ῥᾳστώνῃ πάσῃ λαβεῖν. ὁ μὲν οὖν μέγας δομέστικος τῇ τετάρτῃ τῆς μεγάλης ἑβδομάδος ἐξῆλθε τῆς Κωνσταντίνου καὶ διέτριβε περὶ αὐτὴν, τοὺς στρατιώτας ἐκδεχόμενος καὶ τὰ χρήματα δῆθεν. κατὰ δὲ τὴν ἕκτην τῆς αὐτῆς καὶ ὁ πρωτοστράτωρ ἠνάγκαστο ἐξιέναι· οὐ μὴν ἐξῆλθεν, ἀλλὰ τό, τε ἀπαράσκευον αἰτιώμενος καὶ ἄλλας τινὰς αἰτίας συνείρων, ἐπηγγείλατο μετὰ τρίτην ἡμέραν καὶ αὐτὸς ἐξελθεῖν. τῇ δ' αὐτῇ τῆς μεγάλης ἑβδομάδος ἕκτῃ εὕρητο πρὸς τῇ κλίνῃ βασιλέως τοῦ νέου βιβλίον, τάδε ἔχον γεγραμμένα· ὡς, «ὁ μὲν γράψας ὁποῖος ἂν εἴη τις ἢ ὅ, τι ὀνομάζοιτο, οὐκ ἂν μάθοις ἐν τῷ παρόντι· λέγω μέντοι πρὸς ἀλήθειαν ὡς σήμερον ἐκπληροῦται τὸ εἰρημένον τό· ἐλήλυθεν ἡ ὥρα, ἵνα σκορπισθῆτε ἕκαστος καὶ ἐμὲ μόνον ἀφῆτε· συνετὸς δ' ὢν, οὐκ ἀγνοήσεις τὰ λεγόμενα δήπου.» ὃ μὲν οὖν ἐνόει τὸ γράμμα, τοῦτ' ἦν, ὅπερ καὶ αὐτὸς ἐστοχάζετο βασιλεὺς, ὡς ὁ τῶν περὶ αὐτὸν διασκεδασμὸς οὐδενὸς ἑτέρου χάριν, ἢ ὅπως αὐτὸς γένηται εὐεπιχείρητος, εἴη. τὸν μέντοι γεγραφότα καὶ ὕστερον ἐν τοῖς τῆς εἰρήνης καιροῖς πολλὰ ζητήσας ὁ βασιλεὺς, οὐκ ἔσχεν εὑρεῖν· ἐνομίσθη δ' ἐν τῷ μεταξὺ χρόνῳ ἀποθανεῖν. ἀλλὰ ταῦτα μὲν ὧδέ πῃ ἔσχεν. τοῦ δ' αὐτοῦ ἦρος, ἐννάτην ἄγοντος Ἀπριλλίου πρὸς ταῖς δέκα, ἰνδίκτου τετάρτης τοῦ ἐννάτου καὶ εἰκοστοῦ πρὸς τοῖς ὀκτακοσίοις καὶ ἑξακισχιλίοις ἔτους, μετὰ μέσας νύκτας, τοῦ πρὸς τὴν δευτέραν τῆς νέας ἑβδομάδος ἀνίσχοντος ἡλίου, τὰς πρὸς τὴν Γυρολίμνην λεγομένας ὑπανοίξας πύλας, ὡς πρὸς θήραν δῆθεν ὁ νέος ἐξῆλθε βασιλεὺς, ὀλίγους τινὰς τῶν οἰκετῶν ἐπαγόμενος, κύνας τε καὶ ὄρνεις ἠσκημένους θηρᾷν. ἦν δ' ἐξ ἔθους αὐτῷ τοῦτο ποιεῖν ὅτε βούλοιτο, καὶ διὰ τοῦτ' αἴσθησιν οὐδεμίαν οὐδὲ ταραχὴν ὁ δρασμὸς παρεῖχε. τοὺς δέ γε πλείους τῶν οἰκετῶν καὶ τῶν φίλων αὐταῖς σκευαῖς τῇ πρὸ τῆς δευτέρας διεσκεδασμένους κατὰ πάσας τὰς τῆς πόλεως πύλας ἐκέλευσεν ἐξελθόντας, ἐν ὡρισμένῳ τινὶ χωρίῳ συναθροιζομένους περιμένειν. οὗ δὴ καὶ γενόμενος καὶ τοῖς οἰκείοις συμμίξας, τῆς εἰς τὴν Ἀδριανοῦ πόλιν φερούσης εἴχετο, συνόντος καὶ πρωτοστράτορος. γενόμενος δὲ πρὸς τὸν Μέλανα καλούμενον ποταμὸν καὶ ἵππων πολλῶν ἀγέλας παρ' αὐτῷ νεμομένας εὑρών· ἦσαν δ' ἵπποι τῆς ἱδρυμένης ἐν Βυζαντίῳ στρατιᾶς καὶ τῶν ἄλλων συγκλητικῶν καὶ πολιτικῶν· οὐδὲν ἠθέλησεν ἀδικῆσαι, ἀλλὰ τοῖς τε συνεπομένοις ἀπεῖπε νεωτερίζειν μηδὲν, καὶ τοῖς ἱπποφορβοῖς ἐκέλευσε τοὺς ἵππους λαβόντας πρὸς τὴν πόλιν χωρεῖν, μὴ ταραχῆς τινος γενομένης διαρπασθῶσιν. ἐφεξῆς δὲ συνελθὼν καὶ τῷ μεγάλῳ δομεστίκῳ καὶ Συργιάννῃ, ὡς εἶχον ἤνυον τὴν ὁδόν· καὶ μετὰ μέσην τῆς μετὰ τὴν δευτέραν ἡμέρας, εἰς τὴν Ἀδριανοῦ φθάσαντες εἰσεληλύθασιν, ἡδέως ὑποδεξαμένων τῶν οἰκούντων τὴν πόλιν, καὶ τῶν κρειττόνων τινὸς τὴν βασιλέως οἰηθέντων ἐπιδημίαν. ὁ μέντοι πρεσβύτερος βασιλεὺς τὸν τοῦ ἐγγόνου δρασμὸν γνωρίσας, διασέσειστο μὲν ἐπ' ὀλίγον τοὺς λογισμοὺς, εἶτ' ἀναλαβὼν ἑαυτὸν, καὶ οὐ μέγα ἔργον ἡγησάμενος τὸ τὸν ἔγγονον χειρώσασθαι, ἅτε καὶ στρατιᾶς καὶ τῆς ἀρχῆς ἁπάσης ὑφ' αὑτῷ οὔσης, ἕνα τῶν συγκλητικῶν Μανουὴλ Τάγαριν τὸν μέγαν στρατοπεδάρχην, γένους μὲν ὡρμημένον ἐκ φαύλου καὶ ἀφανοῦς, ἀνδρίᾳ δὲ καὶ τόλμῃ τῇ περὶ τὰς μάχας ἐπὶ πλεῖστον δόξης αὐτὸν ἀφ' ἑαυτοῦ προελθόντα, ἐν γὰρ Φιλαδελφείᾳ τῇ κατὰ Λυδίαν πολλὰ καὶ χειρὸς καὶ τόλμης καὶ στρατηγικῆς ἐμπειρίας κατὰ Περσῶν ἐνεδείξατο ἔργα, ὡς ἐκ τούτων θαυμασθέντα καὶ γάμου τυχεῖν ἐπιφανοῦς· τῇ γὰρ ἀνεψιᾷ συνέζευκτο βασιλέως Θεοδώρᾳ τῇ Ἀσανίνῃ· τοῦτον δὴ μετακαλεσάμενος ὁ βασιλεὺς, «ὁ ἐμὸς ἔγγονος» ἔφη «νυκτὸς ᾤχετο ἀποδρὰς τῆς πόλεως ταυτησίν. ὅπου μὲν οὖν ἂν διατρίβῃ, οὐκ ἔστιν εἰδέναι σαφῶς· τοῦτο δὲ πέπεισμαι ἀκριβῶς, ὡς ὀλίγων ἀχθήσεται δεσμώτης ἡμερῶν εἴσω. τὸ δὲ νῦν ἔχον αὐτὸς ἀναλαβὼν στρατιὰν ὅσην οἴει πρὸς τὸ ἔργον ἀρκέσειν, ἐπιστράτευσον αὐτοῖς καταπόδας· κἂν μόνον ἐγγένηται συντυχεῖν, οὐδὲν λοιπὸν ἢ δοριαλώτους ὑποστρέψαι λαβόντα πάντας· ἐκείνοις γὰρ οὐχ ὅτι ἀμύνασθαι, ἀλλ' οὐδ' ἀντιβλέψαι ἄν ποτε παρασταίη.» ὁ Τάγαρις μέντοι, συνετὸς ὢν καὶ πρὸς μάχας ἐξησκημένος· «σοὶ μὲν, ὦ κράτιστε βασιλεῦ,» ἔφη «τῶν ὀλίγου πόνου δεομένων ἔργων εἶναι δοκεῖ τὸ τὸν σὸν ἔγγονον ἀχθῆναι συλληφθέντα δεσμώτην, ἐμοὶ δὲ τοὐναντίον ἅπαν. βούλομαι δὴ ἐμὲ ψεύσασθαι, καὶ μὴ σὲ τῆς ἐλπίδος, ὦ βασιλεῦ. τοῦτο μὲν οὖν ὁποῖον ἄν ποτε ἀποβαίη, αὐτό, φασι, δείξει. ἐπεὶ δ' ἐπέταξας στρατιὰν ἀναλαβόντα καταδιώκειν αὐτοὺς, ὡς, ἂν ἐγγένηται συντυχεῖν, οὐ μόνον οὐκ ἀμυνουμένων, ἀλλ' οὐδ' ἀντιβλέψαι τολμησόντων· ὡς ἔχω καὶ περὶ τούτων γνώμης, ἐρῶ. τὸν ἀριθμὸν τῆς παρούσης ἐνταυθοῖ στρατιᾶς, οὐ μὴν ἀλλὰ καὶ τὴν ἐμπειρίαν καὶ τόλμαν ὁ σὸς ἔγγονος καὶ οἱ περὶ αὐτὸν σαφῶς εἰδότες, οὐκ ἂν ἐτόλμησαν τραπέσθαι πρὸς τὴν φυγὴν, εἰ μὴ πρότερον ἐπ' ἄκροις δόρασιν ἐξαρτήσαντες τὴν ζωὴν, οὕτω παρέθηξαν ἑαυτοὺς, ὡς πᾶσιν, οἳ ἂν ἐπίωσιν, ἀμυνούμενοι μέχρι τοῦ πεσεῖν. ἴσασι γὰρ σαφῶς ὡς, ἂν ἁλῶσιν, ἥκιστα τοῦ ἀποθανεῖν πείσονται μετριώτερα. διόπερ ὡς τεθνηξόμενοι μαχοῦνται καὶ ὑπὲρ δύναμιν, ἀφειδοῦντες ἑαυτῶν. θανατῶσιν οὖν ἀνθρώποις ἐξ ἴσου τοῦ ἀριθμοῦ συμπλέκεσθαί τινα, οὐδὲ πόῤῥω μανίας δόξειεν ἄν. ἐπὶ γὰρ τῶν τοιούτων τοὺς ἀντιτεταγμένους καὶ τῷ πλήθει πολλῷ τῷ μέτρῳ χρεὼν ὑπερέχειν, καὶ ταῖς προθυμίαις ἴσους εἶναι· ἃ δὴ καὶ ἀμφότερα ἡμῖν ἐν ἀμφιβόλῳ κεῖται. τῶν τε γὰρ συνόντων αὐτοῖς οὐκ ἴσμεν τὸ πλῆθος, καὶ τῶν ὑφ' ἡμῖν τεταγμένων, ὁποτέροις πρόσκεινται τὰς γνώμας, ἀγνοοῦμεν. ἄλλως τε καὶ περὶ μέσας νύκτας αὐτῶν ἐξελθόντων, ὡς παρὰ τῶν φυλάκων τῶν πυλῶν ἐξεγένετο μαθεῖν, ἡμῶν δ' οὐ μέχρι βαθείας ἑσπέρας δυνησομένων ἂν πρὸς τὴν δίωξιν καταστῆναι, ἐκείνοις μὲν τὸ ἐν ἀσφαλείᾳ περιστήσεται εἶναι, ἡμῖν δὲ τὸ ἀνεφίκτοις ἐπιχειρεῖν· καὶ δυοῖν ἕτερον συμβήσεται, ἢ ὑστερήσαντας ἀπράκτους ἐπανελθεῖν, ὃ καὶ αὐτὸ σημεῖον ἂν ἥττης εἴη, ἢ καταλαβόντας, ἡττηθέντας πεσεῖν. τούτων δὴ ἕνεκα οὐ καταδιώκειν ἐξ ἐφόδου, ἀλλ' ἕτερόν τινα τρόπον πρὸς αὐτοὺς πολεμητέον εἶναί μοι δοκεῖ.»

ιθʹ. Τούτοις τοῖς λόγοις καὶ τῶν παρόντων συνειπόντων συγκλητικῶν, ὁ βασιλεὺς τῆς μὲν πρὸς τὴν δίωξιν βουλῆς ἀπέστη, ὀμνύναι δ' ἐκέλευσε πάντας τοὺς ὑπ' αὐτὸν, ὡς οὐδεὶς ἂν ἕλοιτο τὰ Παλαιολόγου τοῦ Ἀνδρονίκου, οὕτω γὰρ προσετέτακτο μηκέτι βασιλέα κατονομάζειν, ἀλλὰ πολέμιον ἡγεῖσθαι ὡς τοῦ βασιλέως ἀφεστηκότα. οἱ ὅρκοι μὲν οὖν ἐτελοῦντο, ἤνυον δὲ πλέον οὐδέν. οὐ μόνον γὰρ ἐκ Βυζαντίου καὶ τῆς συγκλήτου καὶ τῆς στρατιᾶς ὁσημέραι πολλοὶ πρὸς τὸν νέον Ἀνδρόνικον ἠυτομόλουν, ἀλλὰ καὶ ἐκ τῶν ἄλλων ἐπαρχιῶν τε καὶ πόλεων τῶν ὑπηκόων Ρωμαίοις συνέῤῥεον κατὰ συστάσεις, ὡς ἐν ὀλίγῳ περὶ αὐτὸν στρατιὰν ἀξιόμαχον ἀθροισθῆναι. ἐγένοντο μέντοι πρὸς τὸν νεωτερισμὸν ἁρπαγαὶ καὶ φθοραὶ πραγμάτων οὐχὶ συχναί. τούς τε γὰρ πράττοντας τοὺς δημοσίους φόρους ἀπεστέρησαν τῶν ὄντων οἱ προστυχόντες, εἰ μή που καὶ αὐτοὶ προαισθόμενοι κατέκρυψαν ἐν ἀσφαλεῖ· καὶ αὐτοὶ δὲ πολλὰ ἑαυτοῖς περιεποιήσαντο ἀποστερήσαντες βασιλέα, ὡς δῆθεν ἀφῃρημένοι παρὰ τῶν προστυχόντων· καὶ εἴ τις πρός τινα τῶν τῷ πρεσβυτέρῳ βασιλεῖ προσκειμένων διαφορὰν ἔχων ἰδίων ἕνεκα ἐγκλημάτων, ἠμύνατο, τοῦ καιροῦ συμμαχοῦντος, εἰς ἁρπαγὴν καρπῶν καὶ βοῶν καὶ προβάτων περιστήσαντες τὴν ζημίαν. ὁ δὲ πρεσβύτερος βασιλεὺς, ὡς ἐναντίως ἢ αὐτὸς προσεδόκα τὰ πράγματα ἐχώρει, συναγαγὼν τοὺς ἐν τῇ Κωνσταντίνου τότε διατρίβοντας ἀρχιερέας, ὁ πατριάρχης γὰρ Γεράσιμος ἔφθασε τελευτήσας ἐν ᾗ νυκτὶ καὶ ὁ νέος βασιλεὺς ἐξῆλθε τοῦ Βυζαντίου, καὶ διαλεχθεὶς αὐτοῖς ἃ ἐδόκει δίκαια εἶναι, πείθει χωρισμὸν ἀπὸ θεοῦ ἐκφωνῆσαι κατὰ παντὸς ἀνθρώπου τοῦ τε νῦν τῷ ἐγγόνῳ συνόντος τοῦ τ' ἐσομένου. ὡς δὲ μηδὲ τοῦτ' ἐπισχεῖν ἠδυνήθη τὰς τῶν ἀφισταμένων ὁρμὰς, δείσας ὁ πρεσβύτερος βασιλεὺς, μὴ καὶ εἰς πέρας ἀφίκηται τὰ πράγματα κακὸν, οὕτως ἐναντίως ἢ αὐτὸς προσεδόκησε χωροῦντα, τὸν Φιλαδελφείας Θεόληπτον καὶ τὸν τοῦ κοιτῶνος προκαθήμενον, Καλλικρηνίτην, πρέσβεις πρὸς τὸν ἔγγονον ἀποστείλας, πρὸς ξυμβάσεις ἐχώρει, ἐπαγγειλάμενος, ὡς ὅπερ ἂν ὁ ἔγγονος ἐθέλοι γράμμασι δηλώσας, αὐτὸς ἂν εἰς πέρας ἀγάγοι. οἱ μὲν οὖν πρέσβεις εἰς Ἀδριανοῦ πόλιν ἐλθόντες, ἐπεὶ καὶ βασιλεὺς ὁ νέος ἔτυχε πρὸ τῆς πόλεως ἐπισκεπτόμενος τὴν στρατιὰν, προσῄεσαν ὡς προσκυνήσοντες καὶ τὰ τῆς πρεσβείας ἀπαγγελοῦντες. τὸ δὲ πλῆθος περιστάντες αὐτοὺς γυμνοῖς τοῖς ξίφεσιν, ὡς ἐπύθοντο ὑπὲρ εἰρήνης ἀφιγμένους, ἐκέλευον ἀλλήλοις ἀποκτιννύναι. ὁ μὲν οὖν Καλλικρηνίτης τῷ δέει κατασεισθεὶς τὴν ψυχὴν, τοῦ ἵππου τε ἀπεπήδησε, καὶ ἀμφοτέραις περισχὼν τὸν βασιλέως πόδα, ἵστατο περιδεὴς, ὅσον οὔπω νομίζων ἀποθανεῖσθαι· ὁ Φιλαδελφείας δὲ, ὥσπερ δι' ἀψύχων τινῶν παριὼν καὶ ψόφων κενῶν ἀκούων, ἀκατάπληκτος ἦν πρὸς πᾶν ὁτιοῦν. ἰδὼν δὲ τὸν Καλλικρηνίτην ὥσπερ ἀποτεθνηκότα τῷ δέει, «οὐ δέον» εἶπεν «ὦ θαυμάσιε σὺ, οὕτω κατάκρας πρὸς τὸν θάνατον κατεπτηχέναι, μέλλοντας, εἰ μὴ νῦν, ἀλλ' οὖν ὕστερόν ποτε ἀποθανεῖσθαι. εἰ οὖν τοῦτο πᾶσα ἀνάγκη, βέλτιον, ὅτε καὶ πρόφασίς τινος κέρδους, ἢ ὅτε μή. τούτου δ' οὕτως ἔχοντος, ποία πρόφασις εὐλογωτέρα, ἢ ὑπὲρ εἰρήνης πρεσβεύοντας τελευτῆσαι;» εἶτ' ἐπιστραφεὶς πρὸς τὸν μέγαν δομέστικον καὶ Συργιάννην καὶ πρωτοστράτορα, οὗτοι γὰρ αὐτὸν περιέστησαν, ὅπως μή τι περὶ αὐτὸν τολμηθῇ, «εἰ μὲν ἔξεστιν ὑμῖν» ἔφη «τοὺς ἀνοήτους τουτουσὶ καὶ θρασεῖς καταστέλλειν, πράττετε ἃ προσήκει· εἰ δ' οὖν, ἀλλ' οὗτοί γε δρώντων ἃ προθυμοῦνται. πάντως οὐδὲν ἂν εἴη τῶν ἀβουλήτων θεῷ.» ἐπὶ τούτοις ὁ ἀνὴρ ἐθαυμάζετο τῆς μεγαλοψυχίας ἕνεκα, καὶ καρτερίας πρὸς τὰ δεινά. μέχρι μὲν οὖν τινος βοή τις θορυβώδης ἐξηχεῖτο διὰ τοῦ πλήθους· εἶτα κατεσταλμένης, ὁ βασιλεὺς τοὺς πρέσβεις ἰδίᾳ παραλαβὼν, καὶ περὶ ὧν ἥκουσιν ἐκμαθὼν, ἀντεμήνυσε δι' αὐτῶν τῷ βασιλεῖ καὶ πάππῳ τοιάδε· «τὸ καταπίπτειν ἐν τοῖς δεινοῖς καὶ ἀγεννῆ τινα καὶ πράττειν καὶ φθέγγεσθαι, φαύλων τινῶν καὶ μικροψύχων καὶ αὐτὸς εἶναι κρίνων, τὸ δ' ἐν ταῖς εὐτυχίαις φυσᾶσθαι καὶ μεῖζον ἢ προσήκει φρονεῖν, ἀμαθῶν καὶ θρασέων, ὁμοίους δὲ ἔν τε τοῖς δεινοῖς εἶναι καὶ τοῖς ἐναντίοις, ἀνδρείων καὶ νοῦν ἐχόντων, οὔθ' ὅτ' ἐδικαζόμην παρὰ σοὶ κριτῇ, βασιλεῦ, δειλίᾳ τινὶ ληφθεὶς ἔλεγον ἅπερ εἶπον, ὑποκρινόμενος τὴν ἀλήθειαν, οὔτε νῦν, ὅτ' ἐν τῷ ἀσφαλεῖ δοκῶ καθεστάναι, ἕτερα φθέγξομαι τῶν προτέρων, ἀλλ' ἐπὶ μάρτυρι πάλιν φθέγγομαι τῷ θεῷ, ὡς οὐδὲν ἐμαυτῷ σύνοιδα τῶν ἐγκαλουμένων, οὐδέ τι τοιοῦτον ἡμαρτηκότι, ὥστ' εἰς τοσαύτην ὑπερβολὴν ὀργῆς τὴν σὴν γαληνότητα ἐρεθίσαι. τὸ μὲν οὖν εἰς διαλλαγὰς χωρῆσαι καὶ τὴν πατρικὴν εὐμένειαν αὖθις ἀνακαλέσασθαι, εὐχῆς ἔργον ἐμοί. νῦν δὲ ἀδυνάτου φαινομένου τοῦ εἰπεῖν τι καίριον ἢ καταπράξασθαι διὰ τὴν ἀταξίαν τῆς στρατιᾶς πολλήν τινα γεγενημένην, ὡς ἀπὸ τῶν πρέσβεων μαθήσῃ, κατ' ἐμαυτὸν διασκεψάμενος, ἐπεὶ καὶ τὴν σὴν βούλησιν ἐπυθόμην, ταῦτα καταπράξομαι, ἅπερ ἂν ἥδιστα καὶ αὐτῷ σοὶ φανείη.» τοῖς μὲν δὴ πρέσβεσι τοιαῦτα διαλεχθεὶς ὁ βασιλεὺς, καὶ χρησταῖς ἐλπίσι μετεωρίσας, ἐς Βυζάντιον ἐκέλευεν ἀναστρέφειν. οἳ δὴ καὶ ἀφικόμενοι πρὸς βασιλέα, καὶ τήν τε τῆς στρατιᾶς ὑπὲρ τοῦ νέου βασιλέως σπουδήν τε καὶ προθυμίαν, καὶ τὴν κατ' αὐτῶν ὁρμὴν καὶ μανίαν ἀπηγγελκότες, οὐκ ὀλίγην ἐνεποίησαν ταραχήν· εἶτ' αὖθις καὶ τοῖς τοῦ νέου βασιλέως χρησάμενοι λόγοις, παρεσκεύασαν χρηστότερα ἐλπίζειν. ἔνδον μέντοι καὶ αὐτοῦ Βυζαντίου τὰ μὲν τοῦ νέου βασιλέως ηὔξανε σφόδρα καὶ ἰσχὺν προσελάμβανεν οὔτοι μετρίαν· τὰ δὲ τοῦ πρεσβυτέρου ὑπέῤῥει τε κατὰ μικρὸν καὶ ἀσθενέστερα ἀπεδείκνυτο. ἀλλὰ τὰ μὲν κατὰ Βυζάντιον τοιαῦτα.

κʹ. Ὁ νέος δὲ βασιλεὺς εἰς τὴν ὑστεραίαν τοὺς ἐν τέλει πάντας καὶ τοὺς τῶν ταγμάτων ἡγεμόνας συγκαλεσάμενος, ἔτι δὲ καὶ τὴν στρατιὰν καὶ τὴν χθὲς ἀταξίαν καταμεμψάμενος ὡς οὐ καλῶς οὐδὲ προσηκόντως γεγενημένην, μηδὲ γὰρ ἐκ φαύλου ἀγαθόν τι δύνασθαι ἐκβῆναι, εἶτα ἐπειπὼν, ὡς νῦν μὲν ἂν συγγνοίη τοῖς αἰτίοις τῆς ταραχῆς ὡς οὐκ εἰδόσιν αὐτὸν ἀηδῶς ἔχοντα πρὸς τὰ τοιαῦτα, ἂν δ' αὖθις παραπλήσια τολμῶσι, δίκην ἐπιθήσει πρέπουσαν τοῖς ἀτακτοῦσιν· εἰς μέσους παρέθηκε τὴν βουλὴν, φήσας, ὡς «οἱ μὲν παρὰ βασιλέως τοὐμοῦ πάππου λόγοι καὶ ἡ ἀξίωσις, ὡς αὐτός τε ἀσπάζοιτό, εἰσι, τὴν εἰρήνην, καὶ ἡμᾶς βούλοιτο· καὶ τούτου χάριν ἡμᾶς μὲν ἃ βουλοίμεθα αἰτεῖν, ἐκεῖνον δὲ ἡδέως ἔχειν εἰς πέρας ἄγειν. λοιπὸν τοίνυν ὑμᾶς ἕκαστον ἃ ἂν οἴηται συνοίσειν λέγειν.» Πρὸς ταῦθ' ἅπαντες ὥσπερ ἀπὸ συνθήκης μία γενόμενοι γλῶσσα, μὴ δέχεσθαι ἔφασαν τὴν εἰρήνην, μηδὲ βούλεσθαι ὅλως βουλεύεσθαι περὶ τούτου. «ἰδοὺ γὰρ, ὡς ἀκούομεν, βασιλεῦ, εἰς ἔσχατον ἀφιγμένος κινδύνου, καὶ μόγις θεοῦ συναιρομένου τὸ ἀποθανεῖν διαφυγὼν, τοῖς αὐτοῖς ἢ καὶ χείροσι κακοῖς περιπεσεῖν φιλονεικεῖς. δεόμεθα δή σου τοῦ τοιαῦτα λογίζεσθαι ἀποτρέπεσθαι· ὅμως ἐπείπερ, ὡς σὺ φῂς, ὁ σὸς πάππος εἴρηκε καὶ βασιλεὺς, ὡς ὅπερ ἂν αὐτὸς ἐθέλῃς αἰτεῖν, ἐκεῖνον ἐκπληροῦν παρεσκευάσθαι, τῆς βασιλείας λέγομεν ἀποστάντα καθ' ἑαυτὸν ὅποι βούλοιτο διάγειν, σὲ δὲ ἐᾷν τὴν Ρωμαίων ἀρχὴν ἰθύνειν· ἂν δὲ μὴ βούλοιτο, πρὸς Βυζάντιον ἰτέον ἐπ' αὐτόν. οἰόμεθα γὰρ οὐδὲ μέχρι τειχῶν περιμενεῖν ἡμᾶς τοὺς Βυζαντίους, ἀλλ' ἔτι ποῤῥωτέρω ὄντων, εἰς ὑπάντησίν τε σὴν ἐξελθεῖν καὶ τὴν πόλιν ἂν παραδοῦναι. εἰ μὲν οὖν οἷσπερ βουλευόμεθα πείθῃ καὶ αὐτὸς, ὦ βασιλεῦ, μηκέτι μέλλωμεν, ἀλλ' ἔργου ἐχώμεθα ἤδη. εἰ δ' ἄλλως αὐτὸς βεβούλευσαι, ἀλλ' ἡμῖν γε φανερῶς φράσον, ὅπως ἕκαστος, ὡς ἂν οἷός τε ᾖ, διασώζῃ ἑαυτόν.» Τούτων οὕτως ἀπὸ πάντων ὥσπερ ἀπὸ μιᾶς εἰρημένων γλώττης, πολλὴν ὁρῶν ἀκαιρίαν ὁ βασιλεὺς εἰς τὸ μεταπείθειν ἐπιχειρεῖν, ἥ τε γὰρ στρατιὰ ἀκάθεκτοι ταῖς ὁρμαῖς ἦσαν, καὶ μάλιστα οἱ ἐκ Γερμανῶν μισθοφόροι Λατῖνοι, ἐν οἷς ἦσαν καί τινες τῶν εὐπατριδῶν παρ' αὐτοῖς, αὐτός τε ἀήθως ἔτι εἶχε πρὸς ἅπαντας, πλὴν ὀλίγων τινῶν, καὶ οὐκ ἦν ἐκ τοῦ ῥᾴστου πρὸς ἀγνῶτας διαλέγεσθαι, ὥσπερ ἦν χρήσιμον τῷ καιρῷ, πολλὰς τῆς εἰς αὐτὸν εὐνοίας αὐτοῖς χάριτας ὁμολογήσας, καὶ δεῖν εἶναι εἰπὼν πλείονι διασκέψει δοῦναι τὸ πρᾶγμα, καὶ μὴ ἐφ' οὕτω μεγάλην πρᾶξιν ἀπερισκέπτως χωρεῖν· «οὐ γὰρ περὶ μικρῶν τινων βουλευόμεθα, ἀλλὰ περὶ τοῦ σύμπαντος σχεδόν·» διέλυσε τὸν σύλλογον, εἰς τὴν ὑστεραίαν τὸ πέρας τῆς βουλῆς ἐξαρτήσας. τούτων δὲ διαλυθέντων, ἅμα τοῖς τρισὶ πάλιν ὁ βασιλεὺς ἐβουλεύετο περὶ τῶν προκειμένων, ἃ συμφέρειν ἕκαστος οἴεται κελεύσας εἰπεῖν. εἶπεν οὖν πρῶτος ὁ Συργιάννης· «ἡμεῖς ἃ καὶ πρότερον ἐβουλευσάμεθα, βασιλεῦ, ὄντες ἐν Βυζαντίῳ, οὐκ ἰδίᾳ τι ἐχθραίνοντες ἐφθεγξάμεθα τῷ σῷ πάππῳ καὶ βασιλεῖ, οὐδὲ περὶ πλείστου τὸ κακῶς αὐτὸν ποιούμενοι παθεῖν, ἀλλὰ τῆς σῆς κηδόμενοι σωτηρίας, ἀναγκαίως ἐφερόμεθα πρὸς τοῦτο· ἡ γὰρ τοῦ ἑνὸς εὐδοκίμησις τοῦ ἑτέρου εἶναι φαίνεται καταστροφή· ὃ δὴ καὶ νυνὶ συμβαίνει. τῆς γὰρ στρατιᾶς ἁπάσης ἐπ' αὐτὸν ἰέναι προθυμουμένης, ἔχονται δὲ ὀρθῶν λογισμῶν, καὶ οὐκ ἔστιν οὐδένα νοῦν ἔχοντα ἀντειπεῖν, εἴ τι καὶ περὶ ἐκεῖνον συμβαίη τῶν δυσχερῶν, οὐχ ἡμῶν τῶν ἠναγκασμένων, ἀλλ' ἐκείνων ἂν εἴη τῶν εἰς τὴν ἀνάγκην συνελασάντων. τοιγαροῦν ἐπεὶ κοινῇ πᾶσι τὰ αὐτὰ ἔδοξε λυσιτελεῖν, ἡμεῖς τε οὐδεμίαν τοῖς βεβουλευμένοις μέμψιν ἔχομεν ἐπιφέρειν, τὰ κοινῇ δοκοῦντα πράττειν ἀνάγκη.» Τούτοις συνεῖπε καὶ ὁ πρωτοστράτωρ· τοῦ μεγάλου τε δομεστίκου μὴ συνετώτερον ἑαυτὸν εἶναι νομίζειν τῶν ἄλλων ἁπάντων εἰπόντος, ὥστε τοῖς κοινῇ δοκοῦσιν αὐτὸν μόνον ἐναντία λέγειν, ἀνέστησαν. βαθείας δὲ νυκτὸς τὸν μέγαν δομέστικον ὁ βασιλεὺς μόνον παραλαβὼν, καὶ αὖθις ἐβουλεύοντο περὶ τῶν αὐτῶν· ἐδόκει δὲ καὶ αὐτοῖς ὀρθῶν μὲν ἔχεσθαι τὴν στρατιὰν λογισμῶν. τοῦ νεωτερισμοῦ γὰρ ἤδη λαμπρῶς ἐξαφθέντος, πάντες ἦσαν μετέωροι πρὸς τὰς φήμας, καὶ μεταβολῆς ἀτόπως ἤρων. κίνδυνον μέντοι τὸν ἔσχατον τὴν εἰς Βυζάντιον αὐτῶν ἄφιξιν φέρειν τῷ βασιλεῖ, ὡς πάντων εὐθὺς τῷ νέῳ προσθησομένων. ὃ δὴ καὶ σκοπουμένοις αὐτοῖς, ὅπως ἂν μὴ γένηται, καὶ πολλὰς ἑλίξεις λογισμῶν διελθοῦσιν, ἐδόκει βέλτιστον εἶναι πρὸς Θεσσαλονίκην μᾶλλον ἐλθεῖν, ὡς ἂν ἐν τῷ μεταξὺ χρόνῳ τὰ κατ' αὐτὸν κατὰ σχολὴν εὖ διαθέμενος ὁ βασιλεὺς, πρὸς τὸν πόλεμον ἀντίσχῃ, καὶ μὴ ἀπόληται ἐπιχειρούμενος ἐκ τοῦ αἰφνιδίου. ταύτην δὴ κυρώσαντες τὴν βουλὴν, ἐτράποντο εἰς ὕπνον. τῆς δὲ ἐπιγενομένης ἡμέρας, τῶν τε ἐν τέλει πάντων καὶ τῶν τῆς συγκλήτου συνελθόντων, παρόντων καὶ τῶν εἰρημένων Λατίνων, εἴ τι καινότερον τῶν χθὲς βεβουλευμένων ἐξεύρηταί τινι, ὁ βασιλεὺς ἐπυνθάνετο κοινῇ· «ἀτελοῦς γὰρ τοῦ βουλεύματος καταλειφθέντος, καὶ ὑμῶν πάντων περὶ αὐτὸ ἠσχολημένων, εἰκός τινα καὶ προσεπινοῆσαί τι πλέον·» Παλαιολόγου δὲ τοῦ μεγάλου στρατοπεδάρχου μήτ' αὐτόν τι προσεπινενοηκέναι πλέον, μήτ' ἄλλου ἀκηκοέναι φαμένου, καὶ καβαλλαρίου φραμπέριν τεμπινιὸλ, ὡς ἐκ προσώπου τῶν Λατίνων μηδαμῶς εἶναι τῶν χθὲς εἰρημένων μήτ' ἀληθέστερα μήτ' ἀναγκαιότερα εἰπόντος, καὶ τῶν ἄλλων ἑξῆς ἁπάντων τοῖς εἰρημένοις ἐπιψηφισαμένων, καὶ τὴν εἰς Βυζάντιον ἄφιξιν ἐπισπευδόντων, ὡς ἅμα τῷ φανῆναι προσχωρῆσον, καὶ τέλος εἰς ἱκετείαν ὑπὲρ τοῦ ταῦτα πράττειν καταληξάντων, ὁ βασιλεὺς, μικρὸν ἐπισχών· «ἀλλ' ἔμοιγε» εἶπε «τὸ Σολομώντειον καλῶς εἰρῆσθαι δοκοῦν, τὸ, εἶναι σωτηρίαν ἐν πολλῇ βουλῇ· καὶ πολλὰ πολλάκις περὶ τῶν αὐτῶν βουλευσαμένῳ, ἐξεύρηταί τι καὶ τῶν εἰρημένων πλέον, ὃ δὴ καὶ δεῖν ἔδοξεν εἰς μέσον θεῖναι, ὡς ἂν, εἰ καλῶς ἔχει, δοκιμασθῇ. ἐμοὶ πρὸς τὴν Ἀδριανοῦ τήνδε πόλιν ἀφιγμένῳ, αὐτοί τε πολλὴν ἐπεδείξαντο τὴν εὔνοιαν κοινῇ πάντες περὶ ἐμὲ, καὶ αἱ ἄλλαι πᾶσαι κατὰ τὴν Θρᾴκην ἄχρι Χριστουπόλεως προσεχώρησαν πόλεις· οὐ μὴν ἀλλὰ καὶ ὅσον ἦν στρατιωτικὸν ἐν ταῖς Θρᾳκικαῖς κώμαις καθιδρυμένον, οἷς καὶ πολλὴν ὀφείλειν τὴν χάριν ὁμολογῶ ὡς ἀγαθοῖς περὶ ἐμὲ προῖκα γεγενημένοις. αἱ μέντοι κατωτέρω Χριστουπόλεως πολλαὶ καὶ περιφανεῖς οὖσαι πόλεις ἄχρι καὶ Ἀκαρνανίας καὶ Δαλματίας ὑπήκοοι Ρωμαίοις, καὶ στρατιὰν οὐκ εὐκαταφρόνητον ἔχουσαι καὶ στρατηγοὺς πολλούς τε καὶ ἀγαθοὺς, οὐδεμία προσεχώρησεν ἡμῖν. ὅπερ ἐμὲ ταραχῆς ἐνέπλησεν οὐκ ἀπαντῆσαν κατὰ γνώμην. οὐδ' εἶναι νομίζω λυσιτελὲς ὡς οὐδενῶν καταφρονῆσαι, ἀλλὰ περὶ πλείστου ποιήσασθαι καὶ τὴν ἐκείνων συμμαχίαν καὶ κοινωνίαν. τούτου χάριν ἀναγκαῖον εἶναί μοι δοκεῖ τὴν πρὸς ἐκεῖνα φέρουσαν πρῶτον ἑλέσθαι. προσχωρησάντων δὲ ἐκείνων, πρὸς τὴν Κωνσταντίνου βαδιούμεθα θαῤῥοῦντες, οὔτ' ὀπίσω πολεμίους καταλιπόντες, καὶ διπλασίῳ τὴν δύναμιν προσκτησάμενοι.» βασιλεὺς μὲν οὖν τοιαῦτα εἶπε, τὴν πρὸς τὴν ἑσπέραν ἑλέσθαι πείθειν ἐπιχειρῶν· οἱ δ' αὖθις τῶν προτέρων ἐχόμενοι λογισμῶν, πρὸς Βυζάντιον ἔλεγον ἀπιέναι δεῖν καὶ ἄλλοσε μηδαμῆ, ὡς οὐδὲν ὂν ἔργον αὐτὸ κατασχεῖν, καὶ μὴ παρατείνειν τὸν πόλεμον, ἀλλὰ συναιρεῖν.

καʹ. Ἐν τούτοις τοῦ μεγάλου δομεστίκου φθεγγομένου μηδὲν «σὺ δ'« ἔφασαν «ἀνθ' ὅτου μὴ καὶ αὐτὸς περὶ τῶν παρόντων γνώμην εἰσάγεις, ἀλλ' οὕτως ὡς καινοῦ μηδενὸς γινομένου σιωπὴν ἀσκεῖς;» «ὅτι γε» εἶπεν «οὐ βουλευομένους, ἀλλὰ τὴν βουλὴν ἐπικυροῦντας ὁρῶ. εἰ γὰρ ἐβουλεύεσθε, τάχ' ἄν τι καὶ αὐτὸς εἶπον τῶν συμφερόντων. οὐ μὴν ἀλλ' ἐπείπερ ἐπύθεσθε, ἃ νομίζω συμφέροντα ἐρῶ. καὶ πρῶτον μὲν ἔπεισί μοι θαυμάζειν, ὅθεν οὕτω πεπείκατε ἑαυτοὺς, σὺν οὐδενὶ πόνῳ καταλήψεσθαι τὴν Κωνσταντίνου μόνον ὀφθέντες. εἰ μὲν γάρ τι πλέον ἴστε ἢ ἐπύθεσθε ὧν καὶ αὐτὸς ἐπίσταμαι, ὅ, τι ποτ' ἂν εἴη μαθεῖν ἐβουλόμην· εἰ δ' οὐδὲν, τἀναντία παντάπασιν ἐμοὶ φρονεῖτε. ἐγὼ γὰρ πόλιν οὕτω μεγάλην καὶ πολυάνθρωπον, καὶ χρήμασι καὶ ὅπλοις καὶ στρατιώταις δυνατωτάτην, καὶ βασιλέα ἔχουσαν ἐγκαθεστῶτα, οὕτω μὲν συνετὸν, ἐπὶ τοσούτοις δ' ἄρξαντα χρόνοις καὶ πολλὸν ἔχοντα περὶ αὐτὸν εὐνοϊκῶς διακειμένων, καὶ χρήμασιν ἐῤῥωμένον, οἷς αὐτῷ πείσει προσέχειν τὴν στρατιὰν, οὐ τῶν ῥᾴστων, ἀλλὰ τῶν δυσκολωτάτων εἶναι νομίζω κατασχεῖν. καὶ χωρὶς δὲ τούτων τῶν παλαιῶν τις Ἑλλήνων σοφὸς μὴ τὰ τοιαῦτα ῥᾳδίως ἐλπίζειν πείθει, πολλὰ τὰ μεταξὺ χειλέων καὶ κύλικος εἶναι εἰπών. ἔστι δέ τις καὶ στρατηγοῖς νόμος, ἐπίσης ταῖς εὐτυχίαις καὶ τὰς δυσπραγίας μετρεῖν, καὶ οὗτος ἄριστος στρατηγῶν, ὅστις ἢ ἐπιτυγχάνων νικᾷ, ἢ ἀποτυγχάνων οὐκ ἀποβάλλει τὰ ὄντα. σκέψασθε δὴ, εἴγε νῦν ἐπιστρατεύσαντες τῇ Κωνσταντίνου, οὐχ οἷοί τε γενώμεθα ἑλεῖν, ὁπόσα συμβήσεται τὰ δυσχερῆ. εὐθὺς μὲν γὰρ ἀνάγκη τοὺς τῷ πρεσβυτέρῳ βασιλεῖ προσκειμένους, ἡμῶν ἀπράκτων ἐπανελθόντων, ἀναθαρσῆσαί τε καὶ εἰς ἐλπίδα τοῦ νικήσειν γενομένους προθυμότερον ἂν ἡμῖν ἐπελθεῖν, οὗπερ αὐτοὶ ἑαυτοῖς ἡμεῖς ἂν φανείημεν αἰτιώτατοι βουλευσάμενοι κακῶς. ἔχοντες δὲ ἑκατέρωθεν τοὺς πολεμίους, ἔκ τε γὰρ τῶν κατὰ τὴν ἕω τοῖς Ρωμαίοις ὑπηκόων πόλεων καὶ αὐτοῦ Βυζαντίου δυνατὸν ἀξιόμαχον ἡμῖν ἀθροισθῆναι στρατιὰν, καὶ ἐκ τῆς ἑσπέρας ἑτέραν ὁμοίαν, αὐτοὶ ἐναπειλημμένοι μέσοι, ἢ διαφθαρησόμεθα, μὴ δυνάμενοι ἀντέχειν πρὸς ἀμφίβολον τὸν πόλεμον, ἢ κακῶς ἀπαλλάξομεν, τῶν μὲν πολεμίων ἑκατέρωθεν ἐπικειμένων, τῶν προσχωρησάντων δὲ ἀφισταμένων, διὰ τὸ ἐν ἐλπίσιν ἡμᾶς εἶναι διαφθαρήσεσθαι. καὶ πρὸς ἔτι τούτοις ὅπλων δεησόμεθα καὶ χρημάτων, τοῖς μὲν ἤδη ἀφεστῶσι πολεμοῦντες, τοῖς δ' ἔτι μένουσι φρουρὰς ἐγκαθιστάντες, ὅπως μὴ ἀποστῶσιν· ἃ ἐς ὅσας ἀνάγκας ἡμᾶς καταστήσει, συνορᾷν χρή. ἔτι δὲ κἀκεῖνο ἐνεθυμήθην, ὡς ὅ τε τῶν Τριβαλῶν ἡγεμὼν καὶ ὁ τῶν Μυσῶν βασιλεὺς Σφεντισθλάβος, κηδεσταὶ βασιλέως ὄντες, νῦν μὲν διαφέρονται πρὸς αὐτὸν ἰδίων τινῶν ἕνεκα αἰτιῶν· ἂν δὲ διὰ τὸν πρὸς ἡμᾶς πόλεμον διαλύσηται πρὸς αὐτοὺς, καὶ κελεύσῃ βοηθεῖν, πολεμίοις αὐτοῖς χρησόμεθα φοβερωτάτοις. τοιαῦτα μὲν καὶ ἕτερα δυσχερέστερα ἀναφυήσεται ἡμῖν κακὰ, ἂν μὴ αὐτοβοεὶ τὴν πόλιν ἕλωμεν, καθάπερ αὐτοί φατε· ἂν δὲ τραπώμεθα πρὸς τὴν ἑσπέραν, πρῶτον μὲν τὸ κωλῦσον οὐδὲν, ἅπασαν ὑφ' ἑαυτοὺς ποιήσασθαι ἐν βραχεῖ· οἵ τε γὰρ ἑσπέριοι, αὐθόρμητοι πρὸς τὰς ἀποστασίας, καὶ προσχωρήσουσι ῥᾳδίως τῷ νέῳ βασιλεῖ, χαίροντες πρὸς τοὺς νεωτερισμοὺς, οἵ τ' ἐφεστηκότες ταῖς πόλεσιν ἡγεμόνες, ὑπό τε τῶν ἰδίων ἕκαστος πολιτῶν ἐκβιαζόμενος καὶ τὴν ἀδηλίαν δεδοικότες τῆς τύχης, οὐκ εἰδότες πρὸς ὁπότερον τῶν βασιλέων τὸ κράτος χωρήσει, τῷ δυνατωτέρῳ τὸ νῦν ἔχον φαινομένῳ καὶ αὐτοῖς ἐπικειμένῳ παραδώσουσι τὰς πόλεις. οὐ μὴν ἀλλὰ καὶ βασιλεὺς καὶ χρήμασι καὶ τιμαῖς καὶ δωρεαῖς ἄλλαις ἀμειβόμενος τοὺς προσιόντας πρὸς ἑαυτὸν, καὶ τοὺς μὴ βουλομένους πρότερον ἂν ἐφελκύσηται· ἔπειτα δὲ καὶ οὓς εἴπομεν ἡγεμόνας τῶν ὁμόρων ἡμῖν ἐθνῶν ἀποκνήσουσιν ἡμῖν ὡς δυνατοῖς ἀντικαθίστασθαι πρὸς πόλεμον, ἢ συμμαχήσουσι. τὸ γὰρ δυνατὸν εἰς ἀντίδοσιν ποιεῖ τοὺς βαρβάρους μᾶλλον πρὸς φιλίαν τρέπεσθαι. ποιησάμενοι δὲ ὑφ' ἑαυτοὺς τὴν ἑσπέραν ἀντίῤῥοπον οὖσαν ἡμῖν, καὶ διπλασιάσαντες τὴν δύναμιν, ἀσφαλῶς ἤδη πρὸς Βυζάντιον βαδιούμεθα. κἂν μὲν προσχωροίη, εὖ ἂν ἔχοι· εἰ δὲ μὴ, περικαθεσθέντες ἐκπολιορκήσομεν τῷ χρόνῳ, οὐδενὸς ὄντος τοῦ ἀπανίστασθαι καταναγκάσοντος. τούτων δὴ ἕνεκα τὴν βασιλέως γνώμην λυσιτελεῖν οἰόμενος ἐς τὰ μάλιστα, αὐτῇ συνεῖπον· καὶ πλείω δ' ἕτερα τούτων ἔχων, παρίημι εἰπεῖν ἑκών. εἰ μὲν γὰρ οἷοί τέ ἐστε τὴν βουλὴν μεταβαλεῖν, ἀρκέσει καὶ ταῦτα· εἰ δ' οὐχ οἷοί τε, εἰκῆ κἀκεῖνα λέγοιτο ἄν.» Τοιαῦτα μὲν καὶ βασιλεὺς ὁ νέος καὶ δομέστικος ὁ μέγας μετ' αὐτὸν διειλέχθησαν πρὸς τὴν στρατιὰν, οὐχ οὕτω καὶ λυσιτελεῖν φρονοῦντες. ᾔδεσαν γὰρ ἀκριβῶς ἔκ τε τῶν αὐτομόλων καὶ ἐκ τῶν ἐκ Βυζαντίου πρὸς αὐτοὺς κρύφα διαλεγομένων, ὡς ἅμα τῷ φανῆναι αὐτοὺς εἰσδέξονται Βυζάντιοι διάραντες τὰς πύλας, ἅμα μὲν ἐκπεπληγμένοι τὸν νέον βασιλέα, ὡς ἐν ὀλίγῳ καὶ τῆς ἄνω Θρᾴκης καὶ τῆς παραλίου μέχρι καὶ αὐτοῦ Βυζαντίου κύριον γεγενημένον, καὶ πολλὴν ἐπαγόμενον στρατιάν· ἅμα δὲ καὶ εὐνοϊκῶς διακείμενοι πρὸς αὐτόν. δεδοικότες δὲ μὴ ὁ πρεσβύτερος βασιλεὺς εἰς κίνδυνον καταστῇ ἁλούσης τῆς Κωνσταντίνου, ἐπλάττοντο τὴν πρὸς ἑσπέραν ἐκστρατείαν λυσιτελεστέραν οἴεσθαι. φανερῶς γὰρ εἰπεῖν τὴν αἰτίαν, δι' ἣν οὐ βούλοιντο ἄρτι ἐπιστρατεύειν αὐτῷ, οὐκ ἀσφαλὲς εἶναι ἐδόκει διὰ τὸ τὴν στρατιὰν ἔτι πρὸς βασιλέα τὸν νέον ἀβέβαιον εἶναι, καὶ διαλυθησομένην, εἴ τι πύθοιντο τοιοῦτον. πρὸς ταῦτα οἵ τε λογάδες καὶ σύμπασα στρατιὰ «εὖ μὲν εἰρῆσθαι πάντα καὶ στρατηγικῆς ἐμπειρίας ἀξίως, οὐδ' αὐτοὶ ἀρνηθείημεν ἂν» εἶπον «ὦ βασιλεῦ· ἥ τε γὰρ ἑσπέρα πολλὴ καὶ πόλεις ἔχουσα πολλὰς καὶ περιφανεῖς, καὶ στρατιὰν ἅμα στρατηγοῖς βελτίστοις οὐκ εὐκαταφρόνητον, καὶ ῥᾳδίως προσχωρήσει, καθάπερ ἔφητε καὶ αὐτοί. ἐκεῖνο μέντοι θαυμάζειν ἡμῖν ἐπῆλθε τοῦ μεγάλου δομεστίκου, ὅπως τὸ μὲν τὴν ἑσπέραν ὑφ' ἑαυτοὺς ποιήσασθαι τῶν πάνυ ῥᾳδίων ἀπέφηνεν εἶναι, τὸ δ' εἰσελθεῖν δύσκολον ἐλθόντας εἰς τὴν Κωνσταντίνου. ἐκείνου γὰρ ὄντος ῥᾳδίου, ᾗ δὴ καὶ αὐτὸς ἔφη, τοῦτο πολλῷ τῷ μέτρῳ τῇ ῥᾳστώνῃ διαφέρειν αὐτοὶ οἰόμεθα. ἐπεὶ δ' ἁπάσαις ταῖς ψήφοις τὸ πρὸς τὴν ἑσπέραν ἐκστρατεύειν παρὰ σοὶ, βασιλεῦ, κεκρατηκὸς ὁρῶμεν, συστρατεύσουσι μὲν καὶ ἡμῶν, ἐπίταγμα σὸν ἐκπληροῦντες, ὅσοι δὴ καὶ βουλήσονται· πλὴν οὐ μετὰ τῆς ἴσης προθυμίας, ἠναγκασμένως δέ. ἂν δ' ὥσπερ ἀξιοῦμεν αὐτοὶ, τὴν ἐς Βυζάντιον ἴωμεν, πάντες τε ἅμα ἑψόμεθα καὶ προθυμίᾳ σὺν πολλῆ. διὸ δή σου δεόμεθα, πρὸς τὴν ἀξίωσιν ἡμῶν ὑπεῖξαι, δικαίαν τε οὖσαν καὶ ἐς τὰ παρόντα λυσιτελεστάτην.» Τοιαῦτα μὲν καὶ οἱ τῆς στρατιᾶς ἡγεμόνες εἶπον. ὁρῶν δὲ ὁ βασιλεὺς τὴν ἐπὶ τὸ Βυζάντιον αὐτοῖς ὁρμὴν οὐκ ἀμβλυνομένην, βιάζεσθαί τε οὐκ ἔχων, τῆς εὐνοίας ἅμα καὶ τῆς εὐπειθείας ἐπαινέσας αὐτοὺς, ὅτι καὶ ἃ μὴ βούλοιντο διὰ τὴν εἰς αὐτὸν εὐπείθειαν συνέ θεντο δρᾷν, τὴν εἰς τὴν Κωνσταντινούπολιν ἐφῆκε πορείαν. οἱ δὲ ἄσμενοι δεξάμενοι τὸν λόγον, καὶ μονονουχὶ Βυζαντίου δόξαντες κεκρατηκέναι, παρεσκευάζοντο πρὸς τὴν πορείαν. ἐπεὶ δὲ οὐκ ἠδυνήθησαν τὴν πρὸς Θεσσαλονίκην ἑλέσθαι πεῖσαι τὴν στρατιὰν, συνεώρων τε ἤδη τῷ πρεσβυτέρῳ βασιλεῖ ἐς κίνδυνον τὰ πράγματα χωρήσοντα, ἅμα τῷ μεγάλῳ δομεστίκῳ ὁ βασιλεὺς ἐβουλεύσαντο τῷ πρεσβυτέρῳ βασιλεῖ διὰ γραμμάτων κρύφα τὴν ἔφοδον αὐτῶν δηλῶσαι. ὅπερ εἰ κατάδηλον συνηνέχθη γενέσθαι τῇ στρατιᾷ, τάραχον ἂν ἐποίησεν οὐκ ὀλίγον, ὡς ὑπὸ τῶν σφετέρων ἀρχόντων καταπροδιδομένοις. γράφει δὴ βασιλεὺς ὁ νέος, τοῦ μεγάλου δομεστίκου τὰ γράμματα ἐγχαράττοντος, τῷ πάππῳ τοιαῦτα· «ὦ θειότατε βασιλεῦ, ὥσπερ πολλάκις, καὶ νῦν θεὸν ἐπιμαρτύρομαι τοῖς λεγομένοις, ὡς οὔτ' αὐτόθι παρὼν ἐμαυτῷ τι σύνοιδα πρὸς σὴν ἔχθραν ἐξειργασμένῳ, οὔτ' ἐπὶ τούτοις ἀπέστην ὡς τρόπῳ παντὶ κακώσων τὰ σά· ἀλλ' ἵνα μόνον τὸν ἐπηρτημένον ἐμοὶ κίνδυνον δυνηθῶ διαφυγεῖν. νυνὶ δὲ τοῦτο μὲν ἐμοὶ περίεστιν ἐν τῷ ἀσφαλεῖ ὄντι, σὲ δ' ἐκ τοῦ ἐναντίου παρὰ πᾶσαν ἐμὴν βούλησιν ὁ κίνδυνος περιέστηκεν. ἰδοὺ γὰρ, πάσῃ χρησάμενος μηχανῇ ὥστε τὴν στρατιὰν πρὸς τὴν ἑσπέραν τραπέσθαι πεῖσαι, ἀδυνάτως ἔσχον. ἀνάγκη δὴ πᾶσα ὑμῖν ἐπελθεῖν. ἐγὼ μὲν οὖν σχολαίτερον βαδιοῦμαι νοσεῖν πλαττόμενος· εἰσβαλὼν δὲ πειράσομαι τὴν ταχίστην ἀναχωρεῖν. σοὶ δ' ἐν τοσούτῳ φρουρᾷ τε ἐξέσται ἀσφαλίσασθαι τὰ βασίλεια, καὶ ταῖς τοῦ Βυζαντίου πύλαις τοὺς μάλιστα εὐνουστάτους σοι ἐπιστῆσαι μισθοφόρους, ἔχοντας ὁπλίτας ἱκανοὺς ταῖς τῶν ἐπιβουλευόντων ὁρμαῖς ἀντιστῆναι. κἄν τι μόνον πρὸς τὸ εἰσδέξασθαι ἡμᾶς κώλυμα εὑρεθῇ, ὡς πρὸς ἀδύνατον τὴν ἐπιχείρησιν ἀπάξω τὴν στρατιάν. δέομαι δὴ μὴ τοὺς λόγους ὑποπτεύσαντα ὡς ἐμοῦ διαφερομένου, ἀποῤῥᾳθυμῆσαι πρὸς τὸ τὴν ἀσφάλειαν ἐξαρτύσασθαι. πέπεισμαι γὰρ αὐτὸς ἀκριβῶς ἐκ τῶν αὐτόθι, ὡς ἅμα τῷ φανῆναι εἰσδέξονται ἡμᾶς.» Τοιαῦτα μὲν ὁ νέος βασιλεὺς ἐπέστελλε τῷ πάππῳ, τῶν πιστοτάτων οἰκετῶν τινι τοῦ μεγάλου δομεστίκου χρησάμενος διακομιστῇ. αὐτὸς δὲ ἄρας ἐξ Ὀδρυσῶν ἅμα πεντακισμυρίοις ἱππεῦσιν ἢ ὀλίγου δέουσιν, ὡς εἰκάζετο, οὐ γὰρ ἐξῆν ἀκριβῶς τὸν ἀριθμὸν εἰδέναι, οἷα δὴ πολλῶν καὶ τῶν μὴ πρὸς στρατιὰν τεταγμένων συστρατευομένων πρὸς χάριν τῷ βασιλεῖ, ᾔει τὴν ἐς Βυζάντιον, πυκνὰς καὶ συνεχεῖς τὰς στρατοπεδείας ποιούμενος οἷα δὴ νοσῶν.

κβʹ. Ἐν τούτοις δὲ ἀφικνεῖται πρὸς αὐτὸν καὶ παρὰ Σφεντισθλάβου τοῦ Μυσῶν βασιλέως, ὃς ἦν αὐτῷ κηδεστὴς ἐπὶ Θεοδώρᾳ τῇ ἀδελφῇ, πρέσβις Μαρτῖνος, τριακοσίους ἄγων ἱππέας καταφράκτους Μυσοὺς, πρόφασιν μὲν ὡς συμμαχήσοντας αὐτῷ ἐπικουρίας δεομένῳ διὰ τὸν πόλεμον τὸν πρὸς τὸν πάππον· ἐπηγγέλλοντό τε, ὡς εἰ δέοιτο καὶ πλείονος στρατιᾶς, ἑτοίμως παρέξοντος τοῦ κηδεστοῦ· τῇ δ' ἀληθείᾳ, ὡς, ἂν ἴδωσι τὸν βασιλέα στρατιᾶς ἀποροῦντα, συλλαβόντας πρὸς αὐτὸν ἀπαγαγεῖν. δῆλον δὲ γέγονεν ἐκ τῶν μετὰ ταῦτα. ἰδὼν γὰρ ὁ Μαρτῖνος τὴν ἑπομένην τῷ βασιλεῖ στρατιὰν, ἀνεχώρησεν εὐθὺς ἐπ' οἴκου. ὁ βασιλεὺς δὲ τὴν ὁδὸν διανύων κατὰ μικρὸν, τῇ πρὸ τῆς πεντηκοστῆς ἐστρατοπέδευσε παρὰ τὸν Μέλανα ποταμόν. ἐνταῦθα δὴ ἀφικνεῖται πρὸς τὸν νέον βασιλέα Εὐγενία μοναχὴ Παλαιολογίνα, ἡ βασιλέως ἀδελφῆς Μιχαὴλ, τοῦ πρώτου τῶν Παλαιολόγων, παῖς, μεγάλη δομεστίκισσα. διεπρεσβεύετο δὲ παρὰ τοῦ βασιλέως τοιαῦτα· «περὶ μὲν τῶν προγεγενημένων πρὸς ἡμᾶς διαφορῶν ἐκ τίνων ἤρξαντο λέγειν αἰτιῶν, οὐ τοῦ παρόντος εἶναι καιροῦ νομίζω· ἐφ' οἷς δὲ πρότερον ἐπέσταλκας πολλὴν χάριν ὁμολογῶν, καὶ τῆς εἰς ἐμὲ κηδεμονίας καὶ ἀγαθῆς προαιρέσεως ἐπαινῶν, ἔτι μίαν παρὰ σοῦ ταύτην ἀπαιτῶ χάριν, τὴν στρατιὰν αὐτόθι μένουσαν κατασχεῖν, ἄχρις ἂν εἰς ἓν τῶν φροντιστηρίων, ὅπουπερ ἂν ἐθέλῃς αὐτὸς, καταδὺς τὸν κίνδυνον διαφύγω· ἂν γὰρ ἔτι σε μετὰ τοῦ στρατοπέδου ἀπάραντα πρὸς ἡμᾶς βαδίζειν ἀγγελθῇ, οὐδεμία πρὸς τὸ μὴ διαφθαρήσεσθαι ἡμᾶς ἐλπίς. καίτοι γε οὐδὲν αὐτὸς ἀπέλιπον ὧν ὑπέθου τὸ μὴ οὐ καταπράξασθαι· ἐλέγχονται δ' ἅπαντα σπουδαζόμενα εἰκῆ. ἐμοῦ δ', ὥσπερ ἔφην, ἐν ἀσφαλείᾳ γενομένου τοῦ μὴ ἀποθανεῖν, αὐτὸς ἐλεύσῃ παραληψόμενος τὴν πόλιν. ποία γάρ τις ὄνησις ἐκ τοῦ ἐμὲ ἀποθανεῖν;» Τούτοις τοῖς λόγοις ἐπὶ μᾶλλον ὁ νέος ἐπικαμφθεὶς βασιλεὺς, καίτοι καὶ πρότερον πάντα καὶ λέγειν καὶ πράττειν ὑπὲρ τοῦ μὴ τὸν βασιλέα καὶ πάππον κακῶς παθεῖν οἴκοθεν ὡρμημένος, πρὸς μὲν τὴν πρεσβείαν ποιουμένην μηδενὶ καταδήλους ἐκέλευε ποιεῖν τοὺς παρὰ βασιλέως λόγους, ὅτι μὴ μόνῳ τῷ μεγάλῳ δομεστίκῳ, αὐτὸς δ' ὡς ἂν οἴηται συμφέρειν οἰκονομήσει τοὺς λόγους. ἐκκλησίαν δὲ κελεύσας γενέσθαι, καὶ τῶν ἐν τέλει πάντων καὶ τῶν λογάδων τῆς στρατιᾶς εἰς ἓν γενομένων, παρελθὼν εἰς μέσους, ἔλεξε τοιάδε· «οὐδένα ὑμῶν οἴομαι ἀγνοεῖν ὡς, διαφορᾶς ἐμοὶ πρὸς τὸν βασιλέα καὶ πάππον γεγενημένης, πολλὰ τὰ μὲν ἐπράχθη, τὰ δὲ καὶ ἐν μελέτῃ ἔτι ἦσαν, ἐμὲ πρὸς ἔσχατον κινδύνου καθιστῶντα. δι' ἅπερ αὐτός τε ἀπέστην οὐ μᾶλλον τοῦ βασιλέως ἢ τοῦ κινδύνου, καὶ ὑμεῖς πάρεστε βοηθήσοντες ἀδικουμένῳ. νυνὶ δὲ ἐμοί τε παρόντος ὃ προὐθέμην ἐξ ἀρχῆς καὶ ὑμῖν, τῆς βοηθείας ὁποίας ἐχρῆν γεγενημένης, ἄν τι περαιτέρω τούτων ζητῶμεν, ἐμοὶ μὲν τὸ ἀδικεῖν, τὸ ἀδικοῦντι δὲ συμπράττειν ὑμῖν ἂν περισταίη· προὐθέμην δὲ ἐξ ἀρχῆς, οὔτ' ἐν πολεμίου μοίρᾳ τὸν πατέρα κατασφάττειν, ἄν περ ἐξῇ, οὔτε τὴν ἀρχὴν ἀφαιρεῖσθαι, ἀλλ' ἐμαυτὸν διασώζοντα τοῦ κινδύνου, μηδὲν ἐκείνῳ τῆς ἀρχῆς ἕνεκα παρενοχλεῖν. τὸ μὲν οὖν τὸν κίνδυνον διαφυγεῖν θεὸς αὐτὸς συναράμενος παρέσχε, τὴν δ' εἰς τὸ ἑξῆς ἀσφάλειαν καὶ εἰρήνην, βασιλέως παρεχομένου, ἀπεωσάμεθα αὐτοὶ κακῶς. μέμνησθε γὰρ δήπου ὡς ἐν Ἀδριανοῦ τοὺς ἐλθόντας ἐκ βασιλέως ἐπὶ τῇ εἰρήνῃ πρέσβεις, στασιάσαντες ἀπεπέμψατε ἀπράκτους καὶ τὸν περὶ τοῦ ζῇν κίνδυνον ἐπικρεμάσαντες αὐτοῖς· ὃ ἐμοὶ εὐθύς τε ἐδόκει τῶν δεινοτάτων, καὶ ἐς τὴν ὑστεραίαν ἐν ἐκκλησίᾳ γενομένῳ λόγος ἐγένετο πολὺς τήν τε ἀταξίαν καὶ ἀναρχίαν ὡς κακῶν αἰτίαν αἰτιωμένῳ, καὶ περὶ τοῦ μηκέτι τολμᾷν τοιαῦτα παραγγέλλοντι πολλά. αὖθις δὲ ἐπὶ τοῖς αὐτοῖς τὴν ἐμὴν νῦν πέμψαντος θείαν, συγγνώμην τε ἐφ' οἷς ἡμάρτομεν παρεχομένου καὶ διαλλαγὰς αἰτοῦντος, οὔθ' ὅσιον οὔτ' ἀνθρώπων ἐχόντων νοῦν τὴν εἰρήνην ἀπωθεῖσθαι. τριῶν γὰρ ὄντων, ἃ πᾶσι πολέμοις πέρας ἐπάγει, τοῦ τε τὰ οἰκεῖα ἐν ἀσφαλείᾳ θέσθαι τινὰ, καὶ τοῦ τὴν τῶν πολεμούντων ἀρχὴν ὑφ' ἑαυτὸν ποιήσασθαι, καὶ τρίτου, τοῦ αὐτοὺς τοὺς πολεμοῦντας ἀποκτεῖναι, τὰ δύο μὲν ἡμῖν πάρεστι μετὰ εὐκλείας, τοῦ τρίτου δὲ μήτε τυχεῖν γένοιτο, μήτ' ἐπιθυμῆσαί ποτε. τὸ μὲν γὰρ ἐν ἀσφαλείᾳ εἶναι ὁ θεός τε παρέσχετο καὶ αὐτὸς ὅρκοις πιστώσεται βασιλεύς· ὅπερ εἰ καὶ πρότερον ἡμῖν ἐξῆν, οὐδ' ἂν τὴν ἀρχὴν ὅπλα ἐκινοῦμεν. τὴν Ρωμαίων δὲ ἡγεμονίαν καὶ ἅμα μὲν τῷ προελθεῖν εἰς φῶς ὁ πατὴρ παρέσχετο καὶ βασιλεὺς, βασιλέα χειροτονήσας· καὶ νῦν δὲ ἀσφαλῶς ἐστιν ἔχειν, πρὸς οὐδένα ἕτερον, ἢ ἐμὲ ἐκ διαδοχῆς πάντως ἐλευσομένην. πολέμιον δὲ οὔθ' ἥγημαί ποτε τὸν ἐμὸν πάππον καὶ βασιλέα, μήθ' οὕτω μανείην ὥστε ἢ νομίσαι ἢ βουλεύσασθαί τι τῶν ἀνηκέστων κατ' αὐτοῦ. οὐ μὴν ἀλλ' οὐδὲ ὑμᾶς οἴομαι φιλοῦντας τοιαύτῃ συμφορᾷ περιϊδεῖν ἂν ἡδέως περιπεσόντα, ὥστ' ἀλάστορος καὶ πατροφόνου δίκας πᾶσι τοῖς ὑφ' ἥλιον ὀφείλειν. ὅτε τοίνυν τῶν καταλυόντων τοὺς πολέμους τὰ μὲν ἡμῖν περίεστι, τὸ δ' ἐν εὐτυχίας μεγίστῳ μέρει μὴ παρεῖναι καὶ προσέτι πρόσεστιν εὔκλεια τοῖς πραττομένοις, καταθέσθαι τὸν πόλεμον προσήκει. ἔτι δὲ οὐδ' ἂν εὐφρονούντων ἀνθρώπων ἔργον πράξομεν μὴ βουλόμενοι τὸν πόλεμον καταλύειν. εἰ μὲν γὰρ νῦν ἐπελθόντες παραληψόμεθα τὴν πόλιν, πλέον μὲν οὐδὲν ὧν νῦν ἔχομεν ἔχειν ἐξέσται· ἃ δ' ἔχομεν μετ' εὐκλείας ἅμα καὶ δικαιοσύνης καὶ πατρικῆς εὐχῆς, ἁρπάζειν καὶ ἀδικεῖν, καὶ μονονουχὶ πατροκτονεῖν ἔχοντας δοκεῖν, ὃ παραφρονούντων ἢ φρονούντων ἂν εἴη. εἴπερ δὲ οὐ δυνησόμεθα παραλαβεῖν, πρὸς τῷ πᾶσιν ἀνθρώποις μισεῖσθαί τε καὶ διαβάλλεσθαι δικαίως, ὅτι πρὸς εἰρήνην προκαλούμενοι, ἀδικίᾳ καὶ πλεονεξίᾳ γνώμης οὐχ ὑπηκούσαμεν· καὶ πρὸς κινδύνους ἀνονήτους ἑαυτοὺς ὑποβαλοῦμεν, καὶ πολλαῖς πόλεσι καὶ χώραις αἴτιοι καταστησόμεθα κακῶν ἀνηκέστων. τούτων ἕνεκα αὐτός τε ἀσπάζομαι τὴν πρὸς βασιλέα εἰρήνην, καὶ ὑμῖν λυσιτελεῖν νομίζων συμβεβούλευκα. ἔσεσθε γὰρ ἀπειληφότες δόξαν ἀνδρίας ἅμα καὶ δικαιοσύνης καὶ σωφροσύνης, ὅπλοις μὲν κρατήσαντες τῶν ἀντιτεταγμένων καὶ τὰς γνώμας παραστησάμενοι, ἀμυνόμενοί τε ὑπὲρ τοῦ δικαίου καὶ οὐκ αὐτοὶ ἀδικοῦντες, καὶ τῷ μὴ ὑπὲρ τὰ μέτρια φρονεῖν μηδὲ ταῖς εὐτυχίαις φυσᾶσθαι τὴν σωφροσύνην ἐπιδεικνύμενοι.» Τοιαῦτα τοῦ νέου βασιλέως ὑπὲρ τῆς εἰς βασιλέα εἰρήνης διαλεχθέντος, ὁ μέγας δομέστικος μετ' αὐτὸν «καὶ δίκαια καὶ συμφέροντα» εἶπε «καὶ πολλῆς αἴτια δόξης ἐσόμενα ἡμῖν εἴρηκας, ὦ βασιλεῦ. διὸ οὐδὲ ἀντιλέγειν οὐδένα τῶν πάντων, ὡς οὐχ ᾗ προσῆκεν εἴρηται, δυνήσεσθαι νομίζω. ἐγὼ γὰρ αὐτὸς εἴ τι συνεώρων εἰρημένον τῶν μὴ δεόντων, ἀντεῖπον ἄν. ἐπεὶ δ' ἅπαντα εἴρηται καλῶς καὶ δικαιοσύνης ἐχόμενα καὶ ἐμπειρίας στρατηγικῆς, οὐδὲν ἔτι τὸ λεῖπον, ἢ εἰς πέρας ἄγειν τὰ βεβουλευμένα.» ἐπὶ τούτοις τῶν ἐν τέλει τινὲς καὶ τῆς στρατιᾶς ἐπ' αὐτὸ τοῦτο πρότερον ὑπό τε βασιλέως καὶ τοῦ μεγάλου παρεσκευασμένοι δομεστίκου ὥστε συνειπεῖν τοῖς εἰρησομένοις, τὴν βουλήν τε ἐπῄνεσαν, καὶ τὴν εἰρήνην ὡς αἰτίαν ἐσομένην πολλῶν ἀγαθῶν ἔφασαν δεῖν αἱρεῖσθαι. καὶ Συργιάννου δ' εὐθὺς καὶ πρωτοστράτορος τοῖς λεγομένοις προσθεμένων, καὶ τὸ πλῆθος ἅπαν ἐπηκολούθησε, καὶ ἐκεκύρωτο ἡ εἰρήνη. εἰ γὰρ καί τινες ἦσαν ὑπὲρ τοῦ τὸν πρεσβύτερον βασιλέα διαφθαρῆναι τὸν πόλεμον αἱρούμενοι, ἀλλ' ὥσπερ ὑπὸ ῥεύματος καὶ αὐτοὶ συναπήχθησαν τοῦ πλήθους.

κγʹ. Τούτων οὕτω γεγενημένων, τὴν πρὸς τὴν πρεσβείαν ἀπεσταλμένην θείαν αὐτοῦ πρὸς Βυζάντιον ἐξέπεμψε βασιλεὺς, μηνύσας τῷ βασιλεῖ καὶ πάππῳ τοιαῦτα· «ἔδει μὲν, ὦ κράτιστε βασιλεῦ, μηδὲν τῶν γεγενημένων μηδὲ τὴν ἀρχὴν κινηθῆναι. ἐγὼ γὰρ, ὅπερ πολλάκις εἶπον, τὸν πάντ' ἐφορῶντα μαρτύρομαι ὀφθαλμὸν, ὡς οὐδὲν ἐμαυτῷ σύνοιδα, πλὴν εἰ μὴ μικρά τινα καὶ παιδίοις πρέποντα ἡμαρτηκότι. ἐπεὶ δ' οὕτω συνεχώρησεν ὁ θεὸς τῶν ἐμῶν ἕνεκα πάντως ἀπείρων ἁμαρτημάτων, πάλιν αὐτῷ χάριτας ὁμολογῶ πολλὰς, ὅτι μὴ πρότερον κατέλυσα τὴν ζωὴν, πρὶν ἐπιτηδείου καιροῦ τυχεῖν οὕτως, ὥστε δυνηθῆναι καὶ τὸ ἄδολον τῆς γνώμης καὶ τὴν εἰς σὲ εὐπείθειαν καὶ δουλότητα φανερὰν καταστῆσαι. σὺ μὲν οὖν, ὦ βασιλεῦ, τῆς σῆς μὲν ἀνεψιᾶς, ἐμῆς δὲ θείας, διαπρεσβευομένης, ᾔτησας ὅσα οἶδας. ἐγὼ δ' ἐν ἱκεσίας μέρει παρὰ τοῦ μεγάλου βασιλέως αἰτῶ καὶ θεοῦ, σὲ μὲν ἐπὶ πολλοῖς ἔτεσιν ἐν ζῶσιν εἶναι, καὶ τὴν Ρωμαίων ἀρχὴν ἰθύνειν, ἐμὲ δὲ οἷα δοῦλον σὸν καὶ υἱὸν, ᾗ κελεύεις αὐτὸς, τὸ προσταττόμενον ἐκπληροῦν· τοῦ χρόνου δὴ προϊόντος, ἃ φίλον ἐστὶ θεῷ, τοιαῦτ' οἰκονομηθῆναι περὶ ἡμᾶς. εἰ μὲν οὖν πρότερος αὐτὸς ἀποστῶ τοῦ ζῇν, ἐπὶ σοὶ τὴν ἀρχὴν κεῖσθαι πᾶσαν, ὥσθ' ἅ σοι δοκεῖ συμφέρειν ποιεῖν· εἰ δ' ἄρα σύ γε πρὸς τὰς αἰωνίους μετακληθήσῃ μονὰς, ἐμοὶ πάλιν τὴν ἡγεμονίαν Ρωμαίων καταλειφθῆναι. ταῦτα μὲν οὖν ὅποι τῷ θεῷ φίλον ἀγέσθω· νυνὶ δὲ ἀνάγκης τε καὶ αἰδοῦς μεριζομένης, ἴσχυσεν ἡ ἀνάγκη, καί τι τῶν μὴ προσηκόντων καὶ ἀπαιδεύτων καὶ λέγειν καὶ πράττειν βιαζομένη. δέον γὰρ καὶ ἡμᾶς αὐτοὺς καὶ πόλεις καὶ χρήματα καὶ ὁμοῦ πάντα σοι ἐγχειρίζειν, δυεῖν ἕνεκα αἰτιῶν ἑτέρως ἠναγκάσμεθα ποιεῖν. ἓν μὲν, ὅτι τὴν μὲν ἐμὴν εἰς τὸ τά σοι φίλα πράττειν προαίρεσιν καὶ τὴν περί σε τιμήν τε καὶ αἰδῶ θεός τε οἶδεν ὁ τὰ κεκρυμμένα εἰδὼς, καὶ αὐτὸς, τῶν πραγμάτων παρασχόντων, ἐναργῆ τὴν ἀπόδειξιν ἐποιησάμην. πέποιθα μὲν οὖν, ὡς καὶ αὐτὸς διατεθήσῃ τὸν ἴσον τρόπον περὶ ἐμὲ, καὶ τὴν πατρικὴν εὐμένειαν καὶ τὴν φυσικὴν στοργὴν ἄδολον ἐμοὶ τηρήσεις καὶ καθαράν· οὔπω δὲ τὴν ἀπόδειξιν βεβαίαν τῶν πραγμάτων παρασχομένων, οὐδεὶς ἂν καταμέμψαιτο δειλίᾳ κατεχόμενον. δεύτερον δ', ὃ καὶ ἰσχυρότερον τοῦ προτέρου, ἐπειδὴ τοὺς σὺν ἐμοὶ πάντας, τοὺς μὲν ὑπὸ δειλίας, τοὺς δ' ὑπὸ κακοβουλίας, ἔστι δ' οὓς καὶ διὰ τὸ τοῖς κακοῖς χαίρειν, ἑώρων τὸν πόλεμον αἱρουμένους, εἰρήνης δὲ μὴ μέχρις ἄκρων ὤτων ἀνεχομένους, ἠναγκάσθην τι μικρὸν καὶ τοῦ ὄντος καλοῦ καὶ δικαίου παραλιπεῖν, ὡς ἂν ποιήσω πᾶσιν ἀνεκτὴν τὴν εἰρήνην. ἔστι δὲ τοῦτο, τὸ, ἐμὲ μὲν ἐκ Σηλυβρίας ἄχρι καὶ Χριστουπόλεως τῶν μεταξὺ χωρῶν τε καὶ πόλεων καὶ στρατιᾶς, ἔτι δὲ καὶ δημοσίων φόρων τὴν διοίκησιν ἔχειν· σὲ δὲ, βασιλεῦ, αὐτῆς τε τῆς Κωνσταντίνου μέχρι Σηλυβρίας καὶ τῶν κατὰ τὴν ἕω τοῖς Ρωμαίοις ὑπηκόων πόλεων, ἔτι δὲ καὶ νήσων πασῶν καὶ τῶν ἀπὸ Χριστουπόλεως Μακεδονικῶν τε καὶ ἑσπερίων ἐπαρχιῶν ἄχρις Ἐπιδάμνου καὶ Δαλματίας, τῶν ἄκρων ὅρων τῆς Ρωμαίων ἡγεμονίας. ἐλπίζω δὲ τοῦ χρόνου προϊόντος ἐμέ τε αὐτὸν καὶ ἃ δοκῶ νυνὶ σφετερίζεσθαι ὑπὸ τὴν σὴν ἐξουσίαν παραδώσειν ἀγαγὼν, ἐπειδὴ καὶ νῦν οὐκ ἐκ προαιρέσεως, ἀλλ' ἀνάγκῃ συνωθούμενος, προῆγμαι ποιεῖν.» Τοιαῦτα πρὸς τὸν βασιλέα βασιλεὺς ὁ νέος μηνύσας, ἀπέστειλε καὶ ὅρκους ἐν δυσὶ βιβλίοις ἐγγεγραμμένους, ἐξ ἑκατέρου πρὸς τὸν ἕτερον βασιλέα τὸν μερισμὸν περιέχοντας ὧν ἄρξουσι πόλεων, καὶ τοῖς ὀμωμοσμένοις ἐμμενεῖν ἑκάτερον ἰσχυριζομένους, ὡς ἂν, εἰ ἀρεστὰ δοκοίη ταῦτα κἀκείνῳ, τοῖς ἱεροῖς εὐαγγελίοις τοὺς ὅρκους πιστοὺς ποιήσας καὶ ὑπογραφαῖς τῆς οἰκείας χειρὸς ἐρυθραῖς, πέμψῃ πρὸς αὐτὸν, αὖθις τὰ ἴσα κἀκείνου δράσοντος. ἐπεὶ δὲ ἔδει καὶ τῶν ἐκ τοῦ νέου βασιλέως τινὰ παρεῖναι, τοὺς ἐγγράφους ὅρκους ἀποκομίσοντα, ὁ παρακοιμώμενος Ἀπόκαυχος ἀποστέλλεται παρὰ τοῦ μεγάλου δομεστίκου, τοῦ Συργιάννου πρὸς τοῦτο πείσαντος. τῆς μέντοι βασιλέως ἀνεψιᾶς πρὸς βασιλέα εἰς Βυζάντιον ἀφιγμένης, καὶ τούς τε λόγους τοῦ ἐγγόνου καὶ βασιλέως, ἔτι δὲ καὶ τὴν εἰρήνην καὶ ἐφ' οἷς ἐγένετο ἀπαγγειλάσης, πρῶτα μὲν ἔκπληξις εἶχε τὸν βασιλέα, καὶ σχεδὸν ἠπίστει τοῖς λεγομένοις. ἐπεὶ δὲ ἐπείθετο ἀληθῆ εἶναι, ἡδέως τε ἐδέξατο τὴν εἰρήνην, καὶ τῷ ἐγγόνῳ χάριτας ὡμολόγει πολλάς· συναγαγὼν δ' ἐν βασιλείοις εὐθὺς τοὺς ἐν τῇ Κωνσταντίνου εὑρεθέντας ἀρχιερέας, τούς τε ὅρκους ἐπετέλει, καὶ τὸν πρότερον ἐκφωνηθέντα κατὰ τοῦ νέου βασιλέως καὶ τῶν συνόντων διέλυεν ἀφορισμὸν, βασιλέα πάλιν τὸν ἔγγονον κελεύσας καὶ εἶναι καὶ ὀνομάζεσθαι. μέλλων δ' αὖθις τὴν αὐτὴν ἀνεψιὰν αὐτοῦ πρὸς βασιλέα τὸν νέον πέμπειν ὡς τοὺς παρ' ἐκείνου ληψομένην ὅρκους, ἀνιώμενος ὅτι μὴ τῶν εὖ γεγονότων τις, ἀλλ' Ἀπόκαυχος ἐπὶ τὸ τοὺς ὅρκους παραλαβεῖν ἀπέσταλτο, ἔφη πρὸς αὐτήν· «Τῆς μὲν εἰς ἐμὲ αἰδοῦς καὶ προμηθείας τε καὶ τιμῆς, πολλῶν ἀμοιβὰς ἀγαθῶν εὔχομαι τῷ βασιλεῖ καὶ ἐμῷ ἐγγόνῳ παρὰ θεοῦ, οὐ μόνον κατὰ τὸν τῇδε βίον, ἀλλὰ καὶ κατ' ἐκεῖνον τὸν ἀτελεύτητον. ἔτι δέ μοι καὶ θαυμάζειν ἔπεισι τό, τε μέτριον αὐτῷ τοῦ ἤθους καὶ τὴν εὐθύτητα τοῦ τρόπου καὶ τὸ πρὸς τὰ καλὰ βεβηκὸς, ὅτι νέος ὢν καὶ βασιλεὺς καὶ παρὰ πολὺ τῶν ἀντιπάλων κεκρατηκὼς, ἐξ ὧν εἰκὸς ἦν πρὸς φιλοτιμίαν ἐπαρθῆναι καὶ φυσηθῆναι καὶ ἢ ἀγνωμονῆσαι περὶ ἡμᾶς, ἢ, τό γε δεύτερον, ἅπερ ᾐτούμεθα αὐτοὶ ποιήσαντα φανερὰ, εἶτα ἅπερ ἤθελεν αὐτὸς χαρίσασθαι, ἵνα θαυμάζοιτο παρὰ πάντων· ὁ δ' ἐποίησε τοιοῦτον οὐδὲν, ἀλλὰ τοὺς μὲν ἐμοὺς λόγους διετήρησεν ἐν ἀδήλῳ, οὐδενὸς ἐγνωκότος ἑτέρου πλὴν τοῦ μεγάλου δομεστίκου μόνου· αὐτὸς δὲ τοὺς λόγους συνετῶς ἄγαν καὶ κοσμίως οἰκονομήσας, διπλὴν ἡμῖν κατέθετο τὴν χάριν, οὐ μόνον τὸ, τῆς Ρωμαίων ἡγεμονίας πάσης ἤδη πρὸς αὐτὸν κλινούσης, μέρος μέν τι παρακατασχεῖν, τῆς λοιπῆς δ' ἁπάσης ἡμῖν παραχωρῆσαι, ἀλλὰ καὶ τῷ μηδ' οὕτως εἰς στενὸν κομιδῇ τὰ ἡμέτερα ἐληλακότα ἐκπομπεῦσαι θελῆσαι. ἐξ ὧν ἐμὲ πεπεῖσθαι σαφῶς συμβαίνει, ὡς οὐδ' ἴχνος καταφρονήσεως ἐπὶ νοῦν ἦλθεν αὐτῷ ἐνδείξασθαι εἰς ἐμὲ, ἀλλὰ τὴν προτέραν αἰδῶ καὶ εὐλάβειαν ἀποσώζει. ἐκεῖνο δὲ οὐχ ἥκιστα λυπεῖ, ὅτι μὴ πρὸς τὴν παράληψιν τῶν ὅρκων, πολλῶν τε καὶ ἀγαθῶν καὶ τῶν καθ' αἷμα προσηκόντων αὐτῷ συνόντων, τούτων μὲν ἀπέσταλκεν οὐδένα, τὸν δὲ Ἀπόκαυχον, ἄσημον μὲν ὄντα καὶ ἐξ ἀσήμων, καὶ οὔπω χθὲς καὶ πρώην τοῖς τῶν δημοσίων φόρων πράκταις ὑπογραμματεύοντα. καίτοι τὸ δεινότερον ἀφεῖλον, ὡς δή τι θαυμαστὸν λέγων. ὁ γὰρ αὐτὸς ἐμὲ πολλαῖς ὑποσχέσεσιν ἐξαπατήσας, τῶν δημοσίων ἁλῶν ἔφορος ἀπεδείχθη. εἶτα τῶν μὲν ὑποσχέσεων ἐκπεπλήρωκεν οὐδέν· ὁμοῦ δὲ πᾶσαν τὴν ἐκ τῶν ἁλῶν πρόσοδον καταφαγὼν, καὶ διὰ τοῦτ' ἐκ πολλῶν ὀλίγα ζητοῦντος ἐμοῦ λαβεῖν, τῷ καιρῷ χρησάμενος, πρὸς τὸν ἐμὸν ἔγγονον ᾤχετο ἀποδράς. τίς οὖν τοῦτον ἰδὼν οὕτω τιμώμενον παρ' αὐτῷ, ὥστε καὶ ἐπὶ τοῖς τοῖς εὐγενεστάτοις προσήκουσιν ἔργοις αὐτῷ χρῆσθαι, οὐκ ἂν ἐξεπίτηδες νομίσαι εἰς ἀνίαν ἐμοὶ παρὰ βασιλέως τοῦ ἐγγόνου συνεσκευάσθαι; εἰ γὰρ καὶ τῷ ὄντι μὴ παρ' ἐκείνου τοιαύτῃ πέπρακται γνώμῃ, ἀλλ' οἱ πολλοὶ οὕτω γε νομιοῦσιν.» Ἀποκριναμένης δὲ καὶ αὐτῆς, οὐδ' ἂν αὐτῇ δοκεῖν καταφρονητικῶς παρὰ βασιλέως τοῦ νέου τὸν Ἀπόκαυχον ἀπεστάλθαι· «πολλὰς τῆς εἰς σὲ, βασιλεῦ, αἰδοῦς τε καὶ εὐλαβείας δεδωκότος τὰς ἀποδείξεις,» ὁ βασιλεὺς τόν τε πρωτασηκρῆτις Βαρδαλὴν καὶ τὸν Καλλικρηνίτην ἅμα σὺν αὐτῇ πρὸς τὸν ἔγγονον ἀποστέλλει. ἀφικομένων δὲ πρὸς αὐτὸν, πρὸς μὲν τοὺς περὶ τοῦ Ἀποκαύχου λόγους ὡς ἐπύθετο τοῦ βασιλέως, «μὴ οὕτω μανείην» ὁ νέος εἴρηκε βασιλεὺς «ὡς ἢ μικρὸν ἢ μέγα ἐπὶ λύπῃ ἢ καταφρονήσει τοῦ ἐμοῦ ποιῆσαι κυρίου καὶ βασιλέως. τὸ γὰρ ὅλως πρὸς αὐτὸν ἁμαρτεῖν ἑκόντα, τῆς ἴσης ἄξιόν ἐστιν αἰτίας παρ' ἐμοὶ κριτῇ, ἄν τε μεῖζον ἄν τ' ἔλαττον ἁμάρτημα ᾖ. Ἀπόκαυχος δὲ οὐχ ὡς πρέσβις, οὐδὲ τῆς εἰρήνης βεβαιωτὴς, ταῦτα γὰρ τῇ ἐμῇ θείᾳ προσῆκεν, ἀλλ' ὡς γραμματοκομιστὴς ἀπεστάλη μόνον. ἴσμεν δ', ὅτι καὶ μεγάλων ἕνεκα καὶ ἀναγκαιοτάτων πέμποντές τινι γράμματα, καὶ τοῖς φαυλοτάτοις τῶν οἰκετῶν χρώμεθα πρὸς μετακομιδήν. ὅμως εἰ καί τινα ἔχει μέμψιν, παρὰ τοῦ μεγάλου δομεστίκου τὰς εὐθύνας ἀπαιτεῖν, οὐ παρ' ἐμοῦ, προσήκει τὸν βασιλέα· παρ' αὐτοῦ γὰρ ἀπέσταλτο.» τοὺς ὅρκους δὲ βεβαιώσας καὶ τοῖς πρέσβεσιν ἐγχειρίσας, χαίροντας ἐξαπέστειλεν.

κδʹ. Αὐτὸς δὲ μετὰ τὴν πεντηκοστὴν, Ἰουνίου μηνὸς ἱσταμένου, ἀνέζευξεν εἰς Ἀδριανούπολιν· πέμψας δὲ εἰς τὴν Κωνσταντίνου, καὶ τὴν γυναῖκα αὐτοῦ Εἰρήνην ἤγαγε πρὸς ἑαυτόν· ἧς καὶ μετὰ τὴν πρὸς βασιλέα ἄφιξιν παιδίον ἄῤῥεν τεκούσης, μετὰ μῆνας ὀκτὼ τὸ παιδίον ἐτεθνήκει. ὁ βασιλεὺς δὲ τὰς ὑπ' αὐτὸν πόλεις περιϊὼν, καὶ τῶν αὐτῷ συνόντων τοὺς ἐπιφανεστέρους τιμαῖς τε καὶ δωρεαῖς καὶ ἐπαρχιῶν καὶ πόλεων ἐπιτροπαῖς, τοὺς δ' ἄλλους χρήμασι καὶ ἐτησίοις θεραπεύσας προσόδοις, διέτριψε τὸ θέρος. ἤδη δὲ τοῦ θέρους τελευτῶντος, κατὰ τὰς ἀρχὰς μάλιστα τοῦ Αὐγούστου μηνὸς, οἱ πρὸς τῇ Κωνσταντίνου τοῦ βασιλέως φίλοι δηλοῦσι διὰ γραμμάτων αὐτῷ, ὡς «ὁ Συργιάννης συμβάσεις πρὸς τὸν σὸν πάππον θέμενος, ἀφίξεται πρὸς αὐτὸν ὅσον οὔπω.» βασιλεῖ δ' ἅμα καὶ μεγάλῳ δομεστίκῳ τὰ γράμματα ἀναγνοῦσιν ἐδόκει λυσιτελεῖν πρὸς μὲν τὸ παρὸν ἐν ἀποῤῥήτῳ τὰ μηνυθέντα τηρεῖν· πέμψαντας δὲ πυνθάνεσθαι παρὰ τῶν φίλων, εἰ ὅλως ἀληθῆ τὰ περὶ Συργιάννη μηνυθέντα. σχέτλιον γὰρ ᾤετο καὶ βαρὺ πρὶν ἀκριβῶς τἀληθὲς ἐκμαθεῖν πρᾶξαί τι τῶν οὐ δεόντων ἢ φθέγξασθαι. πέμψας οὖν εὐθὺς ἐπυνθάνετο. οἱ δ' ἔφασαν πάνυ τε ἐξητακέναι καὶ σὺν ἀκριβείᾳ μαθεῖν, ὡς μεγάλα βασιλεύς τε καὶ Συργιάννης ἀλλήλοις ἐπαγγειλάμενοι ἐποιήσαντο τὰς συνθήκας· διὸ καὶ σφόδρα περιαλγήσαντες μεμηνυκέναι· «σοὶ δὲ μελήσει τὰ λυσιτελοῦντα καὶ βουλεύεσθαι καὶ πράττειν σαυτῷ.» τοιαῦτα περὶ Συργιάννη πυθόμενος ὁ βασιλεὺς, κατ' ἰδίαν μόνον παραλαβὼν «ἠκηκόειν» ἔφη πρὸς αὐτὸν «περὶ σοῦ, ὡς συμβάσεις θέμενος πρὸς τὸν ἐμὸν πάππον καὶ βασιλέα, μέλλεις μεθίστασθαι πρὸς αὐτόν. εἴτε δὲ αὐτὸς τοὺς λόγους ἐποιήσω πρῶτος, ἐλπίσας τι πλεῖον εὑρήσειν, εἴτ' ἐκεῖθεν πολλαῖς ὑποσχέσεσιν ἀπατηθεὶς ἐπείσθης, εἰδέναι σαφῶς οὐκ ἔχω. εἰ μὲν οὖν οὐκ ἀληθῆ τὰ εἰρημένα, αὐτοί τε οἱ εἰπόντες δίκαιοι κατηγορεῖσθαι, ἐγώ τε ἄξιος οὐκ ἐπαίνου τοῖς συκοφάνταις πιστεύσας. εἰ δ', ὅπερ ἔφην, ἢ αὐτός τι πλεονεκτήσειν ἐλπίσας, ἢ ἐκεῖθεν πεισθεὶς ὑπήχθης πρὸς τοῦτο, εἰ μὲν ἐθελήσεις τῶν τοιούτων ἀποστῆναι λογισμῶν, ἐμοὶ βουλευομένῳ πεισθεὶς, καὶ τὴν εἰς ἐμὲ πίστιν καὶ φιλίαν ὥσπερ καὶ πρότερον ἄδολον καὶ καθαρὰν τηρεῖν, τῆς αὐτῆς ἧσπερ καὶ πρότερον ἀπολαύσεις παρ' ἐμοὶ καὶ φιλίας καὶ εὐμενείας, οὐδὲν τῶν τοιούτων ὑπολογιζομένῳ ὥσπερ οὐδ' ἂν εἰ μὴ τὴν ἀρχὴν ἐγεγόνει, ἐπεὶ οὐδ' ἑτέρῳ τινὶ πλὴν ἐμοὶ καὶ τῷ μεγάλῳ δομεστίκῳ μόνῳ τὰ τοιαῦτα ἦλθεν εἰς ἀκοάς. εἰ δ' ὡς ἀγνώμονά τινα καὶ πονηρὸν ἐμὲ ἀποτρέπῃ, καὶ τὸ συνεῖναι καὶ συνδιατρίβειν οὐκ ἀνεκτὸν ἡγῇ, ἀλλ' ὑπερφυῆ τινα καὶ μεγάλα παρὰ τοῦ ἐμοῦ πάππου καὶ βασιλέως οἰόμενος εὑρήσειν, ὅλῃ προθέσει προσχωρῆσαι αὐτῷ προείλου, ἀνιῶμαι μὲν ἐπὶ τῇ διαστάσει τῇ σῇ, φίλου καὶ συνήθους ἀποστερούμενος· βίαν δὲ οὐκ ἐπάξω, οὐδ' ἄκοντα κατασχεῖν ἐθελήσω, ἐπεὶ οὐδὲ τὴν ἀρχὴν οὔτε πολέμου νόμῳ, οὔτ' ἄλλῃ τινὶ βίᾳ πρὸς τὸ ἐμοὶ δουλεύειν ὑπηγαγόμην, ἀλλ' ἑκοντὶ προσεχώρησας αὐτὸς, ἑλόμενος ἐμοὶ συνεῖναι καὶ συγκινδυνεύειν, καὶ πᾶν ὁτιοῦν ὑπὲρ ἐμοῦ καὶ ὑφίστασθαι καὶ πράττειν ἐπαγγειλάμενος. ὃ δὴ καὶ καλῶς ποιῶν, ἀληθὲς ἀπέφηνας ἐπὶ τῶν ἔργων. οὐ μὴν οὐδ' αὐτὸς ἀχάριστος οὐδ' ἀμνήμων ἐφάνην τῶν ἀγαθῶν, ἀλλὰ θεοῦ τῇ περὶ τοὺς φίλους προθυμίᾳ καὶ δύναμιν παρασχομένου, τούς τε ἄλλους καὶ σὲ, ὥσπερ ἔδει, τιμαῖς τε καὶ δωρεαῖς ἀξίαις τῶν πόνων ἠμειψάμην καὶ τῆς προθυμίας τῆς εἰς ἐμέ. ἐπεὶ οὖν ἑκοντὶ προσῆλθες, οὐκ ἀγαθὸν λαθραίως ἀναχωρεῖν, ἀλλ' εἰς φανερὸν συνταξάμενον ἀπιέναι. οἴομαι μὲν οὖν οὐδὲ τὸν ἐμὸν πάππον καὶ βασιλέα πρὸς πόλεμον ἑτοιμαζόμενον, ἐπὶ κακώσει τῶν ἐμῶν πραγμάτων σε προσλαμβάνεσθαι βούλεσθαι, ἀλλὰ τὴν μὲν εἰς ἐμὲ εἰρήνην καὶ τὰς σπονδὰς ὑγιαινούσας τηρεῖν· ἐφίεσθαι δ' ἁπλῶς οὕτω καὶ σὲ τελεῖν ὑπ' αὐτόν. καίτοι μοι καὶ τοῦτο λίαν ἔπεισι θαυμάζειν, ὅπως, αὐτῶν τῶν πραγμάτων τῆς εἰς αὐτὸν εὐνοίας ἐμοῦ καὶ εὐπειθείας ἐναργεῖς παρασχομένων τὰς ἀποδείξεις, ὅδε, ὅπερ οὐκ ἄν ποτε ἤλπισα, οὐ φιλοῦντος ἔργον οὐδὲν ἐνδείκνυται εἰς ἐμέ. εἰ δ' ἄρα καὶ πολεμεῖν ἐμοὶ προῄρηται, θεῷ μὲν μελήσει περὶ ἡμῶν. ἀναμιμνήσκω δέ σε καὶ ὧν αὐτὸς ἐφθέγξω λόγων, ἡμῶν περὶ τοῦ τί δεῖ πράττειν ἐν Βυζαντίῳ βουλευομένων. σοῦ γὰρ καὶ πρωτοστράτορος περὶ τοῦ βασιλέως ὅσα καὶ αὐτὸς οἶσθα εἰπόντων, ἐμοῦ δὲ τἀναντία βουλευσαμένου, θαυμάσας αὐτὸς «πέποιθα σαφῶς» ἔφης «ἐπὶ θεῷ, ὡς σοῦ τοῦτον τὸν τρόπον περὶ τὸν πάππον καὶ βασιλέα διακειμένου, αὐτὸς ὁ θεὸς πολεμήσει ὑπὲρ ἡμῶν, ἡμᾶς δὲ ἀμερίμνους ποιήσει.» σκέψαι τοίνυν ὃ μέλλεις δρᾷν· σοὶ γὰρ ὁ λόγος εἴρηται οὑτοσί.» Τοιαῦτα τοῦ βασιλέως εἰπόντος, ἐνίστατο μὲν ὁ Συργιάννης σεσυκοφαντῆσθαι φάσκων, καὶ ὧν κατηγόρηται μηδὲν ἀληθὲς εἶναι· τῷ δὲ μὴ βεβαίας παρέχεσθαι μηδ' ἐναργεῖς τὰς ἀποδείξεις ὑπὲρ ὧν κατηγορεῖτο, ὑποψίαν οὐ μικρὰν τῷ στοχάζεσθαι τὰ πράγματα παρείχετο δυναμένῳ ἐκ τῶν λόγων, ὡς πονηρὰ σύνοιδεν ἑαυτῷ. τοῦ μέντοι βασιλέως τοὺς αὐτοὺς λόγους πάλιν ἀναλαβόντος, καὶ θάρσους ἐμπλήσαντος, ὡς οὐδὲν ἧττον ἢ πρότερον εὐμενῶς διακείσεται πρὸς αὐτὸν, ἀπῆλθεν. ἐκ μέντοι Βυζαντίου παρὰ τῶν τοῦ νέου βασιλέως ἀγγελίαι ὁσημέραι ἀφικνοῦντο φίλων, τά τε περὶ Συργιάννην πείθουσαι ὡς εἴη ἀληθῆ, καὶ ὅτι βασιλεὺς ὁ πρεσβύτερος τὰ πρὸς τὸν πόλεμον ἐξαρτύεται πάντα, ὡς ἅμα τῷ Συργιάννην ἀφικέσθαι ἀναῤῥαγησομένου. ἄρτι δὲ τοῦ χειμῶνος ἀρχομένου, Ὀκτωβρίου μηνὸς πέμπτῃ ἱσταμένου, πάλιν ὁ βασιλεὺς ἰδιαζόντως ἔφη πρὸς Συργιάννην· «οὐκ οἴομαί σε ὧν πρὸ χρόνου μικροῦ πρός σε διειλέχθην ἐπιλελῆσθαι. ἐκ τότε δ' ἄχρι καὶ νῦν ὁσημέραι μοι ἀγγέλλεται περὶ σοῦ, ὡς ἀποστῆναι πρὸς τὸν ἐμὸν πάππον παρασκευάζῃ· οὐ μὴν ἀλλ' ὅτι καὶ αὐτὸς τὰ πρὸς πόλεμον ἐξαρτύεται, ὡς ἅμα τῷ σὲ παραγενέσθαι πρὸς ἐμὲ πολεμήσων. ὅσοι δ' ἐπιτηδείως ἔχουσιν ἐμοὶ, καὶ εἷρξαί σε παραινοῦσιν, ὡς ἅμα τῷ σὲ εἰρχθῆναι καὶ τοῦ πολέμου παυσομένου. ἐγὼ δ' ἃ πρότερον εἰρήκειν καὶ αὖθις ἐρῶ· ὡς εἰ μὲν τοῖς ἐμοῖς λόγοις πεισθεὶς, τοῦ τοιαῦτα καὶ βουλεύεσθαι καὶ δρᾷν ἀποστῇς, καλῶς ἂν ἔχοι· εἰ δ' ἀδυνάτως ἔχεις μεταβουλεύσασθαι, ἃ βούλει πρᾶττε. ἐγὼ γὰρ οὐ μόνον οὐχ εἷρξαί σε προθυμοῦμαι, καίτοι πάνυ ῥᾳδίως ἔχων, ὡς καὶ αὐτὸς φαίης ἂν, ἀλλ' οὐδὲ τῆς ἀρχῆς παραλύσω. τούτου δ' ἕνεκά σοι ταῦτα προλέγω, ὡς ἂν εἰδείης ἀπελθὼν, ὡς οὐ λαθὼν, ἀλλὰ φωραθεὶς ἃ προείλου παρώφθης δρᾷν.» ἐπὶ τούτοις ὁ Συγιάννης συκοφαντεῖσθαι πάλιν ἰσχυρισάμενος, καὶ μηδὲν τοιοῦτον ἑαυτῷ συνειδέναι, τοῦ βασιλέως ἐπιτρέψαντος, πρὸς ἃς ἐπετρόπευε τῆς Θρᾴκης πόλεις ἀπῆλθε. δύο δ' ἐξ αὐτῶν, τὸν Ἄπρων καὶ τὴν Γαρέλλαν, φρουραῖς κατασχὼν, καὶ τἄλλα ἀσφαλισάμενος ὥστ' ἔχειν πρὸς πολιορκίαν ἀντέχειν, ἀπέστη πρὸς τὸν πρεσβύτερον βασιλέα Νοεμβρίου μηνός. ἅμα δὲ τῷ τοῦτον ἐπιβῆναι Βυζαντίου, καὶ ὁ τῶν βασιλέων πόλεμος φανερῶς αὖθις ἀνεῤῥιπίζετο. ὁ νέος γὰρ βασιλεὺς τὴν ὑποτεταγμένην αὐτῷ στρατιὰν ἅπασαν ἐν βραχεῖ συναθροίσας, τοιοῖσδε πρὸς αὐτοὺς ἐχρήσατο λόγοις· «τὸ τῆς εἰρήνης καλὸν καὶ λυσιτελὲς οὐ μόνον τοῖς ἀρχομένοις, ἀλλὰ καὶ τοῖς ἄρχουσιν, ὥσπερ αὖ πάλιν τὰ ἐκ τοῦ πολέμου κακὰ καὶ ὑμῖν μὲν πᾶσι καθέστηκε φανερά· ἐγὼ δὲ τῶν ἐμοὶ προσόντων ἰδίᾳ πάντων ἐτιμησάμην ἂν ὥστε μὴ λυθῆναι τὴν εἰρήνην· ἐπεὶ δ' ὁ ἐμὸς πάππος καὶ βασιλεὺς, ὅπερ οὐδ' ἄν ποτε ἐπείσθην πρὶν γενέσθαι, λύσας τὰς πρὸς ἡμᾶς σπονδὰς, πρὸς πόλεμον ἐχώρησε φανερῶς, οὐδεμίαν αἰτίαν ἢ λαβὴν ἡμῶν πρὸς τὸ λῦσαι ταύτας παρασχομένων, ἀλλὰ καὶ ἀκόντων νῦν ὑπ' ἀνάγκης πρὸς τὸν πόλεμον χωρούντων, καὶ ταῖς ψήφοις ἁπάσαις τὴν εἰρήνην αἱρουμένων, οὐδὲν εἶναί μοι τὸ λεῖπον δοκεῖ, ἢ θεὸν τὸν ἐν ταῖς σπονδαῖς ὅρκιον ἐπικαλεσαμένους κατὰ τῶν ἀδικούντων χωρεῖν, οὐ μᾶλλον τοῦ αὐτοὺς κακοῦν, ἢ τοῦ μὴ αὐτοὶ κακῶς παθεῖν πρόνοιαν ποιουμένους. τὸ γὰρ εἰς τὴν ἡμετέραν περιμένειν ἀμυνομένους ἐπιόντας, οὐκ ἀνανδρίας μόνον, ἀλλὰ καὶ ἀσυνεσίας οὐ πάνυ πόῤῥω δόξειεν ἄν. ἐλπίζω δὲ οὐδὲ θεὸν αὐτὸν, ὃν ἡμεῖς εὐορκοῦμεν, ἡμᾶς ἐγκαταλιπεῖν ἂν, ἀλλὰ συμπαρέσεσθαί τε καὶ ὑπὲρ ἡμῶν ἀμυνεῖσθαι.» Τούτων οὕτως ὑπὸ βασιλέως εἰρημένων, ἡ στρατιὰ πάντες ὥσπερ ἀπὸ γλώττης μιᾶς «χάριτας» ἔφησαν «ὁμολογοῦμεν τῷ θεῷ πάντων καὶ βασιλεῖ, ὅτι οὐκ ἀδίκῳ τινὶ καὶ πλεονεκτικῷ τὸν τρόπον ἑπόμεθα δεσπότῃ, ἀλλὰ μᾶλλον καὶ ἃ πάντες ἂν αὐτῷ συμφαῖεν εἶναι δίκαια ὑπὲρ τῆς πρὸς ὁμοφύλους εἰρήνης προϊεμένῳ. δίκαιος δ' ὢν ὁ θεὸς καὶ δικαιοσύνας ἠγαπηκὼς, ᾗ φησιν ὁ προφήτης, οὔτε σὲ πρὸς τὴν ἀδικίαν ἀντικαθιστάμενον, οὔθ' ἡμᾶς ὑπὲρ τοῦ δικαίου περιόψεται στρατευομένους. ἡμῶν τοίνυν ἁπάντων ὑπὲρ σοῦ κἂν ἐξῇ πολλάκις ἀποθανεῖν ἑτοίμων ὄντων, μηκέτι μέλλωμεν μηδ' ἀναβαλλώμεθα τὸν καιρὸν, ἀλλ' ἐχώμεθα ἔργου θεῷ θαῤῥοῦντες.» ἐπὶ τούτοις ὁ βασιλεὺς τῆς εὐνοίας ἕνεκα καὶ τῆς προθυμίας τῆς εἰς αὐτὸν τὰ εἰκότα εὐχαριστήσας, τὸν μὲν κοινὸν διέλυσε σύλλογον, ἰδίᾳ δ' ἅμα δομεστίκῳ τῷ μεγάλῳ καὶ πρωτοστράτορι βουλευσάμενοι περὶ τῶν αὐτῶν, ἐπεὶ καὶ αὐτοῖς ἐδόκει καλῶς ἔχειν τὰ εἰρημένα καὶ οὐδενὸς ἐνδεῖν ἔτι, ἐπεψηφίσαντο καὶ αὐτοί. εἰς τὴν ὑστεραίαν δὲ ὁ μὲν πρωτοστράτωρ πρὸς τὴν Ἀδριανοῦ πόλιν ἐχώρει, Ἄνναν τὴν αὐτοῦ θυγατέρα τῷ Ἀσάνῃ Μανουὴλ τῆς τοῦ μεγάλου δομεστίκου γαμετῆς ἀδελφῷ πρὸς γάμον συνάψων.

κεʹ. Βασιλεὺς δὲ πρὸς τὴν ἐκστρατείαν παρασκευάζεσθαι παραγγείλας τὴν στρατιὰν, ἡτοιμάζετο καὶ αὐτός. τά τε ἄλλα δὲ εὖ θέμενος καὶ ἐν τῷ Διδυμοτείχῳ τήν τε γαμετὴν αὐτοῦ καὶ τὴν Παλαιολογίναν Θεοδώραν, τὴν αὐτοῦ μὲν θείαν, μητέρα δὲ τοῦ μεγάλου δομεστίκου, ἀντὶ φρουρᾶς ἁπάσης καταλιπὼν, ἦν γὰρ δὴ καὶ πρὸς διοίκησιν ἔμπειρος πολιτικῶν πραγμάτων, καὶ φρονήσεως ἐῤῥωμενεστέρας ἢ κατὰ φύσιν γυναικείαν τυχοῦσα, καὶ πᾶσι τοῖς πόλεων ἄρχουσι καὶ διοικηταῖς τῶν πραγμάτων αὐτῇ πείθεσθαι πᾶν ὅτι ἂν κελεύῃ προστάξας καὶ τῶν περὶ αὐτῶν φροντίδων ἀπολύσας ἑαυτὸν, ἐπεὶ καὶ ἡ στρατιὰ ἡμέραις ὀκτὼ παρεσκεύαστο ὧν ἐδεῖτο, ἄρας ἐκεῖθεν, ἦλθεν ἄχρι Τζουρουλόης. στρατοπεδευσάμενος δ' ἐκεῖ ἔμεινεν ἡμέρας τινὰς, τοῦτο μὲν, ὅτι καὶ χειμὼν ἐξαίσιος ἐπεγένετο, ἐπεὶ καὶ χειμῶνος ἦν ὥρα, κατὰ μῆνα γὰρ ἐστρατοπεδεύοντο Δεκέμβριον, τοῦτο δ', ἵνα καὶ τὸ λεῖπον τῆς στρατιᾶς ἀθροισθῇ· τὸ δ' ἔτι τούτων αἰτιώτερον, ὅτι τῆς κατὰ Θρᾴκην Ἡρακλείας τοῦ νέου βασιλέως πρὸς τὸν πρεσβύτερον ἀποστάσης, ὁ Συργιάννης τὴν Βυζαντίηθεν στρατιὰν παραλαβὼν, ἐνήδρευεν ἐν αὐτῇ. ἔδοξεν οὖν αὐτῆς πρῶτον ἀποπειράσαι. χρόνου δὲ αὐτοῦ τινος τριβομένου, ἔδοξε τοῖς ἐν τέλει πᾶσι καὶ τοῖς ἡγεμόσι τῆς στρατιᾶς συνελθοῦσι, πρεσβείαν ὡς βασιλέα τὸν πρεσβύτερον ἀποστεῖλαι ἐξαιτήσουσαν εἰρήνην· ὃ καὶ τοῦ νέου βασιλέως πυθομένου, ἐπεὶ κατὰ γνώμην αὐτῷ ἦν, πέμπουσί τινα τῶν τῆς στρατιᾶς Καλοχαιρέτην ὠνομασμένον, τὰ γράμματα ἐγχειρίσαντες· ἐπεὶ διὰ γραμμάτων ἦν ἡ πρεσβεία, αὐτὸς δὲ μόνον διακομιστοῦ τάξιν ἐπεῖχεν. ἐδήλου δὲ τὰ γράμματα τοιαῦτα· «Κράτιστε βασιλεῦ, ἡμεῖς ἄνωθεν ἐκ προγόνων ὄντες Ρωμαῖοι, καὶ τὴν εὐπραγίαν τῶν Ρωμαίων οἰκείαν νομίζομεν εὐδαιμονίαν, καὶ τὴν κακοπραγίαν ὡσαύτως ἐν ἰδίᾳ τιθέμεθα δυστυχίᾳ. οὗ δὴ ἕνεκα καὶ τοὺς βασιλέας ἡμῶν ὑμᾶς εὐνοεῖν ἀλλήλοις, ἀλλὰ μὴ πολεμίους εἶναι, ποιούμεθα περὶ πλείστου, ὅπερ ἐστὶν ἀληθὲς ἐννοοῦντες, ὡς ὑμῶν μὲν φιλίως πρὸς ἀλλήλους διακειμένων, καὶ τὰ τῆς ἀρχῆς αὐξάνειν, ἢ, τό γε δεύτερον, μὴ ἐλασσοῦσθαι εἰκός· πολεμίων δὲ ἀλλήλοις ὄντων, οὐ μόνον ὑπὸ τῶν προσοίκων βαρβάρων, ἀλλὰ καὶ ὑφ' ὑμῶν αὐτῶν τὴν ὑμετέραν ἡγεμονίαν καταλυθήσεσθαι. πρὸ χρόνου μὲν οὖν τινος τῆς διαφορᾶς κινηθείσης, καὶ τοῦ νέου βασιλέως ἐπιστρατεύσαντός σοι, ἅμα τε ἐμνήσθης εἰρήνης, καὶ ὁ σὸς ἔγγονος, ὥσπερ ἂν αὐτὸς ὢν ὁ αἰτῶν, καίτοι δοκῶν ἐν τῷ πολέμῳ πλεονεκτεῖν, προσεδέξατο ἀσμένως, καὶ διελέλυτο εὐθὺς, ὥσπερ ἂν εἰ μηδὲ τὴν ἀρχὴν ὁ πόλεμος συνέστη. ὃ δὴ ἡμῖν τε καὶ τῷ ὑμῶν ὑπηκόῳ παντὶ ἡδονῆς αἴτιον καὶ εὐθυμίας κατέστη, εὐτυχίας τοῖς Ρωμαίοις ἀρχὴν τὴν ἡμέραν ἐκείνην λογισαμένοις. νυνὶ δὲ ὁρῶντές σε τὸν μᾶλλον ὄντα δίκαιον, εἴ τι καὶ προπετῶς παρὰ τοῦ ἐγγόνου τοῦ σοῦ ἐπράττετο οἷα νέου, τὸν πόλεμον καταστέλλειν, ἐξ οὐδεμιᾶς αἰτίας προφανοῦς τάς τε σπονδὰς λελυκότα καὶ πολεμοῦντα φανερῶς, ἀθυμοῦμέν τε, ὡς εἰκὸς, καὶ συμφορῶν ἀρχὴν ἡγούμεθα τὴν λύσιν τῶν σπονδῶν. οὗ δὴ ἕνεκα καὶ δεόμεθά σου, βασιλεῦ, πρὸς αὐτοῦ τοῦ τῶν ὅρκων ἐφόρου θεοῦ, τοῦ καὶ ὄντος εἰρήνης καὶ καλουμένου, τὸν πόλεμον καταθεῖναι, καὶ μὴ περιϊδεῖν τὸ ὑπήκοον διὰ τὴν ὑμετέραν φιλονεικίαν ἀνηκέστοις κακοῖς περιπεσόν. εἰ μὲν οὖν πεισθεὶς τοῖς ἡμετέροις λόγοις τὴν εἰρήνην ἀντὶ τοῦ πολέμου μᾶλλον ἀσπάσῃ καὶ τὴν πρὸς τὸν ἔγγονον τὸν σὸν ὁμόνοιαν καὶ κοινωνίαν, καὶ αὐτοὶ προθύμους παρέξομεν ἑαυτοὺς καὶ τὰς ψυχὰς αὐτὰς, εἰ οἷόν τε, ὑπὲρ τῶν σοί τε καὶ τῷ ἐγγόνῳ τῷ σῷ συμφερόντων ῥᾳδίως προϊεμένους. ἂν δ', ὃ μὴ γένοιτο, πονηροῦ τινος βασκήναντος δαίμονος, τὴν ἡμετέραν μὲν ἀπώσῃ πρεσβείαν, τοῖς δ' ἐνάγουσι πονηροῖς καὶ χαίρουσι τοῖς κακοῖς πρὸς τὸν πόλεμον πεισθῇς, τὸν πάντ' ἐφορῶντα θεὸν καὶ τοῖς πραττομένοις πᾶσιν ἐπάγοντα δίκην ὄμνυμέν σοι, ὡς ἢ πεσούμεθα μαχόμενοι πάντες, ἢ ποιήσομεν καταφανὲς ἔργοις αὐτοῖς, ὡς δίκαιοι ἦμεν περὶ εἰρήνης πρεσβεύοντες εἰσακούεσθαι. τότε γὰρ αὐτὸς πρεσβεύσεις πρὸς ἡμᾶς, ὅτε εἰ μηδὲ τὴν ἀρχὴν ἐκίνεις πρὸς ἡμᾶς τὸν πόλεμον βέλτιον κρινεῖς. ἔτι δὲ μὴν μήτ' οἴκοθεν αὐτὸς, μήτε παρ' ἑτέρων ἀκούων πεισθῇς, ὡς ἢ δώροις καὶ ὑποσχέσεσιν ἢ ἐκπλήξει τε καὶ δειλίᾳ ἢ ἑτέρῳ τινὶ τρόπῳ ἢ περινοίᾳ τινὰς ἡμῶν παρασπάσαι καὶ τοῦ νέου βασιλέως ἀποστῆσαι δυνήσῃ. αὐτοὶ γὰρ ἡμεῖς ἀρὰς ἠρασάμεθα καθ' ἑαυτῶν τὰς παλαμναιοτάτας, ἦ μὴν ἐμμενεῖν τοῖς ὀμωμοσμένοις ἄχρι θανάτου καὶ μὴ ἀποστήσεσθαι τοῦ νέου βασιλέως, ἢ τὸν τοῦτο δράσοντα ἐνέχεσθαι ταῖς ἀραῖς. ὡς οὖν οὕτω γνώμης ἡμῶν ἐχόντων, καὶ αὐτόν σε καὶ βούλεσθαι καὶ πράττειν τὰ δέοντα παρακαλοῦμεν καὶ μὴ ταῖς μὴ οὔσαις ὑπονοίαις ἐξαπατηθέντα πρᾶξαί τι τῶν ἐν ὑστέρῳ μετάμελον παρασχησόντων.» Τοιαῦτα πρὸς βασιλέα τὸν πρεσβύτερον οἱ τῆς συγκλήτου πάντες καὶ οἱ τῆς στρατιᾶς ἡγεμόνες ἐγγράφως διαπρεσβευσάμενοι, εἶτα καὶ ὑπογραφαῖς οἰκείαις ἵν' ᾖ πιστὸν ἐπιβεβαιώσαντες τὸ γράμμα, καὶ ἐγχειρίσαντες τῷ εἰρημένῳ Καλοχαιρέτῃ, πέμπουσιν εἰς Βυζάντιον πρὸς βασιλέα. ἀφικομένου πρὸς τὰ βασίλεια δ' αὐτοῦ, θροῦς ἤρθη παρὰ πάντων καὶ βοὴ συμμιγὴς, ὡς Παλαιολόγος ὁ τοῦ βασιλέως ἔγγονος οὐ γὰρ ἠξίουν αὖθις αὐτὸν βασιλέα καλεῖν, πρὸς βασιλέα πέμψας πρεσβείαν, συγγνώμης δεῖται τυχεῖν, ἀλλ' οὐκ ἂν τύχοι, εἰ μὴ αὐτὸς ἑαυτὸν ἀποδείξας δεσμώτην, πρὸς τοὺς πόδας ῥίψειε βασιλέως· οὕτω γὰρ ἂν μόλις τυχεῖν. ὁ βασιλεὺς δ' ἥτις ἦν ἡ αἰτία πυθόμενος τοῦ θορύβου, τοῖς μὲν ἀτάκτοις καὶ κεκραγόσιν ἐπέταττε σιγᾷν, τῷ δὲ Καλοχαιρέτῃ μηνύει, ὡς ἀναγκαίων τινῶν πέρι ἀσχολουμένῳ, ἐπεὶ μὴ καιρὸν εἶναι συντυχεῖν αὐτῷ, τὰ τοῦ ἐγγόνου γράμματα ἀποστεῖλαι. ὁ δ' ἀπεκρίνατο, ἑτέρῳ μηδενὶ ἂν τὰ γράμματα ἐγχειρίσαι εἰ μὴ αὐτῷ βασιλεῖ· οὕτω γὰρ εἶναι προστεταγμένον αὐτῷ.

κϛʹ. Ἠσχολεῖτο δ' ὁ βασιλεὺς κατ' ἐκεῖνο καιροῦ, ὅπως τὸν μὲν υἱὸν αὐτοῦ Κωνσταντῖνον τὸν δεσπότην τριήρεσι μακραῖς πρὸς ἑσπέραν ἐκπέμψῃ, Θεσσαλονίκης καὶ τῶν ἄλλων ἑσπερίων πόλεων ἐπιτροπεύσοντα, βασιλίδα δὲ τὴν Μιχαὴλ μὲν τοῦ βασιλέως γαμετὴν, Ἀνδρονίκου δὲ τοῦ νέου μητέρα, ἐκεῖθεν εἰς Βυζάντιον ἀναγάγῃ. ὃ δὲ καὶ γεγονὸς κατὰ τὸ ἐπίταγμα βασιλέως, ἐλύπησεν οὐ μετρίως τὸν υἱὸν αὐτῆς Ἀνδρόνικον τὸν βασιλέα, βίᾳ τὴν μητέρα ἑλκυσθεῖσαν ἀκηκοότα. ὡς γὰρ ἡ βασιλὶς τὴν αἰτίαν ἐπύθετο, δι' ἣν ὁ δεσπότης ἀφῖκτο, καὶ ἡ κυρία παρῆν, ἐν ᾗ πρὸς τὸν πλοῦν ἔδει καλεῖσθαι, εἰσελθοῦσα τὸν ἱερὸν καὶ τῇ τῆς θεομήτορος εἰκόνι προσφῦσα, οὐδ' ἂν εἴ τι γένοιτο μεθήσειν ἔφασκεν. ὁ δεσπότης δὲ ἐλθὼν, πρῶτα μὲν λόγοις ἐπεχείρει πείθειν· ὡς δ' οὐκ ἔπειθεν, ἐβιάζετο καὶ χερσίν. ὡς δ' ἤνυε καὶ οὕτως οὐδὲν, τῷ μεγάλῳ παπίᾳ Παλαιολόγῳ καὶ τῷ πρωταλλαγάτορι Σεναχηρεὶμ καὶ Ἰωάννῃ Ζαρίδῃ τὸν ἑλκυσμὸν ἐπέτρεπε τῆς βασιλίδος. οἳ δὴ καὶ βίᾳ τῆς εἰκόνος ἀποσπάσαντες εἰς θάλασσάν τε καταγαγόντες, ἐπέτρεψαν τοῖς τριηράρχαις ἀχθησομένην ὡς βασιλέα. ἐδόκει μὲν οὖν τῷ τῆς βασιλίδος υἱῷ βασιλεῖ τῷ νέῳ καὶ τοῦτο δεινὸν, τὸ καὶ αὐτὸν δεσπότην χεῖρα βιαίαν ἐπενεγκεῖν τῇ μητρί. εἰ γὰρ καὶ ἀδελφοῦ γαμετὴ, ἀλλὰ τῷ βασιλικῷ νόμῳ καὶ δεσπότις ἦν αὐτοῦ· τὸ δὲ καὶ ἑτέροις ἐπιτρέψαι τὸ ἔργον οὐδενὸς ἐνομίσθη δεύτερον εἰς ὕβρεως ὑπερβολήν. ἀλλὰ ταῦτα μὲν ὕστερον. βασιλεὺς δ' ὁ πρεσβύτερος ὡς ἀπηλλάγη τῶν περὶ τῆς ἑσπέρας φροντίδων, τὸν Καλοχαιρέτην μεταπεμψάμενος, ἐζήτει τε τὰ γράμματα τοῦ ἐγγόνου καὶ εἴ τι διὰ στόματος ἔχει λέγειν, ἐκέλευεν ἀπαγγέλλειν. ὁ δ' ἔλεγε μήτε γράμματα μήτε λόγους τοῦ νέου βασιλέως κομίζειν, ἀλλὰ τῶν αὐτῷ συνόντων συγκλητικῶν καὶ τῶν ἄλλων ἡγεμόνων τῆς στρατιᾶς· ἐπεδίδου δὲ ἅμα καὶ τὸ βιβλίον. διελθὼν δὲ ὁ βασιλεὺς τὰ ἐγγεγραμμένα, καὶ ἅμα καὶ τὰς ὑπογραφὰς ἰδὼν, «ἐκεῖνοι μὲν» εἶπεν «ἀπειλοῦσιν ἐμοὶ ὅσα δὴ βούλονται, ἐγὼ δ' ἀνθ' ὧν τολμῶσι δίκας τίσουσί φημι τὰς ἐσχάτας.» «οὐκ ἀπειλοῦσιν,» εἶπεν «ὦ βασιλεῦ,» ὁ Καλοχαιρέτης «ἀλλὰ δέονται πρῶτον· ἂν δ' ἐφ' οἷς ἱκετεύουσι μὴ εἰσακούωνται, τὰ μέλλοντα συμβήσεσθαι ἀπαγγέλλουσι. καὶ ἐγὼ δὲ αὐτὸς καὶ δέομαί σου καὶ συμβουλεύω, κράτιστε βασιλεῦ, μὴ περιϊδεῖν αὐτῶν τὴν ἱκετείαν· ἀλλ' ἀσπάσασθαι τὴν εἰρήνην, οὐ μόνον τῷ ὑπηκόῳ λυσιτελοῦσαν, ἀλλὰ καὶ σοὶ, καὶ μὴ παρὰ πάντων κακῶς ἀκούειν τὰ μέγιστα συναιρομένην. ὅτε γὰρ ὁ σὸς ἔγγονος βασιλεὺς ὁ νέος σου τὸ πρῶτον ἀποστὰς εἰς Ἀδριανούπολιν ἀφῖκτο, οἱ μὲν αὐτῷ τὰς αἰτίας ἀνετίθεσαν τῆς ἀποστασίας, ἕτεροι δὲ σοί· καὶ ἦν τοῖς ἀνθρώποις ἀμφίβολος ἡ περὶ τούτων γνῶσις. ὡς δ' ἐπιστρατεύσαντος ἐκείνου, σύ τε ἐμνήσθης εἰρήνης, ἐκεῖνός τε ἄσμενος προσεδέχετο μηδὲν μελλήσας, καὶ ἐγεγέννηντο αἱ σπονδαὶ, πάντες μὲν ἐπῄνεσαν ὑμᾶς τῆς τε εὐβουλίας καὶ τῆς πρὸς τὰ βελτίω μεταβολῆς· ἑορτῆς δὲ ἡμέραν ἦγον τὴν ἡμέραν ἐκείνην, τῶν ἐκ τοῦ ἐμφυλίου κακῶν πολέμου νομίσαντες ἀπηλλάχθαι. νῦν δ' ὅτε βασιλεὺς ὁ σὸς ἔγγονος τὴν ἀποτεταγμένην αὐτῷ τῆς ἀρχῆς μοῖραν περιϊὼν, τήν τε στρατιὰν ἠξίωσε προνοίας οὐ τῆς τυχούσης, καὶ τὰ πεπονηκότα τῷ χρόνῳ τείχη τῶν πόλεων ἐπέταξεν ἀνακτᾶσθαι, καὶ τῆς πολιτικῆς εὐνομίας καὶ τῆς ὅλης τῶν πραγμάτων ἐπιδόσεως, ὅσον ἐξῆν, ἐπεμελήθη, αὖθις ἐξαίφνης ὁ πόλεμος ἀνεῤῥάγη, μηδεμίαν μήτ' ἐκείνου μήτε τῶν συνόντων αἰτίαν παρασχομένων. ὥστ' ἐκείνῳ μὲν συμβήσεται καὶ ἐπὶ τοῖς προτέροις αἰτίας πάσης ἀπολελύσθαι, καὶ τῶν νῦν ἕνεκα ἐπαινεῖσθαι ὡς ἀμυνομένῳ καὶ οὐ κατάρχοντι πολέμου, καὶ τὴν παρὰ πάντων εὔνοιαν καρποῦσθαι ὡς ἀδικουμένῳ συναλγούντων· σὲ δ' ἁπάσαις ψήφοις καὶ νῦν καὶ πρότερον ἁλίσκεσθαι ἀδικοῦντα. ἐννόησον οὖν ἡλίκη τῶν συμβησομένων κακῶν καὶ πρὸς θεοῦ τίσις καὶ πρὸς ἀνθρώπων ἕψεται μέμψις. διὸ δὴ καὶ αὖθίς σου δέομαι, βασιλεῦ, καὶ τῶν ὑπηκόων ἔλεον σχόντα καὶ τοῦ βασιλέως τε καὶ παιδὸς καὶ αὐτοῦ δὲ σοῦ, οὕτω παρὰ Ρωμαίοις πᾶσιν ἐπαινουμένου καὶ ὥς τινος τῶν κρειττόνων θαυμαζομένου, τὸν πόλεμον καταλῦσαι, προσδεξάμενον τὴν εἰρήνην· καὶ μὴ περιϊδεῖν τὸ μὲν ὑπήκοον ὑπὸ τοῦ πολέμου διαφθαρὲν, τὸν δὲ σὸν ἔγγονον καὶ βασιλέα ἢ νικήσαντα πάσης ἥττης αἰσχίω νικῆσαι νίκην, πατέρα γὰρ νικήσει, ἢ ἡττηθέντα ἀδίκως τε ὁμοῦ καὶ παρὰ πατρὸς ἀποθανεῖν, τό, τε σὸν ὄνομα τὸ παρὰ πάντων ᾀδόμενον σὺν εὐφημίᾳ, διαβαλλόμενον ἐξ ἀντιστρόφου.» Τοιαῦτα εἰπὼν ὁ Καλοχαιρέτης, καὶ πρὸς τὰς ἐκ βασιλέως καὶ τῶν παρόντων πεύσεις καὶ ἀντιθέσεις συνετῶς ἄγαν τὰς ἀποκρίσεις ἀνθυπενεγκὼν, τελευταῖον ἑαυτὸν πρὸς τοὺς βασιλέως κατακλίνας πόδας, ἐδεῖτο μεθ' ὅσης σπουδῆς μὴ ἀπώσασθαι τὴν εἰρήνην, μηδὲ τὸν ἐξ ἀρχῆς ἀνθρωποκτόνον καὶ φθονερὸν, ἀλλὰ τὸν εἰρηνοποιὸν Χριστὸν, τὸν τὰ διεστῶτα συνάψαντα, σχεῖν τὸ πλέον. ἀναστήσας δὲ αὐτὸν ὁ βασιλεὺς καὶ εὐχαριστεῖν εἰπὼν, «ὅτι ἐλθὼν ἐδίδαξας ἡμᾶς ἀρκούντως», τοῖς ἀπεσταλκόσιν ἐκέλευεν ἀπαγγέλλειν, ὡς ἀσύνετα διαπρεσβευομένοις οὐδ' αὐτὸς ἂν ἀπόκρισιν δοίη· ἀποκρινεῖται δ' αὖθις, ἂν καὶ αὐτοὶ πρεσβεύσωνται συνετῶς. οὕτω μὲν ὁ Καλοχαιρέτης ἄπρακτος ἀπῆλθεν ἐκ Βυζαντίου. ὁ δέ γε βασιλεὺς ὁ νέος ἄρας ἐκ Τζουρουλόης εἰς Ἡράκλειαν, ἀφίκετο τὴν τῆς Θρᾴκης, καὶ Συργιάννην ἐκεῖ κατακλείσας ἅμα τῷ ἐκ Βυζαντίου στρατῷ, ἐπολιόρκησεν ἐφ' ἡμέρᾳ μιᾷ. κἀκεῖθεν αὖθις ἀπαναστὰς, ἐστρατοπέδευσε περὶ Δάνειον, ἐς τὴν ὑστεραίαν δ' εἴχετο τῆς φερούσης πρὸς τὸ Βυζάντιον. καὶ γενομένῳ κατὰ τὸ Ρήγιον ὁ Καλοχαιρέτης ἐνέτυχεν ἀπαγγέλλων ὡς ἄπρακτος ἐπανήκει.

κζʹ. Στρατοπεδευσαμένῳ δὲ αὐτοῦ ἔδοξε δέον εἶναι καὶ αὐτὸν πρὸς τὸν βασιλέα καὶ πάππον ἀποστεῖλαι πρεσβείαν περὶ εἰρήνης. πέμπει δὴ τὸν μέγαν κονοσταῦλον Ἰωάννην Παλαιολόγον, τὸν πρωτοστράτορος ἀδελφὸν, καὶ Ἰωάννην τὸν Ἀπλησφάρην, γράψας τῷ πάππῳ καὶ βασιλεῖ τοιαῦτα· «τῶν ἐμοὶ συνόντων συγκλητικῶν καὶ τῶν ἄλλων ἡγεμόνων τῆς στρατιᾶς κἀμοῦ συνειδότος, πρός σε περὶ εἰρήνης διαπρεσβευσαμένων καὶ μὴ τυχόντων, νυνὶ καὶ αὐτὸς σὺν αὐτοῖς αὖθις περὶ τῶν αὐτῶν πρεσβεύομεν, ὦ βασιλεῦ, καὶ δεόμεθά σου πάντες κοινῇ μὴ ὥς τι τῶν ἀτίμων ἀποῤῥιφῆναι, ἀλλ' εὐμενείας καὶ συγγνώμης τοῦ σοῦ κράτους τυχεῖν, ἐφιεμένους πάνυ σοῦ καὶ εἶναι δούλους καὶ ὀνομάζεσθαι, καὶ τὴν εἰρήνην ἀντὶ πολλῶν ἀγαθῶν ἄλλων ἐν εὐεργεσίας αἰτουμένους μέρει.» τούτους μὲν οὖν ἀπέστειλεν ὡς βασιλέα, ἐν ἡμέραις ὀκτὼ κελεύσας ἐπανελθεῖν, ἀρκεῖν πρὸς τὸ βασιλέα βουλεύσασθαι περὶ τῆς εἰρήνης τὸ διάστημα νομίσας τοῦ χρόνου· αὐτὸς δ' ἔμεινεν ἐν Ρηγίῳ· δύο δὲ ἡμερῶν παρεληλυθυιῶν πρὸς ταῖς δέκα, ὡς οἱ πρέσβεις οὐκ ἐπανῆκον, ἄρας ἐκ Ρηγίου, ἦλθεν ἐγγὺς τῶν Βυζαντίου τειχῶν ὅσον μὴ βάλλεσθαι τοξείαις τοὺς στρατιώτας. πέμψας δ' ἐγγὺς τῶν ἑπομένων τινὰς, λέγειν ἐκέλευε τοῖς ἐπὶ τοῦ τείχους ἀπαγγέλλειν τῷ βασιλεῖ, ὡς «ὁ σὸς ἔγγονος, ἐπεὶ κατὰ τὴν προθεσμίαν οὐχ ἧκον οἱ πρέσβεις, ἐλθὼν αὐτὸς συγγνώμης δεῖται τυχεῖν.» οἱ δὲ μηδ' ἄκροις ὠσὶ παραδεξάμενοι τοὺς λόγους, βάλλοντες ἀπὸ τοῦ τείχους ἠνάγκασαν φυγεῖν. βασιλεὺς δ' ὁ νέος αὐτόθι διακαρτερήσας μέχρι κλινούσης ἡμέρας, ὀλίγον ἀναζεύξας ἐστρατοπέδευσεν ἐγγὺς Κοσμιδίου ἐν τοῖς Λυμπιδαρίου, καὶ τρεῖς μὲν ἔμεινεν ἡμέρας ἐκεῖ. χειμώνων δ' ἐξαισίων καὶ ὄμβρων ἐπιγενομένων, ὡς καὶ δύο τῶν στρατιωτῶν ὑπὸ ψύχους ἀποθανεῖν ἐν τῷ στρατοπέδῳ, ἐπεὶ περί τε εἰρήνης ἠλπίζετο μηδὲν ἔτι, ὅ, τε χειμὼν ἐπέκειτο σφοδρῶς, καὶ ἡ στρατιὰ τῶν πρὸς τὴν χρείαν ἠπόρει, οὐκ ἐπιτρεπόμενοι πρὸς τοῦ νέου βασιλέως τὴν χώραν κακοῦν, ἦσαν δὲ τάγματα τεσσαράκοντα, ἀναστρέψας ἦλθεν εἰς Διδυμότειχον, καὶ διέλυσε τὴν στρατιάν. ἔτι δὲ ἐστρατοπεδευμένου πρὸς Βυζαντίῳ, Βοησίλας ὁ τοῦ Μυσῶν βασιλέως ἀδελφὸς, τοῦ νέου βασιλέως ἀποστὰς, πρὸς τὸν πρεσβύτερον ηὐτομόλησεν. ὁ νέος δὲ βασιλεὺς μετὰ τὴν εἰς Διδυμότειχον ἄφιξιν ἐνόσησε ῥῖγος καθημερινὸν ἐν ἡμέραις τεσσαράκοντα ἐφεξῆς· τούτου δὲ πεπαυμένου, αἵματος ἄπιστόν τι χρῆμα διὰ τῶν μυκτήρων ἐῤῥύη ἐν ἡμέραις δυοκαίδεκα συνεχῶς. λωφήσαντος δὲ καὶ τούτου τοῦ κακοῦ, αὖθις ἐῤῥίγωσε τεταρταῖον ἐν ἑνὶ καὶ δέκα μησίν. ἀπὸ δὲ τοῦ τοιούτου κακοῦ τά τε σπλάγχνα καὶ ὁ σπλὴν κακῶς διατεθέντα, ἄχρι καὶ τελευτῆς αὐτοῦ τῆς κακώσεως οὐκ ἴσχυσαν ἀπαλλαγῆναι· ἀλλὰ πόνοις καὶ καθημερινοῖς γυμνασίοις μεθώδευε τὸ κακὸν ὅπως ἀναπνεῖν ἐῴη. ὁ δέ γε πρεσβύτερος βασιλεὺς, καίτοι θαυμαζόμενος ἐπὶ συνέσει, καὶ δεινὸς δοκῶν ἐκ τῶν πραγμάτων συνεῖναι τὸ δέον, ὁρῶν τὸν ἔγγονον πλήθει τε στρατιᾶς καὶ προθυμίᾳ καὶ ἀνδρίᾳ τῇ πρὸς τὰς μάχας ὑπερέχοντα πολλῷ τῶν αὐτοῦ, καὶ δίκαιος ὢν προσδέξασθαι τὴν εἰρήνην, ἐπεὶ καὶ μετὰ καλοῦ τοῦ σχήματος ἐγίνετο, δεομένων ἐκείνων· ὁ δὲ, ἐπιπολὺ μὲν ἠξίωσεν ἀποκρίσεως οὐδεμιᾶς τοὺς ἐπὶ τῇ εἰρήνῃ ἀφιγμένους πρέσβεις, χρόνου δὲ παρῳχηκότος πολλοῦ, ἀπέπεμψεν ἀπράκτους. ἐνῆγε δὲ αὐτὸν πρὸς τὸ μᾶλλον τὸν πόλεμον αἱρεῖσθαι μάλιστα μὲν καὶ ἡ τοῦ Συργιάννη ἄφιξις πρὸς αὐτὸν, μέγα τι καὶ ἀξιόλογον ὄντος προσδοκίμου πράττειν· οὐχ ἥκιστα δὲ καὶ τὰ νεωτερισθέντα ἐν τῇ Ροδόπῃ. ὁ γὰρ Παλαιολόγος Ἀνδρόνικος ὁ μέγας στρατοπεδάρχης παρὰ βασιλέως τοῦ νέου τῶν κατὰ τὴν Ροδόπην ἐπαρχιῶν Στενιμάχου καὶ Τζεπαίνης πόλεων καὶ τῶν ἄλλων φρουρίων οὐκ ὀλίγων ὄντων, καὶ τῆς ἐν αὐτοῖς στρατιᾶς πολλῆς τε καὶ μαχιμωτάτης οὔσης ἡγεμὼν ἀποσταλεὶς, τοὺς μὲν δώροις καὶ ὑποσχέσεσι πείσας, ἔστι δ' οὓς καὶ βιασάμενος, τῷ πρεσβυτέρῳ προσεποίησε βασιλεῖ. ὃ δὴ οὐ φαύλας ἐνεποίησεν αὐτῷ ἐλπίδας τοῦ περιγενήσεσθαι ἐν τῷ πολέμῳ. ἐν ᾧδε ὁ νέος βασιλεὺς ἐν τῷ Διδυμοτείχῳ διῆγε, τοῦ αὐτοῦ χειμῶνος ὁ Συργιάννης ἐξ Ἡρακλείας εἰς Βυζάντιον ἐλθὼν, καὶ τὴν στρατιὰν πᾶσαν παραλαβὼν, εἰς τὰς ἐπὶ Θρᾴκης ὑπηκόους τῷ νέῳ βασιλεῖ πόλεις ἐξῆλθε. καὶ πρῶτον μὲν εἰς Ἄπρω καὶ τὴν Γαρέλλαν, μὴ ἀποστῶσι δεδοικὼς πρὸς βασιλέα τὸν νέον, φρουρὰν ἀπέστειλε πεζὴν ἅμα καὶ ἱππικὴν, ὡς ἂν ἀντέχοιεν πρὸς τὰς ἐκ Διδυμοτείχου ἐφόδους. ἔπειτα εἰς Ραιδεστὸν ἐλθὼν, κατέσχεν αὐτὴν πείσας τοὺς φρουρούς· ἦν γὰρ περὶ τὰ τοιαῦτα δεινός. ἐκεῖθεν δὲ Βιζύην καταδραμὼν καὶ ληϊσάμενος τὰ περὶ αὐτὴν, ἦλθεν εἰς Σεργέντζιον, καὶ κατέσχε καὶ αὐτὸ προσχωρῆσαν. εἶτα εἰς Βυζάντιον ἐλθὼν καὶ διατρίψας ἡμέρας τινὰς, ἐξελθὼν αὖθις ἅμα τῇ στρατιᾷ, ἀπῆλθεν εἰς Σηλυβρίαν. μὴ προσδεξαμένων δὲ τῶν Σηλυβριανῶν, φρούριόν τι Σηλυβρίας ἐγγὺς, Σάκκους ὀνομαζόμενον, τῶν κατοικούντων γεωργῶν παραδόντων, κατέσχε· στρατιὰν δὲ ἐκεῖσε καταλιπὼν ὥστε τὰ Σηλυβριανῶν ἐπεκδρομαῖς κακοῦν, εἰς Βυζάντιον ἐπανῆλθεν. ἐκάκωσε δὲ Σηλυβριανοὺς ὁ ἐκ τῶν Σάκκων πόλεμος ἐς τὰ μάλιστα λαθραίαις τε καὶ φανεραῖς ἐφόδοις. καὶ ὁ χειμὼν ἐν τούτοις ἐτελεύτα πέμπτης ἰνδικτιῶνος. ἄρτι δ' ἔαρος ἀρχομένου, περὶ τὰς ἀρχὰς Μαρτίου μηνὸς, γράμματα παρὰ τοῦ νέου πέμπονται βασιλέως πρὸς τὰς ὑπ' αὐτὸν ἐπαρχίας, κελεύοντα τὴν στρατιὰν εἰς Διδυμότειχον ἄχρι πεντεκαιδεκάτης αὐτοῦ παρεῖναι. καὶ πάντες ἐν ᾗ παρῆσαν ἐπετάχθησαν ἡμέρᾳ.

κηʹ. Ἀπορῶν δὲ χρημάτων, οἷς ἂν θεραπεύσειε τὸ μισθοφορικὸν ὁ βασιλεὺς· τὰ γὰρ δημόσια οὐκ ἐπράχθησαν, ἅμα μὲν διὰ τὴν ἐκ τοῦ πολέμου ταραχὴν, ἅμα δ' ὅτι καὶ οἱ γεωργοὶ, ἐξ ὧν μάλιστα οἱ φόροι πράττονται, τῶν ἰδίων ἀνέστησαν κωμῶν, τῶν τε παρὰ τοῦ πρεσβυτέρου βασιλέως στρατιωτῶν ληϊζομένων, καὶ τῶν παρὰ τοῦ νέου πρὸς φυλακὴν ἐκπεμπομένων ἀγόντων τὰ αὐτῶν καὶ φερόντων πλεονεξίᾳ στρατιωτικῇ, καὶ οὐδὲν ἄμεινον διατιθέντων τῶν πολεμίων, ἠνιᾶτο καὶ κατετρίβετο φροντίσιν, ὅθεν ἂν εὐπορήσειε χρημάτων σκοπῶν. ὁρῶν δὲ αὐτὸν ὁ μέγας δομέστικος σύννουν, τὴν δὲ αἰτίαν ἀγνοῶν, ἤρετο ἀνθ' ὅτου φροντίζοι. τοῦ δὲ τὴν ἀπορίαν τῶν χρημάτων εἰπόντος διὰ τὸ μὴ τὰ δημόσια εἰσπεπρᾶχθαι, καὶ τὴν εἰς τὴν στρατιὰν ἀπαραίτητον τῶν ἀναλωμάτων χρείαν· «ἀλλ' ἔγωγε» ὁ μέγας δομέστικος εἶπε» τὴν τοιαύτην ἀπορίαν τῶν χρημάτων σαφῶς εἰδὼς, ἅμα τῷ σὲ τὰ γράμματα ἐκπεπομφέναι ἀθροίζεσθαι κελεύοντα τὴν στρατιὰν, καὶ χρήματα ἐκ τῶν ἰδίων συνεπορισάμην ἀρκέσοντα πρὸς τὴν χρείαν. καὶ οὐδέν ἐστιν ἐνδέον ἔτι, ἢ τῶν στρατιωτῶν ἕκαστον τὸν ἀποτεταγμένον ἀριθμὸν τῆς μισθοφορᾶς ἐρχόμενον λαμβάνειν. ὃ δὴ καὶ γενήσεται εἰς δευτέραν ἢ καὶ τρίτην ἡμέραν, καὶ τούτου γε ἕνεκα φρόντιζε μηδέν.» ὁ βασιλεὺς δὲ «τῆς μὲν εἰς ἐμέ σου» εἴρηκεν «ἀγάπης ἕνεκα οὐδὲν χρὴ λέγειν, ὅσα τις ἂν εἴποι πάντων ἐλαττόνων ἐσομένων. δυσχεραίνω δ' οὐ μετρίως καὶ πρὸς τοῦτο, ὅσα τε τῶν ἰδίων ἐξ ὅτου πρὸς Ἀδριανούπολιν ἤλθομεν, εἰς τὰς κοινὰς χρείας ἐξαναλώσας σκοπῶν, καὶ ἃ νῦν ἐξαναλώσεις οὐκ ὀλίγας ἐσόμενα χρυσίου μυριάδας, ὡς καὶ αὐτὸς οἶδα σαφῶς. διὸ καὶ τῆς ἀπορίας οὐχ ἧσσον τῶν χρημάτων τὸ ἐν τοσούτοις σε χρήμασι ζημιοῦσθαι καθικνεῖταί μου τῆς ψυχῆς.» παροῦσα δὲ αὐτοῖς διαλεγομένοις καὶ ἡ τοῦ μεγάλου δομεστίκου μήτηρ ἡ Παλαιολογίνα Θεοδώρα· «ἀλλ' ἔγωγε» εἶπεν «οὐ ζημίαν ἥγημαι τὸ ἀναλίσκειν ἐν τοῖς τοιούτοις, ἀλλὰ πάντων κερδῶν λυσιτελέστατόν τε ἅμα καὶ σωφρονέστατον. εἰ γὰρ λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦτος, ἄν θ' ὑπὲρ τῶν ἰδίων τις ἁμαρτημάτων, ἄν θ' ὑπὲρ τοῦ ζῇν ἀναλώσῃ, οὐ ζημίαν τὴν δαπάνην, ἀλλὰ κέρδος ἡγεῖσθαι χρή· ἄλλως τε καὶ τῶν ἱερῶν διδασκόντων λογίων, ὡς, ὅπου ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν, παρὰ σοὶ, βασιλεῦ, ἐπειδὴ σὺ θησαυρὸς αὐτοῦ, καὶ ἡ καρδία τοῦ μεγάλου δομεστίκου ἔσται. τούτου δὲ ὄντος ἀληθοῦς, τῶν ἄλλων πάντων χρημάτων ὡς οὐδενῶν καταφρονήσει. καὶ χωρὶς δὲ τουτωνὶ, ἂν φειδόμενοι τῶν χρημάτων κινδυνεύσητε περὶ τὸ ζῇν, οὐκ εὔδηλον, ὅτι, θανόντων ὑμῶν ἀτίμως, παρ' ἄλλοις ἔσται τὰ χρήματα, ἴσως δὲ καὶ πολεμιωτάτοις; φείδεσθε τοιγαροῦν μήτε σωμάτων μήτε χρημάτων, ἄχρις ἂν τὸν κινηθέντα πόλεμον ᾗ λυσιτελεῖ διάθησθε ὑμῖν.

κθʹ. Ἐπὶ τούτοις αὐτῇ χάριτας ὁμολογήσας ὁ βασιλεὺς, ἐξελθὼν ἐβουλεύετο μετὰ τῶν ἐν τέλει, εἰ χρὴ πρότερον ἐπὶ Ἄπρω καὶ Γαρέλλαν, ἢ ἐπὶ τὰς ἀφεστηκυίας ποῤῥωτέρω τῶν πόλεων ἐλθεῖν· ὡς τῶν μὲν ἀπωτέρω τὴν μὲν βλάβην ἥσσονα παρεχομένων, εὐαλωτοτέρων δέ· τῶν δὲ μετὰ τοῦ μᾶλλον βλάπτειν καὶ καρτερωτάτων ἀπό τε τῆς τῶν τειχῶν κατασκευῆς καὶ τῆς ἐγκαθιδρυμένης δυνάμεως οὐσῶν. ἐδόκει δὴ ἐπὶ Ἄπρω ἐλθεῖν πρῶτον. καὶ ἄραντες ἐκ Διδυμοτείχου, ἐπεὶ πάντα παρεσκεύαστο, καὶ πρὸς τὸ μισθοφορικὸν τὸ χρυσίον διενεμήθη, ἦλθον ἐπὶ Ἄπρω. στρατοπεδευσαμένων δὲ ἐκεῖ, πέμψας ὁ βασιλεὺς ἠσπάζετο τοὺς ἐπὶ τῶν τειχῶν, καὶ πρὸς τὸ μάχης χωρὶς αὐτῷ ἐπεχείρει παραδιδόναι τὸ πόλισμα πείθειν, οὔτε ἡμαρτηκέναι φάσκων αὐτοὺς οὐδὲν, οὔτε αὐτὸν ὀργίζεσθαι πρὸς αὐτοὺς, ἀλλὰ τὴν αἰτίαν τῆς ἀποστασίας ἐπὶ τὸν βίᾳ κατασχόντα, οὐκ ἐπ' αὐτοὺς εἶναι τοὺς ἠναγκασμένους. διόπερ καὶ εἰ προσχωρήσαιεν ἀμαχεὶ, πολλαῖς εὐεργεσίαις ἀμείβεσθαι εἶναι δίκαιος. οἱ δ' ἐπὶ τοῦ τείχους εὐθὺς οὐδ' ὅλους ἀναμείναντες ἀκοῦσαι τοὺς παρὰ βασιλέως λόγους, κακῶς τε ἔφασκον ἥκειν αὐτὸν, καὶ τοὺς ἀπάτης γέμοντας τουτουσὶ λόγους οὐκ ἐκείνοις, οὔτε δεδοικόσιν οὔτε πρὸς ἀπάτην οὖσιν εὐκόλοις, ἀλλ' ἑτέροις μᾶλλον προσήκειν λέγειν· αὐτοὶ δὲ τῷ τε πεπιστευκότι τὴν πίστιν τηρήσειν, καὶ τὸ φρούριον φυλάξειν ἀσφαλῶς. ὁ βασιλεὺς δ' αὖθις πέμψας ἑτέρους, μὴ τὸ κακῶς παθεῖν συνεβούλευεν ἑλέσθαι μᾶλλον ἐξ ἀβουλίας, ἐνὸν ἔξω τε κινδύνων εἶναι καὶ παθεῖν εὖ. τῶν δὲ ὑβριστικῶς ἀποκριναμένων, καὶ λίθοις καὶ βέλεσι τοὺς ἀπεσταλμένους βαλόντων, ἕτερόν τε μηδένα πρὸς αὐτοὺς ἥκειν παραγγειλάντων, ὡς αὐτὸν ἀποκτενούντων, ἐπεὶ μὴ λόγοις ἑώρα πείθειν δυνατὸς ὢν ὁ βασιλεὺς, κλίμακας ἐκέλευσεν ἑτοιμασθῆναι, ἐς τὴν ὑστεραίαν ἐσομένης τειχομαχίας. ὁρῶντες δὲ οἱ ἀπὸ τοῦ τείχους τὰς κλίμακας κατασκευαζομένας, ὡς ἀνηνύτοις ἐπιχειρούντων κατεγέλων, οὐ μόνον τῇ ἀσφαλείᾳ τῶν τειχῶν, ἀλλὰ καὶ τῷ πλήθει τῶν στρατιωτῶν οἰόμενοι περιγενήσεσθαι τοῦ πολέμου. ἦσαν γὰρ οἵ τε ἐκ Βυζαντίου κατὰ συμμαχίαν ἀφιγμένοι, ἱππεῖς μὲν εἴκοσι καὶ διακόσιοι, καὶ πεζοὶ τοξόται τούτων εἴκοσιν ἐλάσσους ἀγαθοὶ τοξεύειν, ὁπλῖται τε οἱ ἐκ μηχανῶν ἀφιέντες βέλη τριάκοντα, ἐξ ὧν εἷς ἐπὶ τῷ εὐστόχως τῶν ἄλλων μᾶλλον διαβεβόητο βάλλειν· ἐγχώριοί τε ἱππεῖς ἑκατὸν ὡπλισμένοι, τοξόται τε οὐκ ὀλίγοι καὶ σφενδονῆται, οὐ μόνον ἐγχώριοι, ἀλλὰ καὶ τῶν περιοίκων πλεῖστοι διὰ τὸν πόλεμον συνελθόντες· καὶ γυμνητεία πολλή. οἷς ἐθάῤῥουν, εἰ μήτι ἄλλο, τὸ γοῦν ἁλῶναι ῥᾳδίως διαφυγεῖν. ἅμα δὲ πρωῒ εἰς τὴν ὑστεραίαν οἵ τε ἔξωθεν καὶ οἱ ἀπὸ τῶν τειχῶν παρετάττοντο πρὸς μάχην. καὶ γενομένης καρτερωτάτης τειχομαχίας, μέχρι μὲν ἑβδόμης ὥρας ἀντέσχον οἱ ἀπὸ τῶν τειχῶν ἀμυνόμενοι προθύμως· ἔπειτα οἱ τοῦ νέου βασιλέως ἀνδρίᾳ τε καὶ τόλμῃ τῶν ἀντιτεταγμένων ὑπερσχόντες καὶ τὰς κλίμακας τοῖς τείχεσι προσερείσαντες, τὸ πόλισμα εἷλον καὶ διήρπασαν αὐτό. δείσας δὲ ὁ βασιλεὺς, μὴ, πάντων χρημάτων διαφθαρέντων, ἀνάστατος γένηται ὁ Ἄπρως, ἐκέλευσε τοὺς καρποὺς μὴ διαφθείρειν, ὅπως ἔχοντες ἀφορμὰς οἱ Ἄπριοι τοῦ ζῇν, μὴ ἐκλίπωσι τὸ ἄστυ. ἀπέθανον μέντοι ἐν τῇ τειχομαχίᾳ πλὴν ἑνὸς ὁπλίτου τῶν ἐκ Βυζαντίου ἐξ ἑκατέρων μερῶν οὐδεὶς, καὶ τούτου μετὰ τὴν μάχην ὑπὸ Λατίνου τινὸς ἀποκτανθέντος, ὅτι αὐτός τε καὶ πλείους ἕτεροι ἐτραυματίσθησαν ὑπ' αὐτοῦ· τραυματίαι δ' ἐγένοντο καὶ ἑκατέρωθεν οὐκ ὀλίγοι. τούς τε ἐκ Βυζαντίου ἱππέας τε καὶ πεζοὺς δήσαντες οἱ στρατιῶται εἶχον· εἰς τρίτην δὲ ἡμέραν τοὺς αἰχμαλώτους στρατιώτας ὁ βασιλεὺς κελεύσας αὐτῷ παραστῆναι, διείλεκται οὕτως· «οὔτε συνετῶς οὔτε συμφερόντως πεπράχατε ὑμῖν αὐτοῖς ὑφ' ἡμῶν προσαγορευόμενοι φιλίως, εἰς λοιδορίας αὐτοὶ τραπόμενοι καὶ ὕβρεις. τὸ μὲν γὰρ μὴ καταπλήττεσθαι τοὺς ἐπιόντας ἀλλ' ἐγκαρτερεῖν ἀμυνομένους, ἀνδρίας ἄν τις τιθείη· τὸ δὲ ὑβρίζειν τε καὶ κομπάζειν ἀπὸ τῶν τειχῶν, καὶ θράσους καὶ παρανοίας. διὸ καὶ συμβουλεύσαιμι ἂν ὑμῖν, εἴγε πείθησθε, ἀνδρίᾳ μὲν καὶ τόλμῃ καὶ χειρὸς ἔργοις ἀνθίστασθαι τοῖς πολεμοῦσι, λόγοις δὲ σωφρονεῖν. οὐ γὰρ ἡ ἀπὸ τῶν λόγων ἀκολασία, ἡ διὰ τῶν ἔργων δὲ ἐμπειρία καταπλήττει τοὺς ἐπιόντας. δοριαλώτους μὲν οὖν γενομένους ὑμᾶς, ᾗ βουλοίμεθα ἔξεστι χρῆσθαι νόμῳ πολέμου· ἐγὼ δὲ οὐκ ἐπὶ κακῷ τῶν Ρωμαίων στρατεύων, ἀφίημι ἐλευθέρους. εἰ μὲν οὖν ὑπ' ἐμοὶ στρατεύεσθαι βούλεσθε, προνοίας τε ἀξιώσω τῆς προσηκούσης, καὶ τοῖς οἰκειοτάτοις ἐντάξω· εἰ δ' οἴκαδε ἀπελθεῖν, καὶ οὕτως εὖ ποιήσας ἀποπέμψω.» Προσκυνήσαντες δὲ οἱ στρατιῶται καὶ τῆς εὐεργεσίας χάριν εὐφημήσαντες πολλὰ, καιρὸν ἐξῄτησαν εἰς διάσκεψιν. διασκεψάμενοι δὲ, τῶν ἱππέων μὲν ἔμειναν ὀλίγοι, τῶν πλειόνων ἀπελθόντων· οἱ πεζοὶ δὲ πλὴν ὀλίγων ἅπαντες εἵλοντο δουλεύειν τῷ βασιλεῖ. οἷς καὶ μισθὸν ἐτήσιον τάξας, ἐνέγραψε τοῖς οἰκέταις· τοὺς δ' ἀπελθόντας ἐφωδίασε χρυσίῳ. ὁρῶν δὲ τὸν ἄλλον ὅμιλον τῶν Ἀπρίων, ἄνδρας ὁμοῦ καὶ γυναῖκας καὶ παῖδας γυμνοὺς καὶ ἀπόρους περιϊόντας καὶ ὀλοφυρομένους τὴν ἀποστέρησιν τῶν ὄντων, τοὺς λογάδας τῆς στρατιᾶς πάντας καὶ τοὺς ἐν τέλει συναγαγὼν, «δίκαιόν ἐστιν» ἔφη «πολλοῖς καὶ μεγάλοις σήμερον εὐηργετηκότος ἡμᾶς τοῦ θεοῦ, καὶ αὐτοὺς ἀξίους τῆς εὐεργεσίας φανῆναι. τὸ γὰρ μήτε τὴν ἐγκαθεστῶσαν πολλήν τε καὶ ἀξιόμαχον οὖσαν στρατιὰν, μήτε τὴν ἀσφάλειαν καὶ τὸ ὕψος τῶν τειχῶν, μήτ' ἄλλο μηδὲν ἐμπόδιον ἡμῖν γενέσθαι πρὸς τὸ μὴ τοὺς αὐθάδεις τουτουσὶ τιμωρήσασθαι καὶ ὑβριστὰς, οὐκ ἄλλου τινὸς ἢ τῆς τοῦ κρείττονος εὐεργεσίας ἄν τις λογίζοιτο δικαίως· τὸ δ' αὖθις ἐν οὕτω καρτερᾷ τειχομαχίᾳ καὶ ἁλώσει πόλεως μήτε ἡμῶν τινὰς, ὅπερ ἦν εἰκὸς, ἀποθανεῖν, μήτε τῶν ἑαλωκότων ἀποκτείναντας ὁμοφύλοις αἵμασι χρανθῆναι, τῆς πολλῆς περὶ ἡμᾶς προνοίας καὶ κηδεμονίας τοῦ θεοῦ. χρὴ τοιγαροῦν καὶ ἡμᾶς νικήσαντας ἐπικαμφθῆναι ταῖς συμφοραῖς τῶν ἀτυχησάντων, πρὸς μὲν γὰρ τοὺς βαρβάρους ἄχρι παντὸς πολεμεῖν δεῖ· πρὸς δὲ τοὺς ὁμοφύλους ἄχρι τοῦ κρείττονος, καὶ μεταδοῦναι ἕκαστον ἐκ τῶν λαφύρων καθ' ὅσον ἂν αἱροῖτο τοῖς αἰχμαλώτοις. τρία γὰρ τὰ μέγιστα κερδανεῖτε· θεόν τε ἵλεων ἑαυτοῖς προπαρασκευασάμενοι, τὸν εἰς τοὺς ἀτυχοῦντας ἔλεον οἰκειούμενον καὶ τῇδέ τε πολλαπλασίοσι καὶ ἀπαλλάξαντας τοῦ βίου ἐπαγγελλόμενον ἀμείβεσθαι· καὶ τὴν ἡμετέραν εὐμένειαν προσκτώμενοι, περὶ πλείστου ποιουμένου τὴν εὐεργεσίαν τῶν αἰχμαλώτων· καὶ τρίτον ὑμῖν ἑαυτοῖς ἀνδρίας ἅμα καὶ μεγαλοψυχίας δόξαν περιποιούμενοι, ἀνδρίᾳ νικήσαντες τοὺς ἀντιτεταγμένους, ἐλευθερίᾳ δὲ γνώμης καὶ μεγαλοψυχίᾳ οὐχ ὡς πολεμίοις, ἀλλ' ὡς ὁμοφύλοις καὶ ἀτυχοῦσι τὴν δυνατὴν πρόνοιαν εἰσενεγκόντες.» τοιαῦτα παραινέσαντος τοῦ βασιλέως, οὕτω διετέθησαν ἡ στρατιὰ, ὡς πάντας μὲν ἐκ τῶν λαφύρων μεταδοῦναι τοῖς Ἀπρίοις· ὅσοι δὲ καὶ πρὸς τὸ ἀγαθοεργεῖν ἐφιλοτιμοῦντο, τοὺς δεσπότας ἀνερευνήσαντες τῶν παρ' αὐτοῖς λαφύρων, ἀπέδοσαν πάντα, μηδενὸς ἀποστερήσαντες.

λʹ. Ἓξ δὲ ἡμέραις μετὰ τὴν ἅλωσιν ἐνστρατοπεδευσάμενοι Ἄπρῳ, τῇ ἑβδόμῃ ἄραντες ἐστρατοπέδευσαν ἐν Γαρέλλῃ οἱ ταύτην δὲ οἰκοῦντες, εἴτε καὶ εὐνοϊκῶς διακείμενοι πρὸς τὸν νέον βασιλέα, εἴτε καὶ παρὰ τῶν Ἀπρίων διδαχθέντες σωφρονεῖν, ἅμα τῷ προσκληθῆναι προσεχώρησαν τῷ νέῳ βασιλεῖ καὶ παρέδοσαν ἑαυτοὺς ἀμαχεί. πολλαῖς δὲ ἀμειψάμενος αὐτοὺς ὁ βασιλεὺς εὐεργεσίαις, ἄρας ἐκεῖθεν, ἦλθεν εἰς Ραιδεστόν. προσχωρησάντων δὲ καὶ Ραιδεστηνῶν, ἐπεὶ καὶ πρὸς αὐτοὺς τὴν εἰς τὸ εὐποιεῖν ἐπεδείξατο φιλοτιμίαν, ἦλθεν εἰς Σεργέντζιον· προσχωρήσαντος δὲ καὶ αὐτοῦ, τὴν πρὸς Σηλυβρίαν ᾔει, Σηλυβριανοὺς ὧν ἕνεκα τῆς εἰς αὐτὸν εὐνοίας παρὰ τῆς ἐκ Βυζαντίου στρατιᾶς ἐζημίωνται τοῦ χειμῶνος τὴν χώραν κατατρεχόντων, εὐεργεσίαις καὶ εὐχαριστίαις ἀμειψόμενος. ἐγγὺς δὲ Σηλυβρίας γενομένοις ἔδοξε καταβάντας τῶν ἵππων διαναπαύσασθαι μικρόν. στρατοπεδεύονται δὴ παρὰ τῷ φρουρίῳ Σάκκων, πολεμίῳ μὲν ὄντι διὰ τὸ Συργιάννῃ μὲν προσχωρῆσαι, καὶ τοὺς ἐκ Βυζαντίου στρατιώτας ἐπὶ τῷ Σηλυβριανοὺς ὑπερδέχεσθαι κατατρέχειν· καταφρονουμένῳ δὲ ἄλλως διά τε τὴν ὀλιγότητα καὶ ἀπειρίαν τῶν ἐνοικούντων, ἀγρόται γὰρ ἦσαν πάντες γηπόνοι, καὶ τὴν φαυλότητα τῶν τειχῶν. οἱ δ' ἐν αὐτῷ τῷ φρουρίῳ ἐγκεκλεισμένοι, ὥσπερ ἀγνοήσαντες ἑαυτοὺς καὶ τῶν περικειμένων ὡς οὐδενῶν καταφρονοῦντες, ὕβριζόν τε ἀπὸ τοῦ τείχους καὶ πολλὰς κατέχεον λοιδορίας καὶ βασιλέως καὶ τῶν συνόντων. γελάσας δὲ ἐφ' οἷς ὑβρίζετο ὁ βασιλεὺς, εἰ οἶνος εἴη πολὺς παρ' αὐτοῖς, ἐπυνθάνετο τῶν παρόντων· τῶν δὲ οὐδ' ἀρκούντως εὐπορεῖν ὕδατος ἀποκριναμένων, «οὐκοῦν» ἔφη «τῶν μελαγχολᾷν ποιουσῶν ἐνεπλήσθησαν βοτανῶν.» κελεύσας δὲ αὐτοῖς τινα παραινέσαι καὶ σωφρονεῖν καὶ σιγᾷν, αὐτὸς ἅμα τοῖς ἄρχουσι πρὸς ἐπίσκεψιν ἐξῄεσαν τῶν σκοπῶν. οἱ δὲ δυστυχεῖς ἐκεῖνοι Σάκκιοι οὐδὲν μᾶλλον ὑφίεσαν τῶν ὕβρεων καὶ τῶν φωνῶν, ἀλλ' ἐχρῶντο πάσῃ δυνάμει. τὸ δὲ τῶν στρατιωτῶν οἰκετικὸν πρὸς τὴν ὑπερβολὴν τῶν ὕβρεων ἀχθεσθέντες, αὑτοῖς ἠξίουν τοὺς δεσπότας ἐπιτρέψαι τὸ ἔργον. ἐπιτρεψάντων δὲ αὐτῶν, ἐπιδραμόντες εἷλον αὐτοβοεὶ, πανταχόθεν ὑπερβάντες τὸ τεῖχος, ἦν γὰρ εὐάλωτον, τοῖς προστυχοῦσι χρησάμενοι ξύλοις ἀντὶ κλιμάκων, καὶ πρὸς διαρπαγὴν ἐτράποντο τῶν ἔνδον. εἴσω δὲ μιᾶς οἰκίας ἀνημμένου πυρὸς, ἀνελθόντων ἐπ' αὐτὴν πολλῶν, κατέπεσε τὸ τέγος ἐπὶ τοῦ πυρός· ἐκ χόρτων δὲ ξηρῶν οὔσης ἐστεγασμένης, φλὸξ ἀνήφθη παραχρῆμα λαμπρὰ, εὐθὺς δὲ προσεπελάβετο καὶ τῶν ἄλλων· ἦσαν γὰρ ὁμοίως αὐτῇ κατεσκευασμέναι. πύλης δὲ οὔσης τῷ φρουρίῳ μιᾶς, ἐπεὶ καὶ αὐτὴ διὰ τὸν φόβον παρὰ τῶν ἐνοικούντων ἀπῳκοδομήθη, ἄλλως θ' ὅτι καὶ ἡ πρώτως ἀναφθεῖσα οἰκία παρ' αὐτῇ ἦν, οἱ μὲν τῶν εἰσελθόντων, ἅμα δὲ καὶ τῶν ἐποίκων τοῦ χωρίου ὡς εἶχον ἐπὶ τὸ τεῖχος ἀνελθόντες, ἐξέπιπτον ῥίπτοντες ἑαυτοὺς ἡμιφλεγεῖς· οἱ δὲ ἅμα τοῖς κατοικοῦσι τὸ χωρίον ἀνθρώποις τε καὶ κτήνεσιν ὑπὸ τοῦ πυρὸς ἐναπειλημμένοι, οὐκ ἔχοντες ὅ, τι χρήσωνται, πρὸς ὀλοφυρμοὺς ἐτράποντο καὶ οἰμωγάς. καὶ ἦν δακρύων ἄξιον τὸ γινόμενον, ἀνθρώπων ὁμοῦ καὶ βοσκημάτων ἐπὶ τῇ καύσει βοώντων τε καὶ ὀλοφυρομένων. ἡ στρατιὰ δὲ πᾶσα καὶ βασιλεὺς αὐτὸς ἅμα τοῖς ἐν τέλει τῶν ἄλλων ἀμελήσαντες, περιέστησαν τὸ φρούριον προθυμούμενοι βοηθεῖν, μὴ δυνάμενοι δὲ, πάντων γὰρ ἤδη ἐπελάβετο τὸ πῦρ, εἰς θρήνους ὑπὸ συμπαθείας ἐτράπησαν καὶ αὐτοί. ἀνάλωνται δὲ ὑπὸ τοῦ πυρὸς ἀπὸ μὲν τῶν ἔξωθεν εἰσελθόντων ἕξ· γυναῖκες δὲ καὶ παῖδες καὶ οἱ ἔξωροι τῶν τὸ χωρίον κατοικούντων τρεῖς καὶ εἴκοσι καὶ ἑκατόν· καὶ βοσκήματα καὶ ἡ ἄλλη περιουσία ὅσα ἦν. ἐλύπησε μὲν οὖν οὐ μετρίως τὸ τοιοῦτον πάθημα τὸν βασιλέα· ἀναστὰς δὲ ἐκεῖθεν ἦλθεν εἰς Σηλυβρίαν· καὶ ὧν ἕνεκα ἦλθε διαπραξάμενος ἐκεῖ, ἐπανέζευξεν εἰς Χαριούπολιν, καὶ διέλυσε τὴν στρατιὰν πλὴν χιλίων, οὓς ἐπέταξεν αὐτῷ συνεῖναι, ἐν ἡμέραις ῥηταῖς κελεύσας πάλιν ἀκλήτους πρὸς αὐτὸν ἐπανελθεῖν. ὁ μέντοι τῶν κατὰ τὴν Ροδόπην ἐπαρχιῶν στρατηγὸς Παλαιολόγος ὁ μέγας στρατοπεδάρχης τὰς ὑπ' αὐτὸν πάσας πόλεις καὶ τὴν στρατιὰν, ὥσπερ ἔφημεν, ἀπὸ τοῦ νέου βασιλέως πρὸς τὸν πρεσβύτερον ἀποστήσας, πάντων μὲν ἴσχυσε καὶ τὰς γνώμας παραστήσασθαι καὶ τῷ πρεσβυτέρῳ βασιλεῖ πεῖσαι προσέχειν· ἕνα δὲ τῶν ἀπὸ τοῦ Δακικοῦ γένους νομάδα Συρμπάνον ὠνομασμένον τῶν ὄντων ἀποστερήσας, ὅτι τῷ νέῳ προσέκειτο βασιλεῖ, πολλαῖς τε αἰκίαις ὑποβαλὼν, δύο τε τῶν ὀδόντων ἐκριζώσας καὶ τὴν παρειὰν κατακαύσας σιδήρῳ, ὡς οὐκ ἴσχυσεν ἀποστῆσαι τοῦ νέου βασιλέως, καθείρξας εἶχεν ὑπὸ κλοιοῖς. οὗτος δὴ τοῦ δεσμωτηρίου τότε διαδρὰς, καὶ πολλοὺς ἑτέρους προσεταιρισάμενος νομάδας ψιλοὺς, καὶ τῇ παρὰ τοῦ νέου βασιλέως ἐνταυθοῖ πεμφθείσῃ τῷ Παλαιολόγῳ πολεμεῖν συμμίξας στρατιᾷ, ἐπέθετο τοῖς ἐν τῇ Ροδόπῃ. ὁρῶντες δὲ οἱ ἐν ταῖς πόλεσι τούς τε ἀγρότας ἐκπολεμωθέντας αὐτοῖς ὁμοῦ πάντας καὶ τὴν στρατιὰν ἐπικειμένην, καὶ δείσαντες μὴ καὶ τῶν ἔνδον ἀπόλωνται στασιασάντων, μεταβαλόντες προσέθεντο τῷ νέῳ βασιλεῖ. καὶ δήσαντες τὸν στρατηγὸν εἶχον ἐν φρουρᾷ, ἄχρις ἂν ὁ βασιλεὺς πυθόμενος περὶ αὐτοῦ ψῆφον ἐνέγκῃ. αὐτοὶ δ' ἅμα Συρμπάνῳ ἧκον ὡς βασιλέα, οἱ μὲν ἀποληψόμενοι γέρα τῆς εἰς αὐτὸν ἐννοίας· ὅσοι δ' ἦσαν πρότερον τῷ πρεσβυτέρῳ προστεθειμένοι βασιλεῖ, ἐξαιτήσοντες συγγνώμην. ὁ βασιλεὺς δὲ τῶν μὲν ἀφεστηκότων καθαψάμενος μετρίως ὡς ἀγνωμόνων περὶ αὐτὸν εὖ δράσαντα φανέντων, παραγγείλας τε μὴ εὐχερεῖς ἔτι πρὸς τὰς ἀποστασίας καὶ τὰς παραβάσεις τῶν ὅρκων εἶναι, αὐτός τε ἀμνηστήσειν ὧν αὐτοῖς ἡμάρτηται εἰπὼν, ἠξίωσε συγγνώμης· μετὰ μικρὸν δὲ καὶ εὖ ποιήσας, οἴκαδε ἐπέταξεν ἀπιέναι. τοὺς δὲ τῇ εἰς αὐτὸν ἐμμείναντας πίστει ἐπαινέσας τε ἅμα καὶ δωρεαῖς ἀμειψάμενος ἀξίως, ἐξαπέστειλε μὲν αὐτοὺς, στρατηγὸν αὐτοῖς ἐπιστήσας τὸν Ταρχανειώτην δομέστικον, ᾧ ἐπετέτραπτο τὸν μέγαν στρατοπεδάρχην δεσμώτην ὡς βασιλέα ἀποστεῖλαι. εἰς τὴν ὑστεραίαν δὲ ὁ Συρμπάνος ἐπὶ τοῦ βασιλέως ἑστηκὼς, ἐδόκει βούλεσθαί τι πρὸς βασιλέα εἰπεῖν. συνεὶς δὲ ὁ βασιλεὺς, εἴ τι βούλοιτο ἐκέλευε λέγειν. ὁ δ' ἅμα τῷ προσταχθῆναι πρὸς τοὔδαφος ἑαυτὸν καταβαλὼν, συγγνώμης ᾔτει τυχεῖν, εἰ συβώτης ὢν καὶ βάρβαρος καὶ ἀγροῖκος, ἐτόλμησε φθέγξασθαί τι πρὸς βασιλέα. τοῦ βασιλέως δὲ προστάξαντος λέγειν δεδοικότα μηδὲν, ὑπὲρ τοῦ μεγάλου ἐδεῖτο στρατοπεδάρχου, ὥστε καὶ αὐτὸν ἐφ' οἷς εἰς βασιλέα ἥμαρτε, τοὺς κατὰ τὴν Ροδόπην ἀποστήσας, τυχεῖν συγγνώμης. τοῦ βασιλέως δὲ ἐρομένου, εἰ πρὸς εἰρωνείαν ἢ πρὸς ἀλήθειαν τυχεῖν δεῖται· ὁ δ' ἔφασκε, πρὸς ἀλήθειαν, καὶ ὅρκον προσετίθει πίστεως χάριν· δέον δ' εἶναι, εἴ τι καὶ ἥμαρτε, προσήκοντα πρὸς γένους ἀξιῶσαι συγγνώμης. «ἐπιλέλησαι δ'« εἴρηκεν αὖθις ὁ βασιλεὺς «ὅσα σε εἴργασται κακὰ, ἀποστερήσας μὲν τῶν ὄντων καὶ παίδων καὶ γυναικὸς, ἔτι δὲ καὶ ὀδόντων αὐτῶν, πολλαῖς τε αἰκίαις καταξάνας τὸ σῶμα, καὶ τέλος ὥσπερ τινὰ τῶν ἐπὶ δεινοτάτοις ἑαλωκότων τὴν παρειὰν κατακαύσας σιδήρῳ ὡς μηδὲ τὰς οὐλὰς ἐξαλειφθῆναι δύνασθαι; ὅλως δὲ τί σε τὸ πεῖσάν ἐστιν ὑπὲρ ἐκείνου δεῖσθαι;» «τί δ' ἂν εἴη μεῖζον» ἔφασκεν «ὦ βασιλεῦ, ἢ τὸν οὔπω χθὲς καὶ πρώην ἐν τοῖς δουλεύουσιν ἐκείνῳ τεταγμένον, νῦν εἰς τοσοῦτον ἥκειν περιφανείας, θεοῦ καὶ σοῦ, βασιλεῦ, εὐηργετηκότος, ὡς καὶ τοὺς βασιλεῖ προσήκοντας κατὰ γένος ἐξαιτεῖσθαι δύνασθαι, καὶ τῶν προσδοκωμένων ἀπαλλάττειν κακῶν;» θαυμάσας δὲ ὁ βασιλεὺς τὴν ἐπὶ τοῖς κακοῖς ἀμνηστίαν τοῦ βαρβάρου, «εἰ σύγε» ἔφη «τοσαῦτα ὑπ' αὐτοῦ ἀδικηθεὶς καὶ κακῶς παθὼν, βάρβαρος ὢν καὶ φαῦλος τὴν τύχην, τοῖς ἐναντίοις ἀμείβῃ ὅσον ἔξεστι ποιῶν εὖ, οὐδ' ἐμὲ δίκαιον μετριώτερα ἀδικηθέντα, βασιλέα τε ὄντα, ἀπαραίτητον ὀφθῆναι πρὸς ὀργήν. τοίνυν καὶ τῆς σῆς ἱκετείας ἕνεκα τὰ ἡμαρτημένα παρορῶν, ἀξιῶ συγγνώμης.» εὐχαριστήσας δὲ ὁ βάρβαρος ἐπὶ τούτοις, καὶ πολλάκις ἐπευφημήσας τὸν βασιλέα, καὶ δευτέραν δέησιν προσετίθει, τὸ τὸν αὐτὸν μήτε τῆς ἀξίας ἀποστερηθῆναι μήτε τῶν προσόδων καὶ τῶν δωρεῶν τῶν βασιλικῶν. ἔτι δὲ μᾶλλον τὴν ὑπὲρ τοῦ ἠδικηκότος σπουδὴν θαυμάσας ὁ βασιλεὺς, καὶ ταύτην τὴν δέησιν ἐπλήρου. ἔτι δὲ αὐτοῦ πρὸς τοὺς πόδας βασιλέως κειμένου, τὰ τῆς συγγνώμης γράμματα διαχαραχθέντα καὶ τῇ βασιλικῇ πιστωθέντα χειρὶ ἐπεδόθησαν αὐτῷ· ὁ δὲ λαβὼν καὶ τὴν γῆν κατασπασάμενος, ἐφ' ἧς ὁ βασιλεὺς εἱστήκει, χαίρων ἀπῆλθε.

λαʹ. Τῆς αὐτῆς δὲ ἡμέρας ἐκ Θεσσαλονίκης ἄγγελος ἐλθὼν ἀπήγγειλε βασιλεῖ, ὡς στάσεως ἐν αὐτῇ γενομένης, οἱ τῷ νέῳ βασιλεῖ προσκείμενοι ὑπερσχόντες, Θεσσαλονίκην περιεποίησαν αὐτῷ· τὸν δεσπότην δὲ Κωνσταντῖνον εἰς τὸ περὶ αὐτὴν φροντιστήριον τὸ Χορταίτου διαδράντα, κατασχόντες ἔχουσιν ἐν φρουρᾷ. ὁ βασιλεὺς δὲ εὐθὺς τοὺς ἄξοντας αὐτὸν ἔπεμψεν εἰς Θεσσαλονίκην, ὅρκοις πρότερον αὐτοὺς κατασχὼν, ὡς οὔτ' αὐτοὶ ἑκόντες, οὔθ' ἑτέροις παραχωρήσουσι τὸν δεσπότην ἀποκτεῖναι. οἳ καὶ ἀπελθόντες ἤγαγον αὐτὸν εἰς Διδυμότειχον μοναχῶν ἠμφιεσμένον σχῆμα· περιεβάλετο δὲ αὐτὸ καὶ πρὶν αὐτοὺς εἰς Θεσσαλονίκην ἐλθεῖν δέει τοῦ μὴ ἀποθανεῖν. συνῆλθον δὲ αὐτοῖς πρὸς τὸν νέον βασιλέα τῶν Θεσσαλονικέων καὶ τῆς συγκλήτου καὶ τῆς στρατιᾶς πολλοὶ, καὶ ὁ τῆς κατ' αὐτὴν ἐκκλησίας πρόεδρος Ἰερεμίας, καὶ Γεράσιμος ὁ τῆς κατὰ τὸ ἱερὸν ὄρος τὸν Ἄθω ἐξηγούμενος λαύρας. ἡ μέντοι περὶ τὸν νέον ἠθροισμένη βασιλέα στρατιὰ, ἀταξίᾳ στρατιωτικῇ χρησάμενοι, ὀλίγου δεῖν κατέκοψαν ἂν τὸν δεσπότην, εἰ μὴ αὐτὸς ἐῤῥύσατο παρὼν ὁ βασιλεύς· ἐκέλευσε δὲ εἱρχθῆναι. τισὶ δὲ ὕστερον ἡμέραις ὁ δεσπότης διά τινος ἐδεῖτο τοῦ νέου βασιλέως, ἅμα καὶ πολλὰς χάριτας ὁμολογῶν, ὅτι δι' αὐτὸν οὐκ ἐτεθνήκει, ὡς ἐπεὶ καθ' ὁποιονδήτινα τρόπον τὸ τῶν μοναστῶν περιεβάλετο σχῆμα, καὶ τὰ νενομισμένα ἐπ' αὐτῷ τελεσθῆναι πάντα, ὡς ἂν μὴ δοκοίη βίᾳ, ἀλλ' ἑκὼν περιβεβλῆσθαι. ὁ βασιλεὺς δὲ ὑποπτεύσας μὴ βίου μεταβολῆς ἐπιθυμίᾳ, ἀλλ' ὅπως ἀπολυθείη μὴ εἵργεσθαι, τοιαῦτα αἰτεῖν, τὸν Θεσσαλονίκης πέμψας μητροπολίτην καὶ τὸν τῆς λαύρας ἐξηγούμενον Γεράσιμον, οὐχ ἁρμόζοντα αἰτεῖν αὐτὸν μεμήνυκεν ἐν τῷ παρόντι· τὸ μὲν γὰρ μὴ κακῶς ὑπὸ τῶν φρουρούντων πάσχειν, ἀλλ' ἀναπαύλης ἀπολαύειν, ἐξέσται, τὸ δὲ ἀπολυθῆναι τῆς εἱρκτῆς, ἀδύνατον τὸ νῦν εἶναι· διὸ μηδὲ τοιαῦτα δεῖσθαι. ὁ δ' ἔτι μᾶλλον ἐδεῖτο περὶ τῶν αὐτῶν, τῶν ἱερῶν ἐκείνων ἐπιλαβόμενος ἀνδρῶν, ὡς οὐ πρὸς ὑπόκρισιν, οὐδὲ πρὸς ἀνάγκην, ἀλλ' ἀληθείᾳ μᾶλλον τὴν πρὸς τὸν τοιοῦτον βίον αἱρούμενος μεταβολήν. ἃ δὴ καὶ πυθόμενος παρ' αὐτῶν ὁ βασιλεὺς, ἐπέτρεψεν ἃ βούλοιτο ποιεῖν περὶ αὐτοῦ. ἤχθησαν δὲ ἐπὶ τῶν αὐτῶν καιρῶν ἐκ Θεσσαλονίκης πρὸς βασιλέα δεσμῶται καὶ οἱ τὴν βασιλίδα Ξένην τὴν τούτου μητέρα, ὅπερ ἔφθημεν εἰπόντες, ἑλκύσαντες βίᾳ, ὅ, τε Παλαιολόγος Κωνσταντῖνος καὶ Ἰωάννης ὁ Ζαρίδης καὶ ὁ πρωταλλαγάτωρ Σεναχηρείμ. ὧν τοὺς μὲν δύο, βασιλέως προστεταχότος, ἐπὶ τῆς δημοσίας ἐθεάτρισαν ἀγορᾶς ἀφῃρημένους τὸ γένειον καὶ τὰς τρίχας τῆς κεφαλῆς· τὸν Παλαιολόγον δὲ ὁ πρωτοστράτωρ ἐξῃτήσατο, ἀνεψιὸν αὐτοῦ ὑπάρχοντα, μὴ ταὐτὸν παθεῖν· εἰς δεσμωτήριον δὲ ἐνεβλήθη. ὀλίγῳ δὲ ὕστερον αὐτόν τε καὶ τοὺς ἄλλους ὁ βασιλεὺς ἠξίωσε συγγνώμης. ἐν τοῖς αὐτοῖς δὲ καιροῖς καὶ οἱ Λήμνιοι τοῦ πρεσβυτέρου βασιλέως ἀποστάντες, ἧκον ἐπὶ τὸν νέον, ἅμα τε τὴν ἀποστασίαν αὐτῶν ἀπαγγελοῦντες καὶ τὸν ἄρξοντα αἰτήσοντες τῆς Λήμνου. εὐεργετηθέντες δὲ παρὰ βασιλέως καὶ ἡγεμόνα λαβόντες ὥσπερ ᾐτοῦντο, οἴκαδε ἐπανῆλθον. τούτων γινομένων, ἐκ Σηλυβρίας ἠγγέλθη τῷ βασιλεῖ, ὡς Περσικὴ στρατιὰ κατὰ συμμαχίαν τοῦ πάππου καὶ βασιλέως ἐκ τῆς ἕω διαβᾶσα, ἅμα τῇ ἐκ Βυζαντίου στρατιᾷ ὅσον οὔπω ἐλεύσονται κατ' αὐτοῦ. ὡς δὲ ἐπύθετο, τὴν μὲν κατὰ τῶν ὁμοφύλων τῶν Περσῶν ἐπαγωγὴν ἐθαύμασε τῶν ἀντιτεταγμένων, αὐτὸς δὲ ὁρμῇ τινι ἀσχέτῳ κατὰ τάχος ἄρας ἐκ Διδυμοτείχου, εὐθὺ τῆς ἐπερχομένης ᾔει στρατιᾶς, ὡς μαχούμενος ᾗ ἂν συντύχοι. εἰς τρίτην δὲ ἡμέραν ἥ τε ἐκ Βυζαντίου στρατιὰ ἅμα τοῖς Πέρσαις καὶ βασιλεὺς ὁ νέος μεταξὺ Τζουρουλόης καὶ Σηλυβρίας συνῆλθον. συνιδόντες δὲ οἱ Πέρσαι καὶ οἱ ἐκ Βυζαντίου Ρωμαῖοι ὡς οὐδὲ ἀντιβλέψαι δυνήσονται πρὸς τὴν μετὰ βασιλέως στρατιὰν, οὐδὲ παρατάξασθαι ὑπομείναντες οὐδὲ πλησίον ἐλθεῖν, ἀλλ' ἔτι ποῤῥωτέρω ὄντες, μεταστραφέντες ἔφευγον κατὰ κράτος, ἰδίᾳ μὲν οἱ Πέρσαι, ἰδίᾳ δὲ οἱ Ρωμαῖοι. ὁ βασιλεὺς δὲ φεύγοντας ἰδὼν, καὶ αὐτὸς εἰς δύο τὸ στράτευμα διελὼν, ἐκέλευε διώκειν. ἐπιπολὺ δὲ τῆς διώξεως γενομένης, ὡς ἤνυον οἱ διώκοντες οὐδὲν, ἦσαν γὰρ οἱ φεύγοντες οὐκ ἐν ἐφικτῷ, οἱ μὲν τρεῖς τῶν Περσῶν ζωγρήσαντες, οἱ δ' ἕτεροι πέντε Ρωμαίων, ἐπανέστρεψαν, τῶν ἄλλων διασωθέντων· ἵππων δὲ τῶν μὴ δυνηθέντων ἕπεσθαι τῇ στρατιᾷ καὶ σκευῶν στρατιωτικῶν καὶ οἰκετῶν ἐκράτησαν πολλῶν. ἐλθὼν δὲ ὁ βασιλεὺς ἐστρατοπέδευσεν ἐγγὺς Σηλυβρίας. οἱ μέντοι διασωθέντες τῇ φυγῇ Ρωμαῖοι καὶ Πέρσαι, εἰς Βυζάντιον πρὸς τὸν πρεσβύτερον βασιλέα ἐλθόντες, ἀπήγγελλον τὴν ἧτταν. ἅμα δὲ καὶ ναῦς οἱ Πέρσαι πρὸς τὴν διάβασιν ᾐτοῦντο. βασιλεὺς δὲ ἐπεχείρει πείθειν αὐτοὺς μένειν ἐν Βυζαντίῳ· ὡς δὲ οὐκ ἐπείθοντο, αὐτοί τε φάσκοντες κατατριβήσεσθαι μάτην, καὶ βασιλεῖ μηδὲν λυσιτελήσειν ἅμα τοῖς ἄλλοις πολιορκούμενοι Βυζαντίοις· μηδὲ γὰρ ἂν ἔξω τειχῶν μὴ ὅτι γε αὐτοὺς ἀλλ' οὐδ' αὐτὸν ἂν τὸν ἀρχισατράπην αὐτῶν ἅμα τῇ ὑπ' αὐτὸν πάσῃ δυνάμει πρὸς τὸν νέον ἀντιτάξασθαι δυνήσεσθαι βασιλέα. καὶ τῶν παρατυχόντων ὡς ἀληθῆ λέγουσιν ἅμα συνειπόντων Ρωμαίων, ναῦς λαβόντες, ἐπεραιώθησαν πρὸς τὴν ἕω.

λβʹ. Ὡς δ' ἥ τε ἐκ τῆς Περσικῆς συμμαχίας τοῦ πρεσβυτέρου βασιλέως περιῃρέθη ἐλπὶς, τά τε κατὰ τὰς νήσους πονήρως εἶχε, τῆς μὲν Λήμνου ἤδη καὶ φανερῶς ἀφεστηκυίας, τῶν ἄλλων δὲ κλονουμένων καὶ ὅσον οὔπω τὴν ἀποστασίαν καὶ αὐτῶν ἀπειλουσῶν, καὶ αἱ κατὰ τὴν ἤπειρον πρὶν ὑπήκοοι τῷ πρεσβυτέρῳ βασιλεῖ, πλείους τῶν πόλεων ἤδη συναπέστησαν πρὸς τὸν νέον· ἀπορίᾳ πάντοθεν περισχεθεὶς, πρεσβείαν δεῖν ἔγνω πρὸς βασιλέα αὖθις τὸν ἔγγονον πέμπειν. πέμπει δὲ τὸν κατὰ τὸν Ἄθω τοῦ ἱεροῦ ὄρους πρῶτον τὸν Ἰσαὰκ, καὶ ἄλλως μὲν ὄντα συνετὸν, οὐχ ἥκιστα δὲ ἀντιποιούμενον καὶ ἀρετῆς· τοιαῦτα πρὸς βασιλέα τὸν ἔγγονον πρεσβευόμενος δι' αὐτοῦ· «εἰ μὲν ἢ κατ' ἀρχὰς ἀκίνητοι πρὸς τὸ κακὸν οἱ ἄνθρωποι ἐδημιουργοῦντο παρὰ θεοῦ, ἢ ὥσπερ ἦν δέον, αὐτεξούσιοι γεγονότες ἔμειναν ἐν τῷ ἀγαθῷ, οὐδὲν ἂν τῶν μετὰ ταῦτα παραβαθέντων ἐτολμήθη. ἐπεὶ δὲ διὰ τὴν παράβασιν εὐόλισθος πρὸς τὸ χεῖρον ἡ τῶν ἀνθρώπων γεγένηται φύσις, ἐξ ἐκείνου μέχρι καὶ νῦν πάντ' ἄνω καὶ κάτω καὶ τοῦ ἐξ ἀρχῆς ἀντικειμένου γίνεται συνεργοῦντος, ὁποῖον δή τι νῦν συμβέβηκε καὶ ἡμῖν. δέον γὰρ ἐμὲ τὴν πρὸς ἐμέ σου εὔνοιαν καὶ πρὸς πατέρα παιδὶ πρέπουσαν αἰδῶ τε καὶ τιμὴν αὐτοῖς ἔργοις καταμαθόντα, τούς σε διαβάλλειν ἐπιχειροῦντας ὡς κατ' ἐμοῦ συσκευαζόμενον δόλους, ὡς ἐχθραίνοντας ἀπωθεῖσθαι, ἐγὼ δὲ ἀπατηθεὶς, ταῖς μὲν διὰ τῶν σῶν ἔργων ἀποδείξεσιν οὐ προσέσχον, λόγοις δὲ πεπλασμένοις παρὰ τῶν συκοφαντῶν πεισθεὶς, ἤγειρα πόλεμον, οὔσης εἰρήνης. νυνὶ δὲ αὐτοῖς ἔργοις τὴν ἀβουλίαν καταμαθὼν, ἐμαυτὸν μὲν, ὥσπερ δίκαιον, καταμέμφομαι· σοὶ δὲ τούς τε τρόπους ἀγαθῷ ὄντι, καὶ τὴν εἰς ἐμὲ αἰδῶ καὶ εὔνοιαν ἴσην διατηροῦντι, ὅπως εἰς εἰρήνην ἐκ πολέμου πάλιν τὰ πράγματα ἡμῖν ἥξει, μελήσει.» Ὁ μὲν οὖν τοιαῦτα εἶπε. βασιλεὺς δὲ ὁ νέος «χάριτας» εἶπεν «ὁμολογῷ πολλὰς τῷ βασιλεῖ τῶν βασιλευόντων θεῷ, ὅτι τῇ αὐτοῦ χρηστότητι χρησάμενος καὶ περὶ ἐμὲ, οὔτ' αὐτόν τι κατὰ τοῦ ἐμοῦ κυρίου καὶ βασιλέως ἢ βουλεύσασθαι συνεχώρησεν ἢ πρᾶξαι, οὔτε τοὺς συκοφάντας ἀνελέγκτους ἄχρι τέλους διατελεῖν, ἀλλ' αὐτὸν βασιλέα μάρτυρα ἔχειν παρέσχεν, ὡς οὔτ' αὐτὸς ἀδικῶ, οὔθ' οἱ συκοφαντοῦντες ἀδικίας ἐνέλιπον οὐδεμίαν ὑπερβολήν. εἰ δ' ὁ βασιλεὺς αὐτὸς ὑπὸ διεφθαρμένων ἀνθρώπων ἀπατηθεὶς, εἴργασται ἃ μὴ δέον, ἀλλ' ἡμεῖς γε γονέας τε εἰδότες τιμᾷν καὶ ἄν τι καὶ ἀδικώμεθα ἀνέχεσθαι, ὅσον ἂν παράσχοι θεὸς, βουλευσάμενοι δράσομεν περὶ τῶν προκειμένων.» ὁ μὲν οὖν πρέσβις τοιαύτης ἀποκρίσεως παρὰ βασιλέως τυχὼν, ἀπῆλθεν εἰς τὸ στρατόπεδον ὡς ἐκεῖ περιμενῶν, ἄχρις ἂν ὁ βασιλεὺς βουλευσάμενος ἀποκρίνηται περὶ τῆς εἰρήνης. ὁ βασιλεὺς δ' ἅμα τῷ μεγάλῳ δομεστίκῳ, ὅ, τι χρὴ ἐβουλεύοντο πράττειν περὶ τῶν προκειμένων, ὅπως ἡ εἰρήνη γένοιτο τοιαύτη σκοποῦντες, ὡς μηδεμίαν πρόφασιν ἔχειν τοὺς συκοφάντας πρὸς ἀλλήλους διαβάλλειν τοὺς βασιλέας καὶ πόλεμον ἐπὶ λύμῃ τῶν κοινῶν πραγμάτων κινεῖν. ἐδόκει δὴ λυσιτελεῖν αὐτοῖς τε ὁμοῦ καὶ τὴν στρατιὰν καὶ πόλεις πάσας καὶ τὴν διοίκησιν τῶν κοινῶν πραγμάτων τῷ βασιλεῖ ἐπιτρέψαντας, αὐτοὺς ὑπ' ἐκεῖνον ἄγεσθαι, καὶ εἰς ὑπηκόους τελεῖν τὰ προσταττόμενα ἐκπληροῦντας· οὕτω γὰρ τοὺς διαβάλλοντας χώραν οὐδεμίαν ἂν σχεῖν, πάντων ὁμοῦ χρημάτων ὑπὸ τοῦ πρεσβυτέρου βασιλέως διοικουμένων. εἰς τὴν ὑστεραίαν δὲ ὁ νέος βασιλεὺς τοὺς ἐν τέλει πάντας καὶ ἡγεμόνας καὶ τοὺς λογάδας τῆς στρατιᾶς εἰς ἐκκλησίαν συναγαγὼν, εἶπε τοιάδε· «τὰ ἐκ τοῦ πολέμου φυόμενα κακὰ καὶ μάλιστα τοῦ ἐμφυλίου, καὶ πολλαχόθεν μὲν ἄλλοθεν ἔξεστι καταμαθεῖν, μάλιστα δ' ἄν τις αὐτὰ κατίδοι καὶ ἀπὸ τοῦ νυνὶ ἐμοῦ τε μεταξὺ καὶ βασιλέως κινηθέντος πολέμου. ἐν γὰρ ὀλίγῳ χρόνῳ τοσοῦτον αὐτοὶ ὑφ' ἑαυτῶν διεφθείραμεν τῆς δυνάμεως ἡμῶν, ὅσον οὐδ' ὁμοῦ πάντες οἱ πρόσοικοι ἡμῖν βάρβαροι ἐπιστρατεύσαντες ὁμονοοῦσι κατεργάσασθαι ἴσχυσαν ἄν. ὃ δὴ καὶ αὐτοὶ καλῶς συνιδόντες, ἐν ἀρχαῖς μάλιστα τοῦδε τοῦ πολέμου πρεσβείαν ἀποστείλαντες πρὸς βασιλέα, περὶ εἰρήνης ἐδεῖσθε κἀμοῦ συνειδότος· ὡς δ' ἠνύετε ὑμεῖς οὐδὲν, ἐπρεσβευόμην καὶ αὐτὸς περὶ τῶν ἴσων, πολλὰ δεόμενος βασιλέως μὴ περιϊδεῖν ἡμᾶς αὐτοὺς ὑφ' ἑαυτῶν ἐν τῷ πρὸς τοὺς ὁμοφύλους πολέμῳ διαφθαρέντας, καὶ τὴν εἰρήνην ὥσπερ τι μέγιστον τῶν εὐεργετημάτων ᾔτουν. τότε μὲν οὖν ἡμῶν δεομένων, ἐκεῖνος οὐ προσεδέξατο τοὺς περὶ τῆς εἰρήνης λόγους· νυνὶ δὲ εἰς τοῦτο θεὸς περιέστησε τὰ πράγματα, ὥστ' αὐτοὺς τοὺς μὴ προσδεχομένους τότε τὴν εἰρήνην ἥκειν παρ' ἡμᾶς δεομένους περὶ τῶν ὁμοίων. οὗ δὴ ἕνεκα πρῶτον μὲν ἡγοῦμαι προσήκειν ἡμᾶς πολλὰς τῆς εὐεργεσίας χάριτας ὁμολογεῖν θεῷ, κρείττους ἀεὶ τῶν ἀντιτεταγμένων ἀποδεικνύντι· ἔπειτα δὲ ἀσμένως προσδέχεσθαι καὶ τὴν εἰρήνην, καὶ μὴ διὰ τὴν μικρὰν ταύτην εὐτυχίαν αὐθάδεις φαίνεσθαι καὶ θρασεῖς· ἀλλ' ἐκεῖνον εἶναι νομίζοντας τὸν καιρὸν, ἡνίκα βουλευομένοις ἡμῖν ἀναγκαία ἐδόκει ἡ εἰρήνη, οὕτω πάλιν καὶ βουλεύεσθαι καὶ ψηφίζεσθαι περὶ αὐτῆς.» Οὕτω τοῦ βασιλέως εἰρηκότος, ὁ μέγας δομέστικος ἐφεξῆς «οὐδὲν ἐνέλιπεν ὁ βασιλεὺς» ἔφη «τοῦ μὴ διδάξαι τῶν δεόντων ἡμᾶς, ὥσθ' ἕτερόν τινα ἔχειν τοῖς εἰρημένοις προσθεῖναι. τό, τε γὰρ ἐν ταῖς εὐτυχίαις μὴ φυσᾶσθαι, σωφρόνων καὶ ἀνδρείων ἀπέδειξεν ὂν ἀνδρῶν, καὶ τὸ τοὺς γεγεννηκότας αἰδεῖσθαί τε καὶ τιμᾷν καὶ δίκαιον ἅμα καὶ ἀναγκαῖον· καὶ τὸ τῶν ὁμοφύλων κήδεσθαι καὶ περὶ πλείστου τὴν σωτηρίαν αὐτῶν ποιεῖσθαι, καὶ μὴ διὰ φιλονεικίαν φθειρομένους περιορᾷν, ἀλλ' εἰ δεῖ τι καὶ τῶν οἰκείων προΐεσθαι τοῦ σώζεσθαι ἕνεκα αὐτοὺς, οὐ μόνον ἀγαθῶν, ἀλλὰ καὶ συνέσει κεχρημένων ἀνθρώπων εἶναι. οἷς γὰρ ἄν τις τοὺς οἰκείους καὶ ὁμοφύλους φθειρομένους περιορῴη, τοῖς αὐτοῖς τούτοις αὐτόν ἐστι φθείρεσθαι ἀγνοοῦντα· καὶ μόνην τὴν κατὰ τῶν ὁμοφύλων νίκην ἧτταν αἰσχίστην, ἀλλ' οὐ νίκην νομίζειν χρή· κεφάλαιον δὲ ἐπὶ τούτοις, ὡς ὁ πάντα ἐφορῶν θεὸς τῇ παρούσῃ εὐτυχίᾳ ὀρθῶς καὶ ὡς προσῆκε καὶ μετὰ ἀτυφίας ὁρῶν χρωμένους ἡμᾶς, καὶ μὴ ὠμούς τινας καὶ ἀπανθρώπους γεγενημένους καὶ τὴν φύσιν ἀγνοήσαντας, ἑτέρων πολλῶν τοιούτων ἢ καὶ πλειόνων καὶ θαυμασιωτέρων εὐεργετημάτων ἀξιώσειεν ἄν. εἰ οὖν δίκαιά τε ὁμοῦ καὶ ἀναγκαῖα τὰ βεβουλευμένα καὶ πρὸς τὸ εὐδοξεῖν καὶ τὸ σώζεσθαι· λυσιτελοῦντα, οὐδὲν ἔτι λεῖπον ἢ ἐπιψηφίζεσθαι καὶ ὑμᾶς. αὐτὸς γὰρ ὀρθῶς τε οἰόμενος ἔχειν τὰ εἰρημένα καὶ ὁμοίως περὶ τῶν αὐτῶν φρονῶν, γνώμην δίδωμι δέχεσθαι τὴν εἰρήνην, καὶ τὸ ἐμὸν μέρος ἐπικυρῶ.» Τοιαῦτα καὶ τοῦ μεγάλου δομεστίκου εἰρηκότος, ὅ, τε πρωτοστράτωρ ἐπεψηφίζετο δέχεσθαι τὴν εἰρήνη, ὀρθῶς τόν τε βασιλέα εἰρηκέναι τόν τε μέγαν δομέστικον συνειπεῖν αὐτῷ εἰπών· καὶ οἱ λοιποὶ πάντες εὐθὺς ἄκοντες μὲν, ἐπεψηφίζοντο δ' οὖν ὅμως. πάντων δὲ ἐπιψηφισαμένων τὴν εἰρήνην, ἐπυνθάνετο αὖθις ὁ βασιλεὺς, εἰ τοιαύτην δέοι τὴν εἰρήνην γενέσθαι ὥστε βεβαίαν εἶναι ἀεὶ, καὶ μηδεμίαν ὑποψίαν ὕστερον ἢ πρόφασίν τινα πολέμου ἔχειν. ὁ δέ γε μέγας δομέστικος, οἷα δὴ πρότερον ἅμα βασιλεῖ ὁποίαν τινὰ δεῖ εἰρήνην γενέσθαι βεβουλευμένος, τοιούτους ἐποιεῖτο τοὺς λόγους, ὡς δοκεῖν οὐκ ἐξεπίτηδες, ἀλλ' ἀνάγκῃ τινὶ πρὸς τὰς ἐπὶ τοῖς τοιούτοις ὁμολογίας συνωθεῖσθαι. «δέον γὰρ» ἔλεγεν «εἶναι, ὦ βασιλεῦ, μὴ πάλιν ἡμῖν τὰς ἐπὶ τῇ εἰρήνῃ συμβάσεις τοιαύτας γενέσθαι, ὥστε τοὺς συκοφάντας ἐγχωρεῖν προφάσεων εὐπροσώπων εὐποροῦντας ὑμᾶς τοὺς βασιλέας πρὸς ἀλλήλους διαβάλλειν καὶ τὸν πόλεμον κινεῖν, οὐ μόνον ὑμῖν ἀδοξίαν ἅμα καὶ εἰς τὰ καιριώτατα ζημίαν, ἀλλὰ καὶ τῷ ὑπηκόῳ παντὶ παντοίων προξενοῦντα φορὰν κακῶν. παραπλήσιον γὰρ συμβαίνει καὶ ἐφ' ἡμῖν, ὁποῖον ἂν καὶ ἐπὶ δυσὶ τῶν ἐπὶ ῥώμῃ καὶ μεγέθει θαυμαζομένων συμβαίη ζώων· ἐκείνων τε γὰρ ἀλλήλοις ἀντεπιόντων καὶ συῤῥηγνυμένων, τὰ ἐν ποσὶ πάντα συντρίβεσθαι καὶ διαφθείρεσθαι εἰκὸς, ἀδικοῦντα μηδέν· καὶ ὑμῶν ἀπόλλυσθαι τοὺς ὑπηκόους μαχομένων. οὗ δὴ ἕνεκα οὐ μόνον ὅτι εἰρήνην γενέσθαι δεῖ σκοπεῖν, ἀλλ' ὅπως καὶ βεβαία καὶ ἀκατάλυτος μενεῖ· ὡς εἴγε μέλλοιμεν, ὥσπερ καὶ πρότερον, οὐκ εἰρήνην βεβαίαν, ἀλλ' ὥσπερ ἀνακωχὰς τοῦ πολέμου ποιεῖν, βέλτιον μηδὲ γενέσθαι τὴν ἀρχήν. οὐδὲν γὰρ ἕτερον ἢ ἐπιορκίας ἐγκλήμασι τοὺς προτέρους παρασπονδήσαντας ἐνέχεσθαι περιέσται.» Τῶν τοιούτων δὲ λόγων οἵ τε τῆς συγκλήτου καὶ τῆς στρατιᾶς ἀκούσαντες, ὅτι μὲν κατασκευάζων τοιαῦτα ὁ μέγας δομέστικος ἐδημηγόρει, ᾔσθοντο οὐδ' ἐπὶ μικρόν. νομίσαντες δὲ οὐκ ἄλλοθέν ποθεν αὐτὸν αἰνίττεσθαι βεβαίαν ἔσεσθαι τὴν εἰρήνην, ἢ ἀπὸ τοῦ βασιλέα τὸν νέον ἥν τε κατεῖχε πρότερον μοῖραν τῆς ἀρχῆς καὶ ὧν προσείληφεν ἐν τῷ νῦν πολέμῳ τὰ πλείω κατασχόντα ἐς τὰ μάλιστα γενέσθαι δυνατὸν, τὸν δὲ πρεσβύτερον ἠσθενηκότα διὰ τὸ τῆς ἀρχῆς ἀφῃρῆσθαι πολλὰ ἀτολμότερον πρὸς τὸ νεωτερίζειν ἂν γενέσθαι, καὶ δίκαια καὶ συμφέροντα πάντες εἶπον τὸν μέγαν δομέστικον εἰρηκέναι, καὶ τοιαύτην δεῖν ἐθορύβησαν τὴν εἰρήνην εἶναι. ὁ βασιλεὺς δὲ ἤδη τοῖς οἰκείοις λόγοις πάντας προκατειλημμένους συνορῶν, «κἀμοὶ τὰ ἴσα» εἶπε «συνδοκεῖ· τό, τε γὰρ πρὸς ἀλλήλους ἡμᾶς πολεμεῖν, καὶ αὐτοῖς ἡμῖν καὶ τοῖς ὑπηκόοις ἀλυσιτελές· καὶ τὸ παράδειγμα οἰκεῖον μάλιστα, ᾧ προσείκασεν ὁ μέγας δομέστικος τὸν πρὸς ἀλλήλους πόλεμον ἡμῶν. ἀνάγκη γὰρ ὑμᾶς τε τοὺς ὑπ' ἀμφοτέροις στρατευομένους ἐν ταῖς μάχαις ὑπ' ἀλλήλων ἀποθνήσκειν, καὶ τὰς κτήσεις, ἐξ ὧν αἵ τε ἰδιωτικαὶ καὶ αἱ δημόσιοι διαφθείρεσθαι πρόσοδοι. καὶ τὸ μὴ βεβαίαν αὖθις, ἀλλ' ὑφ' ὁτουοῦν διαλυθήσεσθαι προσδοκωμένην γενέσθαι τὴν εἰρήνην, μάλιστα ἀσύμφορον ἡμῖν. διὸ δεῖ σκεψαμένους αὐτοὺς, πᾶσαν πρότερον πολέμου πρόφασιν περιελεῖν· πολέμου δὲ πρόφασις πᾶσιν ἀνθρώποις ἢ οἰόμενον ἀδικεῖσθαι ἀμύνεσθαι ἐθέλειν, ἢ πολέμου ἄρχειν αἱρούμενον ἀδικεῖν· ἐὰν δέ τις ἀγαγὼν ἑαυτὸν ἐγχειρίσῃ τῷ πολεμοῦντι, πᾶσαν πρόφασιν πολέμου περιεῖλεν. εἴτε γὰρ ᾤετο ἀδικεῖσθαι, τὸν ἀδικοῦντα ἔχων ἡσυχάσει, εἴτε προὐθυμεῖτο πλεονεκτεῖν, πλέον ἔχων οὗ προσεδόκησε, καὶ οὕτω παύσεται τοῦ πολεμεῖν. διὸ δεῖ καὶ ἡμᾶς βεβαίας εἰρήνης ἐπιθυμοῦντας, θεῷ τε θαῤῥήσαντας καὶ τῇ σφετέρᾳ αὐτῶν πράξει ὡς ἀγαθῇ, πᾶσαν τὴν ἀρχὴν ἡμῶν τε αὐτῶν καὶ πόλεων καὶ προσόδων ἐγχειρίσαι τῷ βασιλεῖ· οὕτω δὲ πράξαντες, πᾶσαν πρόφασιν τῶν συκοφαντῶν διαβολῆς περιελοῦμεν· ἐκείνων δὲ πεπαυμένων κακουργεῖν, οὐδὲν ἔτι ἐμποδὼν ἔσται βαθείας ἀπολαύειν πάντας εἰρήνης. εἰ δ' αὖθις χωρήσομεν εἰς μερισμοὺς, πρῶτον μὲν αὐτὸ τοῦτο, τὸ δυσὶν ἔτεσι καὶ ἑξήκοντα ὁμοῦ πάντων ἄρχοντα αὐτὸν, νῦν τῆς κατὰ πάντων ἐξουσίας ἀποστερεῖσθαι, ἱκανὸν πρὸς ταραχὴν καὶ δυνατὸν τοῖς συκοφάνταις πεῖσαι προσέχειν ὡς ἐπιβουλεύεται παρ' ἡμῶν καταψευδομένοις. ἔπειτα δὲ καὶ τούτοις αὐτοῖς, ὥστ' ἔχειν ῥάπτειν τὰς διαβολὰς, ὕλην ἂν παράσχοιμεν πολλήν· ἐχόντων δὲ ἐκείνων δύναμιν κακουργεῖν, οὐκ ἐν πολλῷ χρόνῳ ἀναγκασθησόμεθα αὖθις πολεμεῖν. οὐκ ἠρεμήσουσι γὰρ, ἄχρις ἂν ποικίλαις καὶ πολλαῖς διαβολαῖς ἐξορμήσωσι πρὸς πόλεμον τὸν βασιλέα. μὴ θαυμάσητε δὲ, εἰ παρὰ τῶν νεωτεροποιῶν τούτων καὶ φθόρων ἐξαπατήσεσθαι τὸν βασιλέα λέγων, ἐμαυτὸν ἐξαίρω τοῦ λόγου ὡς μὴ τὰ ἴσα δυνάμενον παθεῖν, καίτοι γε οὕτως ἔχω παρασκευῆς καὶ γνώμης, ὡς οὐδ' ἂν εἴ τι γένοιτο, μήτοι γε ἐκ διαβολῆς, ἀλλ' οὐδ' εἰ ἀληθῆ τὰ λεγόμενα εἴη, πρὸς πόλεμον πρότερος αὐτὸς ἐξορμήσων, πρὶν ἂν αὐτοῖς ἔργοις ἀναγκασθῶ ὡς ἐπιόντα ἀπωσόμενος τὸν πόλεμον, τὰ ὅπλα ἀναλαμβάνειν, ἀλλ' ὡς ἐνέχυρα ἱκανὰ πρὸς ἐκεῖνον τῆς διαβολῆς ἐχούσης. ὁ γὰρ ἄρχων μὴ τὴν ἀρχὴν ἀφαιρεθείη δεδοικὼς, κἂν ἐπιβουλεύεσθαι πεισθείη· ὁ δουλεύων δὲ οὐκ ἂν πείθοιτο ῥᾳδίως. τούτων δὴ ἕνεκα ὧν εἶπον, μὴ πάλιν πρὸς μερισμοὺς τῆς ἀρχῆς ἐπιπολὺ σκεψαμένῳ ἔδοξε δεῖν χωρεῖν, ἀλλ' ἡμᾶς τε αὐτοὺς καὶ πάντα χρήματα ἀγαγόντας, ἐγχειρίσαι βασιλεῖ· οὕτω γὰρ ἣν ποθοῦμεν εἰρήνην βεβαία περιέσται.» Τοιαῦτα περὶ τῆς εἰρήνης διειλεγμένου τοῦ βασιλέως, ἐπιπολὺ μὲν τὸ βουλευτήριον σιωπὴ κατέσχε βαθεῖα, πάντων πρὸς τοὺς λόγους ἐκπεπληγμένων. οὐ γὰρ ἂν ἐπὶ τοιούτοις ᾠήθησάν ποτε γενέσθαι τὴν εἰρήνην. ἀποκριναμένων δὲ οὐδὲν, ἐπιστραφεὶς ὁ βασιλεὺς πρὸς τὸν μέγαν δομέστικον «οὐ σιωπᾷν» ἔφη «χρεὼν, ἀλλ' αὐτόν τε ὡς ἔχεις περὶ τῶν εἰρημένων καὶ τοὺς ἄλλους λέγειν. ἐπὶ τούτοις ὁ μέγας δομέστικος εἶπε τοιάδε· «εἰ μὲν πρὸς βαρβάρους, ὦ βασιλεῦ, τοὺς φύσει πολεμίους ὁ πόλεμος ἡμῖν ἦν, οὐδὲν ἕτερον ἔδει σκοπεῖν, ἢ ὅπως, ἢν μὲν περιγενώμεθα τῷ πολέμῳ, ἐπεξιέναι καὶ διαφθείρειν, ἄχρις ἂν ἢ ἐκτρίψαντες ποιήσωμεν ἐκποδὼν, ἢ, τό γε δεύτερον, δουλωσάμενοι ποιήσωμεν ὑποφόρους· εἰ δὲ ἰσόῤῥοπα ἡμῖν τὰ πράγματα ἦν, πρὸς τὴν αὐτῶν χρείαν μεθαρμόζεσθαι καὶ αὐτούς. ἐπειδὴ δέ ἐστιν οὔτε πρὸς φύσει πολεμίους βαρβάρους, οὔτε πρὸς τὴν αὐτὴν μὲν ᾑρημένους θρησκείαν ἡμῖν, ἄλλως δὲ πολεμίους καὶ ὑπὸ ἰδίαν τεταγμένους ἡγεμονίαν, οὓς ἄν τις ἴσως καὶ βιάζεσθαι συγχωρήσειε δυναμένοις· ἀλλὰ πρὸς ὁμοφύλους καὶ οἰκειοτάτους, τίς ἂν νοῦν ἔχων καὶ μικράν τινα ποιούμενος φροντίδα τοῖς ἐν ᾅδου καταδίκοις μὴ συνεῖναι, μᾶλλον ἂν ἀνθέλοιτο τὸν πόλεμον τῆς εἰρήνης; καίτοι γε οὐδ' οὕτω συμμεμέρισται ὑμῖν τοῖς βασιλεῦσι τὰ τῆς ἀρχῆς, ὡς τὸν μὲν τῆς ἐκ τῆς ἕω στρατιᾶς, τῆς ἑσπερίου δὲ τὸν ἕτερον στρατηγεῖν· ἦν γὰρ οὕτω τι μετριώτερον, Ρωμαίοις μὲν καὶ οὕτω Ρωμαίων συμπιπτόντων καὶ κτεινομένων, ὅμως δ' οὖν τινα παραμυθίαν τὸ μὴ προσήκειν αὐτοῖς καθ' αἷμα τοὺς ἀποσφαττομένους οἰομένων. νυνὶ δ' οὕτως ἡ κοινὴ τῶν Ρωμαίων συνεσκεύασε δυστυχία, ὡς αὐτὰς τὰς οἰκίας πρὸς ἀλλήλας μερισθείσας, μήτοι γε πόλεις, καὶ ἀδελφοὺς ἀλλήλοις, καὶ παῖδας πατράσι, καὶ φίλους γνησιωτάτοις φίλοις οὐ τῷ σφετέρῳ αὐτῶν, ἀλλὰ τῷ τῶν βασιλέων ἔχθει πολεμεῖν. εἰκὸς δὲ καὶ παρ' αὐτὰς τὰς μάχας τὸν πατέρα τὸν οἰκεῖον ἢ τὸν ἀδελφὸν ἀποκτείναντά τινα ἢ τὸν φίλον, ἐν τῷ σκυλεύειν τὴν δυστυχεστάτην ἐπιγνῶναι νίκην, οὗ τί σχετλιώτερον γένοιτ' ἄν; ὧν δὴ ἕνεκα αὐτός τε ἡγοῦμαι τὴν εἰρήνην λυσιτελεῖν, καὶ οἱ ἄλλοι συνεπιψηφίζονται πάντες. ἐπειδὴ δὲ νῦν καὶ ἐφ' ὁποίοις δή τισι τὴν εἰρήνην γενέσθαι δεῖ πρόκειται σκοπεῖν ὥστε μένειν βεβαίαν καὶ μὴ πάλιν προφάσεων πρὸς πόλεμον εὐπορεῖν, εἰ μὲν ἕτερ' ἄττα ἢ αὐτὸς εἴρηκας, ὦ βασιλεῦ, λυσιτελεῖν ἐλογιζόμην, εἶπον ἂν ἐνδοιάσας μηδέν· ἐπειδὴ δὲ ἅμα τε δίκαια καὶ τῷ κοινῷ συμφέροντα Ρωμαίων καὶ πρὸς εὐδοξίαν οὐδενὸς δεύτερα σαυτῷ τε εἴρηκας καὶ ἡμῖν, θεῷ τῷ τῶν ἀγαθῶν θαῤῥήσαντες ἐφόρῳ, εἰς ἔργα προάξωμεν τοὺς λόγους.» Τοιαῦτα μὲν καὶ ὁ μέγας δομέστικος εἶπεν· ἐπιτραπεὶς δὲ καὶ ὁ πρωτοστράτωρ ἃ δοκεῖ συμφέροντα εἰπεῖν, «τὴν μὲν εἰρήνην ὡς ἀγαθὸν καὶ λυσιτελὲς ἡμῖν τε καὶ τῷ κοινῷ Ρωμαίων παντὶ, οὐδ' ἂν αὐτὸς ἀρνηθείην, μὴ καὶ οἴεσθαι καὶ πεπεῖσθαι» εἶπε «παρ' ὑμῶν. τοιαύτην μέντοι οἵαν αὐτὸς εἴρηκας γενέσθαι, βασιλεῦ, οὐδὲ ὑπονοῆσαί ποτε ὁμολογῶ. ἐλογιζόμην γὰρ ὅτι πρὸς οἷς κατείχομεν πρότερον καὶ ἐκ τῶν νῦν προσχωρησάντων οὐκ ὀλίγα κατασχόντες, τὰς ἐπὶ τῇ εἰρήνῃ ποιήσομεν σπονδάς. διὸ καὶ προθυμίᾳ σὺν πολλῇ τῶν περὶ τῆς εἰρήνης εἰχόμην λόγων· ἐπειδὴ δέ σοι οὕτω βέλτιον δοκεῖ, κἀμοὶ πᾶσα συνδοκεῖν ἀνάγκη. ἐξ ὅτου γάρ σοι φέρων ὑπέταξα ἐμαυτὸν, οὕτω πέπεισμαι ὡς ἅμα σοὶ καὶ ἀποθανούμενος καὶ βιώσων. διόπερ εἰ καὶ αὐτὸς ἑτέρως ἐλογιζόμην ἔσεσθαι τὴν εἰρήνην, ἀλλ' ἐπειδὴ νυνὶ σοὶ τοῦτον τὸν τρόπον δοκεῖ, ὡς ἂν αὐτὸς βέλτιον ἡγῇ τελείσθω.» τοιαῦτα καὶ πρωτοστράτορος εἰπόντος, εὐχαριστήσας ὁ βασιλεὺς ἐπυνθάνετο τῶν ἄλλων. ἐπισχόντες δὲ μικρὸν, «παρὰ σοὶ τὴν ἐξουσίαν, ἔφασαν, εἶναι τοῦ πράττειν· δεσπότης δὲ ὢν, ἃ βούλει πρᾶττε.» τὴν τοι αύτην δὲ ἀπολογίαν οὐ πεισθέντες τοῖς εἰρημένοις, ἀλλ' ἀηδῶς μᾶλλον εἶπον διατεθέντες. ὁ μέντοι βασιλεὺς τὴν ἀπολογίαν ὅ, τι νοεῖ ὑποκρινάμενος ἀγνοεῖν, εὐχαριστήσας καὶ αὐτοῖς, διέλυσε τὴν ἐκκλησίαν. ἐξ ἐκείνης δὲ καὶ εἰς ἑβδόμην ἡμέραν ὁ βασιλεὺς τῷ μεγάλῳ δομεστίκῳ ἅμα καὶ πρωτοστράτορι τούς τε ἐν τέλει καὶ τοὺς λογάδας πείθοντες τῆς στρατιᾶς, καὶ δι' αὐτῶν ἅπαν τὸ πλῆθος, ἴσχυσαν μόλις εὐπαράδεκτον πᾶσι τὴν ἐπὶ τοῖς εἰρημένοις εἰρήνην καταστῆσαι. ἐξῆν μὲν οὖν καὶ βασιλεῖ σὺν ὀλίγοις τῶν ἐπιφανῶν τισι τὴν εἰρήνην κυροῦν, ἐδόκει δὲ βέλτιον γενέσθαι ψήφῳ κοινῇ. καὶ διὰ τοῦτο τὰ τοιαῦτα ᾠκονομεῖτο.

λγʹ. Ἐπεὶ δ' ἐκεκύρωτο παρὰ πάντων, τὸν τοῦ ἁγίου ὄρους πρῶτον, ὅστις καὶ ἐπρέσβευε τότε, μετακαλεσάμενος ὁ βασιλεὺς, «τὴν μὲν πρὸς τὴν εἰρήνην ἔνστασιν» εἶπε «τῆς στρατιᾶς, τήν τε ἡμετέραν πρὸς τοῦτο σπουδὴν καὶ τοὺς τρόπους καὶ τὰς περινοίας, δι' ὧν αὐτὴν εὐπαράδεκτον πᾶσι πεπείκαμεν γενέσθαι, αὐτὸς ἰδὼν ἀπαγγελεῖς τῷ ἐμῷ κυρίῳ καὶ βασιλεῖ· ἐξ ἐμοῦ δὲ πρὸς αὐτὸν τοιαῦτα ἐρεῖς, ὡς, μάρτυρα τῶν ἐμῶν ποιοῦμαι λόγων τὸν πάντ' ἐφορῶντα ὀφθαλμὸν τοῦ θεοῦ καὶ τὴν ἐκ τοῦ συνειδότος ἀδέκαστον κρίσιν, ὡς οὔτε πρότερον οὔτε νῦν ἐμαυτῷ τι σύνοιδα εἰργασμένῳ οἷον ἄξιον εἶναί σε τὸν ἐμὸν κύριον καὶ πατέρα οὕτως ἐκπολεμωθῆναι ποιῆσαι πρὸς ἐμέ. διόπερ πρότερόν τε ἅμα τε ἐμνήσθης εἰρήνης, καὶ αὐτὸς μηδὲν ἀντειπὼν μηδὲ πολυπραγμονήσας, ἀλλὰ καὶ νομίζων εὐεργετεῖσθαι, τὸ ἐπίταγμα ἐπλήρουν τὸ σόν· καὶ νῦν, καίτοι γε τῆς στρατιᾶς πολλὰ δυσχεραινόντων, ἐφ' οἷς ἐπεχείρουν πείθειν, ὡς ἀκριβῶς παρὰ τοῦ πρέσβεως μαθήσῃ, ὃ προστέταχας, καὶ θεοῦ συναιρομένου, ἤγαγον πρὸς πέρας. ἐν μὲν οὖν ταῖς ἐπὶ τῇ τοῦ προτέρου πολέμου καταθέσει σπονδαῖς τὸ ἀπὸ Χριστουπόλεως ἄχρι Σηλυβρίας εἰς ἰδίαν ἀρχὴν περιεποιησάμην, οὐ δεόμενος αὐτὸς, ἀλλὰ δι' ἃς εἶπον αἰτίας τότε οὔσας ἀναγκαίας. νυνὶ δὲ συνιδὼν, ὡς ἡ ἐπὶ τοῖς τοιούτοις εἰρήνη ἀρχὴ κατέστη δευτέρου πολέμου· οἱ γὰρ συκοφάνται καὶ κοινοὶ πολέμιοι καὶ τῆς Ρωμαίων τύχης ἀφανεῖς λυμεῶνες ὕλης εὐπορήσαντες καὶ πολλὰς αἰτίας πλασάμενοι καὶ διαβολὰς, ἐξώργισαν κατ' ἐμοῦ καὶ πρὸς πόλεμον ἐξώρμησαν ἐξ οὐδεμιᾶς αἰτίας ἐμφανοῦς, δείσας μὴ καὶ αὖθις τὴν προτέραν μοῖραν τῆς ἀρχῆς ἢ καὶ πλεῖόν τι ἰδιοποιησάμενος, ἀφορμὰς πάλιν τοῖς συκοφαντεῖν ἐθέλουσι παράσχω, καὶ πλασάμενοι διαβολὰς, πρὸς τὸν κατ' ἐμοῦ πόλεμόν σε ἐρεθίσωσιν αὖθις, ὅπερ ἐπαχθέστερον ἐμοὶ θανάτου· φέρων ὑπὸ τὴν σὴν ἐξουσίαν παραδίδωμι πάντα, οὐ πόλεις μόνον καὶ χώραν καὶ δημοσίους φόρους, ἀλλὰ καὶ αὐτὸν ἐμὲ μετὰ πάντων ὧν ἄγω, καὶ τὸ ἀπὸ τοῦδε σοὶ περὶ τῆς διοικήσεως πάντων μελήσει ἕκαστα σκεψαμένῳ. τοῦ μέντοι μισθοφορικοῦ τῆς στρατιᾶς τὸν μισθὸν αὐξήσας, παρέσχον καὶ γῆς ἑκάστῳ πλέθρα χρυσίων δέκα. περὶ μὲν οὖν τῆς αὐξήσεως τοῦ μισθοῦ αὐτὸς ἂν εἰδείης ᾗ χρὴ γενέσθαι· τῆς μέντοι γῆς τοὺς στρατιώτας δέομαι μὴ ἀφαιρεθῆναι, τοῦτο μὲν, ὅτι στέρησις οὐδεμία ταῖς δημοσίαις προσόδοις ἀπὸ τῆς διανομῆς γεγένηται ταύτης, τοῦτο δ', ὅτι καὶ διὰ τὴν ὀλιγότητα οὐδεμίαν ἀσχολίαν παρέχουσα τοῖς στρατιώταις πρὸς τὸ εἰς τὰς ἐκστρατείας εὐκόλους εἶναι ὠφέλειάν τινα δοκεῖ παρέχειν. πρὸς τούτοις καὶ τὸ ἀποτεταγμένον εἰς τὴν αὐτῶν μισθοφορὰν χρυσίον πρὸς ἐμὲ πρότερον ἀποκαθιστάμενον, παρ' ἐμοῦ διανέμεσθαι τοῖς στρατιώταις· οὕτω γὰρ ἐπηγγειλάμην αὐτοῖς, ὅτε τοὺς περὶ τῆς εἰρήνης πρὸς αὐτοὺς ἐποιούμην λόγους οὐ ῥᾳδίως πειθομένοις. περί γε μὴν τῆς οἰκίας τῆς ἐμῆς ὅπως διοικηθήσεται, ὡς ἂν αὐτὸς κρίναις εὖ ἔχειν, ἐμοὶ πείθεσθαι ἀνάγκη. ὁ δέ γε θεῖος ὁ ἐμὸς ὁ δεσπότης νῦν μὲν οὐκ ἀπολυθήσεται τῆς εἱρκτῆς, οὕτως ἐμοῦ λυσιτελεῖν δι' αἰτίας οἰομένου τινάς· μετὰ δὲ χρόνον τινὰ μικρὸν ἀπολυθήσεταί τε καὶ σὺν ἐμοὶ διάξει θεραπευόμενος. διὸ καὶ δέομαι τούτου χάριν τυχεῖν συγγνώμης.» Τοιαῦτα πρὸς τὸν βασιλέα καὶ πάππον ὁ νέος βασιλεὺς τὸν πρεσβεύοντα πρῶτον Ἰσαὰκ κελεύσας εἰπεῖν, ἀπέστειλεν εἰς Βυζάντιον. ἐπεὶ δὲ ἀφῖκτο, τήν τε εἰρήνην ὅτι κεκύρωτο καὶ ἐφ' ὁποίοις τισὶν ἀπήγγειλε, τήν τε ἔνστασιν ἐν τοῖς τοιούτοις τῆς στρατιᾶς καὶ τὴν τοῦ νέου βασιλέως σπουδὴν καὶ τὴν οἰκονομίαν οἷς ἴσχυσε πάντας πεῖσαι τὴν εἰρήνην ἐπιψηφίσασθαι. ἀκούων δὲ ὁ βασιλεὺς, πρῶτον μὲν ἐξεπέπληκτο καὶ ἠπίστει διὰ τὸ μέγεθος τοῖς ἀπαγγελλομένοις. μὴ γὰρ ὅτι τῆς ἁπάσης ἀρχῆς τὸν νέον ᾤετο αὐτῷ ἐκστήσεσθαι βασιλέα, ἀλλ' εἴγε καὶ ἐκ Βεῤῥοίας ἢ καὶ ποῤῥωτέρω ἄχρι Σηλυβρίας αὐτῆς κατασχὼν, παρεχώρησεν αὐτῷ τῶν ἄλλων, ἠγάπησεν ἄν· καὶ αὐτὸ δὲ ὅλως τὸ παραδέξασθαι τὴν εἰρήνην, οὐ τῇ τοῦ πράγματος φύσει, ἀλλὰ τοῖς ἀγαθοῖς τρόποις τοῦ βασιλέως καὶ ἐγγόνου θαῤῥῶν, διεπρεσβεύετο πρὸς αὐτόν· ἀγαπητὸν ἡγούμενος ἂν ὅπως ποτὲ πεισθείη μόνον τὸν πόλεμον καταθέσθαι. ἔπειτα δὲ ἡδονῆς ἦν καὶ θυμηδίας μεστὸς αὐτός τε καὶ οἱ προσέχοντες αὐτῷ τῶν ἐπιφανῶν, καὶ οἱ ἄλλοι Ρωμαῖοι ἑορτὴν ἦγον τὴν χαριεστάτην πασῶν.

λδʹ. Εἰς τάχος τε ἐκέλευε τριήρεις δύο πληροῦν· ἐπεὶ δὲ ἐπεπλήρωντο, σὺν τάχει καὶ προθυμίᾳ πολλῇ τὴν βασιλίδα Ξένην τὴν Ἀνδρονίκου μητέρα τοῦ νέου πέμπει πρὸς τὸν υἱόν· ἅμα μὲν τῆς εἰς αὐτὸν καλοκἀγαθίας καὶ τῆς τιμῆς καὶ εὐπειθείας πρεπούσας ἀποδώσουσαν εὐχαριστίας, ἅμα δὲ καὶ τὴν κυρωθεῖσαν εἰρήνην ἐγγράφοις βεβαιώσουσαν ὅρκοις. ἐλθοῦσαν δὲ εἰς τὸ περὶ Σηλυβρίαν Ἐπιβάτας προσαγορευόμενον χωρίον ἔτι τότε ἀτείχιστον ὂν, βασιλεὺς ὁ υἱὸς αὐτῆς ἐλθὼν προσεκύνησέ τε ὁμοῦ τὴν μητέρα· καὶ ἐθρήνησαν ἐφ' ἱκανὸν, ἡ μὲν τὴν χηρείαν, ὁ δὲ τὴν ὀρφανίαν ὀδυρόμενος τοῦ πατρός· οὔπω γὰρ ἄχρι τότε μετὰ τὴν βασιλέως τελευτὴν εἰς ἓν βασιλεὺς ὁ νέος τῇ μητρὶ καὶ βασιλίδι συνῆλθεν· ἔπειτα ἡ βασιλὶς τῷ βασιλεῖ καὶ υἱῷ τάς τε τοῦ βασιλέως καὶ πάππου ἀπαγγείλασα εὐχαριστίας, καὶ ἕτερ' ἄττα ὁμιλήσασα ὅσα ἦν αὐτῇ βουλομένῃ, τὰ ὀμωμοσμένα παρὰ βασιλέως τοῦ υἱοῦ ἐγγράφως παραλαβοῦσα, ἐπανῆκεν αὖθις ὡς βασιλέα τὸν κηδεστήν. ὀμωμοκότος δὲ καὶ αὐτοῦ τὴν εἰρήνην ἀκατάλυτον καὶ βεβαίαν τηρήσειν ἐπὶ τούτοις γεγενημένην, ὥστε τὴν μὲν ἀρχὴν πᾶσαν καὶ τὴν διοίκησιν τῶν πραγμάτων αὐτῷ προσήκειν, πρὸς δὲ βασιλέα τὸν ἔγγονον τὴν μισθοφορὰν τῆς στρατιᾶς δίδοσθαι μόνον, ὥσπερ ἦν αὐτοῖς ἐν ταῖς συνθήκαις γεγραμμένον, ὡς ἂν παρ' αὐτοῦ χορηγοῖτο τοῖς στρατιώταις· ἔτι δὲ καὶ περὶ τῆς διανεμηθείσης γῆς τοῖς αὐτοῖς τούτοις μισθοφόροις παρὰ τῶν τὰ δημόσια διοικούντων ἐνοχλεῖσθαι μηδὲν, ἀλλ' αὐτοῖς ἀνεπηρέαστον διατηρεῖσθαι· καὶ τῆς ἰδίας οἰκίας ἕνεκα καὶ βασιλίδος τῆς αὐτοῦ γυναικὸς παρὰ τοῦ βασιλικοῦ ταμιείου ἑξακισχιλίους ἐπὶ τρισμυρίοις χορηγεῖσθαι χρυσοῦς. καὶ τῶν τοιούτων ἐγγράφων ὅρκων πρὸς βασιλέα τὸν νέον ἀπεσταλμένων, ἄρας ἐξ οὗπερ ἐστρατοπεδεύετο τόπου, εἰς Βυζάντιον ἧκε τὸν βασιλέα προσκυνήσων. ἐξῆλθε δὲ καὶ ὁ βασιλεὺς εἰς ὑπάντησιν τοῦ ἐγγόνου καὶ βασιλέως. πλησίον δὲ ἀλλήλων γενομένων, βασιλεὺς ὁ νέος ἀπεπήδησε τοῦ ἵππου, ὡς ἀπὸ γῆς οἷα δοῦλος τὸν βασιλέα προσαγορεύσων. ὁ δέ γε πρεσβύτερος τὰς ἡνίας ἀναστρέψας, ἤλαυνεν ὀπίσω· ἐβούλετο δὲ αὐτῷ τὸ τοιοῦτο, μὴ πεζῇ τὸν βασιλέα, ἀλλ' ἔφιππον εἶναι δίκαιον τὴν προσαγόρευσιν ποιεῖσθαι. ἔθος γὰρ ἐπεκράτησεν ἀρχαῖον παρὰ τοῖς Ρωμαίων βασιλεῦσιν, ὅταν μέλλωσιν ἀλλήλοις συντυγχάνειν, τοὺς μὲν ἑπομένους ἑκατέροις τῶν ἵππων καταβάντας ἕπεσθαι πεζῇ, αὐτοὺς δὲ συμμίξαντας ἐφίππους, τὸν μὲν νεώτερον κύψαντα τοῦ πρεσβυτέρου βασιλέως περιπτύσσεσθαι τὴν χεῖρα, τὸν ἐπὶ τῆς κεφαλῆς πρότερον περιελόμενον πῖλον· ἀνακύψαντα δὲ ἐκεῖθεν, εἰς τὸ πρόσωπον αὐτὸν τὸν πατέρα ἀντιφιλεῖν. τότε δὲ οὐκ ἀγνοῶν τὸ ἔθος ὁ νέος βασιλεὺς κατέβη τοῦ ἵππου, ἀλλ' ὡς ἂν μάλιστα καὶ πλέω τοῦ δικαίου καὶ συνήθους αἰδῶ καὶ εὐπείθειαν τῷ πάππῳ ἀποδῷ. ἑπομένου δὲ αὐτοῦ πεζῇ καὶ μὴ ἐνδιδόντος, ἀναγκασθεὶς περιέμεινεν ὁ βασιλεύς· πλησίον δὲ γενόμενος ὁ νέος, περιεπτύξατο τὸν πόδα τοῦ βασιλέως πάντων ὁρώντων. τούτου δὲ γενομένου, θρῆνος ἐφ' ἱκανὸν ὁμαλῶς ἤρετο διὰ πάσης τῆς στρατιᾶς, ἅμα καὶ χαρὰ, ὅπερ ἐπὶ ταῖς παρ' ἐλπίδα μεγίσταις εὐτυχίαις γίνεσθαι φιλεῖ· ἢ καὶ τὸ ἄτυφον καὶ μέτριον τοῦ νέου βασιλέως ὁρῶντες, ἐπεκάμπτοντο πρὸς οἰμωγάς. ἔπειτα ἐφίππου καὶ τοῦ νέου βασιλέως γενομένου ἦλθον ἄχρι πυλῶν. ἀναστρέφειν δὲ εἰς τὸ στρατόπεδον τοῦ πρεσβυτέρου βασιλέως ἐπιτρέποντος τῷ νέῳ, οὐκ εἶξεν, ἀλλὰ τοῖς ἄλλοις ἔξω τειχῶν περιμένειν σημήνας τῇ χειρὶ, αὐτὸς ἅμα τισὶ τῶν εὐπατριδῶν ἐντὸς γενόμενος τῶν τειχῶν, καὶ συνοδεύσας τῷ πάππῳ καὶ βασιλεῖ μέχρι μέσης ὁδοῦ, συνταξάμενος ἐπανῆλθεν εἰς τὸ στρατόπεδον. εἰς τὴν ὑστεραίαν δὲ εἰσελθὼν, πρῶτα μὲν εἰς τὸ τῆς θεομήτορος τέμενος τῆς Ὁδηγητρίας ἐλθὼν, εὐχαριστίας ἀπεδίδου πολλὰς τῷ χορηγῷ τῆς εἰρήνης θεῷ καὶ τῇ αὐτοῦ πανάγνῳ μητρί. ἐκεῖθεν δὲ ἐπανῆλθεν εἰς τὰ βασίλεια, καὶ συνδιῆγε τῷ πάππῳ καὶ βασιλεῖ. ἐκ μέντοι τῶν πέριξ χωρῶν τε καὶ πόλεων καὶ αὐτοῦ Βυζαντίου εἰς τὰ βασίλεια ἐφοίτων πανδημεὶ, ἅμα μὲν συνεορτάσοντες καὶ αὐτοὶ τὴν εἰρήνην, ἅμα δὲ ὀψόμενοι καὶ βασιλέα τὸν νέον, ὃς αἰτιώτατος ἐδόκει τῆς ἐν τῷ παρόντι εὐτυχίας εἶναι. θαυμάζοντες δὲ αὐτοῦ τήν τε εὐπείθειαν πρὸς βασιλέα καὶ τὸ τοῦ φρονήματος μέτριον καὶ κατεσταλμένον, οἴκαδε χαίροντες ἐπανῄεσαν. βασιλεὺς δὲ ὁ νέος ἅμα τῷ πρεσβυτέρῳ πέντε πρὸς ταῖς δέκα τῷ Βυζαντίῳ ἐνδιατρίψας ἡμέρας, καὶ τὰς ὑπ' αὐτῷ τελούσας ἐπαρχίας τῷ πάππῳ καὶ βασιλεῖ παραδεδωκὼς, αὐτὸς, ἐπιτρέψαντος βασιλέως, εἰς Διδυμότειχον ἐπανῆλθεν, ἔνθα καὶ ἡ σύνευνος αὐτῷ βασιλὶς ἦν, Αὐγούστου μηνὸς ἱσταμένου τῆς αὐτῆς πέμπτης ἰνδικτιῶνος.

λεʹ. Βασιλεὺς δὲ ὁ πρεσβύτερος πᾶσαν τὴν ἡγεμονίαν Ρωμαίων ποιησάμενος ὑφ' ἑαυτῷ, τοῦ ἐγγόνου καὶ βασιλέως παρακεχωρηκότος, ἐπιτρόπους τε ἀπέστελλε κατὰ πᾶσαν ἐπαρχίαν ὡς ἂν αὐτῷ ἐδόκει βέλτιστα ἔχειν· καὶ ταῖς τῶν δημοσίων προσόδων πράξεσι τοὺς ἐπιμελησομένους ἐφίστη· καὶ ἀπογραφέας δὲ ἀποστείλας, τὸ στρατιωτικὸν ἅπαν ὅσον ἦν ἐκ χωρίων ἀποτεταγμένον τὰς προσόδους ἔχειν, ἔτι δὲ καὶ τοὺς συγκλητικοὺς ἐξίσαζε καὶ διῴκει δι' αὐτῶν τὴν ἡγεμονίαν. ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους Σφεντισθλάβος ὁ τῶν Μυσῶν βασιλεὺς, ὃς ἦν τὴν βασιλέως τοῦ νέου ἀδελφὴν γεγαμηκὼς, ἐτεθνήκει νοσήσας· διεδέξατο τὴν ἀρχὴν Μυσῶν ὁ υἱὸς αὐτοῦ Γεώργιος ὁ Τερτερής. ἔτι δὲ τοῦ πρὸς ἀλλήλους τῶν βασιλέων συνεστῶτος πολέμου, ὅτε καὶ Παλαιολόγος Ἀνδρόνικος τῶν κατὰ τὴν Ροδόπην τοῖς Ρωμαίοις ὑπηκόων ἄρχων ἐπαρχιῶν, ἀπέστησε τοῦ νέου πρὸς τὸν πρεσβύτερον βασιλέα, ὁ Τερτερὴς ταῖς πόλεσιν ἐκείναις ἐπιστρατεύσας, τὰς μὲν ἄλλας ἐδῄωσε, Φιλιππούπολιν δὲ εἷλε, μεγάλην τε καὶ πολυάνθρωπον οὖσαν, καὶ πεζῷ καὶ ἱππικῷ στρατεύματι ἐῤῥωμένην, καὶ ἐν ἐπικαίρῳ μάλιστα χωρίου κειμένην, ὡς αὐτάρκη εἶναι καὶ πρὸς πόλεμον καὶ εἰρήνην τῶν ἄλλων μάλιστα ἠπειρωτίδων. εἷλε δὲ τρόπῳ τοιῷδε. παρὰ τῶν ἐν Βυζαντίῳ τινὸς αὐτῷ τῶν ἐπιτηδείων ἔχθει τῷ πρὸς βασιλέα τὸν νέον κρύφα ἐμηνύθη, ὡς τῶν Φιλιππουπολιτῶν τῷ νέῳ βασιλεῖ συστρατευομένων, τῶν τε ἄλλων ἐγχωρίων περὶ τὴν τοῦ σίτου συγκομιδὴν ἀσχολουμένων, ἐπελθὼν ἐκ τοῦ αἰφνιδίου ῥᾷον ἂν κρατήσειεν ὀλιγανδρούσης. κατὰ δὴ τὴν τοιαύτην ὑφήγησιν ἐπελθὼν, ἀπορίᾳ τῶν ἀμυνομένων παρεστήσατο ῥᾳδίως. ἀφικομένου δὲ μετὰ τὴν εἰρήνην εἰς Διδυμότειχον τοῦ νέου βασιλέως, ὁ Τερτερὴς ἀποστείλας στρατιὰν, τὰ περὶ τὴν Ἀδριανούπολιν κατέδραμε πολίχνια καὶ ἐληΐσατο· ἐπιδιώξας δὲ ὁ βασιλεὺς κατέλαβεν ἐν τοῖς ὁρίοις τῆς Μυσίας, καὶ ἀπροσδοκήτως ἐμπεσὼν, τοὺς μὲν διέφθειρεν αὐτῶν, τοὺς δὲ εἷλε ζῶντας, πλὴν ὀλίγων, ὅσοι διεσώθησαν ἐπιγενομένης νυκτός· καὶ τὸ στρατόπεδον αὐτῶν διήρπασαν οἱ στρατιῶται, καὶ τὴν λείαν ἐπανήγαγον. μετὰ δὲ ταύτην τὴν μάχην ἔγνω δεῖν ὁ βασιλεὺς μὴ ἀμύνεσθαι μόνον ἐπερχομένους τοὺς Μυσοὺς, ἀλλὰ καὶ αὐτὸν αὐτοῖς ἐπιστρατεύειν. καὶ συναγαγὼν ἀξιόμαχον στρατιὰν, μετὰ τριακοστὴν ἡμέραν ἐπέβαλεν εἰς τὴν Μυσίαν καὶ ἐδῄωσε τὰ πολλὰ αὐτῆς, ἠνδραποδίσατο δὲ οὐδένα· οὐδὲ γὰρ ἔθος οὔτε Μυσοῖς οὔτε Ρωμαίοις ἐν ταῖς καταδρομαῖς ἀνδραποδίζεσθαι ἀλλήλους· βοσκήματα δὲ καὶ ἄλλην ἀποσκευὴν εἷλον αἰχμάλωτον πολλήν. ἐκεῖθεν δὲ εἰς Βυζάντιον ἐπανῆκε τῷ βασιλεῖ καὶ πάππῳ συνησθησόμενος ἐπὶ τῇ νίκῃ· ταύτην γὰρ ἐποιήσατο πρώτην εἰσβολὴν βαρβάροις ἐπιστρατεύσας. εὗρε δὲ ἐλθὼν ὑπὸ τοῦ πρεσβυτέρου βασιλέως τὸν Συργιάννην εἰς δεσμωτήριον ἐμβληθέντα. ὕστερον δὲ ὀλίγαις ἡμέραις ὁ πρεσβύτερος βασιλεὺς δικαστήριον καθίσας, συνδικάζοντος αὐτῷ καὶ τοῦ νέου βασιλέως καὶ τῶν ἐν τέλει πάντων Ρωμαίων παρόντων, ἐκέλευσε τὸν Συργιάννην εἰς μέσους ἐλθεῖν, ὡς ὧν κατηγορεῖτο τὰς αἰτίας ἀπολυσόμενον. κατηγορεῖτο δὲ αὐτοῦ, ὡς εἴη συνωμοσίας ἅμα Ρωμαίων οὐ πολλοῖς πεποιημένος ἐπὶ τῷ τὸν πρεσβύτερον βασιλέα ἀποκτείναντας, αὐτὸν ἀποδειχθῆναι βασιλεύοντα Ρωμαίων. οἱ μὲν οὖν διώκοντες ἐπέκειντο σφοδρῶς ἀληθῆ ἃ αὐτοῦ κατηγοροῦντο διϊσχυριζόμενοι εἶναι. ἔλεγχον μέντοι ἐναργῆ τῶν κατηγορουμένων οὐκ ἠδύναντο παρέχειν· αὐτός τε ἐκ τοῦ ὁμοίου, ἃ μὲν κατηγορεῖτο συκοφαντίας διετείνετο εἶναι, οὐ μέντοι καὶ ἀποδείξεις παρεῖχεν ἰσχυρὰς, ἐξ ὧν ἂν τὴν δίκην διαφύγοι. ἐπὶ πολὺ δὲ αὐτοῦ τε καὶ τῶν διωκόντων πρὸς ἀλλήλους ἀντικαθισταμένων, ὡς ἰσοπαλεῖς ἦσαν αἱ δίκαι, ὁ πρεσβύτερος βασιλεὺς ἐπέτρεπε τῷ νέῳ ψῆφον ἐπὶ τοῖς λεγομένοις ἐξενεγκεῖν. τοῦ δὲ ἀπαγορεύσαντος δέει τοῦ μὴ διὰ τὴν ἀποστασίαν καιροῦ παρασχόντος δοκεῖν ἀμύνεσθαι αὐτὸν, ὁ πρεσβύτερος βασιλεὺς πολλὰ αὐτοῦ κατηγορήσας, καὶ τοὺς διώκοντας ἀποφηνάμενος ἀληθεύειν, τὸ δεσμωτήριον κατέκρινεν οἰκεῖν ὑπὸ κλοιοῖς ἑνὶ κανόνι συνηρμοσμένοις φρουρεῖσθαι κελεύσας. ἐλέγετο μέντοι ὡς ἐπὶ ταῖς τοῦ νέου βασιλέως πρὸς τὸν αὐτοῦ συμβάσεσι πάππον καὶ τοῦτο εἴη συντεθειμένον, τὸ ἐκ παντὸς τρόπου τὸν Συργιάννην εἱρχθῆναι τοῦ νέου βασιλέως ᾐτηκότος· ἦν δὴ σαφὴς καὶ ἀναντίῤῥητος συκοφαντία.

λϛʹ. Ἔτι δὲ βασιλέως τοῦ νέου διατρίβοντος ἐν Βυζαντίῳ, Τερτερὴς ὁ τῶν Μυσῶν βασιλεὺς ἐτελεύτησε τὸν βίον. τελευτήσαντος δὲ αὐτοῦ, αἱ ἀπὸ Μεσημβρίας ἄχρι Στίλβνου τοῖς Μυσοῖς ὑπήκοοι πόλεις ἑκοντὶ τοῖς Ρωμαίων προσεχώρησαν βασιλεῦσι. καὶ ὁ πρεσβύτερος βασιλεὺς ταῖς προσχωρησάσαις πόλεσιν ἀπέστειλεν ἐπιτρόπους, οὓς ἔκρινεν αὐτός. Βοησίλας δὲ ὁ τοῦ προβεβασιλευκότος Μυσῶν ἀδελφὸς αὐτόμολος ὢν ἐν Ρωμαίοις τότε, ὡς ἐπύθετο τὴν τελευτὴν τοῦ βασιλέως Μυσῶν, ἀπελθὼν καὶ αὐτὸς προσεποιήσατο ἑαυτῷ τὰς ἀπὸ Στίλβνου μέχρι Κόψεως ἐπιλοίπους τῆς Μυσίας πόλεις προσχωρησάσας ἀμαχεὶ διὰ τὴν οἰκειότητα τοῦ γένους. πέμψας δὲ ὡς βασιλέα καὶ ἐπαγγειλάμενος ὑπ' αὐτὸν τελεῖν αὐτόν τε καὶ πόλεις καὶ τὴν συνεπομένην στρατιὰν, δεσπότης Μυσίας ὑπὸ βασιλέως ἐπιτέτραπται ὀνομάζεσθαι. βασιλεὺς δὲ ὁ νέος, ἅμα καὶ τοῦ πάππου καὶ βασιλέως ἐπιτετραφότος, τὴν ἐκ Βυζαντίου καὶ τὴν Θρᾳκίαν στρατιὰν ἀθροίσας, εἰς Φιλιππούπολιν ὡς ἐκπολιορκήσων ἦλθε. γενομένῳ δὲ ἐκεῖ ὁ Βοησίλας ἅμα τῇ ὑπ' αὐτὸν στρατιᾷ τοῦ πολέμου συνεφαψόμενος συνῆλθε· καὶ περιστρατοπεδευσάμενοι ἐπολιόρκουν· οὔσης δὲ ἐντὸς ἀξιομάχου στρατιᾶς, ἤνυον οὐδὲν, ἀλλὰ ἐκακοπάθουν. ὁ γὰρ Τερτερὴς ἅμα τῷ τὴν Φιλιππούπολιν κατασχεῖν, δείσας μὴ αὖθις οἱ Ρωμαῖοι ἐπελθόντες, διὰ τὴν ὀλιγανδρίαν, ὥσπερ καὶ αὐτὸς, ἕλωσιν αὐτὴν, ἅμα δ' ὅτι καὶ ἐν ὁρίοις ἦν τῆς ἐκείνου καὶ Ρωμαίων ἡγεμονίας, χιλίους μὲν ἱππέας λογάδας ἐξ Ἀλανῶν καὶ Μυσῶν, καὶ δὶς τοσούτους πεζοὺς πελταστὰς, οἳ δοκοῦσι μαχιμώτατοι εἶναι παρ' αὐτοῖς, τὴν πόλιν ἔπεμψε φρουρεῖν. ἄρχοντες δὲ ἦσαν αὐτῶν ὅ, τε Ἰτίλης καὶ ὁ Τεμήρης, τὸ γένος Ἀλανοὶ, καὶ Ἰνᾶς ὁ ἐξ Οὔγκρων· στρατηγὸς δὲ ἐπὶ πᾶσιν Ἰβάνης ὁ Ρὼς κατά τε χεῖρα γενναῖος καὶ ἐμπειρότατος στρατηγεῖν· οἳ καὶ τετελευτηκότος τοῦ βασιλέως αὐτῶν, οὐ κατέλιπον τὴν πόλιν, ἀλλ' ἐφρούρουν μένοντες. τότε δὲ πολιορκούμενοι ὑπὸ βασιλέως, ἔξω μὲν πυλῶν ὡς ἐς μάχην παραταξόμενοι προῄεσαν οὐδαμῶς· τὰς πύλας δὲ ἀποικοδομήσαντες, ἀπὸ τῶν τειχῶν ἠμύνοντο καρτερῶς καὶ ἐκάκουν πολλὰ τὴν βασιλέως στρατιάν. ἐπολιόρκησε μὲν οὖν αὐτοὺς ὁ βασιλεὺς ἐπὶ τέσσαρσι μησὶ συνεχῶς ὁσημέραι τειχομαχῶν. ἀπαγορεύοντος δὲ τὴν παράληψιν ἤδη, ἐκ Γερμανῶν τις περὶ τειχομαχικὰς μηχανὰς ἐξησκημένος, ὡς ἐν ῥᾳδίῳ τῆς ἐπιχειρήσεως ἐδόκει ἡ πόλις κεῖσθαι, ἐλπίδας τῆς ἁλώσεως οὐ φαύλας ὑπετίθει τῷ βασιλεῖ, καὶ ἐδημιούργει τὸ μηχάνημα, προστάξαντος βασιλέως. ἦν δὲ τοιόνδε· ἐπὶ τροχοῖς ἑκκαίδεκα οἰκίαν κατεσκεύασε ξυλίνην δυναμένην ὑποδέξασθαι ἄνδρας ἑκατὸν, οἳ ἔμελλον τὴν μηχανὴν κινεῖν ἔνδοθεν ὠθοῦντες· ὑπεράνω δὲ τοῦ οἰκήματος ξύλινον πύργον καταστρώματα ἔχοντα πέντε, ὡς ἐν ἑκάστῳ δὴ καταστρώματι τῶν ἐκ τόξων Λατινικῶν τῶν λεγομένων τζαγγρῶν ἀφιέντων βέλη ἐσομένων ὀκτὼ, οἳ ἔμελλον τοὺς ἐπὶ τοῦ τείχους βάλλοντες ἀπώσεσθαι. τελεσθείσης δὲ ἤδη τῆς μηχανῆς, καὶ τῶν τε ὁπλιτῶν καὶ τῶν ἐπὶ τῷ κινεῖν τὸν πύργον τεταγμένων, ἡ μὲν ἄλλη πᾶσα στρατιὰ τῶν σημαίων ἀρθέντων καὶ τῆς σάλπιγγος σημηνάσης, ἐτειχομάχουν· ὁ πύργος δὲ ὑπὸ τῶν ἔνδοθεν ὠθούντων κινούμενος, ᾔει βάδην, ὡς δοκεῖν αὐτὸν ἐμπνέοντα κινεῖσθαι. οὐδὲ γὰρ ἑωρᾶτό τις τῶν ἔνδοθεν οὐδαμόθεν, διὸ οὐδὲ βάλλεσθαι δυνατὸς ἦν. ὡς δὲ ἐν ἐφικτῷ ἐγένοντο τοῦ τοξεύειν, οἱ μὲν ἀπὸ τοῦ ξυλίνου πύργου ἔβαλλον τοὺς ἀπὸ τῶν τειχῶν· αὐτοὶ δὲ μήτε τι ἀντιδρᾷν ἔχοντες, καὶ τῶν ἀπὸ τῶν τζαγγρῶν ἀφιεμένων βελῶν διὰ κραταιότητα καὶ ῥύμην διὰ παντὸς ὅπλου χορούντων καὶ διαδυομένων, τραυματιζόμενοι ὑπ' αὐτῶν, οἱ δὲ καὶ ἀποθνήσκοντες, μικρὸν μὲν ἐκαρτέρησαν, ἔπειτα ἀπέστησαν, τὸ τεῖχος ἔρημον καταλιπόντες. μέλλοντος δὲ ὅσον οὔπω τοῦ ξυλίνου πύργου τοῖς τείχεσι τῆς πόλεως συμμίγνυσθαι, τοιοῦτόν τι συνέβη. πρὸ τῶν τῆς πόλεως τειχῶν ἦν ἐκ παλαιοῦ κατεσκευασμένη στοὰ πρὸς ὑποδοχὴν ὕδατος· ξύλοις δὲ καὶ σανίσι στεγασθεῖσα, ἐπιτεθείσης ἄνωθεν καὶ γῆς, ἦν ἐν τῷ ἀφανεῖ, καὶ οὐδεὶς οὐδὲ τῶν ἐγχωρίων ἐκ χρόνων ᾔδει παλαιῶν κατακεκρυμμένην. ἁμάξας μὲν οὖν καὶ ὅσα δι' αὐτῆς διήρχετο βάρη, ἔστεγον τὰ ξύλα. ὡς δὲ ὁ πύργος ἐγένετο κατ' αὐτῆς, διαθραυσθέντων τῷ βάρει, κατεχώσθη ἐν τῇ στοᾷ. τῶν μὲν οὖν ἔνδον ὄντων ἀπέθανεν οὐδεὶς, ἀλλὰ διεσώθησαν πάντες· ἡ μέντοι Φιλιππούπολις παρὰ τοσοῦτον ἐλθοῦσα διέφυγεν ἁλῶναι. οἱ γὰρ ἔνδον ἀναθαρσήσαντες, ἀναβάντες ἠμύνοντο ἐπὶ τὸ τεῖχος, καὶ ἡ λοιπὴ στρατιὰ ἐπαύσαντο τειχομαχοῦντες. ὑπὸ δὲ τοὺς αὐτοὺς καιροὺς οἱ τῶν Μυσῶν δυνατοὶ, τοῦ βασιλεύσαντος αὐτῶν Τερτερῆ ἀδιαδόχου ἀποθανόντος, τὸν τῆς Βιδύνης ἄρχοντα Μιχαὴλ τοῦ παρ' αὐτοῖς δεσπότου τοῦ Στρεαντζιμήρου υἱὸν ἐκ Μυσῶν καὶ Κομάνων τὰς τοῦ γένους ἕλκοντα σειρὰς προσκαλεσάμενοι ἀπέδειξαν βασιλέα ἑαυτῶν, καὶ τὸν Τίρνοβον, ἐν ᾧ καὶ τὰ βασίλεια αὐτῶν ἐστι, παρέδοσαν καὶ τὴν ἄλλην ἀρχήν. ὁ δὲ τήν τε ἰδίαν στρατιὰν συναγαγὼν καὶ ἐξ Οὐγκροβλάχων κατὰ συμμαχίαν οὐκ ὀλίγην, ἔτι δὲ καὶ Σκυθικὴν παραλαβὼν, βασιλεῖ μὲν τῷ Ρωμαίων Φιλιππούπολιν πολιορκοῦντι ἐπιέναι οὐκ ἔγνω δεῖν· ᾔδει γὰρ ἀξιόμαχος οὐκ ὤν. κατὰ δὲ τῶν μετὰ τὴν Τερτερῆ τελευτὴν τοῖς Ρωμαίοις προσθεμένων πόλεων ἐχώρει ἐν τοῖς ὀρεινοῖς κειμένων ἀσφάλειαν παρέχουσι τοῖς συστρατευομένοις αὐτῷ Σκύθαις καὶ τοῖς ἄλλοις συμμάχοις οὖσι τοξόταις, καὶ καθήμενος ἐδῄου τὴν γῆν καὶ τὰς πόλεις ἐπολιόρκει. ὡς δὲ ἠγγέλθη ταῦτα τῷ βασιλεῖ, μετὰ τῶν ἐν τέλει βουλευσαμένῳ ἐδόκει τὴν μὲν πολιορκίαν Φιλιππουπόλεως καταλιπεῖν, κατὰ δὲ Μιχαὴλ ὡς αὐτῷ μαχεσομένους χωρεῖν. οὕτω δὲ βουλευσαμένοις, τὸν μὲν τῶν Μυσῶν δεσπότην Βοησίλαν οἴκαδε ἐκέλευεν ὁ βασιλεὺς ἀπελθόντα, ἐπεὶ πλησίον ἦν, καὶ αὐτὸν καὶ τὴν ὑπ' αὐτὸν στρατιὰν ὧν ἂν δέοιτο πρὸς τὴν μάχην παρασκευασάμενον, εἰς τρίτην ἡμέραν εἰς Ποτοῦκαν ἐλθεῖν, ὃ πόλισμα ἦν κατεσκαμμένον ἔκ τινος ὡς ἔοικε πολέμου, ἀπεῖχε δὲ τοῦ τόπου, οὗ ἐστρατοπεδεύετο Μιχαὴλ, μιᾶς ἡμέρας ὁδὸν, ὡς ἐκεῖ τοῦ βασιλέως αὐτὸν περιμενοῦντος. ὁ μὲν οὖν οἴκαδε εἰς Κόψιν ἀπῆλθεν ἐξαρτυσόμενος τὰ πρὸς μάχην· βασιλεὺς δὲ Στενιμάχου καὶ Τζεπαίνης Βρυέννιον τὸν Γεώργιον στρατηγὸν καταστήσας, στρατιάν τε ἀρκοῦσαν πρὸς φυλακὴν καταλιπὼν ὥστε μὴ κακῶς ὑπὸ τῶν Φιλιππουπολιτῶν ὑπεκθεόντων τὴν χώραν πάσχειν, αὐτὸς ἄρας παντὶ τῷ στρατεύματι, ἦλθεν εἰς Ποτοῦκαν, ὡς ἐκεῖ τὸν Βοησίλαν κατὰ τὸ σύνθημα περιμενῶν. στρατοπεδευομένῳ δὲ ἐκεῖ ἀπήγγειλέ τις ἐλθὼν, ὡς ἐτεθνήκει Βοησίλας ἐξαπίνης· τότε μὲν οὖν ἐδόκει ψεύδεσθαι ὁ ἄνθρωπος καὶ οὐδὲν λέγειν ὑγιές· μετὰ μικρὸν δὲ καὶ δεύτερος ἐλθὼν ἀπήγγειλε τὰ ἴσα, καὶ οὐδ' αὐτὸς ἀξιόχρεως εἰς πίστιν ἐδόκει· τρίτος δὲ μετ' ἐκείνους ἐλθὼν, ὅτι τε ἐτεθνήκει ἔλεγεν ὄντως καὶ ὡς αὐτὸς αὐτὸν ἴδοι ἀπὸ τοῦ κρημνοῦ εἰς Κόψιν ἀναγόμενον ἐπὶ κλίνης τεθνηκότα ἐπὶ τῷ τυχεῖν ὁσίας· καὶ ἐπεπίστευτο οὗτος ὅτι τε Ρωμαῖος ἦν καὶ ἀπόδειξιν ἐναργῆ παρείχετο τὴν ὄψιν. ἐδόκει δὴ οὖν διὰ ταῦτα τῷ βασιλεῖ οὐ μαχητέα εἶναι πρὸς Μιχαήλ. οὐ γὰρ ἦν ἀξιόμαχος τοῖς πολεμίοις τότε ἡ τῶν Ρωμαίων στρατιὰ, ἅμα μὲν διὰ τὸ τοῖς ὀρεινοῖς ἐνστρατοπεδεύειν αὐτοὺς καὶ φάραγγας βαθείας περιβεβλῆσθαι, τοξείαν ἔχοντας πολλὴν μέγιστα βλάπτειν ἐν ταῖς δυσχωρίαις δυναμένην· ἅμα δ' ὅτι καὶ τῆς παρεῖναι πρὸς τὴν μάχην στρατιᾶς Ρωμαίων ὀφειλούσης ἀπελείπετο οὐκ ὀλίγη. οἵ τε γὰρ ὑπὸ Βοησίλαν τεταγμένοι περὶ τρισχιλίους ὄντες, διὰ τὴν Βοησίλα τελευτὴν οὐκ ἦσαν προσδόκιμοι παραγενήσεσθαι, καὶ ἐν ταῖς κατὰ τὴν Φιλιππούπολιν τειχομαχίαις πολλοὶ γενόμενοι τραυματίαι, ἀπέθανον γὰρ οὐ πλείους τῶν τριῶν, οἴκαδε ἕκαστος ἀπῆλθον θεραπευθησόμενοι· καὶ παρὰ Βρυεννίῳ διὰ τὴν Στενιμάχου καὶ τῶν ἄλλων πόλεων φυλακὴν κατελείποντο ἱκανοί. δι' ἃ δὴ πάντα λυσιτελεῖν μᾶλλον ἐδόκει τῷ βασιλεῖ μὴ μαχεσάμενον ἀναστρέφειν· ἐπανῆκεν οὖν εἰς Ἀδριανούπολιν βαρέως ἐνεγκὼν, ὅτι οὐκ ἐξεγένετο αὐτῷ τιμωρήσασθαι τοὺς πολεμίους. μετὰ δὲ ὀγδόην ἡμέραν ἀφίκετο πρὸς βασιλέα γράμματα Βοησίλα λέγοντα ὅτι ζῇ· μύκητας δὲ φαγὼν, τῶν περὶ τὴν καρδίαν μορίων νεκρωθέντων, κάρῳ κατασχεθῆναι καὶ ἀναισθησίᾳ βαθείᾳ ἐφ' ἡμέραις τρισὶν, ὡς δοκεῖν ἤδη ἀπηλλάχθαι τοῦ ζῇν, μετὰ δὲ ταύτας τῶν περὶ αὐτὸν θηριακῇ καὶ τοῖς παρὰ τῶν ἰατρῶν λεγομένοις ἀντιδότοις χρησαμένων, μόλις εἰς αἴσθησιν ἐπαναγαγεῖν.

λζʹ. Τοιαῦτα μὲν ἐγένετο κωλύματα τῷ νέῳ βασιλεῖ τοῦ μὴ πρὸς Μιχαὴλ τὸν Μυσῶν βασιλέα διαγωνίσασθαι καὶ τοὺς συμμάχους. αὐτὸς δὲ Μιχαὴλ τὰς μὲν πολιορκουμένας πόλεις παρεστήσατο ὁμολογίᾳ τὴν ἐκ βασιλέως Ρωμαίων ἀπηγορευκυίας ἐπικουρίαν· πρὸς δὲ τὴν Φιλιππούπολιν στρατιάν τε ἀκμάζουσαν ἑτέραν ὥστε φρουρεῖν αὐτὴν ἀπέστειλε καὶ στρατηγόν· τὸν δὲ Ἰβάνην καὶ τοὺς πολιορκηθέντας στρατιώτας ἅμα τοῖς σφετέροις στρατηγοῖς μετεκαλεῖτο ὡς ἀμειψόμενος τῶν πόνων ἕνεκα καὶ τῆς ἀνδρίας, ἣν ἐν τῷ πολιορκεῖσθαι ἐπεδείξαντο. ὁ δὲ τῆς πεμφθείσης στρατιᾶς στρατηγὸς ἐπειδὴ ἐγγὺς Φιλιππουπόλεως ἦν, πέμψας πρὸς Ἰβάνην, τήν τε ἄφιξιν αὐτῶν καὶ ἐφ' ὅ,τι ἥκοιεν ἐδήλου. Ἰβάνης δὲ ἅμα τοῖς ὑπ' αὐτὸν ἄρχουσι τῆς στρατιᾶς, καὶ τοὺς φρουροὺς ὅσοι ἦσαν παραλαβὼν, εἰς ὑπάντησιν ἐξῆλθε τῶν ἐρχομένων, καὶ διενυκτέρευσεν ἔξω μετ' αὐτῶν ὡς ἐς τὴν ὑστεραίαν αὐτοῖς τὴν πόλιν παραδώσων. ὑπὸ δὲ τὴν αὐτὴν νύκτα καὶ ὁ Βρυέννιος εἰς Φιλιππούπολιν ἐνήδρευσεν ἐλθὼν, ὡς ἅμα ἕῳ τὰ τῆς πόλεως βοσκήματα διαρπάσων. πυθόμενος δὲ, ὡς ὁ Ἰβάνης καὶ ἡ φρουροῦσα στρατιὰ ἅμα τοῖς σφετέροις στρατηγοῖς εἰς ὑπάντησιν ἐξῄεσαν τῶν διαδεξομένων, ἀναστὰς ἦλθεν ἐγγὺς τειχῶν. οἱ δὲ κατοικοῦντες τὴν πόλιν νομίσαντες καιρὸν εἶναι τῶν Μυσῶν ἑαυτοὺς ἐλευθεροῦν, ἀνοίξαντες τὰς πύλας, τὸν Βρυέννιον ἅμα τῇ Ρωμαίων εἰσεδέξαντο στρατιᾷ. καὶ ὃ βασιλεὺς διὰ τῆς χρονίου πολιορκίας καὶ τῶν πολλῶν καὶ συνεχῶν οὐκ ἠδυνήθη καταπράξασθαι τειχομαχιῶν, τοῦτο Βρυέννιος, θεοῦ συναιρομένου, κατώρθωσεν ἀπόνως, καὶ τὴν Φιλιππούπολιν ἀνεσώσατο Ρωμαίοις. ὁ δὲ Ἰβάνης ἅμα ἕῳ τὴν ἅλωσιν τῆς πόλεως πυθόμενος καὶ οἱ ἄλλοι, ἀνεχώρησαν ἐπ' οἴκου. μετὰ δὲ τοῦτο Μιχαὴλ ὁ τῶν Μυσῶν βασιλεὺς τῷ Βοησίλᾳ τῆς τε Κόψεως καὶ ἑτέρων τεττάρων κρατοῦντι φρουρίων ἐπέκειτο σφοδρῶς, καὶ ἐπολιόρκει πέμπων στρατιάν. μέχρι μὲν οὖν ἐνιαυτοῦ καὶ περαιτέρω ὁ Βοησίλας πρὸς τὸν πόλεμον ἀντεῖχεν ἰσχυρῶς, καὶ τοῦ βασιλέως βοηθοῦντος καὶ χρήμασι καὶ ἵππῳ καὶ πεζῇ στρατιᾷ. μετὰ δὲ τοῦτο διὰ τὰς συνεχεῖς ἐφόδους καὶ τὸ πανταχόθεν ἀποκεκλεῖσθαι τὰς πρὸς τὸ ζῇν ἀφορμὰς τοὺς ὑπ' αὐτὸν ὁρῶν τῷ Μιχαὴλ ταῖς γνώμαις προστιθεμένους, καταλιπὼν αὐτοὺς, ἀφίκετο πρὸς βασιλέα. οἱ δὲ ἑαυτούς τε καὶ τὰ φρούρια παρέδοσαν Μιχαήλ. μετὰ δὲ τὸ ταύτην κατασχεῖν πανστρατιᾷ εἰσέβαλεν ἐς τὴν Ρωμαίων, καὶ τὰ ἀνωτερικὰ μέρη τῆς Θρᾴκης ἐληΐσατο πάντα ἄχρι Βήρας ἐπελθὼν ἐν ἡμέραις μάλιστα δυοκαίδεκα. ἐκράτησε δὲ λείας οὐ πολλῆς διὰ τὸ τοὺς γεωργοὺς ἐκ προνοίας τοῖς φρουρίοις καὶ ταῖς πόλεσιν ἐγκατακλεισθῆναι. βασιλεὺς δὲ ὁ νέος ἐν Διδυμοτείχῳ διατρίβων, οὐκ ἀντεπεξῆλθε Μυσοῖς διὰ τὸ μὴ στρατιὰν ἠθροισμένην ἀξιόμαχον ἔχειν. λύπῃ δὲ συνείχετο χαλεπῇ διὰ τὸ μὴ δύνασθαι ἀμύνασθαι τοὺς πολεμίους. σφαδάζων δὲ καὶ ἐκκαιόμενος τῷ θυμῷ, ἐπανιόντι μηνύει τῷ Μιχαὴλ, ὡς «σὺ μὲν ἐκ παρασκευῆς τὴν ὑπό σε ἀθροίσας στρατιὰν, εἰσέβαλες εἰς τὴν ἡμετέραν καὶ ἐκάκωσας ὅσον ἐξῆν. ἐμοὶ δὲ τὸ νῦν ἔχον ἀδυνάτως ἔχοντι ἐκ παρατάξεως διαγωνίσασθαι, ἥδιστ' ἂν μόνῳ γένοιτο διαγωνίσασθαι πρὸς μόνον.» αὐτὸς δὲ ἀπεκρίνατο μήτε ἐγκέφαλον ἂν σχεῖν χαλκέα, εἰ ἐνὸν τοῦ πεπυρακτωμένου τῇ πυράγρᾳ ἅπτεσθαι σιδήρου, ὁ δ' ἀντὶ ταύτης τῇ χειρὶ χρῷτο· αὐτόν τε γέλωτα πολὺν ὀφλήσειν, εἰ μὴ τῇ στρατιᾷ πολλῇ τε καὶ ἀγαθῇ οὔσῃ, ἀλλὰ τῷ ἰδίῳ σώματι διακινδυνεύοι· διὸ οὐδὲ πράξειν ἃ προκαλεῖται παρ' αὐτοῦ. αὐτὸν δὲ τῷ ὑπερβάλλοντι πρὸς τοιαῦτα ἐξάγεσθαι τοῦ θυμοῦσθαι· μετὰ μικρὸν δὲ φιλίας αὐτοῖς γενησομένης ἰσχυρᾶς, ἅμα ἀλλήλοις ἑτέροις μαχοῦνται πολεμίοις. τοιαῦτα ἀποκρινάμενος ὁ Μιχαὴλ, ἐπανέζευξεν εἰς Μυσίαν. βασιλεὺς δὲ ὁ νέος ἐκ Διδυμοτείχου εἰς Βυζάντιον ἐλθὼν, λύπης ἀνάπλεως ὢν διὰ τὴν εἰσβολὴν, «οὐ δίκαιόν ἐστιν» ἔλεγε πρὸς τὸν πάππον «πολλήν τε καὶ ἀγαθὴν ἔχοντας στρατιὰν, καὶ δυναμένους καὶ αὐτοὺς εἰς τὴν τῶν πολεμίων ἐσβαλόντας ἐκ τοῦ ὁμοίου τὴν ἐκείνων κακοῦν, ἢ ἀργοὺς καὶ ἀπράκτους καθῆσθαι παντελῶς, ἢ πρὸς σπονδὰς χωρεῖν πέμψαντας πρέσβεις, αὐτοῖς ἔργοις ὁμολογοῦντας, ὡς πάσχειν μόνον ἐπιτήδειοι κακῶς, οὐκέτι δὲ καὶ ἀντιδρᾷν ἐσμεν τοὺς πολεμίους δυνατοί. οὗ δὴ ἕνεκα δέομαί σου, βασιλεῦ, τὴν ἐπ' ἐκείνοις καὶ ἡμῖν ἐκστρατείαν ἐπιτρέψαι· τιμωρησαμένοις δὲ τοὺς πολεμίους τῆς ἀδικίας τῆς εἰς ἡμᾶς, τότ' ἤδη, εἴγε φαίνοιτο λυσιτελεῖν, τὰς πρὸς αὐτοὺς ποιήσομεν σπονδὰς, ἐγνωκότας ἀκριβῶς ὡς ἀλυσιτελὲς αὐτοῖς τὸ προεπιχειρεῖν ἡμῖν.» τοιαῦτα μὲν ὁ νέος εἴρηκε βασιλεὺς, τὸν πρεσβύτερον πρὸς τὸν κατὰ τῶν βαρβάρων πόλεμον ἐξορμῶν. παρὼν δὲ καὶ ὁ μέγας δομέστικος αὐτοῖς διαλεγομένοις «τὸ ἀδικεῖσθαι» εἶπε «καὶ κακῶς πάσχειν ὑφ' ὁτουοῦν ἐν πᾶσιν ἴσον ὂν, μείζω ἢ ἐλάσσω τὴν ὀδύνην παρὰ τὸ ἀξίωμα τῶν ἀδικούντων φέρει. διὸ καὶ πάντες ἄνθρωποι τοῖς κρείττοσι μὲν δουλεύουσιν ἀνεπαχθῶς, ἀμύνεσθαι δὲ ἀξιοῦσι τοὺς ἴσους, ἂν ἀδικῶνται· καὶ μᾶλλόν τοι αἱροῦνται τὸν κίνδυνον ὑπὲρ τοῦ μὴ δουλεύειν καὶ τῆς εὐκλείας, ἢ τὴν ἐν τῷ αὐτίκα ῥᾳστώνην δέει τοῦ μὴ φοβερώτερα παθεῖν. οἱ νυνὶ δὲ πολεμοῦντες ἡμῖν Μυσοὶ οὐχ ὅπως μείζους, ἀλλὰ καὶ ἐλάσσους ἡμῶν εἰσι πολλῷ τῷ μέτρῳ. οἵ τε γὰρ βασιλεύοντες ἡμῶν ὑμεῖς τῶν ἐκείνων βασιλέων καὶ φρονήσει καὶ ἀνδρίᾳ καὶ ἐμπειρίᾳ τῇ πρὸς τοὺς πολέμους ὑπερέχετε πολλῷ, καὶ στρατηγοῖς ἔχετε χρῆσθαι καὶ πλείοσι καὶ βελτίοσιν ἐκείνων· χώρας τε ἄρχετε κατὰ πάντα ὑπερεχούσης καὶ πλήθει στρατιᾶς καὶ μεγέθει πόλεων καὶ ἀριθμῷ καὶ προσόδοις ἐτησίοις καὶ τῇ ἄλλῃ πάσῃ κατασκευῇ. ἄτοπον οὖν ἐκείνους μὲν ἐκ τοῦ ἐλάττονος ὁρμωμένους ἡμᾶς κακοῦν, ὑμᾶς δὲ μὴ χρῆσθαι τῇ σφετέρᾳ αὐτῶν δυνάμει, ἀλλ' ἐᾷν αὐτοὺς ἀτιμωρήτους. τοῦτο μὲν οὖν ὑμῖν προσήκειν ἡγοῦμαι τοῖς βασιλεῦσιν. ἐγὼ δὲ καὶ ἄλλως μὲν πρόθυμος πρὸς τὸ τοῖς προστάγμασιν ὑμῶν ἐξυπηρετεῖν δίκαιος εἶναι ὁμολογῶ· πρὸς δὲ τὸν ἐνεστῶτα νυνὶ πόλεμον τουτονὶ οὐκ αὐτοχειρίᾳ μόνον, ἀλλὰ καὶ χρήμασιν ἰδίοις καὶ οἰκέταις ὑπέρ τε τῆς τῶν ὁμοφύλων ὠφελείας καὶ τῆς εὐδοξίας τῶν βασιλέων ὑμῶν, τὴν δυνατὴν ἕτοιμός εἰμι εἰσφέρειν καὶ σπουδὴν καὶ προθυμίαν. οἴομαι δὲ οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους ὁμοίως ἐμοὶ τῶν ἐπιφανεστέρων διακεῖσθαι. εἰ δ' ὑμῖν δοκεῖ καὶ προστάττετε τοῦτο, καὶ καθ' ἑαυτοὺς ἡμεῖς, οἱ τῆς συγκλήτου, ποιήσαντες ἐκκλησίαν ὅ, τι χρὴ πράττειν βουλευσόμεθα περὶ τοῦδε τοῦ πολέμου.»

ληʹ. Ἐπαινέσαντος δὲ τοῦ πρεσβυτέρου βασιλέως καὶ ἐπιτρέψαντος τὴν βουλὴν, οἵ τε μετὰ τοῦ νέου βασιλέως ἐλθόντες καὶ οἱ τῷ πρεσβυτέρῳ συνόντες ἐν Βυζαντίῳ τῶν ἐπιφανῶν, προστεταχότων τῶν βασιλέων, ἐν μέσαις ταῖς βασιλείοις ἐκαθέσθησαν αὐλαῖς, βουλευσόμενοι περὶ τοῦ πολέμου. σιγῆς δὲ γενομένης ἐπὶ μικρὸν, οἱ ἐν Βυζαντίῳ τοὺς μετὰ τοῦ νέου προὐκαλοῦντο βασιλέως ἐλθόντας, ἐφ' οἷς συνήγαγον τὴν ἐκκλησίαν λέγειν, ὡς αὐτῶν ἅττα ἂν λέγωσιν ἀκουσομένων. ἐκείνων δὲ τὸν μέγαν δομέστικον προτρεπομένων λέγειν ὡς καὶ αὐτῶν τὰ ἴσα καὶ βουλομένων καὶ φρονούντων, ὁ μέγας δομέστικος εἶπε τοιάδε· «ἄνδρες συστρατιῶται, ἐν ἴσῳ πάντες ἄνθρωποι δικαιοῦσι τῷ τε τῆς ὑπαρχούσης δόξης ὑφιεμένῳ μέμφεσθαι διὰ μαλακίαν, καὶ τὸν τῆς μὴ προσηκούσης θρασύτητι ἐφιέμενον μισεῖν. διὸ καὶ αὐτὸς οὐ τῆς μὴ προσηκούσης ἡμῖν δόξης ἀντέχεσθαι παρελήλυθα συμβουλεύσων, ἀλλὰ τὴν ὑπὸ τῶν προγόνων εἰς ἡμᾶς ἀγῶσι καὶ πόνοις διασωθεῖσαν ἀτολμίᾳ τῇ πρὸς τὰ δεινὰ ἐλάσσω μὴ ποιεῖν. μὴ θαυμάσητε δὲ, εἰ, βασιλεῦσι περὶ τῶν τοιούτων βουλεύεσθαι προσῆκον, αὐτὸς ὑμῖν προὔθηκα τὴν βουλήν. ἡγοῦμαι γὰρ καὶ πόλιν αὐτονομουμένην καὶ βασιλείαν πλείω τοὺς ἰδιώτας ὠφελεῖν σύμπασαν ὀρθουμένην, ἢ κακῶς πάσχουσαν ἀθρόαν, καθ' ἕκαστον δὲ εὐπραγοῦσαν τῶν πολιτῶν. δυστυχῶν μὲν γὰρ ἐν εὐπραγούσῃ τῇ πατρίδι μάλιστ' ἄν τις διασώζοιτο· εὖ δὲ φερόμενος ἐν ἀτυχούσῃ οὐδὲν ἧττον συναπόλλυται. ὁπότε οὖν καὶ πόλις καὶ βασιλεία πρὸς μὲν τὰς ἰδίας συμφορὰς οἵα τε ἀντέχειν, εἷς δὲ ἕκαστος ἀδύνατος πρὸς τὰς ἐκείνης, πῶς οὐ χρὴ παντὶ τρόπῳ πάντας ἀμύνειν αὐτῇ; ἃ μὲν οὖν εἰς ἡμᾶς ὁ τῶν Μυσῶν ἐξύβρισε βασιλεὺς, πάντες ἀκηκόατε καὶ αὐτοί. τῶν ἄλλων γὰρ λῃστείαις χρωμένων, ἢ, εἴποτε καὶ ἐσβάλλοιεν στρατιᾷ, ἄχρι τῆς ἄκρας ἀφικνουμένων καὶ ἅμα τῷ αἴσθησιν παρασχεῖν ἀποδιδρασκόντων εἰς τὴν ἰδίαν, αὐτὸς ὥσπερ οὐκ εἰς πολεμίαν, ἀλλ' εἰς τὴν ἰδίαν ποιούμενος τὰς στρατοπεδείας, ἀσφαλῶς καθήμενος ἐδῄου τὴν γῆν ἡμῶν ἐπὶ δυοκαίδεκα ἡμέραις· καὶ προῆλθέ γε ἄχρι Βήρας καὶ Τραιανουπόλεως, τέμνων αὐτήν. εἴ τῳ δὲ δοκεῖ διὰ τὸ ἐκ προνοίας ἐν ταῖς πόλεσι καὶ τοῖς φρουρίοις τά τε βοσκήματα καὶ τοὺς ἀνθρώπους ἐγκατακλεισθέντας ἐλάσσω, ἣ ἐχρῆν γενέσθαι, τὴν ζημίαν ἀνεκτὸν εἶναι, ἴστω ἐξαπατῶν ἑαυτόν. ἐὰν γὰρ μὴ νῦν τιμωρησώμεθα αὐτοὺς ἀξίως, καὶ δευτέραν ἐσβολὴν ποιήσονται καὶ τρίτην· καὶ οὐ μόνον τοὺς τῶν πόλεων δήμους ἀπ' ἐλασσόνων ὁρμωμένους ἀποστερήσουσι καὶ τούτων, ἀλλὰ καὶ ἡμᾶς τοὺς δυνατοὺς, πολλὰ καλὰ κτήματα ἔχοντας κατὰ τὴν χώραν, ζημιώσουσι πολλά. διὸ δὴ καὶ παραινῶ ὑμῖν, ὁμόσε χωρεῖν τοῖς πολεμίοις, μὴ φρονήματι μόνον τῶν προγόνων, ἀλλὰ καὶ καταφρονήματι χρωμένους. ἐκεῖνοί τε γὰρ ἐκ τοῦ ἀεὶ νικᾷν τοὺς Μυσοὺς ἐχυρωτέραν ἔχοντες τὴν τόλμαν, καταφρονητικῶς ἐπῄεσαν αὐτοῖς, καὶ ἡμῖν, ἐὰν τῆς ἐκείνων ἀρετῆς καὶ προθυμίας φανῶμεν ζηλωταὶ, τὸ αὐτὸ ἐξέσται. ἔχομεν δὲ καὶ πολλὰ ἐνέχυρα ἀσφαλῆ τοῦ περιγενέσθαι ἂν αὐτῶν ἐν τῷ πολέμῳ. ἥ τε γὰρ ἡμετέρα στρατιὰ πλείων καὶ τὰ πολέμια κραταιοτέρα, ὑμῶν τε τῆς συγκλήτου πολλοὶ τῶν ἐκείνων βασιλέων οὐ φρονήσει μόνον, ἀλλὰ καὶ ἀνδρίᾳ καὶ πείρᾳ τῇ πρὸς στρατηγίας ὑπερέχετε πολύ· χρήμασί τε οὐκ ἐκ τῶν κοινῶν μόνον, ἀλλὰ καὶ ἐκ τῶν ἰδίων ἐῤῥώμεθα μᾶλλον ἐκείνων. οἷς εἰ μὴ χρησαίμεθα νῦν, ὁπότε ἂν ἀπολαύσαιμεν τῆς ἐξ αὐτῶν ὠφελείας ἀπορῶ. ὡς οὖν ἐν πᾶσιν ὑπερέχοντες αὐτῶν, διδάξωμεν αὐτοὺς οὐ τὸ ἐς τὴν ἡμετέραν εἰσβάλλειν ὂν λυσιτελὲς, ἀλλὰ τὸ τὴν ἰδίαν ἀσινῆ καρποῦσθαι ἀγαπητόν· καὶ προθύμως συναγωνισώμεθα κατὰ τόνδε τὸν πόλεμον τοῖς ἡμετέροις βασιλεῦσι καὶ χρήμασι καὶ οἰκέταις καὶ τοῖς σώμασιν αὐτοῖς, τῇ τε τῆς Ρωμαίων ἡγεμονίας τιμῇ ἀπὸ τοῦ μὴ ὑπὸ τῶν βαρβάρων καταφρονεῖσθαι, ᾗ ἀγαλλόμεθα πάντες, βοηθῶμεν καὶ μὴ φεύγωμεν τοὺς πόνους. ἃ μὲν οὖν εἶπον, προθύμως ἅπτεσθαι τοῦ πολέμου παραινῶν ὑμῖν, οὐδὲ αὐτοὺς ἂν λογισαμένους ὡς οὐ καλῶς ἔχουσιν, ἀντειπεῖν δοκῶ. ὅτι δὲ πρὸς τὴν ἴσην παρεσκεύασμαι καὶ αὐτὸς καὶ σπουδὴν καὶ προθυμίαν, ἐξ αὐτῶν ἔσται τῶν ἔργων τὴν ἀπόδειξιν παραλαβεῖν. ἀνδρίᾳ μὲν γὰρ καὶ συνέσει καὶ ἐμπειρίᾳ τῇ πρὸς τοὺς πολέμους πολλοῖς ἂν ὑμῶν συγχωρήσαιμι τὸ πλέον ἔχειν· τῇ προθυμίᾳ δὲ τῇ κατὰ τὰ ἔργα καὶ τῷ ὑπὲρ τῆς τῶν ὁμοφύλων ὠφελείας καὶ τῆς βασιλέων τῶν ἡμετέρων τιμῆς καὶ ἡμῶν αὐτῶν εὐδοξίας καὶ χρήματα καὶ οἰκέτας καὶ αὐτὸ τὸ σῶμα ἐπιδοῦναι, οὐδενὸς εἶναι δεύτερος ἀξιῶ. ὡς οὖν οὐχ ὑπὲρ εὐδοξίας μόνον, ἀλλὰ καὶ τῆς εἰσέπειτα ἀσφαλείας βουλευόμενοι, οὕτω καὶ ψηφισώμεθα καὶ ἁψώμεθα τοῦ πολέμου· καὶ μὴ χείρους φαινώμεθα τῶν προγόνων, οἳ μετὰ πόνων καὶ κινδύνων τὸ μὴ ὑπὸ τῶν τοιούτων περιφρονεῖσθαι παρέδοσαν ἡμῖν· ἀλλὰ πολὺ φοβερώτερον νομίζωμεν τὴν οὖσαν εὐδοξίαν ἀπραγμοσύνῃ ἂν ἀφαιρεθῆναι, ἢ κτώμενοι ἀτυχῆσαι.» Τοιαῦτα μὲν ὁ μέγας δομέστικος εἶπεν. ὁ πρωτοστράτωρ δὲ μετ' αὐτὸν «μὴ νομίζετε» εἶπεν «ὦ παρόντες, τὸν μέγαν δομέστικον μόνον τοιαῦτα καὶ βουλεύεσθαι καὶ προθυμεῖσθαι, ἀλλὰ καὶ ἡμῖν ἅπασι ταῦτα συνδοκεῖν· καὶ μὴ ἂν τὰ ἡμέτερα ὀρθωθῆναι, εἰ μὴ καὶ σπουδὴν καὶ τόλμαν ἀξίαν καὶ τῆς τῶν προγόνων καὶ ἡμῶν αὐτῶν ἀναλάβωμεν εὐδοξίας.» τὰ ἴσα δὲ καὶ οἱ τῷ νέῳ βασιλεῖ συνόντες συνεπεψηφίσαντο πάντες. τοῖς δ' ἐν Βυζαντίῳ τῷ πρεσβυτέρῳ συνοῦσι βασιλεῖ ἀναγκαῖα μὲν οὐκ ἐδόκει τὰ εἰρημένα· οὐ μέντοι καὶ ὡς ἀλυσιτελῆ ἐτόλμησαν φανερῶς ἀντειπεῖν, ἀλλὰ πολλὰ ἐφεξῆς συνείραντες, ἐξ ὧν κατεσκεύαζον ἀδήλως, ὡς δεῖ τὴν ἀπραγμοσύνην μᾶλλον αἱρεῖσθαι, ἀνέστησαν ἀσύμφωνοι ταῖς γνώμαις, τὸ μὲν δοκεῖν, ἐξ ἀποριῶν τινων εἰς ἀμηχανίαν καθιστάμενοι, τὸ δ' ἀληθὲς, οὐχ ἃ τῷ κοινῷ λυσιτελεῖ, ἀλλ' ἃ αὐτοῖς ἰδίᾳ διαφέρει σκοποῦντες. ἐπηκροῶντο δὲ καὶ οἱ βασιλεῖς ἔνδοθεν τῶν λεγομένων, ὄντες οὐ μακράν. βασιλεὺς μὲν οὖν ὁ νέος ἐφθέγξατο οὐδέν· ὁ δέ γε πρεσβύτερος τῶν μὲν αὐτῷ συνόντων ἀνανδρίαν τε πολλὴν κατεγίνωσκε καὶ ἀβουλίαν, τοὺς δὲ τῷ ἐγγόνῳ συνόντας ἐθαύμαζε τῆς εὐβουλίας, καὶ τῆς ὑπὲρ τοῦ κοινῇ συμφέροντος σπουδῆς ἐπῄνει· μάλιστα δὲ τὸν μέγαν δομέστικον συνετῶς ἄγαν καὶ καιρίως βεβουλευμένον, καὶ ἀκριβεῖς ἔλεγεν αὐτῷ τοῦ πρὸς μητρὸς πάππου χαρακτῆρας ἐνορᾷν, ὃς οὕτως ἦν τά τε δέοντα συνεῖναι ὀξὺς καὶ ἑρμηνεῦσαι ταῦτα ἱκανὸς καὶ καταπράξασθαι δραστηριώτατος· «ὡς παρ' ἐμοὶ κριτῇ, εἴγε ἐτελεύτων ἐξ ὀσφύος οὐκ ἔχων διάδοχον τῆς βασιλείας καταλιπεῖν, ἐκεῖνον ἂν συνεβούλευσα Ρωμαίοις προστήσασθαι ἑαυτῶν.» οὕτω μὲν ὁ βασιλεὺς τῶν μὲν κατέγνω, τοὺς ἑτέρους δὲ ἠξίωσεν ἐπαίνων. αὐτὸς δ' ὅ,τι χρὴ πράττειν ἅμα τῷ νέῳ βασιλεῖ περὶ τοῦ προκειμένου ἐβουλεύοντο πολέμου. ἐξετάζοντες δὲ τὸν λόγον, ὃν πρὸς βασιλέα τὸν νέον ὁ βασιλεὺς Μυσῶν μεμήνυκε Μιχαὴλ, ὡς εἴσω ὀλίγου χρόνου διὰ τὴν ἐσομένην αὐτοῖς φιλίαν συστρατευόμενοι πρὸς τοὺς ἑτέρωθί που μαχοῦνται πολεμίους, καὶ μηδὲν ἕτερον στοχάζεσθαι δυνάμενοι, ἢ ὅτι Μιχαὴλ τὴν βασιλέως ἀδελφὴν, ἣ τῷ προβεβασιλευκότι Μυσῶν συνῴκει, βούλεται γυναῖκα ἀγαγέσθαι, ἐπεψηφίζοντο τὸν μὲν βασιλέα τὸν νέον ἐξελθόντα Βυζαντίου, στρατιὰν συναθροίζειν ὡς ἐς τὴν Μυσίαν ἐσβαλοῦντα. εἰ μὲν οὖν ἐν ταῖς ἡμέραις τῆς παρασκευῆς ὁ τῶν Μυσῶν πρεσβείαν πέμψας βασιλεὺς χωροίη πρὸς σπονδὰς ἐπὶ τῷ τὴν βασιλέως γῆμαι ἀδελφὴν, τὴν στρατιὰν πάλιν κατὰ πόλεις διαλυθῆναι· εἰ δὲ μὴ ἐπικηρυκεύοιτο, εἰς τὴν Μυσίαν ἐσβαλεῖν. ἐπὶ τούτοις μὲν οὖν ὁ νέος βασιλεὺς ἐξῆλθε τοῦ Βυζαντίου καὶ συνήθροιζε τὴν στρατιάν.

λθʹ. Μεταξὺ δὲ συναθροιζομένου, ἐκ Μυσῶν βασιλέως ἀφίκοντο πρὸς βασιλέα τὸν νέον πρέσβεις, ὁ Γρίδος καὶ ὁ Πάντζος, λέγοντες ὡς ὁ βασιλεὺς αὐτῶν βασιλεῦσι Ρωμαίων ἐθέλων εἶναι φίλος, τὴν βασιλέως ἔγημεν ἀδελφὴν, ἣ τῷ πρὸ αὐτοῦ βεβασιλευκότι Μυσῶν συνῴκει, καὶ τὰ νενομισμένα ἐτελέσθησαν ἐπὶ τοῖς γάμοις. προσήκειν οὖν τὰς μὲν διαφορὰς ἁπάσας καὶ προφάσεις τοῦ πολέμου ἐκποδὼν γενέσθαι· αὐτοὺς δὲ εἰρηνικὰς θεμένους σπονδὰς, τὸν ἐς ἀεὶ χρόνον ἀναμίγνυσθαι Ρωμαίους Μυσοῖς καὶ μηδὲν ἀλλήλους ἀδικεῖν, ἀλλ' ὥσπερ ὑπὸ μίαν ἡγεμονίαν πάντας τελεῖν. ἀσμένως δὲ αὐτοὺς δεξάμενος ὁ βασιλεὺς καὶ δώροις ἀμειψάμενος βασιλικῶς, καὶ τὴν γεγενημένην ἐπιγαμίαν κατὰ γνώμην αὐτῷ γεγενῆσθαι εἰπὼν, εἶτα καὶ αὐτὸς πρὸς τὸν Μυσῶν βασιλέα καὶ κηδεστὴν τὸν Παλαιολόγον Ἀνδρόνικον τὸν μέγαν στρατοπεδάρχην καὶ Ἰωάννην τὸν Ἀπλησφάρην πρέσβεις ἅμα συνεξέπεμψεν αὐτοῖς βεβαιώσοντας τὴν εἰρήνην. καὶ διῆγον ἔνσπονδοι οἱ Ρωμαῖοι καὶ οἱ Μυσοὶ μέχρι πολλοῦ. τήν τε στρατιὰν ἐκέλευσεν ἐπ' οἴκου ἕκαστον διαλυθῆναι, καὶ τῷ πάππῳ καὶ βασιλεῖ διὰ γραμμάτων τὰ γεγενημένα ἐδήλου. ἀλλὰ ταῦτα μὲν τοῦτον συνηνέχθη τὸν τρόπον. τὸ δὲ ἐξ Ὑπερβορέων Σκυθικὸν πλήθει τε ἀναρίθμητον σχεδὸν ὂν καὶ δυνατώτατον τῶν ἑκασταχοῦ ἐθνῶν, ἐν μὲν τοῖς παλαιοτέροις χρόνοις ἐτησίως εἰς τὴν Ρωμαίων εἰσβάλλον, τὰ μέγιστα ἐκάκου, τὸ προστυχὸν ἐξανδραποδιζόμενον ἅπαν. συνιδόντες δὲ οἱ βασιλεῖς Ρωμαίων, ὡς μάχῃ πρὸς αὐτοὺς διαγωνίζεσθαι ἀδύνατοι εἶεν, δώροις καὶ φιλοφροσύναις τοὺς αὐτῶν θεραπεύοντες σατράπας, τὸ μὴ ὑπ' αὐτῶν διαφθείρεσθαι ἐκαρποῦντο. μάλιστα δὲ αὐτοὺς ἐξημέρου καὶ φιλίως διετίθει πρὸς Ρωμαίους τὸ ἐκ τῶν βασιλικῶν οἴκων γυναῖκας ἄγεσθαι ἑαυτοῖς· περιμάχητον γὰρ αὐτοῖς τὸ τοιοῦτο διὰ τὸ τὸν βασιλέα Ρωμαίων Ἀλεξάνδρου τοῦ Μακεδόνων καὶ Περσῶν βασιλέως οἴεσθαι διάδοχον εἶναι. ὃ δὴ καὶ οἱ Ρωμαίων βασιλεῖς εἰδότες, παρθένους τὴν ὄψιν διαπρεπεῖς, οὐκ εὖ γεγονυίας μόνον, ἀλλὰ καὶ ἐξ ἀσήμων γενῶν ἐν τοῖς βασιλείοις ἐκτρέφοντες, ὡς θυγατέρας ἑαυτῶν, ὁπότε δέοι, τοῖς Σκυθῶν σατράπαις κατηγγύων. καὶ διὰ τοιούτων ἐπινοιῶν καὶ τρόπων θεραπευόμενοι ἐπὶ πολλοῖς ἔτεσιν οὐκ ἐσέβαλον εἰς τὴν Ρωμαίων. τοῦ δὲ ἔτους, οὗ Μιχαὴλ ὁ Ρωμαίων βασιλεὺς τῶν Παλαιολόγων ὁ δεύτερος ἐτεθνήκει, τὴν Μυσίαν Σκυθικὴ καταδραμόντες στρατιὰ, μέρος τι αὐτῆς καὶ τὴν Ὀδρυσῶν ἄχρι Ἀδριανουπόλεως ἐπῆλθε καὶ ἐζημίωσεν οὐ πολὺ, ἅτε καὶ τῆς στρατιᾶς εὐαριθμήτου οὔσης. τοῦ δὲ ἐπιόντος ἔτους, τοῦ νέου βασιλέως διὰ τὸν πρὸς τὸν πάππον πόλεμον περὶ Βυζάντιον ἐστρατοπεδευμένου, Σκυθικὴ στρατιὰ οὐκ ὀλίγη ἐς τὴν Ρωμαίων ἐσβαλοῦσα, πᾶσαν μὲν ἐπέδραμε τὴν Θρᾴκην, ἐζημίωσε δὲ οὐ πολλὰ διὰ τὸ τοὺς ἄρχοντας τῶν κατὰ Θρᾴκην πόλεων τὴν ἔφοδον προγνόντας, τοὺς κατὰ τὴν χώραν ἐσκεδασμένους ἀνθρώπους συστεῖλαι εἰς τὰς πόλεις. ἑβδόμης δὲ ἰνδικτιῶνος ἱσταμένης, ἐκ τῶν Σκυθῶν δυοκαίδεκα μυριάδες ἐσέβαλλον εἰς τὴν Ρωμαίων. ἐστρατήγουν δὲ αὐτῶν μυρίαρχοί τε καὶ χιλίαρχοι κατὰ τὸν ἀριθμὸν, καὶ αὐτοκράτορες στρατηγοὶ δύο, Ταιτὰχ καὶ Τογλοὺ Τοργάν. ἐχρόνισαν μὲν οὖν οἱ Σκύθαι μάλιστα ἐν τῇ ἐσβολῇ ταύτῃ· τεσσαρακοστῇ γὰρ ἡμέρᾳ μετ' αὐτὴν ἐν μέσῃ καθήμενοι τῇ Θρᾴκῃ, αὐτὴν ἐδῄουν· καὶ πλῆθός τε ἀνδραπόδων εἷλον καὶ λείαν ἑτέραν οὐκ ἀριθμητὴν, καὶ τὰ μέγιστα ἐκάκωσαν τὴν βασιλέως γῆν. βασιλεὺς δὲ ὁ νέος τὴν μὲν ὑπὸ Ρωμαίους ἅπασαν οὐκ ἠδυνήθη συναθροῖσαι στρατιὰν, διεσκεδασμένοι γὰρ κατὰ πόλεις ἐφύλαττον ἕκαστος τὴν αὐτῶν, ὅσους δὲ ἐνῆν μάλιστα συναθροίσας, ἀνιχνεύων περιῄει, εἴπου μέρει τινὶ τῆς Σκυθικῆς στρατιᾶς ἐντυχὼν, ὅσον ἂν ἐξῇ ἀμύναιτο αὐτούς. ἐπὶ πεντεκαίδεκα μὲν οὖν ἡμέραις τὸ αὐτὸ ἐποίει συνεχῶς· μηδὲν δὲ ὧν ἠβούλετο ἀνύων, εἰς Ἀδριανούπολιν ἐλθὼν, τὸ μὲν πολὺ κατέλιπεν ἐκεῖ τῆς στρατιᾶς διὰ τὸ τῶν ἐπιτηδείων τὴν πόλιν εὐπορεῖν, αὐτὸς δὲ τῆς στρατιᾶς ὀλίγους ἅμα τῷ μεγάλῳ δομεστίκῳ παραλαβὼν, τὴν ἐς Διδυμότειχον ᾔει. μεταξὺ δὲ τῆς τε Ἀδριανοῦ καὶ αὐτοῦ, ἐν χωρίῳ τινὶ Προμουσούλου προσαγορευομένῳ, στρατιᾷ περιέτυχον Σκυθικῇ, ἀνδράποδά τε καὶ λοιπὴν λείαν ἀγούσῃ πολλήν. οὕτω δὲ τοῦ τόπου παρασχόντος, τοῖς μὲν Ρωμαίοις ἡ τῶν Σκυθῶν στρατιὰ ἦν καταφανὴς, οὐκέτι δὲ καὶ ἡ Ρωμαίων αὐτοῖς. βουλευσαμένῳ δὴ τῷ βασιλεῖ ἅμα τῷ μεγάλῳ δομεστίκῳ, ἐδόκει ἐπιχειρεῖν αὐτοῖς, εἰ καὶ τριπλασίους ἢ καὶ πλείους τῶν σφετέρων ἐνομίζοντο στρατιωτῶν· ἦσαν δὲ οὐ τρὶς, ἀλλὰ καὶ δεκάκις τόσοι. ἦσαν γὰρ ἐγγὺς αὐτῶν καὶ ἕτεροι ἐστρατοπεδευμένοι, οὓς ἀφανεῖς ὁ Ἕβρος ἐποίει κειμένους παρ' αὐτῷ, οἳ προσεβοήθουν, γενομένης τῆς συμβολῆς. οὕτω δὲ δόξαν, καὶ τοῖς στρατιώταις τὴν γνώμην ἐκοινοῦντο. ὡς δὲ καὶ αὐτοῖς ἐδόκει μαχητέα εἶναι, καὶ μᾶλλον ἦσαν προθυμότεροι τοῦ βασιλέως, τῶν ἵππων ἀποβάντες καὶ θεὸν ἐπικαλεσάμενοι, τοὺς μὲν ἀδίκως ἐπιστρατεύσαντας κολάσασθαι τῆς ἀδικίας, αὐτοῖς δὲ τιμωρῆσαι δικαίως ἀμυνομένοις, σταυρῷ τε καθοπλίσαντες ἑαυτοὺς, ἔφιπποι γενόμενοι, ἐπῄεσαν τοῖς βαρβάροις ἀτρέπτῳ καὶ παραβόλῳ φρονήματι. καὶ οἱ Σκύθαι ἰδόντες ἀντεπῄεσαν καὶ αὐτοί· προσεβοήθουν δὲ καὶ οἱ ἐγγὺς ἐστρατοπεδευμένοι. καὶ γενομένης μάχης καρτερᾶς, θεοῦ συμμαχοῦντος τοῖς Ρωμαίοις, ἐτρέψαντό τε τοὺς βαρβάρους καὶ ἐνίκησαν κατὰ κράτος· καὶ τοὺς μὲν ἀπέκτειναν αὐτῶν, τοὺς δὲ λοιποὺς ἀπέπνιξαν εἰς τὸν Ἕβρον ἐμβαλόντες. διεσώθησαν δὲ οὐ πλείους ὀκτὼ καὶ εἴκοσιν αὐτῶν, οἵτινες ἴσχυσαν διανήξασθαι τὸν ποταμόν. οἱ δὲ Ρωμαῖοι τούς τε νεκροὺς σκυλεύσαντες τῶν πολεμίων, καὶ τὴν ἄλλην διαρπάσαντες ἀποσκευὴν, καὶ τὴν λείαν καὶ τοὺς αἰχμαλώτους λαβόντες, ἧκον εἰς Διδυμότειχον ἅμα τῷ βασιλεῖ. τῶν δὲ διασωθέντων βαρβάρων εἰς τὸ μέγα στρατόπεδον ἐλθόντων, ὡς τοῖς στρατηγοῖς ἠγγέλθη τὸ συμβὰν, στρατιὰν ἐκ τῶν ἀρίστων οὐκ ὀλίγην ἐπιλεξάμενοι, ἀπέστειλαν καθ' ὃν ἡ μάχη τόπον ἐγεγόνει, ὡς ἂν εἰ μὲν ἐντύχοιεν τοῖς νικήσασι Ρωμαίων, ἀναμαχέσωνται τὴν ἧτταν· εἰ δ' οὖν, ἀλλὰ τούς τε σφετέρους θάψωσι νεκροὺς, καὶ εἴ τινες ἐν αὐτοῖς εὑρεθῶσιν ἐμπνέοντες τραυματίαι, ἀνελόμενοι ἀξιώσωσιν ἐπιμελείας. ἐλθόντες δὲ καὶ ταφῆς ἠξιωκότες τοὺς νεκροὺς, ζῶντα γὰρ οὐδένα εὗρον, πρὸς μὲν τὸ στρατόπεδον ὑπέστρεψαν οὐκέτι, τὴν δὲ πρὸς τὰ οἰκεῖα φέρουσαν ἤνυον ὁδόν. ὡς δὲ ἠγγέλθη βασιλεῖ περὶ Μόῤῥαν εἶναι Σκυθικὴν στρατιὰν, Διδυμοτείχου ἐξελθὼν, ἤλαυνεν ὡς εἶχε τάχους ἐπ' αὐτούς. διαβάντων δὲ αὐτῶν τὸν Ἕβρον κατὰ τὴν Τζερνομιάνου λεγομένην πόλιν, ἐπεὶ καὶ ὁ βασιλεὺς κατὰ τὸν αὐτὸν διεβίβασε πόρον ἣν ἦγε στρατιὰν, ἡ κατὰ τὴν Ἀδριανούπολιν καταλειφθεῖσα παρὰ βασιλέως στρατιὰ ἅμα τοῖς σφετέροις ἄρχουσιν ἐνταῦθα προσέμιξαν τῷ βασιλεῖ, συγχαίροντες μὲν αὐτῷ τῆς κατὰ τῶν βαρβάρων νίκης, ἀνιώμενοι δ', ὅτι καὶ αὐτοὶ μὴ παρῆσαν, ἀλλ' ὑστέρησαν τῆς μάχης, καὶ ἐπεδίωκον ἑνωθέντες. γενόμενοι δὲ κατὰ τὸν Τοῦντζαν λεγόμενον ποταμὸν, τὴν μὲν Σκυθικὴν ἄρτι διαβᾶσαν εὗρον στρατιάν. ὥσπερ δὲ καὶ πρότερον, τοῦ τόπου παρασχόντος, αὐτοῖς μὲν ἡ τῶν Σκυθῶν ἑωρᾶτο πᾶσα στρατιὰ, αὐτοὶ δὲ ἀθέατοι ἦσαν, πλὴν ὀλίγῳ ἐλασσόνων τῶν προτάκτων ἑκατὸν, ἐν οἷς καὶ αὐτὸς ἦν βασιλεύς. οὓς ἰδόντες οἱ Σκύθαι, τῆς πορείας μὲν ἔστησαν καὶ αὐτοὶ, οὐ μέντοι καὶ ἐχώρησαν πρὸς μάχην, τοῦτο μὲν, ὅτι καὶ ὁ ποταμὸς πλημμυρῶν ἦν ἤδη ἔαρος ἀρχομένου· τοῦτο δ', ὅτι καὶ τῶν πολεμίων ἀφανῶν ὄντων ἐδεδοίκεσαν τὴν συμπλοκὴν, μὴ οὐκ ἀπαλλάξουσι καλῶς πλειόνων ἢ κατὰ σφᾶς ὄντων. τοῖς Ρωμαίοις τε ὁμοίως ἀλυσιτελὲς τὸ κατὰ τῶν Σκυθῶν ἐφαίνετο χωρεῖν, οὐ δεκάκις ἀλλὰ περαιτέρω ὑπερέχοντας αὐτῶν τῷ ἀριθμῷ. ὅμως δὲ βασιλεὺς ἅμα τοῖς φαινομένοις Ρωμαίων καὶ Τασπουγᾶς, εἷς τῶν παρὰ Σκύθαις στρατηγούντων, καὶ αὐτὸς ἅμα τοσούτοις βαρβάροις, ἐν ἑκατέροις μέρεσι γενόμενοι τοῦ ποταμοῦ, διάλογόν τινα ἐποιήσαντο βραχύν. ἐρομένου γὰρ αὐτοὺς οἵτινες εἶεν τοῦ βαρβάρου, διά τινος ἀπεκρίνατο τῶν διγλώσσων ὁ βασιλεὺς, ἄνθρωποι εἶναι καὶ αὐτοὶ θηρεῦσαί τι ζητοῦντες, ὥσπερ καὶ αὐτοὶ ποιοῦσιν. οὐ καλῶς δὲ ἔφασκεν αὐτοὺς ὁ βασιλεὺς, οὐδὲ ἀνδρείων, ἀλλὰ λῃστῶν ἔργον ποιεῖν, ἀκήρυκτοί τε ἐπερχόμενοι καὶ γεωργοὺς ἐξανδραποδιζόμενοι, ἀνθρώπους οὐκ εἰδότας πολεμεῖν. ἔδει γὰρ αὐτοὺς μᾶλλον τὴν ἔφοδον αὐτῶν προκαταγγέλλοντας, στρατιώταις ἐντυγχάνειν εἰθισμένοις πολεμεῖν· κἂν αὐτῶν ἦτε κρείττους, οὐδὲν ἦν θαυμαστὸν, εἰ καὶ τούτους τοὺς ἀπολέμους ἐξηνδραποδίζεσθε ἆθλον τῆς ἀρετῆς. Τασπουγᾶς δὲ οὐδὲν ἔφασκε τούτων εἶναι πρὸς αὐτούς· ὑπ' ἐξουσίαν γὰρ ὄντες, προσταττόμενοι ἐπέρχεσθαι καὶ ἀπιέναι ἢ μένειν. ἠρώτα δὲ, εἰ αὐτοὶ εἶεν οἱ χθὲς καὶ πρώην τῆς Σκυθικῆς στρατιᾶς μάχῃ κρατήσαντες καὶ ἀνελόντες. ὁ βασιλεὺς δὲ μήτ' αὐτοὶ εἶναι, μήτ' ἀκηκοέναι ἔφασκε περὶ τούτων· ἐνδέχεσθαί γε μὴν, ὥσπερ νῦν αὐτοῖς ἂν, εἰ μὴ κώλυμα ἦν ὁ ποταμὸς, συνέβη, ἑτέροις περιτυχόντας τοὺς κρατηθέντας μάχῃ διαφθαρῆναι. οὕτως, εἴρηκεν ὁ βάρβαρος, εἰκός· ἀδικίαν μέντοι τοὺς στρατιώτας ἐκείνους οὐδενὸς φεισαμένους εἰργάσθαι, ἀλλὰ τοὺς μὲν ἀποπνίξαντας ἐν τῷ ῥείθρῳ, τοὺς δὲ κατακοντίσαντας ἀφειδῶς. τοιαῦτα διαλεχθεὶς ἀπῆλθεν, ὅτι Ρωμαίων εἴη βασιλεὺς ὁ διαλεγόμενος αὐτοῖς ἠγνοηκώς. τὸ δὲ πολὺ τῆς στρατιᾶς ἔτι τῇ Ρωμαίων ἱκανὰς ἐνδιατρίψαντες ἡμέρας, ἐπανέζευξαν καὶ αὐτοί. φήμη μέντοι τις ᾔρετο διὰ πάντων ὁμαλῶς, ὡς πρότερόν τε βασιλεὺς ὁ πρεσβύτερος ἔχθει τῷ πρὸς τὸν ἔγγονον Σκύθας ἐπάξαι Ρωμαίοις, καὶ νῦν οὐδὲν ἧττον, κρύφα διαπρεσβευσάμενος πρὸς αὐτοὺς, βουλόμενος ἀναστῆσαι Θρᾴκην, ὅτι προσέκειτο τῷ νέῳ βασιλεῖ. εἶχε δὲ ὑγιὲς οὐδὲν, ἀλλὰ καίτοι ὑπὸ πολλῶν φημισθεῖσα, τὸ ψεῦδος ἄκρατον εἶχεν. οὔτε γὰρ πρότερον οὔθ' ὕστερον τῆς Σκυθικῆς αἴτιος ἐφόδου ἐγεγόνει.

μʹ. Ὁ βασιλεὺς δὲ ὁ νέος κατὰ τὸ Διδυμότειχον καὶ τὴν Ἀδριανοῦ διέτριβε πόλιν· περὶ δὲ τὴν τοῦ σίτου μάλιστα συγκομιδὴν ἡ αὐτοῦ γαμετὴ νόσῳ κατεσχέθη. διανοούμενος δὲ καὶ αὐτὸς εἰς Βυζάντιον ἀπελθεῖν, προέπεμψεν αὐτὴν, ἅμα καὶ διὰ τὴν νόσον· γενομένη δὲ ἐν Ραιδεστῷ, ἐπεὶ μὴ ἐδύνατο ἀντέχειν, ἐτεθνήκει ἑκκαιδεκάτῃ κατὰ Αὔγουστον μῆνα ἑβδόμης ἰνδικτιῶνος, οὐδένα ἔχουσα ἐκ βασιλέως παῖδα. τὸν μὲν οὖν νεκρὸν αὐτῆς κομίσαντες εἰς Βυζάντιον, ἐν τῇ τοῦ Λιβὸς ἔθαψαν μονῇ μεγαλοπρεπῶς καὶ βασιλικῶς. βασιλεὺς δὲ ὁ ταύτης ἀνὴρ τὴν ἐς Βυζάντιον βαδίζων, ἐνόσησε καὶ αὐτὸς κατὰ τὰς αὐτὰς ἡμέρας, γενόμενος ἐν Βιζύῃ, καὶ προσέμεινεν ἡμέρας τινὰς ἐκεῖ διὰ τὴν νόσον. ἐπεὶ δὲ ἐῤῥάϊσεν, εἴχετο τῆς ὁδοῦ, καὶ γεγονὼς κατὰ τὴν Ἡράκλειαν τῆς Θρᾴκης, συμβὰν οὕτω, τὴν τῆς βασιλίδος ἐπύθετο τελευτὴν, καὶ ἐπένθησεν ἐκεῖ ἐπὶ πεντεκαίδεκα ἡμέραις. ἔπειτα ἧκεν εἰς τὴν Κωνσταντίνου, καὶ συνδιῆγεν αὐτόθι τῷ πρεσβυτέρῳ βασιλεῖ ἄχρι Νοεμβρίου τῆς ὀγδόης ἰνδικτιῶνος. τῷ δὲ πρεσβυτέρῳ βασιλεῖ ἐδόκει δεῖν εἶναι γυναῖκα μνηστεύσασθαι τῷ ἐγγόνῳ, τοῦτο μὲν, ὅτι καὶ κατ' αὐτὸ τὸ τῆς ἡλικίας ἀκμαιότατον ἦν, ἑπτὰ γὰρ ἐπὶ τοῖς εἴκοσι μέχρι τό τε γέγονεν ἔτη, ἄλλως θ', ὅτι οὐδὲ παιδὸς ἦν πατὴρ, ὃ τοῖς βασιλεῦσι τῶν ἀναγκαιοτάτων ἐπὶ τῷ διάδοχον τῆς ἀρχῆς ἔχειν δοκεῖ. ἐκοινοῦτο δὴ καὶ τῷ νέῳ βασιλεῖ τὴν γνώμην καὶ ἐπεχείρει πείθειν, ἅμα μὲν τὴν ἐπὶ τῇ τετελευτηκυίᾳ λύπην ὑφαιρῶν, ἅμα δὲ καὶ τὰς αἰτίας ὡς ἀναγκαίας τοῦ δευτέρου γάμου προστιθείς. βασιλεὺς δὲ ὁ νέος ἐπὶ πᾶσιν ἐπέτρεπε τὴν κρίσιν τῷ πάππῳ, ὡς ἐφ' οἷς ἂν αὐτῷ δόξῃ λυσιτελεῖν αὐτοῦ πεισθησομένου πάντως. σκοπουμένοις δὲ αὐτοῖς, ὅθεν ἂν ἀγάγοιντο τὴν βασιλίδα, ἐπύθοντο ὡς τοῦ τῆς Σαβωΐας ἄρχοντος, ὃν κόντον ἡ Λατίνων γλῶττα καλεῖ, ἐπὶ υἱῷ τελευτήσαντος καὶ θυγατρὶ, ὁ μὲν υἱὸς αὐτῷ τὴν ἀρχὴν διεδέξατο τοῦ πατρὸς, ἡ θυγάτηρ δὲ ἀμνήστευτος ἔτι θαλαμεύεται παρὰ τῷ ἀδελφῷ. αὐτίκα γοῦν ἐπιλεξάμενοι πρέσβεις, τόν τε παρακοιμώμενον Ἀνδρόνικον τὸν Τορνίκην καὶ τὸν ἐπὶ τοῦ στρατοῦ Τζουϊὰν ντὲ Τζεπλὲτ, Κύπριον μὲν ὄντα τὸ γένος καὶ καθ' αἷμα προσήκοντα τῷ ταύτης ῥηγί. ὑποτεταγμένον δὲ αὐτοῖς ἀπέστειλαν εἰς Σαβωΐαν, εἰ μή τινι ἑτέρῳ ἐμεμνήστευτο ἡ κόρη, εἴγε καὶ τῷ ἀδελφῷ κατὰ γνώμην εἴη, ἄξοντες συνοικήσουσαν τῷ νέῳ βασιλεῖ. ἀφικόμενοι δὲ οἱ πρέσβεις ἐκεῖ, ἔτι μὲν ἀμνήστευτον εὗρον περὶ ἧς ἧκον· ἐκ μέντοι Φράντζας καὶ ἕτεροι μικρὸν πρὸ αὐτῶν τῆς αὐτῆς ἕνεκα ἧκον πρεσβείας ὡς τῷ σφετέρῳ μνηστευσόμενοι ῥηγί. ὁ δὲ τῆς μνηστευομένης ἀδελφὸς Σαβωΐας κόντος μᾶλλον εἵλετο τῷ βασιλεῖ Ρωμαίων κατεγγυῆσαι τὴν ἀδελφὴν, καὶ μετὰ φιλοφροσύνης πολλῆς καὶ τιμῆς προσδεξάμενος τοὺς πρέσβεις Ρωμαίων, συνέθετο τὴν ἀδελφὴν ὡς βασιλέα πέμπειν. ἅμα δὲ τῷ βασιλίδα Ρωμαίων αὐτὴν ὀνομασθῆναι, τήν τε δίαιταν αὐτῆς πᾶσαν πρὸς τὸ μεγαλοπρεπέστερον ἐνήλλαξεν ὁ ἀδελφὸς, καὶ αὐτὸς οὐχ ᾗ καὶ πρότερον αὐτῇ προσεφέρετο ὁμοίως. πρότερον γὰρ τῇ τε ἡλικίᾳ προέχων καὶ τῷ ἄρχων αὐτὸς εἶναι, καὶ τῆς ἀδελφῆς διὰ ταῦτα ᾤετο δεῖν κρατεῖν· ἐπεὶ δὲ κατηγγύηται τῷ βασιλεῖ, κυρίαν ἑαυτοῦ τὴν ἀδελφὴν καὶ ᾤετο καὶ ὠνόμαζε, καὶ πρὸς τοὺς Ρωμαίων πρέσβεις τοιαῦτα φιλοτιμούμενος διεξῄει, ὡς αὐτῷ μὲν καὶ διὰ τὴν ἡλικίαν καὶ τὴν ἄλλην ἀρχὴν προσῆκε τῶν πρωτείων ἀντιποιεῖσθαι· ἐπεὶ δὲ, βουλομένου θεοῦ, καὶ μείζονος δόξης καὶ ἀρχῆς ἐπελάβετο ἡ ἀδελφὴ, δέον εἶναι καὶ αὐτὸν στέργειν τὰ ἐψηφισμένα παρὰ θεοῦ, καὶ κυρίαν ἑαυτοῦ τὴν βασιλίδα Ρωμαίων ἡγεῖσθαι. καὶ γὰρ οὐ βάρβαροι μόνον, ἀλλὰ καὶ Ἰταλοὶ καὶ ὅσοι ἄλλοι ἄρχουσί τινων, τὴν Ρωμαίων βασιλείαν καὶ ἑαυτῶν καὶ τῶν ἄλλων ἕκαστος καὶ μείζονα καὶ περιφανεστέραν οἴονται.

μαʹ. Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς, δευτέρᾳ ἱσταμένου Φεβρουαρίου τῆς αὐτῆς ὀγδόης ἰνδικτιῶνος, ὁ νέος βασιλεὺς παρὰ τοῦ πάππου καὶ βασιλέως ἐν τῷ τῆς τοῦ θεοῦ Σοφίας ἐστέφθη ναῷ, Ἠσαΐου πατριαρχοῦντος. ἡ τοιαύτη δὲ βασιλικὴ τελετὴ τοῦτον γίνεται τὸν τρόπον. τῆς προθεσμίας ἐνστάσης, καθ' ἣν ἤδη τέτακται τῷ θείῳ μύρῳ χρίειν τὸν βασιλέα, τοὺς ἐν ἀξιώμασι πάντας καὶ τοὺς ἐν τέλει καὶ τὴν στρατιὰν, οὐ μὴν ἀλλὰ καὶ τὸν τῶν ἱερῶν τῆς ἐκκλησίας τῆς νέας ταυτησὶ Ρώμης οἰάκων ἐπειλημμένον, ἔτι δὲ καὶ πανδημεὶ τὴν πόλιν τοῖς βασιλείοις ἅμα ἕῳ πάντας παρεῖναι δεῖ. περὶ δὲ δευτέραν ὥραν μάλιστα τῆς αὐτῆς ἡμέρας, τοῦ μέλλοντος χρισθήσεσθαι βασιλέως ἐπὶ ἀσπίδος καθεσθέντος, ὁ βασιλεὺς καὶ πατὴρ τοῦ ἀναγορευομένου, εἴγε περίεστι, καὶ ὁ πατριάρχης τῶν ἐμπροσθίων μερῶν ἐπιλαμβανόμενοι τῆς ἀσπίδος, τῶν δ' ἐπιλοίπων οἱ ἐν ἀξιώμασιν ὑπερέχοντες δεσπόται τε καὶ σεβαστοκράτορες, εἴπερ εἰσὶν, ἢ οἱ ἐπιφανέστατοι μάλιστα τῶν συγκλητικῶν, καὶ μετεωρίσαντες ὡς ἔνι μάλιστα αὐτὸν ἅμα τῇ ἀσπίδι, τοῖς πλήθεσιν ἐπιδεικνύουσι τὸν βασιλέα πάντοθεν περιϊσταμένοις. ἐπευφημησάντων δὲ αὐτῶν, καταθέντες ἄγουσιν εἰς τὸν ναὸν, ἔνθα δεῖ τὴν τελετὴν γενέσθαι. οἰκίσκου δ' ἐν αὐτῷ ξυλίνου τῆς τοιαύτης ἕνεκα χρείας προκατεσκευασμένου, τὸν νέον εἰσάγουσι βασιλέα, καὶ τὴν πορφύραν καὶ τὸ διάδημα ἐνδιδύσκουσι, πρότερον τῶν ἀρχιερέων εὐλογούντων αὐτά. ἐπὶ δὲ τῆς κεφαλῆς οὐ νενομισμένον περιτίθεταί τι, ἀλλ' ἢ στέφανος, ἢ ὅ,τι ἂν ἄλλο δοκῇ. τούτων δὲ γινομένων, ἡ θεία τελεῖται μυσταγωγία. ἐχόμενα δὲ τοῦ εἰρημένου οἰκίσκου καὶ ἀναβάθρα ἐκ ξύλων προκατασκευάζεται καὶ αὐτὴ, καὶ περιειλοῦσιν αὐτὴν πάντοθεν πέπλοις Σηρικοῖς ἐρυθροῖς· ὑπεράνω δὲ αὐτῆς κατὰ τὸν ἀριθμὸν τῶν βασιλέων τίθενται θρόνοι χρυσοῖ οὐ κατὰ τοὺς εἰωθότας, ἀλλ' ἐπηρμένοι μάλιστα τῷ ὕψει, τέτταρας ἢ καὶ πέντε ἔχοντες ἀναβασμοὺς, ἐφ' οὓς, ἐξιόντες τοῦ οἰκίσκου, ἀναβαίνοντες καθίζουσιν οἱ βασιλεῖς, ἤν γε μὴ εἷς, ἀλλὰ πλείους ὦσι. συναναβαίνουσαι δὲ αὐτοῖς καὶ αἱ βασιλίδες, καθίζουσιν ἐπὶ θρόνων, αἱ μὲν προεστεμμέναι τὰ στέμματα περικείμεναι, ἡ μέλλουσα δὲ στεφανηφοροῦσα. πρὸ δὲ τῆς τοῦ τρισαγίου θείας ὑμνολογίας ἄνεισιν ἐπὶ τὸν ἄμβωνα ὁ πατριάρχης τῶν ἀδύτων ἐξιών. συνανέρχονται δὲ αὐτῷ καὶ τῶν τῆς ἐκκλησίας ἀρχόντων οἱ ἐπιφανέστεροι, τὰς ἱερὰς καὶ αὐτοὶ ἐνδεδυμένοι στολάς· οὓς ἀποστέλλων προσκαλεῖται τοὺς βασιλέας. οἱ δ' εὐθὺς ἐξανιστάμενοι τῶν θρόνων, ἐπὶ τὸν ἄμβωνα χωροῦσι. σιωπὴ δὲ βαθεῖα καὶ ἀταραξία τὸ πλῆθος κατέχει πᾶν. ὁ δὲ πατριάρχης τὰς ἐπὶ χρίσει τῶν βασιλέων συντεθειμένας δίεισιν εὐχὰς, τὰς μὲν ἡσυχῇ καθ' ἑαυτὸν, ἔστι δ' ἃς καὶ εἰς ἐπήκοον πάντων, καὶ τῷ χρισθησομένῳ ἐξιλάσκεται τὸ θεῖον. μετὰ τοῦτο δὲ ὁ μέλλων χρισθήσεσθαι βασιλεὺς τὸ ἐπικείμενον, ὅ,τι ἂν ᾖ, τῇ κεφαλῇ ἀφαιρεῖ. νενόμισται δ' αὐτίκα πάντας, ὅσοι πάρεισιν ἐντὸς τοῦ ναοῦ, γυμναῖς καὶ αὐτοὺς ἑστάναι κεφαλαῖς. ὁ πατριάρχης δὲ τῷ θείῳ μύρῳ σταυροειδῶς χρίει τὴν βασιλέως κεφαλὴν, ἐπιλέγων μεγάλῃ φωνῇ· ἅγιος. διαδεχόμενοι δὲ οἱ ἐπὶ τοῦ ἄμβωνος ἱστάμενοι τὴν φωνὴν, ἐκ τρίτου καὶ αὐτοὶ λέγουσιν· ἅγιος. ἐφεξῆς δὲ καὶ πᾶν τὸ πλῆθος τὸ αὐτὸ ἐπιφωνοῦσι τοσαυτάκις. μετὰ τοῦτο τῶν ἀδύτων ἐντὸς παρὰ διακόνων τὰς ἱερὰς ἐνδεδυμένων στολὰς κατεχόμενον τὸ στέμμα, οὐ γὰρ ἐπὶ τῆς ἱερᾶς, ὥς τινές φασι, τραπέζης κεῖται, ἄγουσιν ἐπὶ τὸν ἄμβωνα. καὶ εἴγε πάρεστι προεστεμμένος βασιλεὺς, ἅμα τῷ πατριάρχῃ τὸ στέμμα λαβόντες, ἐπιτιθέασι τῇ κεφαλῇ τοῦ νέου βασιλέως, καὶ ἐκφωνεῖ ὁ πατριάρχης· ἄξιος. διαδεχόμενοι δὲ οἱ ἐπὶ τοῦ ἄμβωνος, ἐκ τρίτου λέγουσιν αὐτοί τε καὶ πᾶν τὸ πλῆθος ὃν τρόπον ἐπὶ τοῦ μύρου. εἶτα ἐπιλέγει πάλιν ὁ πατριάρχης εὐχὰς, καὶ κατέρχεται τοῦ ἄμβωνος ὁ βασιλεὺς, οὐκ ἐξ οὗπερ ἀνῆλθε μέρους, ἀλλ' ἐκ τοῦ πρὸς τὸν σωλέαν τετραμμένου. εἰ μὲν οὖν συμβῇ μὴ κατ' ἐκεῖνον τὸν καιρὸν ἔχειν γυναῖκα τὸν βασιλέα, εὐθὺς ἐπὶ τὴν ἀναβάθραν ἀνιὼν, ἐπὶ τοῦ θρόνου καθίζει πάλιν· εἰ δ' ἔχει, τότε καὶ αὐτὴν ἀνάγκη στεφθῆναι πᾶσα. διὸ καὶ ἐξανισταμένην τοῦ θρόνου, δύο τῶν γνησιωτάτων ἑκατέρωθεν λαβόμενοι συγγενῶν, ἢ εἰ μὴ γνησίους ἔχοι, ἐκτομίαι τοσοῦτοι τῆς ἀναβάθρας τε κατάγουσι καὶ φέροντες ἱστῶσι πρὸ τοῦ σωλέου. κατερχόμενος δὲ ὁ βασιλεὺς, τὸ δι' αὐτὴν ηὐτρεπισμένον στέμμα λαμβάνων ὑπὸ γνησίων τινῶν ἢ ἐκτομιῶν κατεχόμενον, καὶ αὐτὸ ἐπιτίθησι τῇ κεφαλῇ τῆς γυναικός· ἡ δὲ τὸν ἄνδρα καὶ βασιλέα προσκυνεῖ, δουλείαν ὁμολογοῦσα. ὁ πατριάρχης δὲ παρὰ τὸν σωλέαν ἱστάμενος καὶ αὐτὸς, ἐπιλέγει εὐχὴν ὑπέρ τε τοῦ βασιλέως καὶ βασιλίδος καὶ τοῦ ὑπηκόου παντός. οὕτω μὲν οὖν καὶ ὁ βασιλεὺς τὴν ἰδίαν γυναῖκα στέφει. εἰ δὲ συμβῇ προεστεμμένον εἶναι τὸν βασιλέα, ἐπὶ τῆς τῶν γάμων τελετῆς ὁ βασιλεὺς τὴν ἰδίαν ὡσαύτως στέφει γυναῖκα. αὖθις δὲ ἀμφότεροι ἐπὶ τὴν ἀναβάθραν ἀνερχόμενοι, κάθηνται ἐπὶ τῶν θρόνων, τῆς ἄλλης μυσταγωγίας τελουμένης. ᾀδομένου μέντοι τοῦ τρισαγίου ἢ τῶν ἀποστολικῶν γραφῶν ἢ τῶν θείων λογίων ἀναγινωσκομένων, ἀνίστανται καὶ αὐτοί. ἐξ ἑκατέρων δὲ τῶν τοῦ ναοῦ μερῶν ἐπὶ ξυλίνων ἀναβαθρῶν εἰς αὐτὸ τοῦτο πεποιημένων οἱ πρωτοψάλται ἱστάμενοι καὶ δομέστικοι λεγόμενοι, καὶ ἕτεροι τῆς ἐκκλησιαστικῆς τάξεως ᾄδειν εἰδότες, οὓς ἐπὶ τῆς τοιαύτης τελετῆς κράκτας ἔθος ὀνομάζειν ἐστὶ, μέλη τινὰ ᾄδουσιν ἐξεπίτηδες συντεθειμένα ἁρμόζοντα τῇ ἑορτῇ. τῆς μεγάλης δὲ εἰσόδου ἐπὶ τῆς ἱερᾶς μυσταγωγίας λεγομένης ἤδη ἀρχομένης, οἱ τῆς ἐκκλησίας ἐπιφανέστεροι τῶν διακόνων ἐρχόμενοι προσκαλοῦνται τὸν βασιλέα· ὁ δὲ εἰς τὴν λεγομένην πρόθεσιν, ἔνθα τὰ ἅγια κεῖται, ἔρχεται μετ' αὐτῶν. ἔξω δὲ ἱστάμενος τῆς προθέσεως, περιβάλλεται μανδύαν χρυσοῦν ἐπὶ τὸ διάδημα καὶ τὴν πορφύραν. καὶ τῇ μὲν δεξιᾷ χειρὶ κατέχει σταυρὸν, ὃν ἔθος κατέχειν ὅσον ἂν χρόνον τὸ στέμμα φορῇ, τῇ δὲ λαιᾷ νάρθηκα φέροντες ἐγχειρίζουσιν, ὥστε τάξιν ἐκκλησιαστικὴν τὴν τοῦ δεποτάτου λεγομένου ἐπέχειν· ἃ ἀμφοτέραις ἔχων, τῆς εἰσόδου πάσης ἡγεῖται τῆς ἱερᾶς. ἐξ ἑκατέρων δὲ αὐτοῦ μερῶν κατὰ τὰ πλάγια οἵ τε τοὺς πελέκεις ἔχοντες Βάραγγοι προσαγορευόμενοι, καὶ νέοι τῶν εὐπατριδῶν περὶ ἑκατὸν ὡπλισμένοι διαπρεπῶς παρέπονται ἢ καὶ ἄνοπλοι· κατ' εὐθεῖαν δὲ μετ' αὐτὸν οἵ τε διάκονοι ἐφεξῆς ἕπονται καὶ οἱ ἱερεῖς, ἔπιπλά τε καὶ σκεύη τῶν ἱερῶν καὶ αὐτὰ τὰ ἁγιώτατα ἐπιφερόμενοι. τὸν δὲ ναὸν περιελθόντες κατὰ τὸ ἔθος, ἐπειδὰν γένοιντο ἐν τῷ σωλέᾳ, οἱ μὲν ἄλλοι πάντες ἑστᾶσιν ἐκτὸς, αὐτὸς δὲ μόνος εἰσερχόμενος τὸν σωλέαν, τὸν πατριάρχην ἐπὶ ταῖς ἱεραῖς κιγκλίσιν ἑστηκότα εὑρίσκει. προσαγορεύσαντες δὲ ἀλλήλους, ὁ πατριάρχης μὲν ἐσωτέρω, ἔξω δ' ὁ βασιλεὺς περιμένουσιν ἑστῶτες· εὐθὺς δὲ ὁ μετὰ τὸν βασιλέα τῶν ἄλλων ἡγούμενος διακόνων, τῇ δεξιᾷ μὲν κατέχων θυμιατὸν, τῇ δ' ἑτέρᾳ τὸ τοῦ πατριάρχου λεγόμενον μαφόριον, τὸν βασιλέα παριὼν θυμιᾷ· κλίναντος δὲ αὐτοῦ τὴν κεφαλὴν, ὁ διάκονος εἰς ἐπήκοον πάντων «μνησθείη κύριος ὁ θεὸς» λέγει «τοῦ κράτους τῆς βασιλείας ὑμῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων,» ἐπιλέγων καὶ τὸ ἀμήν. ἐφεξῆς δὲ καὶ οἱ λοιποὶ διάκονοι παριόντες καὶ ἱερεῖς λέγουσι τὸ αὐτό. τούτου δὲ τελεσθέντος, ὁ βασιλεὺς τὸν πατριάρχην προσαγορεύσας, ἀποδύεται τὸν μανδύαν. καὶ τὸν μὲν ὁ τῆς ἐκκλησίας ῥαιφερενδάριος ἀποφέρεται, οὕτω γὰρ ἔθος· ὁ βασιλεὺς δ' ἐπὶ τὴν ἀναβάθραν ἀνερχόμενος, ἐπὶ τοῦ θρόνου κάθηται πάλιν, τοῦ συμβόλου τῆς πίστεως τῆς τε προσευχῆς τοῦ πάτερ ἡμῶν λεγομένων, καὶ τῆς ὑψώσεως γινομένης τοῦ δεσποτικοῦ καὶ ἁγίου σώματος, ἀνιστάμενος. τῆς ὑψώσεως δὲ τελεσθείσης, εἰ μὲν ἀνεπιτηδείως πρὸς τὴν τῶν ἁγιασμάτων κοινωνίαν ὁ βασιλεὺς ἔχει, μέχρι συμπληρώσεως τῆς θείας μυσταγωγίας κάθηται ἐπὶ τοῦ θρόνου· εἰ δὲ παρεσκεύασται πρὸς τοῦτο, πάλιν αὐτὸν οἱ διάκονοι ἐρχόμενοι προσκαλοῦνται. καὶ μετ' αὐτῶν εὐθὺς εἴσεισιν εἰς τὰ ἄδυτα, καὶ θυμιατοῦ αὐτῷ διδομένου, τὴν ἱερὰν τράπεζαν πρῶτα μὲν κατὰ ἀνατολὰς θυμιᾷ, εἶτα πρὸς ἄρκτον καὶ μετὰ τοῦτο πρὸς ἑσπέραν καὶ τέταρτον πρὸς μεσημβρίαν βλέπων· πάλιν δὲ πρὸς ἀνατολὰς θυμιάσας, θυμιᾷ καὶ τὸν πατριάρχην· προσαγορεύσας δὲ αὐτὸν ὁ πατριάρχης καὶ τῆς χειρὸς αὐτοῦ λαβὼν τὸν θυμιατὸν, ἀντιθυμιᾷ καὶ αὐτὸν αὐτός. μετὰ δὲ τοῦτο τὸ στέμμα τῆς κεφαλῆς περιελόμενος ὁ βασιλεὺς, ἐγχειρίζει τοῖς διακόνοις. ὁ δὲ πατριάρχης εἰς τὰς χεῖρας αὐτῷ τοῦ δεσποτικοῦ σώματος ἐπιδίδωσι μερίδα· μετασχὼν δὲ αὐτῆς, καὶ τοῦ ζωοποιοῦ αἵματος κοινωνεῖ, οὐ λαβίδι, καθάπερ οἱ πολλοὶ, ἀλλ' αὐτῷ κρατῆρι τὸν τῶν ἱερωμένων τρόπον. τό, τε στέμμα περιθέμενος αὖθις, ἔξεισι τῶν ἀδύτων. τελεσθείσης δὲ τῆς μυσταγωγίας, τοῦ διαδιδομένου τοῖς πλήθεσιν ἁγιάσματος αὖθις μετασχὼν, καὶ παρὰ τοῦ πατριάρχου καὶ τῶν παρόντων ἀρχιερέων εὐλογηθεὶς, καὶ περιπτυξάμενος αὐτῶν τὰς χεῖρας, ἄνεισιν εἰς τὰ λεγόμενα κατηχούμενα, ὡς ἂν ἐξ ἀπόπτου παρὰ πάντων ὁρώμενος εὐφημηθείη. τελεσθέντος δὲ καὶ τούτου, κατελθὼν ἐκεῖθεν αὐτὸς καὶ ἡ βασιλὶς μόνοι, τῶν ἄλλων ἁπάντων ἑπομένων πεζῇ, ἔφιπποι χωροῦσι πρὸς τὰ βασίλεια· τραπέζης δὲ ἡτοιμασμένης ἐκεῖ στεφηφοροῦντες καθήμενοι εὐωχοῦνται· διακονεῖται δὲ αὐτοῖς ὁ μέγας δομέστικος τὰ πρὸς χρείαν, ἂν δὲ μὴ ᾖ μέγας δομέστικος, ὁ δεσπότης. τὰς δ' ἐφεξῆς ἡμέρας δέκα πλείους ἢ ἐλάττους, οὐ γὰρ ἀριθμὸς νενόμισται τῶν τῆς ἑορτῆς ἡμερῶν, ἀλλ' ὅπως ἂν βασιλεῖ δοκῇ, τὸ μὲν διάδημα καὶ τὸ στέμμα καὶ τὴν πορφύραν ἐν τοῖς βασιλικοῖς ἀποτίθενται ταμιείοις, ἐσθῆτας δὲ ἑτέρας περιβεβλημένοι λαμπρὰς καὶ βασιλικὰς, ἑορτάζουσι λαμπρῶς· ἀρίστων τε παρασκευαζομένων πολυτελῶν, οἱ συγκλητικοὶ πάντες καθήμενοι ἀριστῶσιν, ὁρώντων τῶν βασιλέων καὶ εὐωχουμένων καὶ αὐτῶν ἐν ἰδίᾳ τραπέζῃ. διακονεῖται δὲ αὐτοῖς ὁ ἐπὶ τῆς βασιλικῆς τεταγμένος τραπέζης· ὁ μέγας δὲ δομέστικος ἐν τῷ προσήκοντι τόπῳ τοῖς ἄλλοις συνανακέκλιται συγκλητικοῖς. ἄξιον δὲ καὶ ὃ παρελίπομεν τῆς τελετῆς ταύτης ἐπιμνησθῆναι. τῇ γὰρ ἡμέρᾳ, καθ' ἣν ὁ βασιλεὺς χρισθεὶς ἔξεισι τοῦ ναοῦ, παρά τινος τῶν συγκλητικῶν, ὃν ἂν ὁ βασιλεὺς ἐθέλῃ, εἰς τὸν δῆμον ῥίπτονται ἃ λέγουσιν ἐπικόμβια. δύναται δὲ τοῦτο ἀποδέσμους τινὰς εἶναι ἐν ὀθονίων τμήμασι δεδεμένους, ἔνδον ἔχοντας νομίσματα χρυσᾶ τῶν βασιλικῶν τρία καὶ ἐξ ἀργύρου τοσαῦτα ἢ καὶ πλείω, καὶ ὀβολοὺς ἀπὸ χαλκοῦ τοσούτους. ῥίπτονται δὲ ἀπόδεσμοι τοιοῦτοι χιλιάδων ἔλαττον ἢ πλεῖον δέκα ἐν τοῖς προαυλίοις μάλιστα τοῦ ναοῦ. ὑπὸ δὲ τὴν αὐτὴν ἡμέραν ἐν τοῖς βασιλείοις τοῦ δήμου συνηθροισμένου παντὸς, παρὰ τοῦ αὐτοῦ πάλιν συγκλητικοῦ τῶν προτέρων ἴσοι ἢ καὶ πλείους ῥίπτονται ἀπόδεσμοι. εἰς τὴν ὑστεραίαν δὲ τῶν δημοτικῶν μὲν πάρεισιν οὐδένες· τοῦ στρατιωτικοῦ δὲ καὶ τοῦ περὶ τὴν βασιλικὴν ὑπηρεσίαν τεταγμένου παρόντος παντὸς, ἐν ταῖς τῶν βασιλείων αὐλαῖς ἐξερχόμενος ὁ βασιλεὺς, τοῦ τῶν βασιλικῶν ταμίου παρεστῶτος, χρημάτων καὶ τὴν ἄκραν τῆς ἐσθῆτος πλήρη φέροντος νομισμάτων χρυσῶν ἐκ τῶν βασιλικῶν, δραττόμενος ὁ βασιλεὺς κύκλῳ διασκεδάζει. κενωθέντων δὲ, ὁ ταμίας αὖθις τὴν ἐσθῆτα ἀναπληροῖ· καὶ τοῦτο γίνεται οὐ τρὶς καὶ τετράκις μόνον, ἀλλὰ καὶ πλεονάκις. αἴτιον δὲ τῆς τοιαύτης διαδόσεως τοῦ χρυσοῦ τὸ πάντας βούλεσθαι τὸν βασιλέα ἐκ τῶν αὐτοῦ δαπανῶντας αὐτῷ συνευφραίνεσθαι καὶ συμπανηγυρίζειν. τοιαύτη μὲν ἡ ἐπὶ τοῖς βασιλεῦσι στεφομένοις γινομένη τελετή· ἡ δὴ γέγονεν ὁμοία καὶ ἐπ' Ἀνδρονίκῳ τῷ νέῳ βασιλεῖ, Φεβρουαρίου ἱσταμένου τῆς ὀγδόης ἰνδικτιῶνος.

μβʹ. Τοῦ δὲ ἐπιόντος ἔτους κατὰ μῆνα Φεβρουάριον ἐννάτης ἰνδικτιῶνος, ἐκ τῆς Σαβωΐας εἰς Βυζάντιον ἧκεν Ἄννα ἡ βασιλὶς, πολλὴν ἐπαγομένη καὶ βασιλικὴν θεραπείαν ἔκ τε ἀνδρῶν ὁμοίως καὶ γυναικῶν. ἔκ τε γὰρ τῶν παρὰ Λατίνοις καβαλλαρίων καὶ σκουερίων λεγομένων ἦγε πολλοὺς καὶ τῶν ἄλλως παρ' αὐτοῖς εὐπατριδῶν· καὶ τὰς ἐν ἑτέροις χρόνοις εἰς τὴν Ρωμαίων ἐξ ἀλλοδαπῶν ἀφικνουμένας βασιλίδας ὑπερεῖχε πολυτελείᾳ. προσεδέχθη τε ὁμοίως παρὰ τοῦ βασιλέως καὶ κηδεστοῦ βασιλικῶς τε καὶ μεγαλοπρεπῶς καὶ ὥσπερ ἦν εἰκὸς τὴν βασιλέως καὶ υἱοῦ γαμετήν. συμβέβηκε δὲ καὶ βασιλέα τὸν νέον τῷ Βυζαντίῳ κατὰ τὸν αὐτὸν καιρὸν ἐνδιατρίβειν. ἡ δὲ βασιλὶς Ἄννα τῇ τε κατὰ τὸν πλοῦν ταλαιπωρίᾳ καὶ τῇ τῶν ἀέρων ἐναλλαγῇ τὸ σῶμα πεπονηκυῖα, ἐνόσησεν ὀλίγαις ἡμέραις ὕστερον τῆς ἀφίξεως αὐτῆς. ὅ, τε νέος Ἀνδρόνικος τοῦτο μὲν καὶ διὰ τὴν τῆς βασιλίδος νόσον, τοῦτο δ', ὅτι καὶ χρεία τις ἀπαραίτητος ἐκάλει, πρὸς τὰς ἐπὶ Θρᾴκης ἐξῄει πόλεις, καὶ διέτριψεν ἄχρι φθινοπώρου ἐν ἐκείναις. Ὀκτωβρίου δὲ ἱσταμένου τῆς δεκάτης ἰνδικτιῶνος, εἰς Βυζάντιον ἐπανῆκε. καὶ ἡ γαμήλιος ἐτελεῖτο ἑορτὴ λαμπρὰ καὶ περιφανής· ὥσπερ δὲ ἔθος τοῖς βασιλεῦσι, μετὰ τὸ ἐπὶ τοῖς γάμοις τὰ νενομισμένα τελεσθῆναι, καὶ Ἄνναν τὴν βασιλίδα βασιλεὺς ἔστεψεν ὁ ταύτης ἀνήρ. μετὰ δὲ τὸ τὴν τῶν γαμηλίων ἑορτὴν παραδραμεῖν τῶν μετὰ τῆς βασιλίδος ἐκ Σαβωΐας ἐλθόντων ἀνδρῶν τε καὶ γυναικῶν οἱ πολλοὶ μὲν εἰς τὴν οἰκείαν ἐπανῆλθον· ἔμειναν δὲ μετ' αὐτῆς ὀλίγον τινὲς καὶ Ζαμπέα μία τῶν γυναικῶν ἅμα τοῖς υἱέσι, φρονήσει τε ὑπερέχουσα τὰς ἄλλας, καὶ βασιλικοῖς οἴκοις διά τε παιδείαν καὶ τὴν ἄλλην ἐπιτηδειότητα πρέπουσα ἐνδιατρίβειν. ἐκ μέντοι Σαβωΐας οὐκ ὀλίγοι τῶν εὐπατριδῶν εἰς τὴν Ρωμαίων ἀφικνούμενοι, ἐφ' ὅσον ἐβούλοντο συνῆσαν τῷ βασιλεῖ, πολλῆς ἀξιούμενοι φιλοφροσύνης. ἦσαν γὰρ δὴ οὐκ ἀνδρεῖοι μόνον καὶ τολμητίαι κατὰ τὰς μάχας, ἀλλὰ καὶ ἄλλως ἐν ταῖς παιδιαῖς εὐφυεῖς συνεῖναι. κυνηγεσίων καὶ γὰρ συμμετεῖχον τῷ βασιλεῖ, καὶ τὴν λεγομένην τζουστρίαν καὶ τὰ τερνεμέντα αὐτοὶ πρῶτοι ἐδίδαξαν Ρωμαίους οὔπω πρότερον περὶ τῶν τοιούτων εἰδότας οὐδέν. αὐτῶν δὲ ἀπερχομένων εἰς τὴν οἰκείαν, ἕτεροι ὥσπερ ἐκ διαδοχῆς ἐφοίτων ὡς βασιλέα· καὶ σχεδὸν ἐκ Σαβωΐας ἀεὶ τῷ νέῳ βασιλεῖ συνῆσάν τινες. οὕτω δὲ ὑπὸ φιλοτιμίας περὶ τὰ τοιαῦτα ἐξησκήθησαν οὐκ ὀλίγοι Ρωμαίων, μάλιστα δὲ πάντων ὁ βασιλεὺς, ὃς καὶ τοὺς διδάξαντας ὑπερέσχεν, ὡς μὴ τοὺς ἐκ Σαβωΐας μόνον τὴν ἧτταν ὁμολογεῖν, ἀλλὰ καὶ τοὺς ἐκ Φράντζας καὶ Ἀλαμανίας καὶ Μπουργουνίας, ἐν οἷς μάλιστα σπουδάζεται τὰ τοιαῦτα, τήν τε τοῦ βασιλέως θαυμάζειν εὐφυΐαν καὶ τῶν περὶ τὰ τοιαῦτα παρ' αὐτοῖς εὐδοκιμούντων κρείττω ὁμολογεῖν. μετὰ μέντοι τοὺς γάμους ὀλίγον τινὰ χρόνον τῇ Κωνσταντίνου ἐνδιατρίψας ὁ νέος βασιλεὺς, τῷ βασιλεῖ συνταξάμενος καὶ πάππῳ, ἅμα τῇ βασιλίδι ἐξῄει Βυζαντίου, ὡς εἰς Διδυμότειχον ἀφιξόμενος. γενομένῳ δὲ ἐν χωρίῳ Μεγάλην προσαγορευομένῳ Καρύαν, κατὰ τὸ τοῦ Λίπηκος λεγόμενον ὄρος, Πέρσας ἠγγέλθη πεζοὺς τὰ ἐκεῖ κατατρέχοντας χωρία δῃοῦν. οἱ μὲν οὖν τῷ βασιλεῖ συνόντες στρατιῶται ἅμα ἕῳ τῆς ὁδοῦ ἐχόμενοι, ὡς εἶχον, ἤνυον αὐτήν· βασιλεὺς δ' ἅμα τῷ μεγάλῳ δομεστίκῳ καί τισιν εὐαριθμήτοις ἑτέροις ὑπελίπετο κατόπιν, θηρεύων ἅμα μεταξὺ τῆς ὁδοιπορίας. ὡς δὲ ἡ ἔφοδος ἠγγέλθη τῶν βαρβάρων, πρὸς μὲν τοὺς στρατιώτας ἔπεμψε τὸν ἐροῦντα ἀναστρέφειν ὡς μαχουμένους τοῖς βαρβάροις. αὐτὸς δ' ἅμα τῷ μεγάλῳ δομεστίκῳ δεῖν ἔγνωσαν μετὰ τῶν συνόντων ἐν οἷς ἐπύθοντο τοὺς Πέρσας εἶναι χωρίοις γενέσθαι, ἑκατέρωθεν λογισάμενοι ἐν τῷ ἀσφαλεῖ ἔσεσθαι, ἐὰν αὐτοὺς συμβῇ τοῖς βαρβάροις συντυχεῖν. ἐάν τε γὰρ εὐεπιχείρητοι φανῶσι, ῥᾷον ἂν κατεργάσεσθαι τὸ ἔργον, ἐάν τε ὑπερέχοντες φαίνωνται πολὺ αὐτῶν ὡς μὴ ἀσφαλὲς εἶναι καθίστασθαι εἰς μάχην, μετὰ ἀδείας ἀπαλλάξεσθαι αὐτῶν ἔφιπποι ὄντες πεζῶν. προπέμψαντες δὲ αὐτῶν τινας ὥστε τὰ ἔμπροσθεν σκοπεῖν, ἐβάδιζον αὐτοὶ κατόπιν ὡπλισμένοι. οἱ βάρβαροι δὲ τὰς μὲν τετριμμένας παντάπασι ἐξέκλιναν ὁδούς· δι' ἀβάτων δὲ χωρίων ἰόντες ὡς ἐπιθησόμενοί τισι τῶν αὐτόθι κατοικούντων, τοὺς μὲν σκοποὺς ἔλαθον παρελθόντας, ἐξαίφνης δὲ μήτ' αὐτοὶ προϊδόντες συνέμιξαν βασιλεῖ. γενομένης δὲ μάχης καρτερᾶς, οἱ μὲν βάρβαροι μαχόμενοι παραβόλως, ἔπεσον πάντες, οἱ βασιλικοὶ δὲ αὐτοὶ καὶ οἱ ἵπποι πλὴν ὀλίγων ἐτραυματίσθησαν πάντες, ἀπέθανε δὲ οὐδείς· ἵππους δὲ ἀπέβαλον πολλούς. ἐτρώθη δὲ καὶ ὁ βασιλεὺς τὸν πόδα ὀϊστῷ, ὅ, τε ἵππος αὐτοῦ πληγεὶς ἑπτάκις, μετὰ μικρὸν ἀπέθανε τῆς μάχης. ὁ δὲ μέγας δομέστικος ὀλίγου ἐδέησε μαχόμενος πεσεῖν. περισχόντες γὰρ αὐτὸν πολλοὶ τῶν βαρβάρων, τὸν μὲν ἵππον κατετραυμάτισαν ἐπὶ τοσοῦτον, ὡς μηκέτι δύνασθαι κινεῖσθαι· αὐτὸν δὲ ὀϊστοῖς τε καὶ κοντοῖς καὶ λίθοις ἔπληξαν πολλάκις. οὐδὲν δὲ αὐτῶν ἠδυνήθη καθικέσθαι, τῶν ὅπλων ἀντισχόντων, καίτοι γε τῶν μηρῶν καὶ βραχιόνων ὄντων γυμνῶν· τόν τε παρὰ τὴν ζώνην ἀκινάκην ἥρπασαν αὐτοῦ, καὶ τὰ τῶν ἱματίων ἄκρα διέῤῥηξαν τοῖς ἑλκυσμοῖς, αὐτὸς δὲ παραδόξως ἀμυνόμενος διεσώθη, μηδὲ τραυματισθείς. μετά τε τὴν νίκην πολλοὺς ἔλεγεν ἀγῶνας καὶ μεγάλους ἐκ παιδικῆς ἡλικίας διηνυκέναι, οὐδὲ ἅπαξ δὲ ἐν χρῷ κινδύνου παρὰ τοσοῦτον γεγενῆσθαι. οὕτω μὲν οὖν οἱ βάρβαροι πάντες ἔπεσον παρὰ τὴν μάχην. ὁ βασιλεὺς δὲ εἰς Διδυμότειχον ἐλθὼν, πονήρως ἀπὸ τοῦ τραύματος ἐπὶ πολὺν διετέθη χρόνον. περὶ δὲ συγκομιδὴν τοῦ σίτου μάλιστα τοῦ αὐτοῦ ἔτους ὁ τῶν Μυσῶν βασιλεὺς Μιχαὴλ τῷ νέῳ βασιλεῖ Ἀνδρονίκῳ ἠθέλησε συγγενέσθαι. τῷ δὲ τοῦτο μὲν οὐκ ἦν καθ' ἡδονὴν διὰ τὸ τὸν πόδα ἔτι ἀπὸ τοῦ τραύματος ἀλγεῖν, ὅμως μέντοι τῷ βασιλεῖ καὶ πάππῳ τὰ τοῦ πράγματος ἀναθεὶς, ἐπεὶ ἐπέτρεπεν ἐκεῖνος, εἰς Τζερνομιάνους ἅμα γυναικὶ ἐλθόντι τῷ Μιχαὴλ, συνεγένετό τε καὶ συνδιέτριψεν αὐτοῖς ὁ βασιλεὺς ἐφ' ἡμέραις ὀκτώ· συνησθέντες δὲ ἀλλήλοις οἱ βασιλεῖς, μετὰ τοῦτο διελύθησαν ἑκάτερος ἐπ' οἴκου. εἰς Διδυμότειχον δὲ Ἀνδρόνικος ὁ βασιλεὺς ἐλθὼν, παρὰ τῶν ἐν Βυζαντίῳ φίλων εὗρεν ἄγγελον ἀφιγμένον, ὅτι βασιλεὺς ὁ πρεσβύτερος ἀπό τινων τεκμηρίων καὶ λόγων εὔδηλός ἐστι πολεμησείων, ἀπαγγέλλοντα πρὸς αὐτόν. ὅπερ ἀκούσας ὁ βασιλεὺς, ἐξεπέπληκτο μὲν εὐθὺς τὴν ἀτοπίαν τῆς ἀγγελίας, ἠπίστησε δὲ ὅμως. τοῖς δὲ φίλοις ἐκέλευεν ἀπαγγέλλειν, ὡς αὐτὸς μὲν πολλὴν ἂν αὐτοῖς τῆς εἰς αὐτὸν εὐνοίας εἰδείη χάριν, διὰ δὲ τὸ σφόδρα μὴ βούλεσθαι τὰ τοιαῦτα τοῖς λεγομένοις ἀπιστεῖν· δέον δὲ αὐτοὺς πάνυ φιλοῦντας ἀκριβεστάτῃ βασάνῳ τὸ πρᾶγμα δοῦναι, καὶ ὅ, τι ἂν φανῇ σαφὲς ἀπαγγέλλειν. τοῖς μὲν οὖν ἐν Βυζαντίῳ φίλοις ὁ βασιλεὺς ἐπέσκηπτε τοιαῦτα. ἅμα δὲ δομεστίκῳ τῷ μεγάλῳ καὶ πρωτοστράτορι συνελθόντες, ἀνηρεύνων, εἴ τι συνειδεῖεν ἑαυτοῖς ἄξιον πολέμου εἰργασμένοις, ὃ καὶ τὸν βασιλέα τὴν εἰρήνην ἂν πείσειε καταλῦσαι· πολλά τε καὶ πολλάκις τὸν ἄχρι τότε χρόνον ἐξετάσαντες ἀπὸ τῶν σπονδῶν, τῷ βασιλεῖ μὴ οὔτ' ἐκ προφανοῦς, οὔτ' ἐξ ἀδήλου προφάσεως εὕρισκον προσκεκρουκέναι. ᾠήθησαν δὲ ὅμως ἀπὸ τοιαύτης αἰτίας ἐνδέχεσθαι πρόφασιν τὸν πόλεμον ἂν σχεῖν.
https://byzantium.gr/

μγʹ. Τῷ πρώτῳ βεβασιλευκότι Ρωμαίων Παλαιολόγῳ τῷ Μιχαὴλ ἄῤῥενες τρεῖς γεγέννηνται παῖδες, οὗτός τε ὁ μετ' αὐτὸν βεβασιλευκὼς Ἀνδρόνικος καὶ Κωνσταντῖνος ὁ ἐν τῇ πορφύρᾳ τεχθεὶς καὶ Θεόδωρος τρίτος, καὶ θυγατέρες τοσαῦται. τοῖς μὲν οὖν ἄλλοις ἄλλοι γεγέννηνται παῖδες, καθάπερ ἐν ἀρχῇ τῆς ἱστορίας ἐδήλωσε φθάσας ὁ λόγος, τῷ πορφυρογεννήτῳ δὲ Κωνσταντίνῳ ὁ Παλαιολόγος Ἰωάννης μονογενὴς γεγέννηται παῖς· ᾧ Μετοχίτης ὁ μέγας λογοθέτης ἐξέδωκε τὴν θυγατέρα Εἰρήνην πρὸς γάμον, τῇ τοῦ πανυπερσεβάστου πρὸς τοῦ θείου καὶ βασιλέως ἀξίᾳ τετιμημένῳ. οὗτος δὴ ὁ πανυπερσέβαστος οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ τρὶς Θεσσαλονίκης τε καὶ τῶν ἄλλων ἑσπερίων πόλεων ἐπιτροπεύσας, τά τε ἄλλα διῴκει ᾗ αὐτῷ ἐδόκει ἄριστα εἶναι, καὶ τῷ τῶν Τριβαλῶν ἄρχοντι Στεπάνῳ τῷ Κράλῃ Μαρίαν τὴν αὐτοῦ κατηγγύησε θυγατέρα· οὗ δὴ γενομένου, νοῦν ἔσχε τῷ τῶν Τριβαλῶν ἄρχοντι προσχωρῆσαι ὄντι κηδεστῇ, ὡς ἂν τῇ ἐκείνου δυνάμει χρώμενος συμμαχοῦντος, ὧν ἐπετρόπευε πόλεων ὅσας ἂν οἷόν τε ᾖ φρουραῖς κατασχὼν καὶ ἰδιοποιησάμενος, ἰδίαν ἑαυτῷ καταστήσῃ δυναστείαν, ἀποστήσας βασιλέως. ὁ μὲν οὖν τοιαῦτά τε διενοεῖτο καὶ εἰς ἔργον ἐξῆγε, καὶ πανοικεσίᾳ μὲν ἐχώρησε πρὸς Τριβαλοὺς, καταπράξασθαι δὲ ἴσχυσεν ὧν ἤλπισεν οὐδέν. αἱ γὰρ ὑπ' αὐτὸν πᾶσαι πόλεις τὴν ἀποστασίαν συνεῖσαι, οἷα δὴ ἐχρῶντο πολεμίῳ. ἐκ τῆς τοιαύτης δὴ αἰτίας ταραχῆς οὐ φαύλης τινὸς αἱ κατὰ τὴν ἑσπέραν ἐνεπλήσθησαν πόλεις. ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους τῶν τοῦ μεγάλου λογοθέτου υἱῶν Δημήτριος μὲν ὁ Ἄγγελος Στρουμβίτζης ἐπίτροπος ἦν, Μιχαὴλ δὲ ὁ Λάσκαρις, Μελενίκου, πόλεων Μακεδονικῶν· οἳ δὴ γυναικὸς ἀδελφοὶ ὄντες τοῦ πανυπερσεβάστου, γράμματα πέμπουσι πρός τε ἐκεῖνον καὶ τὴν ἀδελφὴν, προφανῶς μὲν αὐτῶν ἀποστασίαν οὐ κατηγοροῦντα, πρόφασιν μέντοι οὐκ ἀγεννῆ τινα παρεχόμενα ὑποψίας. λέξεών τε γὰρ εὐπόρουν ἀμφιβόλων, καὶ φιλίας ἀνεμίμνησκον ἀρχαίας καὶ συνδιατριβῆς, καὶ τοῦ δεῖν ἀλλήλοις εὐνοεῖν ἄλλων τε ἕνεκα πλειόνων καὶ μάλιστα τῶν ἐκ τῆς συγγενείας ἐνεχύρων. τοὺς τὰ τοιαῦτα τοίνυν γράμματα κομίζοντας στρατιῶται συλλαβόντες κατὰ τὴν ὁδὸν, οἳ ἦσαν ἐπ' αὐτὸ τοῦτο τεταγμένοι φυλάττειν τὰς ὁδοὺς τοῦ πρὸς τὸν πανυπερσέβαστον ἕνεκα πολέμου, καὶ τὰ γράμματα ἀφελόμενοι, πρὸς μὲν Βυζάντιον ὡς βασιλέα τὸν πρεσβύτερον τὰ γράμματα κομίσαι οὐκ ἔγνωσαν δεῖν, τὸν μέγαν λογοθέτην τὰ μέγιστα παρὰ βασιλεῖ δυνάμενον δεδοικότες, εἰς Διδυμότειχον δὲ ἦλθον φέροντες τῷ νέῳ βασιλεῖ. ἐπαινέσας δὲ αὐτοὺς τῆς συνέσεως καὶ εὐβουλίας, ἀπέλυσεν εὖ ποιήσας ὁ βασιλεύς. τὰ μέντοι γράμματα εἰς Βυζάντιον τῷ μεγάλῳ πέμψας λογοθέτῃ, παρῄνει τε καὶ συνεβουλεύετο αὐτὰ φιλικῶς, ὡς τὰ μὲν γράμματα ταυτὶ τῷ κηδεστῇ πέμψειαν οἱ υἱοὶ γέμοντα πολλῆς ὑποψίας, αὐτὸν δὲ ἐκείνων τε ὄντα πατέρα καὶ τῇ Ρωμαίων ἡγεμονίᾳ τὴν δυνατὴν ὠφέλειαν ὀφείλοντα εἰσφέρειν, οἷα τῶν κατ' αὐτὴν πραγμάτων δι' αὐτοῦ διοικουμένων, χρεὼν ἐκείνους τε ἀπαθεῖς κακῶν τηρεῖν καὶ τὴν προσδοκωμένην ἀπ' αὐτῶν προαναστέλλειν βλάβην. τοῦτο δὲ γένοιτ' ἂν, εἰ αὐτοὺς μὲν τοῦ τῶν πόλεων ἐκείνων ἄρχειν ἀποστήσας, ἑτέρους ἀνυπόπτους ἐπιστήσει, αὐτοῖς δὲ ἑτέρας ἀρχὰς ᾗ ἂν αὐτῷ δοκῇ λυσιτελεῖν ἐγχειρίσει. «ἐμοὶ μὲν οὖν οὐκ ἀγαθὸν ἔδοξεν» εἶπε «τῷ βασιλεῖ τὰ τοιαῦτα γράμματα ποιῆσαι δῆλα, ἀλλὰ μόνῳ σοὶ, ὡς ἂν, συνετὸς ὢν, τά τε δέοντα ὑπὲρ τῶν κοινῶν οἰκονομήσῃς πραγμάτων καὶ τοῖς παισὶ τὰ λυσιτελοῦντα.» βασιλεὺς μὲν οὖν τοιαῦτα τῷ μεγάλῳ συνεβούλευε λογοθέτῃ· ὁ δὲ, πείθεσθαί τε δέον καὶ χάριτας τῆς τῶν υἱῶν κηδεμονίας ὁμολογεῖν, τοὐναντίον ἐποίει πᾶν. τραχέως γὰρ ἀποκρινάμενος καὶ σκληρῶς, ἐπὶ τέλει προσέθηκε καὶ τοῦτο, ὡς καὶ τοῖς ὄνοις ἡ παροιμία δίδωσι τὸν ξέοντα ἀντιξέειν. ταύτην μὲν οὖν ἑαυτοὺς ἀνερευνῶντες ὑπενόουν αἰτίαν εἰς τὸ πολεμεῖσθαι παρεσχημένους, τὸν μέγαν ὑπολογιζόμενοι παροξυνθέντα διὰ ταῦτα λογοθέτην εἰς τὸ πολεμεῖν παρακαλέσαι τὸν βασιλέα· σαφὲς μέντοι εἶχον οὐδὲν εἰδέναι. ἄξιον δὲ καὶ οἵας εὐεργεσίας πρός τε λογοθέτην τὸν μέγαν καὶ πρὸς τὸν πρωτοβεστιάριον Ἀνδρόνικον τὸν Παλαιολόγον, τοὺς τοῦ τρίτου τουτουὶ πολέμου μάλιστα αἰτιωτάτους γεγενημένους, βασιλεὺς ὁ νέος ὑπῆρξε, διηγήσασθαι διὰ βραχέων, ὡς ἂν πρὸς οἷον ἠγνωμόνουν εἰδείημεν εὐεργέτην. ὁ γὰρ πρωτοβεστιάριος οὑτοσὶ Παλαιολόγος Ἀνδρόνικος, τῆς τοῦ πρεσβυτέρου βασιλέως Ἀνδρονίκου παῖς ὢν ἀδελφῆς τῆς Ἄννης, ἣ συνῴκει Μιχαὴλ τῷ δουκὶ τῶν Πάτρας ἀρχόντων ἑνὶ καὶ τῆς κατ' αὐτὴν Θεσσαλίας, ἔκ τινος διαφορᾶς πρὸς τὸν μέγαν λογοθέτην ἀπεχθῶς διατεθεὶς, πρὸς τὸν νέον βασιλέα ἐλθὼν πολλά τε καὶ ἄκοσμα διεξῄει κατ' αὐτοῦ, καὶ τελευταῖον προσετίθει, ὡς ἤδη πρὸς τὴν πρὸς αὐτὸν ἀπέχθειαν ἀπειρηκὼς, βούλοιτ' ἂν αὐτὸν συγκόπτειν πολλαῖς ταῖς πληγαῖς, κἂν δέῃ διὰ τοῦτο καὶ ἀποθνήσκειν· δι' ὃ καὶ ἀμύνειν αὐτῷ, εἴ τι μετὰ ταῦτα διὰ τὸ τόλμημα ἐπίοι δεινὸν, ἐδεῖτο. ἀκούσας δὲ ὁ βασιλεὺς, λόγοις τε πολλοῖς καὶ παραινέσεσι τὸν πρωτοβεστιάριον ἀπάγειν τοῦ τολμήματος ἐπεχείρει· ὡς δὲ οὐκ ἔπειθε, καὶ διαθήσειν ἠπείλησε τὰ χαλεπώτατα, εἰ μὴ παύσοιτο τοιούτοις ἐπιχειρῶν. ἔφη γὰρ, εἰ μὲν πρὶν μηδὲν πρὸς αὐτὸν τοιοῦτον εἰπεῖν τι εἰργάζετο τῶν ἀτόπων, δεινὸν μὲν ἂν ἦν, οὐδὲν δὲ αὐτῷ διαφέρειν· ἐπειδὴ δὲ αὐτῷ φανερὰν κατέστησε τὴν γνώμην, ἀδύνατον εἰς ἔργον τὴν βουλὴν προαγαγεῖν. τὴν γὰρ εἰς τὸν μέγαν λογοθέτην παροινίαν, διοικητὴν τῶν βασιλέως ὄντα πραγμάτων, εἰς ἐκεῖνον ἄγειν τὴν ὕβριν, ἃ μὴ δέον αὐτὸν συγχωρεῖν. τούτοις μὲν οὖν ὁ πρωτοβεστιάριος ἐπείθετο δείσας, καὶ ἀπέσχετο τοῦ τὸν μέγαν λογοθέτην τὰ αἴσχιστα διαθεῖναι. ὀλίγαις δὲ ὕστερον ἡμέραις βασιλεὺς ὁ πρεσβύτερος, εἴτ' ἐκ διαβολῆς εἴτε καὶ ἄλλως, τοσοῦτον ἐξώργιστο κατὰ πρωτοβεστιαρίου, ὡς καὶ εἷρξαι θελῆσαι. πέμψας τοιγαροῦν πρὸς βασιλέα τὸν νέον τὸν μέγαν λογοθέτην, ἄλλα τε πολλὰ τοῦ πρωτοβεστιαρίου κατηγόρει, καὶ ὅτι λοιδορούμενος αὐτὸν οὐ παύεται καὶ διασύρων, δι' ἃ δὴ καὶ μόνα δίκαιος εἶναι τὴν ἐσχάτην δοῦναι δίκην· οὐ ταῦτα δὲ μόνον, ἀλλ' ὅτι καὶ ἀποστασίαν ἀπ' αὐτῶν ἐννοεῖ. τούτων οὖν ἕνεκα πάντων εἰς δεσμωτήριον αὐτὸν ἐμβαλεῖν δέον εἶναι οἰηθεὶς, καὶ αὐτῷ τὴν γνώμην δηλοῦν, ὡς ἂν εἰδείη τε καὶ αὐτὸς ἅμα καὶ συνεπιλαμβάνοιτο πρὸς τὸ ἔργον. πρὸς ταῦθ' ὁ νέος ἀπεκρίνατο βασιλεὺς τοιαῦτα· «θειότατε βασιλεῦ, τὸ μὲν πρωτοβεστιάριον τὸν ἐμὸν θεῖον ἀκόλαστόν τε εἶναι περὶ τὴν γλῶτταν καὶ πρὸς λοιδορίας εὐχερῆ, καὶ αὐτὸς συνομολογήσαιμι ἄν· διὸ καὶ αὐτὸς συνεπιψηφίζομαι τιμωρίας ἄξιον εἶναι τῆς προσηκούσης. τοὺς γὰρ ἐπιφανεστέρους μᾶλλον τῶν ἀνδρῶν καὶ προσήκοντας βασιλεῦσι τά τε ἄλλα συνετοὺς καὶ κοσμίους εἶναι δεῖ καὶ πρὸς πᾶσαν ἀρετῆς ἰδέαν ἐπιτηδείους, καὶ τὴν γλῶτταν πρό γε τῶν ἄλλων εὐφήμους, οἷα δὴ τοῖς ὑποδεεστέροις ὥς τινα παραδείγματα κοινὰ καὶ τύπους κειμένους, πρὸς οὓς ὁρῶντες οἱ πολλοὶ, ῥυθμίζοιντ' ἂν πρὸς τὸ βέλτιον. ἀποστασίαν μέντοι οὔτ' αὐτὸς κατέγνων αὐτοῦ ποτε, οὔτε παρ' ἄλλου σαφῶς ἀκήκοα εἰδότος· οὐ δὴ δίκαιον λόγοις ἁμαρτόντα ἔργῳ τὴν κόλασιν ὑποσχεῖν, ἀλλὰ μᾶλλον ἐφ' οἷς ἥμαρτε τυχόντα συγγνώμης, λόγοις σωφρονίζειν τοῦ λοιποῦ καὶ ἀπειλεῖν, εἰ μὴ παύοιτο τοιαῦτα ἁμαρτάνων, ὡς καὶ ὧν ἀφίεται νῦν ὁμοῦ πάντων ἐν τῷ τότε ὑφέξοντα τὰς δίκας·» οὕτω γὰρ πρωτοβεστιάριόν τε ἂν σωφρονέστερον γενέσθαι, αὐτόν τε οὐ ζημιώσεσθαι ἄνδρα τῶν ἐπιφανῶν καὶ καθ' αἷμα προσηκόντων. τοιαῦτα συμβουλεύων ἐδεῖτο πείθεσθαι καὶ τὴν ὀργὴν πρωτοβεστιαρίῳ ὑφεῖναι. εἰ δ' ἄρα ἀνενδότως ἔχει καὶ μὴ βούλοιτο συγγνώμης ἀξιοῦν, κύριον ὄντα πάντων ὅ, τι ἂν ἐθέλῃ ἐξεῖναι ἔλεγε ποιεῖν. συνήρατο δ' ἂν καὶ αὐτὸς πρὸς τὸ τιμωρήσασθαι τὸν ὑβριστὴν, εἴγε ἐνδεᾶ τῆς δυνάμεως ἑώρα τὴν βούλησιν κεκτημένον· ἐπεὶ δὲ ὅσα ἂν ᾖ βουλομένῳ καὶ δυνατός ἐστι καταπράξασθαι, περαινέτω τὴν βουλήν. Ταῦτα τοῦ μεγάλου λογοθέτου πρὸς βασιλέα τὸν πρεσβύτερον ἀπαγγείλαντος, εἴτε τοῖς βεβουλευμένοις ὡς λυσιτελέσιν ὁ βασιλεὺς πεισθεὶς, εἴτε τὴν τοῦ νέου καλοκἀγαθίαν αἰδεσθεὶς, τοῦ κακῶς ποιεῖν τὸν πρωτοβεστιάριον ἀπέστη. οὕτω μὲν ἀμφοτέροις ὁ νέος βασιλεὺς, τῷ μὲν τοῦ μὴ πληγαῖς πρὸς τῷ ἀτιμασθῆναι συγκοπῆναι, τῷ δὲ τοῦ μὴ διὰ βίου δεσμωτήριον οἰκεῖν, αἰτιώτατος ἐγεγόνει. αὐτοὶ δὲ μετὰ μικρὸν ἐκ τοῦ ἄκρως ἐκπεπολεμῶσθαι εἰς φιλίαν συνελθόντες καὶ ὅρκοις ἐμπεδώσαντες ἀλλήλους ἦ μὴν φρονήσειν ταὐτὰ, πρὸς τὸν κατὰ τοῦ νέου βασιλέως πόλεμον αὐτοί τε ἐξηρτύοντο καὶ τὸν βασιλέα παρεκάλουν, ἀπάταις χρώμενοι καὶ διαβολαῖς· καὶ τῆς εὐεργεσίας ἀπεδίδοσαν χάριν τὸ μέχρι θανάτου πολεμεῖν. ἀλλ' ἐκεῖνοι μὲν οὕτω· βασιλεὺς δὲ ὁ πρεσβύτερος τὸν πρωτοβεστιάριον ἄρχοντα καταστήσας Βαλαγράδων, προσηνῶς τε καὶ ἡμέρως ὁμιλήσας καὶ πολλὰ ἐπαγγειλάμενος εὖ ποιήσειν, ἐξέπεμψεν, ὅσων ἂν δέοι πρὸς τὸν πόλεμον εἶναι παρεσκευασμένον παραγγείλας, ὡς ἅμα τῷ δέξασθαι γράμματα παρ' αὐτοῦ βασιλεῖ τῷ νέῳ τὴν ἐκ τῆς ἑσπέρας ἐπάξων στρατιάν. ἀπὸ δὲ Βυζαντίου πρὸς τὸν νέον Ἀνδρόνικον ἧκον γράμματα παρὰ τῶν φίλων, σαφῶς ἀπαγγέλλοντα, τὸν πρεσβύτερον βασιλέα πρὸς τὸν πόλεμον παρασκευάζεσθαι. διὸ καὶ ἐδόκει δεῖν αὐτῷ ἅμα τῷ μεγάλῳ δομεστίκῳ καὶ πρωτοστράτορι βουλευτέα εἶναι περὶ τοῦ πολέμου. βουλευσαμένοις δὲ μεγαλοψυχίᾳ ὥσπερ καὶ ἐπὶ τῶν προτέρων πολέμων ἐδόκει χρῆσθαι καὶ μὴ προεξανίστασθαι, ἀλλὰ τὸν ἀπὸ τῶν πραγμάτων ἔλεγχον περιμένειν, ἅμα καὶ ἐλπίζοντες περιγενήσεσθαι τοῦ πολέμου, ἀμύνοντος αὐτοῖς καὶ τοῦ θεοῦ παρασπονδουμένοις· αὐτοὶ γὰρ οὔτε λόγῳ αἰτίαν παρασχεῖν τοῦ λελύσθαι τὰς σπονδάς. πείρας δὲ χάριν ἐδόκει πρὸς Βυζάντιον ἀπελθεῖν ὡς ἢ φανεροῦ γενησομένου ἅμα τῷ αὐτοὺς ἀφικέσθαι τοῦ πολέμου ἢ διαλυθησομένου, τῶν κινούντων καταπληξάντων. βασιλεῖ πᾶν οὖν τῷ νέῳ καὶ τοῖς φίλοις οὕτως ἐδόκει.

μδʹ. Καὶ ὕστερον οὐ πολλαῖς ἡμέραις κατὰ τὰς ἀρχὰς Ὀκτωβρίου τῆς ἑνδεκάτης ἰνδικτιῶνος ἐκ Διδυμοτείχου ἦλθον εἰς Σηλυβρίαν, στρατιὰν μὲν οὐκ ἐπαγόμενοι τοῦ μὴ δοκεῖν ἐξεπίτηδες πρὸς πόλεμον χωρεῖν, ἅμα δὲ οἰκέταις καὶ τῶν φίλων οὐκ ὀλίγοις. ὡς δὲ ἐπύθετο ὁ πρεσβύτερος βασιλεὺς, τόν τε δικαιοφύλακα Γρηγόριον τὸν Κλειδᾶν καὶ Νίφωνα τὸν ἐπίσκοπον Μογλαίνων πρὸς τὸν ἔγγονον ἀπέστειλεν εἰς Σηλυβρίαν, εἰς Βυζάντιον κελεύων μὴ ἐλθεῖν· οὐδὲ γὰρ ἂν αὐτῷ τὴν εἴσοδον παραχωρήσειν, ὅτι τὰς πρὸς αὐτὸν σπονδὰς παραλύσειε καὶ τοὺς ὅρκους· κἄν τι περὶ αὐτὸν συμβῇ τῶν ἀβουλήτων, οὐκ ἐκείνῳ, ἀλλ' ἑαυτῷ τὴν αἰτίαν λογίζεσθαι παρεσπονδηκότι. τούτων ἀκούσας ὁ νέος βασιλεὺς, ἤλγησε μὲν οὐχ ἥκιστα ἐπὶ ταῖς ἀγγελίαις· μικρὸν δὲ ἐπισχὼν, «ἐβουλόμην» εἶπε «μὴ τοσοῦτον ἀμνήμονα τὸν ἐμὸν κύριον καὶ βασιλέα ἧς ἔργοις αὐτοῖς εὐπειθείας καὶ δουλείας πρὸς αὐτὸν ἐνεδειξάμην ὀφθῆναι νῦν· ἐπεὶ δ' ἡ τῶν ἐμῶν ἁμαρτημάτων πληθὺς ἐπίορκον καὶ τῶν πρὸς αὐτὸν συμβάσεων ἀθετητὴν καὶ οἴεσθαι ἀνέπεισε καὶ λέγειν, δέον εὐγνώμονα καὶ φιλοπάτορα καὶ αὐτῷ ὑπείκοντα λογίζεσθαι πάντα, πρῶτον μὲν ἐν καιρίῳ οἴομαι τὴν πρὸς ἐμὲ ὑμῶν ἄφιξιν γεγενῆσθαι, συνετῶν ὄντων καὶ δυναμένων μάλιστα ἀπὸ τῶν λεγομένων τὰ ἀληθῆ καὶ τὰ δέοντα συνεῖναι. ἔπειτα ἐρωτῶ, εἰ καὶ παρὰ τοῦ ἐμοῦ κυρίου καὶ βασιλέως ἐπιτέτραπται ὑμῖν, ἅ τε ἠδίκηκα ἐγκαλεῖν καὶ τούτων τὴν ἀπολογίαν δέχεσθαι διεξιόντος. ἐλπίζω γὰρ ἐκ πολλοῦ τοῦ περιόντος ἀπολύσασθαι τὰ ἐγκλήματα.» τῶν δὲ εἰπόντων μηδὲν πλέον ἐπιτετράφθαι ἢ ὅσον μὴ εἰς Βυζάντιον ἀπαγγείλαντας ἥκειν, αὖθις ἀναστρέφειν, «ἀπαγγείλατε τοίνυν» ἔφη «τῷ ἐμῷ κυρίῳ καὶ βασιλεῖ, ὅτι τὸν ἔφορον τῆς ἀληθείας ἐπιμαρτύρομαι θεὸν καὶ αὐτὸν ἀλήθειαν καλούμενον καὶ ὄντα, ὡς οὔτε πρότερον, οὔτ' ἐν τῷ νῦν ἀδίκως κατ' ἐμοῦ κινουμένῳ πολέμῳ, οὔτ' ἔργοις οὔτε μὴν ἐν ῥήμασιν ἐμαυτῷ τι σύνοιδα πεπραγμένον κατὰ σοῦ. διὸ καὶ ἱκέτης γίνομαί σου πρὸς αὐτοῦ τοῦ θεοῦ τὸ ὀργίζεσθαι ἀποθέμενον, συμπαθείᾳ χρήσασθαι καὶ πρᾳότητι, καὶ τοῦ δικαίου καὶ λυσιτελοῦντος ἔξω ποιεῖν μηδέν. εἰ δ' ἄρα τοῦ δαίμονος ἡ δυσμένεια, δι' ἣν πολλάκις ἐν κακοῖς τεταλαιπώρηκα, τῆς μὲν δουλείας καὶ εὐπειθείας, ἣν ἔργοις αὐτοῖς ἐπεδειξάμην ἐν παντὶ τῷ παρασχόντι, παρεσκεύασεν ἐπιλελῆσθαι, τοῖς διαβάλλουσι δὲ καὶ συκοφαντοῦσιν ἀνέπεισε προσέχειν καὶ τὸν κατ' ἐμοῦ πόλεμον κινεῖν, δέομαι αὖθις μὴ ἐρήμην οὕτω καταψηφίσασθαι, ἀλλὰ τά τε ἐγκλήματα δηλῶσαι καὶ τόπον ἀπολογίας παρασχεῖν. εἰ μὲν οὖν διαφύγω τὴν δίκην, τὰ ἐγκλήματα ἀπολυσάμενος, εὖ ἂν ἔχοι· ἂν δ' ἐπιορκῶν ἁλῶ καὶ παρασπονδῶν, οὐδεμιᾶς ἀξιῶ τυχεῖν συγγνώμης, ἀλλὰ πᾶν ὁτιοῦν πάσχειν αὐτὸς τιμῶμαι.» βασιλεὺς μὲν οὖν ὁ νέος τοῖς πρέσβεσι τῷ πάππῳ τοιαῦτα ἐκέλευεν ἀπαγγέλλειν· οἱ δ' ἐπυνθάνοντο αὖθις, εἰ μηδὲν ἑαυτῷ σύνοιδε τοὺς πρὸς βασιλέα τὸν πάππον γεγενημένους ὅρκους παραβεβηκὼς, οἰόμενοι πεῖσαι ἂν βασιλέα ῥᾳδίως διαλύσασθαι πρὸς τὸν ἔγγονον, εἰ μηδὲν ἐπιορκοῦντα πύθοιτο αὐτόν. τοῦ δὲ ἰσχυρισαμένου ἄχρι τότε παρεσπονδηκέναι μηδαμῶς, χαίροντες εἰς Βυζάντιον ἐπανῆκον, ἐλπίζοντες τὸν πόλεμον τῶν βασιλέων καταλύσειν· τὸ δ' ἐναντίως ἢ ἀπέβη προσεδόκων. ἀπαγγειλάντων γὰρ ὅσα βασιλεὺς ὁ νέος πρὸς τὸ μὴ παρεσπονδηκέναι παραιτεῖται, οὐδὲν μᾶλλον ὁ πρεσβύτερος ὑφῆκε τῆς ὀργῆς, ἀλλ' ἐκείνοις μὲν ἀπεκρίνατο οὐδέν· τῷ πατριάρχῃ δὲ Ἠσαΐᾳ τὸ μνημονεύειν ἐν ταῖς ἱεροτελεστίαις τοῦ ἐγγόνου μήτ' ἐν τῷ τῆς τοῦ θεοῦ Σοφίας νεῷ, μήτ' ἐν τοῖς ἄλλοις ἱεροῖς ἐκέλευε συγχωρεῖν· καὶ αὐτῶν γὰρ τῶν ἐν βασιλείοις ἱερῶν ἀπεληλακέναι τὴν τούτου μνήμην. ὁ πατριάρχης δὲ τὴν αἰτίαν ἠρώτα, δι' ἣν ἂν ἐκβάλλοιτο τῶν ἱερῶν ἡ μνήμη τοῦ βασιλέως· εἰ μὲν γὰρ εἴς τι τῶν ἀλλοτρίων τῆς ἐκκλησίας ἐξώκειλε δόγμα, οὐδ' οὕτω πρὸ πάσης παραινέσεως καὶ πείρας τῶν ἱερῶν ἐκβάλλειν χρὴ, ἀλλ' αὐτὸν ὑπὸ τοῦ θεοῦ τῶν ἱερῶν τῆς ἐκκλησίας προστάτην ἀποδειχθέντα δογμάτων καὶ κηδεμόνα ψυχῶν, οὐκ ἄχρι Ρηγίου μόνον, ὅπου βασιλεὺς ὁ νέος διατρίβει, ἀλλὰ καὶ εἰς ἐσχατιὰς γῆς ὑπὲρ ψυχῆς κινδυνευούσης ὀφείλειν τε καὶ προθυμεῖσθαι βαδίζειν. διὰ τοῦτο δέον εἶναι πρῶτον πρὸς αὐτὸν ἀπελθεῖν· κἂν μὲν, θεοῦ συναιρομένου, πολλὰ διδαχθεὶς καὶ νουθετηθεὶς τὴν κακοδοξίαν ἀπόθηται, τὴν ἀλήθειαν ἀσπασάμενος καὶ τὸ ὑγιαῖνον τῶν δογμάτων ἐπεγνωκὼς, πανταχόθεν ἂν ἔχοι καλῶς, τῇ τε ἐκκλησίᾳ, τοῦ κατὰ πνεῦμα, καὶ σοὶ, τοῦ σωματικοῦ παιδὸς, τοῖς τε Ρωμαίοις, τοῦ βασιλέως σεσωσμένου. ἂν δ' ἐθελοκακῶν φανῇ καὶ πρὸς τὰς αὐγὰς τῆς ἀληθείας καμμύων ἑκοντὶ τοὺς ὀφθαλμοὺς, καὶ οὐδὲ μικράν τινα παρέχων ἐλπίδα τοῦ ἰατρευθῆναι ἄν ποτε, οὐ τῶν ἐν Βυζαντίῳ ἱερῶν μόνον αὐτοῦ τὴν μνήμην ἐκβαλῶ, ἀλλὰ καὶ τοῖς ὁποιδήποτε γῆς Χριστιανοῖς ἐκκήρυκτον αὐτὸν ποιήσω.» ἀποκριναμένου δὲ τοῦ βασιλέως, οὐ διαστροφὴν τῆς πίστεως τῷ ἐγγόνῳ ἐγκαλεῖν, ἀλλὰ τῶν εἰς αὐτὸν ὅρκων ἀθέτησιν καὶ τῶν συνθηκῶν, ἔτι τε αὐθάδειαν καὶ ἀπείθειαν, καὶ διὰ τοῦτο νουθεσίας καὶ παιδείας χάριν τὸ τοιοῦτον ἐπινενοηκέναι, πάλιν δὲ αὐτοῦ τὴν διόρθωσιν ἀξίαν ἐπιδειξαμένου τῶν ἡμαρτημένων, αὐτὸν τὰ δέοντα ποιήσειν· «οὐκοῦν» εἶπεν ὁ πατριάρχης «δέομαί σου, κράτιστε βασιλεῦ, μίαν ἐμοὶ χάριν ταύτην καταθεῖναι μεγίστην, τὸ πρὸς αὐτὸν ἐπιτρέψαι ἀπελθεῖν·» ἐλπίζειν γὰρ βασιλέα τὸν νέον πείσειν, εἴ τί τε ἡμάρτηται πρότερον, ἐπανορθώσασθαι καὶ ἀσφαλῶς εἰς τὸ ἑξῆς τὰ δέοντα ποιεῖν, τά τε μεταξὺ προσκόμματα καὶ τὰς αἰτίας τοῦ πολέμου ποιήσειν ἐκποδών. ἀηδῶς δὲ ὁ βασιλεὺς ἐπὶ τοῖς εἰρημένοις διατεθεὶς, «ἐχρῆν» εἶπε «τοῖς ἐμοῖς ἀπολυπραγμόνως πείθεσθαι λόγοις, καὶ τὸ κελευόμενον ἀντιλέγοντα μηδὲν ποιεῖν· ἐπεὶ δ' οὐκ οἶδ' ᾧτινι χρώμενος λογισμῷ τἀναντία καὶ λέγειν καὶ πράττειν προῄρησαι, ἐμοὶ δέον συνεργεῖν, αὐτὸς ἂν εἰδείης ἃ δέον ποιεῖν.» οὕτω μὲν οὖν βασιλεύς τε καὶ πατριάρχης ἀσύμφωνοι ταῖς γνώμαις ἦσαν. διὸ καὶ ἐν μὲν βασιλείοις τὴν τοῦ νέου βασιλέως ἀπείρητο ποιεῖσθαι μνήμην· ἐν δὲ τοῖς κατὰ Βυζάντιον λοιποῖς ἱεροῖς καὶ ἐν αὐτῷ τῷ τῆς Σοφίας τοῦ θεοῦ τεμένει τῷ ἱερῷ, ὡς ἔθος ἦν, ἡ μνήμη τῶν βασιλέων ἐτελεῖτο.

μεʹ. Βασιλεὺς δὲ ὁ νέος ἐν τῷ περὶ τὸ Ρήγιον Ἐννακόσια προσαγορευομένῳ χωρίῳ ἀπὸ τῆς ἀρχῆς μάλιστα Ὀκτωβρίου ἄχρι καὶ Δεκεμβρίου διατρίβων μηνὸς, ἐδεῖτο τοῦ πρεσβυτέρου βασιλέως, μὴ αὖθις τὰ Ρωμαίων πράγματα εἰς φθορὰν καὶ ταραχὴν ἐμβαλεῖν, ἀλλ' ἔλεον τῶν ὑπηκόων σχόντα, μὴ ἐπὶ πλέον τὸν πόλεμον ἐξάγειν. ὡς ἂν δὲ αὐτὸν τὴν εἰρήνην πείσῃ μᾶλλον ἑλέσθαι, καὶ τοιοῖσδε πρὸς αὐτὸν διὰ πρέσβεων ἐχρῆτο λόγοις· «τῆς ἐμῆς, ὦ βασιλεῦ, σπουδῆς τε καὶ προθυμίας ὑπὲρ τῶν κοινῇ τῇ Ρωμαίων ἡγεμονίᾳ συμφερόντων οὐχ ἕτερόν τινα ἀξιόχρεων ἢ σὲ μάρτυρα ἔξεστι παρασχεῖν. οἶσθα γὰρ, ὅπως, Προυσηνῶν ὑπὸ Περσῶν πολιορκουμένων καὶ ὅσον οὔπω ἁλώσεσθαι προσδοκωμένων διὰ τὸ τὸν σῖτον παντάπασιν ἐπιλελοιπέναι, πυθόμενος αὐτὸς αὐτόκλητος εἰς Βυζάντιον ἧκον, δεόμενός τε ἅμα καὶ συμβουλεύων, τοῖς πολιορκουμένοις τὴν δυνατὴν πρόνοιαν εἰσενεγκεῖν. αὕτη δ' ἦν τὸ ἐμὲ ἅμα τῇ στρατιᾷ ναυσὶ πρὸς τὴν Τρίγλειαν περαιωθέντα, ἐπεὶ οὐ πολὺ Προύσης διέχει, τοῖς τε βαρβάροις, ἢν δύνωμαι, ἐπιθέσθαι καὶ Προυσηνοῖς τὰ ἐπιτήδεια ἐσκομίσαι· τούτου δὲ γενομένου, ἐλπὶς αὐτοὺς χρόνον πολὺν πρὸς τὴν πολιορκίαν ἀντισχήσειν· τἄλλα γὰρ ἡ πόλις ἅπαντα κατεσκεύασται καρτερῶς. ἐγὼ μὲν οὖν οὕτω προθυμίας εἶχον πρὸς τὸ Προυσηνοῖς βοηθεῖν αὐτὸς διακινδυνεύων, σοῦ δὲ μὴ ἐφιέντος, ἄκων κατεσχέθην· ὃ καὶ μάλιστα αἴτιον ἔδοξε γεγενῆσθαι τοῦ Προῦσαν ὑπὸ τοῖς πολιορκοῦσι βαρβάροις γεγενῆσθαι. ταῦτα δὲ διῆλθον, οὐχ ἵν' ἁπλῶς οὕτω φιλοτιμήσωμαι, ἀλλ' ἵν' ἐπιδείξαιμι ἐκ πολλοῦ τοῦ περιόντος, ὅτι εἰ μιᾶς ἕνεκα πόλεως κινδυνευούσης οὕτω περιεκαιόμην καὶ δεῖν ἐνόμιζον ἢ βοηθεῖν αὐτῇ ἢ καὶ αὐτὸς συγκινδυνεύειν, πολὺ μᾶλλον ἂν ἀλγοίην νῦν, ὁμοῦ Ρωμαίων σύμπασαν τὴν ἡγεμονίαν κινδυνεύουσαν ὁρῶν. τὸ γὰρ ἡμᾶς, τοὺς ὑπὲρ αὐτῆς πρὸς τοὺς ἔξω πολεμίους πολεμεῖν δικαίους ὄντας, συῤῥήγνυσθαι ἀλλήλοις οὐκ ἄλλο τι ἢ καταστροφὴν αὐτῆς τελεωτάτην οἴεσθαι χρή. διὸ δὴ καὶ σφόδρα σου δέομαι, βασιλεῦ, εἰ μὲν οἷόν τε, καταλῦσαι τὴν ἔχθραν καὶ τὴν εἰρήνην μᾶλλον ἢ τὸν πόλεμον ἑλέσθαι. εἰ δ' ἐπὶ τοσοῦτον οἱ τῶν συκοφαντῶν ἴσχυσαν λόγοι, ὥστ' ἐμὲ πολλὰ περὶ εἰρήνης δεόμενον ἀνύειν μηδὲν, τό γε δεύτερον ἱκετεύω, ἐπὶ σοῦ ἅμα δύο ἢ καὶ τρισὶν ἐλθόντα δικασθῆναι. κἂν μὲν ἀπολύσωμαι τὰς αἰτίας, καλῶς ἂν ἔχοι· ἂν δ' ἀδικῶν ἁλῶ καὶ ἐπιορκῶν, τῶν μακρῶν ἀπαλλαγήσῃ πόνων, ἔχων ἐν χερσὶ τὸν ἀδικοῦντα, καὶ μὴ φείσῃ, πρὸς αὐτοῦ θεοῦ, ἀλλὰ κόλασον ἀξίως τῶν ἁμαρτημάτων. εἰ δὲ μὴ τοῦτό σοι ἀρεστὸν, τὸ αὐτὸν ἐμὲ ἐπὶ σοῦ ἐλθόντα δικασθῆναι, ἀλλ' ὁ μέγας δομέστικος γοῦν ἐλθὼν δικαζέσθω ὑπὲρ ἐμοῦ. κἂν καὶ αὐτὸς ἁλῷ, τὰ ἔσχατα ὑπομενέτω· πάντως δὲ οὐδὲν ἧττον ἀλγήσω, ἢ εἰ αὐτὸς ἐν τῷ σώματι ὑφιστάμην τὰ δεινά.» Τοιαῦτα μὲν βασιλεὺς ὁ νέος ἐπέστελλε πρὸς τὸν πάππον καὶ βασιλέα· καὶ ὁ μέγας δὲ δομέστικος τοιαῦτα ἔγραψε, δεόμενος περὶ τῶν αὐτῶν· «κράτιστε βασιλεῦ, ἀμφότερά σε οἴομαι σαφῶς πεπεῖσθαι περὶ ἐμοῦ, ὅτι τε εὐνοϊκῶς διάκειμαι καὶ φιλίως περί σε καὶ οὐδενός σοι δουλεύειν ἧττον αἱροῦμαι, τούτων ἀποδείξεις σαφῶς τῶν πραγμάτων ἐν πολλοῖς παρασχομένων, καὶ ὅτι τὴν κοινὴν τῶν Ρωμαίων εὐδαιμονίαν οὐ τῶν ὄντων μόνον, ἀλλὰ καὶ αὐτῆς ζωῆς προθύμως ἀλλαξαίμην ἄν. νυνὶ δέ σε ὁρῶν ἐξ οὐδεμιᾶς αἰτίας λύοντα μὲν τὰς σπονδὰς, ὡρμημένον δὲ πολεμεῖν, σφόδρα μὲν ἀλγῶ καὶ παραπλήσιον θανάτου, τὰς συμφορὰς, αἳ περιστήσονται Ρωμαίους ἐκ τοῦ πρὸς ἀλλήλους ἐννοῶν πολέμου· δέομαι δέ σου μὴ τοιούτοις κακοῖς τοὺς ὑπηκόους περιπεσόντας περιϊδεῖν, ἀλλὰ στῆσαι τὴν συμφορὰν, βασιλεῖ τῷ ἐγγόνῳ διαλλαγέντα, οὐδὲν, ὅσα γε ἐμὲ εἰδέναι, οὔτε ἐν πράγμασιν οὔτε ἐν λόγοις, οὔτε πρότερον προσκεκρουκότι οὔτε νῦν, οἶσθα δὲ σαφῶς, ὡς οὐδὲν οὔτε φθέγγεται οὔτε πράττει, μὴ συνειδότος ἐμοῦ· μὴ δὴ τὰς συκοφαντίας τῶν ἐπ' ὀλέθρῳ ἡδομένων τῷ κοινῷ τῆς κοινῆς προθεῖναι σωτηρίας, μηδ' αὐτοῖς πεισθῆναι πρὸς τὸ πολεμεῖν ἐνάγουσιν, ἐξ αὐτῆς τῆς πείρας ἀκριβῶς δεδιδαγμένος, ὡς ἀδυνάτοις ἐπιχειροῦσι καὶ ἄχθος ἆραι τὴν δύναμιν αὐτῶν ἐθέλουσιν ὑπερβαῖνον. καταλύων μὲν οὖν τὸν πόλεμον, τὰ δέοντα βουλεύσῃ καὶ σαυτῷ καὶ ἡμῖν· τοὐναντίον δὲ ποιῶν, οὐκ οἶδα ὁποτέροις μᾶλλον ἀλυσιτελέστερον βουλεύσῃ. βασιλεὺς μὲν οὖν ὁ σὸς ἔγγονος δίκῃ διαλύεσθαι τὰ ἐγκλήματα προκαλεῖται, καὶ παρὰ σοὶ δικαστῇ, ὃ πάντες ἂν αὐτῷ συμφαῖεν, ὡς δικαία ἡ ἀξίωσις· ἢ, τό γε δεύτερον, εἰ μὴ αὐτόν σοι κατὰ γνώμην πρὸς τὴν δίκην ἀπαντῆσαι, ἀλλ' αὐτὸν ἐμὲ ὑπὲρ τῶν αὐτῷ διαφερόντων τὰς εὐθύνας παρασχεῖν. εἰ μὲν οὖν αὐτὸν ἐλθεῖν κελεύσεις, πέπεισμαι σαφῶς, ὡς ὀφθεὶς μόνον ἀραχνίων ἱστῶν ἀδρανεστέρας ἀποδείξει τὰς συκοφαντίας· εἰ δὲ, τό γε δεύτερον, ἐμὲ, ἐλπίζω καὶ αὐτὸς οὐ μόνον οὐδὲν ἠδικηκότα, ἀλλὰ καὶ φιλοπάτορα καὶ τὴν προσήκουσα αἰδῶ καὶ εὐπείθειαν μέχρι παντὸς ἐπιδεδειγμένον ἀποδείξειν. εἰ δ' ἀμφοτέρων τούτων καταφρονήσεις, πεισθεὶς τοῖς συκοφαντοῦσιν, ἡμᾶς μὲν ὁ θεὸς οὐ περιόψεται ἀδικουμένους· ὑμῖν δὲ ὅποι τὰ πράγματα τελευτήσει, ἐμοὶ μὲν ἄμεινον σιωπᾷν, ἡ πεῖρα δὲ διδάξει σαφῶς. πλὴν τὰ παρόντα μοι γράμματα τηρεῖσθαι δέομαι ἐν ἀσφαλεῖ, ὅπως ἐκ τῶν ἀποβησομένων εἰ ἀγαθὸς σύμβουλος ἐγὼ φανῇ.»

μϛʹ. Οἱ μὲν οὖν τοιαῦτα τῷ πρεσβυτέρῳ ἐπέστελλον βασιλεῖ· ὁ δὲ τὰ γράμματα ἀναγνοὺς, οὐδὲν ἀπεκρίνατο πλέον, ἢ ὡς οὐ ῥᾴδιον ἐπὶ δίκῃ οὔτε τὸν ἔγγονον, οὔτε τὸν Καντακουζηνὸν ἐν Βυζαντίῳ δέχεσθαι. βασιλεὺς δὲ ὁ νέος ἀκούσας τὴν βασιλέως ἀπόκρισιν, ἤλγησε μὲν σφοδρῶς ἐφ' οἷς οὕτω παρὰ πάντα δικαίου λόγον καὶ αὐτῆς εἴργετο ἀπολογίας· ἀπαγορεύσας δὲ τὸ βασιλέα πείθειν ἐπιχειρεῖν, τῷ πατριάρχῃ γράφει τοιαῦτα· «δέσποτα πατριάρχα καὶ ἡ περὶ αὐτὸν θεία σύνοδος καὶ ἰερὰ, ἴστε σαφῶς ὅσα βασιλέως μεταξὺ καὶ ἐμοῦ πρὸ χρόνου συμβέβηκέ τινος, διὰ τὰς ἁμαρτίας φαίην ἂν ἔγωγε τὰς ἐμάς. ταῦτα μὲν οὖν ὁ πάντα σοφῶς οἰκονομῶν θεὸς διέλυσέ τε ῥᾳδίως καὶ βαθεῖαν ἐχορήγησεν εἰρήνην· ὅτε δὲ πάντα τὰ ἐν μέσῳ σκῶλα καὶ προσκόμματα περιῃρέθη, καὶ βαθείας ἀπελαύομεν γαλήνης, οὐδ' ἄχρι λογισμοῦ ἐμφυλίου πέρι μηδὲν πολέμου ἐννοοῦντες, αἰφνίδιον ἀνεῤῥάγη κλύδων βαρὺς καὶ χαλεπὴ τρικυμία τὴν Ρωμαίων αὔτανδρον ἡγεμονίαν ἀπειλοῦσα καταδύειν, καὶ συμβέβηκέ τι παραπλήσιον ἡμῖν ὥσπερ καὶ τοῖς νοσοῦσιν. ἐκεῖνοί τε γὰρ κατὰ μὲν τὴν πρώτην μάλιστα τῆς νόσου προσβολὴν, κἂν σφοδρὰ τύχῃ οὖσα χαλεπὴ, ἀντέχουσιν ἰσχυρῶς· ἂν δὲ ῥαΐσασι δεύτερον αὖθις ἢ καὶ τρίτον ἐπίθηται εἰ τύχοι, ἀσθενεστέροις περιτυχοῦσα, κατεργάζεται ῥᾳδίως τοὺς ἀνθρώπους. καὶ ἡμῖν τὸ αὐτὸ συμβέβηκε νῦν. ὑπό τε γὰρ τῶν πρότερον ἐμφυλίων γεγενημένων πολέμων καὶ τῶν ἔξωθεν ἡμῖν ὑπὸ τῶν βαρβάρων ἐπενεχθέντων τῷ πλείονι κατειργασμένοι μέρει, οὐδὲ ἄν τι βλέψαι δυνησόμεθα πρὸς τὰ ἀναφυόμενα κακὰ, ἀλλὰ διαφθαρησόμεθα αὐτοὶ ὑφ' ἑαυτῶν. ἅπερ ἅπαντα συνορῶν καὶ αὐτὸς, καὶ τὸν κίνδυνον οὐκ ἴδιον, ἦν γὰρ ἂν ἀνεκτὸν, ἀλλὰ κοινὸν τῶν Ρωμαίων ἁπάντων ὄντα σαφῶς ὁρῶν, ἐν ἑξήκοντα ἡμέραις ἤδη μάλιστα περὶ Ρήγιον κάθημαι, καθάπερ ἴστε καὶ αὐτοὶ, βασιλέως δεόμενος ὁσημέραι μετὰ τῆς προσηκούσης αἰδοῦς ἐμοὶ καὶ μετριότητος καὶ δουλείας, συγγνώμης τυχεῖν, καίτοι γε μηδὲν ἑαυτῷ συνειδὼς ὀργῆς ἄξιον πεπραγμένῳ. ὡς δὲ πολλὰ μοχθήσας, εὕρισκον οὐδεμίαν ὄνησιν ἀπὸ τῶν πόνων, ἐτραπόμην ἑτέραν, μετὰ κομιδῇ τινων εὐαριθμήτων ἐπὶ τοῦ βασιλέως ἐλθεῖν αἰτῶν, καὶ ὑπὲρ ὧν ἐγκαλοῦμαι εὐθύνας ταύτῃ παρασχεῖν· ἢ εἰ μηδὲ τοῦτο κατὰ γνώμην εἴη βασιλεῖ, τὸν μέγαν δομέστικον ἐλθόντα ὑπὲρ ἐμοῦ ἀπολογεῖσθαι. καὶ ἐπ' οὐδεμιᾷ προκλήσει εἰσηκούσθην, ἀλλ' οὕτως ἐρήμην παρὰ πάντα τοῦ δικαίου νόμον καταδικάζομαι. ἐγὼ δὲ, εἴγε βασιλεὺς αὐτὸς ῥητήν τινα δίκην ὁποίαν ἂν αὐτῷ ἐδόκει ἐκέλευεν ὑπὲρ ὧν ἐγκαλοῦμαι δοῦναι, ἠγάπησα ἂν, καὶ σὺν προθυμίᾳ πολλῇ παρέσχον· νυνὶ δὲ ὁρῶν τὴν εἰς ἐμὲ ὀργὴν κατὰ πάντων Ρωμαίων ἐξάγουσαν τὴν βλάβην, οὐκ ἀνεκτῶς ἀλγῶ. διὰ τοῦτο καὶ δεόμενος τῆς ὑμῶν ἁγιότητος γράφω, εἴγε τοῦ θεοῦ ἐστε ὑμεῖς, σπουδάσαι ὑπὲρ τῆς εἰρήνης καὶ μὴ περιϊδεῖν ἡμᾶς τοῖς ὁμοφύλοις αἵμασι καταχρανθέντας, ἀλλ' ἢ πεῖσαι βασιλέα πρὸς ὑμᾶς ἐμὲ γενόμενον ὑπὲρ ὧν ἐγκαλοῦμαι λόγον ὑποσχεῖν, ἢ ἐνταῦθα γενομένων ὑμῶν, ὑπὲρ τῶν ἴσων τὴν ἀπολογίαν θέσθαι.» Τοσαῦτα μὲν βασιλεὺς ὁ νέος πατριάρχου καὶ τῶν ἄλλων δεόμενος ἀρχιερέων ἔγραψεν ὑπὲρ τῆς εἰρήνης, ἃ καὶ φέρων ὁ διακομιστὴς ἐνεχείρισε τῷ πατριάρχῃ. καὶ τῶν ἀρχιερέων συνεδριαζόντων, ἀναγνωσθέντων δὲ τῶν γραμμάτων, ὡς ἐδόκει ἡ ἀξίωσις δικαία τοῦ νέου βασιλέως, πάντες εὐθὺς πρὸς βασιλέα τὸν πρεσβύτερον ἐλθόντες, τά τε γράμματα ἐδείκνυσαν τοῦ ἐγγόνου καὶ συνηγόρουν αὐτῷ ὡς δίκαια ἀξιοῦντι. καὶ αὐτὸ γὰρ ἔφασαν τὸ περὶ πλείστου ποιεῖσθαι ἢ αὐτὸν ἐνταῦθα ἐλθόντα ὑπὲρ ὧν ἐγκαλεῖται παρέχειν ἐθέλειν εὐθύνας, ἢ τοῦ πατριάρχου ἐκεῖ γενομένου τὸ αὐτὸ ποιεῖν, τεκμήριον ἂν εἴη μέγιστον ἢ τοῦ μηδὲν ἡμαρτηκέναι, ἢ εἰ καὶ ἥμαρτε, τοῦ βούλεσθαι ἂν διορθωθῆναι. τούτου δὲ οὕτως ἐξ αὐτῶν πραγμάτων ἀποδεικνυμένου, δίκαιον ἂν εἴη καὶ ἅμα λυσιτελὲς καὶ ἀναγκαῖον, ἐκ δύο τῶν ζητουμένων γενέσθαι θάτερον. ὁρῶν οὖν καὶ ὁ βασιλεὺς τό, τε ἀναντίῤῥητον τῆς ἀξιώσεως καὶ τὴν τοῦ πατριάρχου καὶ τῶν ἀρχιερέων πρὸς τοῦτο σπουδὴν, τὸ μὲν τὸν νέον βασιλέα πρὸς ἐκεῖνον ἥκειν ἀπηγόρευεν, ὥσπερ καὶ τὸ τὸν πατριάρχην ἐκεῖ γενέσθαι, οὐδὲν εἶναι προὔργου φάμενος ἑκάτερον· ἐπένευσε δὲ τῶν τε ἀρχιερέων καὶ τῶν τῆς συγκλήτου τινὰς, οὐ μὴν ἀλλὰ καὶ τῶν τῆς ἐκκλησίας ἀρχόντων καὶ τῶν ἀρχιμανδριτῶν, πρὸς τὸν ἔγγονον παραγενομένους, τά τε ἐγκλήματα κομίζειν καὶ ἀπολογίαν ζητεῖν ὑπὲρ αὐτῶν. πέμπονται τοίνυν ἀπὸ μὲν τῶν ἀρχιερέων ἓξ, καὶ τοσοῦτοι συγκλητικοὶ, ἔκ τε τῶν τῆς ἐκκλησίας ἀρχόντων καὶ τῶν ἀρχι μανδριτῶν λεγομένων ἀνδρῶν εὐλαβῶν ἴσοι τὸν ἀριθμὸν ἐξ ἑκατέρων. σὺν τούτοις καὶ οἱ παρὰ βασιλέως πρότερον ἀποσταλέντες, ὅ, τε τῶν Μογλαίνων ἐπίσκοπος Νίφων καὶ Κλειδᾶς ὁ δικαιοφύλαξ, οἷς δὴ καὶ τὰ κατὰ τοῦ νέου βασιλέως ἐγκλήματα ὁ πρεσβύτερος ἐνεχείρισε βασιλεύς. ἐπὶ τούτοις πᾶσι καὶ ὁ ἀρχιεπίσκοπος Βουλγαρίας Γρηγόριος, ἀνὴρ σοφός τε εἰς λόγους καὶ θαυμάσιος ἐν συνέσει καὶ τῆς ὄντως σοφίας ἄκρως ἐπειλημμένος, καὶ σὺν αὐτῷ Θεόδωρος ὁ Ξανθόπουλος, καὶ αὐτὸς ἀρετῇ τε καὶ συνέσει καὶ παιδείᾳ κεκοσμημένος. οὗτοι μὲν οὖν εἰς Ρήγιον πάντες ἦλθον τὰς τοῖν βασιλέοιν ἐξετάσοντες διαφοράς. ἰδὼν δὲ αὐτοὺς βασιλεὺς ὁ νέος, εὐθὺς μὲν ἡδονῆς ἀνάπλεως καὶ θυμηδίας ἦν, ἅτε δὴ μέλλων ὑπὲρ ὧν κατηγορεῖτο διδόναι λόγον· προσαγορεύσας δὲ αὐτοὺς, ἐκέλευεν ἀναπαύλης ἀπολαύειν, ὡς ἐς τὴν ὑστεραίαν ἅμα πρωῒ τοῦ συλλόγου γενησομένου. οἱ μὲν οὖν οὕτως ἐποίουν· βασιλεὺς δὲ ἅμα ἕῳ τῶν τε ἰδίων τοὺς ἐπιφανεστέρους καὶ τοὺς ἐκ βασιλέως ἀφιγμένους εἰς τὸν σύλλογον ἐκάλει. ὡς δὲ πάντες παρῆσαν, σιωπὴ μὲν τὸ θέατρον κατέσχεν ἐπὶ μικρὸν, καὶ πάντες ὡς ἐπὶ καινοῖς τισι παρεῖχον μετεώρους τὰς ἀκοάς. ἤρξατο δ' ἀρχιεπίσκοπος οὕτως εἰπών· «κράτιστε βασιλεῦ, τῶν μεταξὺ τῶν βασιλέων ὑμῶν κεκινημένων νῦν ἕνεκα διαφορῶν αὐτὸς μὲν ᾔτησας, εἰς Βυζάντιον ἐλθὼν ἐπὶ τοῦ βασιλέως τὰς εὐθύνας παρέχειν, ἢ εἰ μὴ τοῦτο, τοῦ πατριάρχου ἐνταυθοῖ γενομένου, δίκῃ διαλύεσθαι τὰ ἐγκλήματα. τούτων μὲν οὖν ἑκάτερον οὐ ῥᾴδιον ἦν ᾗ αὐτὸς ἠξίωκας γενέσθαι· προστάξαντος δὲ βασιλέως καὶ πατριάρχου, ἥκομεν ἡμεῖς ὑπὲρ ὧν ἐγκαλῇ τὰς ἀπολογίας ἀκουσόμενοι. σύ τε δίκαιος ἂν εἴης, εἴ τι περὶ αὐτῶν ἔχεις λέγειν, διεξιέναι.» εἶπεν οὖν ὁ βασιλεύς·

μζʹ. «Καὶ βουλομένῳ μοι πάνυ ἡ πρὸς ἐμὲ ἄφιξις γεγένηται ὑμῶν, καὶ εὐχῆς ἔργον ἡγοῦμαι τὸ καὶ ὁπωσοῦν ὑπὲρ ὧν κατηγοροῦμαι καιρόν τινα εὑρήσειν ἀπολογίας. οὐ δίκαιον δὲ ἡγοῦμαι, οὔτε μήν τινα λόγον σῶζον, ἐμὲ μὲν πολλάκις τῆς εἰς τὸν βασιλέα αἰδοῦς καὶ εὐπειθείας αὐτοῖς ἔργοις ἐναργεῖς παρέχεσθαι τὰς ἀποδείξεις, τῆς ἴσης δὲ εὐνοίας οὐδὲ λόγοις γοῦν ψιλοῖς ἀξιοῦσθαι παρ' αὐτοῦ. καίτοι γε ἐχρῆν πρὸς τὰς πράξεις τὰς ἐμὰς τοὺς τῶν συκοφαντῶν παραβάλλοντα λόγους, ἢ κολάζειν αὐτοὺς ἀξίως τῆς κακουργίας ἑαυτῶν, ὡς ἂν αὐτοί τε παύοιντο συκοφαντοῦντες καὶ τοῖς ἄλλοις εἶεν παράδειγμα σωφροσύνης, ἢ, τό γε δεύτερον, αὐτοῖς μὲν σφοδρῶς ἐπιπλήττειν καὶ ἐπιτιμᾷν τοῦ τοιαῦτα ἕνεκα τολμᾷν· βεβαίαν δὲ καὶ ἡδρασμένην τὴν εἰς ἐμὲ εὔνοιαν τηρεῖν, ὅπερ ἔφην, ἐκ τῶν ἔργων σαφεῖς ἔχοντα τὰς ἀποδείξεις, ὡς εὐνούστατος ἐγὼ περὶ αὐτὸν καὶ τὴν παιδὶ πρέπουσαν ἀγαθῷ πρὸς πατέρα αἰδῶ τε καὶ εὐπείθειαν καὶ δουλείαν ἀποσώζων. ἐπεὶ δὲ τοῦτο μὲν τὴν ἐναντίαν ᾗ προσῆκεν εἴληχε τάξιν, καὶ τὰ μὲν ἡμέτερα ἔργα τῆς βασιλέως ἐξεῤῥύηκε μνήμης παντελῶς· οἷς δὲ ἔργον ἐπιμελὲς, ἡμᾶς ἀλλήλοις διαβάλλοντας, τῇ κοινῇ λυμαίνεσθαι Ρωμαίων εὐδαιμονίᾳ, τοῖς λόγοις κατάκρας ἑάλω, τί λοιπὸν ἢ σφόδρα μὲν ἀλγῆσαι ἐφ' οἷς παρ' ἀξίαν ἀτυχῶ, συγγνώμην δὲ πρὸς πατρὸς καὶ τῶν διαβολῶν ἕνεκα αἰτεῖν, ἢ, τό γε δεύτερον, βάσανον καὶ δίκην ἐφ' οἷς ἀδίκως ἐγκαλοῦμαι; ὃ δὴ καὶ διετέλεσα ποιῶν, εἰς ἑξηκοστὴν τήνδε ἡμέραν ἢ καὶ μᾶλλον ὑπαίθριος ταλαιπωρῶν μετὰ τουτωνὶ πάντων ὧν ἄγω, ἐν ὥρᾳ μάλιστα χειμῶνος, καθάπερ δὴ ἴστε καὶ αὐτοί. ἦν μὲν οὖν κράτιστον, ἐπὶ βασιλέως αὐτοῦ, παρόντος καὶ πατριάρχου καὶ τοῦ κοινοῦ τῶν Ρωμαίων παντὸς, ποιεῖσθαι τὰς ἀπολογίας, ἵν' ἢ διαφυγὼν τὰς αἰτίας, πᾶσι καταστήσω ἐμφανὲς, ὡς βιαιότατα καὶ ἄδικα ὑπὸ τῶν συκοφαντούντων ὑπομένω, ἢ ἁλοὺς ταῖς ἁπάντων ψήφοις ἀδικῶν, μηκέτι δύνωμαι πρὸς ἀναβολὰς χωρεῖν μηδ' ἔφεσιν ζητεῖν, ὡς ἢ πρὸς χάριν ἢ πρὸς φιλονεικίαν ὑπὸ τῶν δικασάντων καταψηφισθεὶς, ἀλλὰ τὴν ἀξίαν δίκην δῶ. ἐπειδὴ δὲ οὕτω δεῖν εἶναι κέκρικεν ὁ βασιλεὺς, χάριτας μὲν πολλὰς ὁμολογῶ τῷ πάντων βασιλεύοντι θεῷ, ὅτι καιρὸν παρέσχεν ἀπολογίας, οὐχ ἧττον δὲ βασιλεῖ τε καὶ πατριάρχῃ, τῷ μὲν πείσαντι τὴν ἐξέτασιν, τῷ δὲ πεισθέντι· καὶ ὑμῖν τοῖς ἀφιγμένοις ἕνεκα τῶν πόνων. δέομαι δὲ ὑμῶν, μὴ ὡς βασιλεῖ μοι προσέχειν ἐπὶ τῆς δίκης ταυτησὶ, μηδέ τι ὧν ἂν καταγνώσησθε διὰ τὸ ἀξίωμα συγχωρεῖν, ἀλλ' ἀπαραιτήτως ἐφ' οἷς ἂν οἴησθε καταψηφίζεσθαι ἀδικεῖν. ἂν μέντοι μεταξὺ ἀπολογούμενος ἀνάγκῃ γε οὐ γὰρ ἑκοντὶ πρὸς τοιούτους ἄν ποτε ἦλθον λόγους τὸν βασιλέα καὶ πάππον τὸν ἐμὸν ἀποφαίνω ἀδικοῦντα καὶ ἐπιορκοῦντα, μήτ' ἐμοὶ λογίζεσθαι ἀλλ' αὐτῇ τῇ τοῦ πράγματος δέομαι φύσει τοὺς λόγους μήτ' αὐτοὺς ψῆφον ἐξάγειν, ἀλλ' ἐμοὶ μὲν κριτὰς καθῆσθαι, ἐκείνῳ δὲ ἀκροατὰς καὶ μόνον. ἐπεὶ δέ με ἐκελεύσατε ἀπολογεῖσθαι, ἀναγκαῖον τοὺς κατηγοροῦντας πρῶτον τὰ ἐγκλήματα εἰς μέσον ἄγειν, ὡς ἂν ἐφεξῆς αὐτὸς ποιῶμαι τὰς ἀπολογίας.» Βασιλεὺς μὲν οὖν τοιαῦτα εἶπεν· οἱ δικασταὶ δὲ ἐπαινέσαντες τοὺς λόγους, τὰ ἐγκλήματα ἐκέλευον τοὺς ἐπιτετραμμένους εἰς μέσον ἄγειν. καὶ παρελθόντες εἰς μέσους ὅ, τε δικαιοφύλαξ καὶ ὁ τῶν Μογλαίνων ἐπίσκοπος, διεξῄεσαν πάντα καθ' ἕν. ἀπολογουμένου δὲ βασιλέως, βέβαιον μὲν οὐδὲν ἐδόκουν ἔχειν, οὐδ' ἀπόδειξιν ἐναργῆ οὔτ' ἐξ αὐτῶν τῶν πραγμάτων, οὔτε μὴν ἐκ μαρτυρίας τινός· ἐδόκουν δὲ ἐξ ὑποψίας μᾶλλον ἢ ἀληθείας συνειλέχθαι. τελευταῖον δὲ τόδε εἶπον· «ἐν τοῖς ὅρκοις τοῖς ἐπὶ τῇ εἰρήνῃ γεγραμμένοις γέγραπται καὶ τοῦτο, τὸ τὸν μὲν βασιλέα τὸν πάππον τὸν σὸν τὴν διοίκησιν πᾶσαν ἔχειν καὶ ἡγεμονίαν τῆς ἀρχῆς, σὲ δὲ ὑπ' αὐτὸν τελεῖν καὶ τὰ προσταττόμενα ἐκπληροῦν· τὸν δὲ παρὰ ταῦτα ποιοῦντα, ἐπίορκον καὶ ἄδικον εἶναι. σὺ δὲ, μήτ' ἐπιτρέψαντος μήτε μὴν εἰδότος βασιλέως, ἀπὸ τῶν τοὺς δημοσίους πραττόντων φόρους ἀφείλου βίᾳ χιλιάδας τέτταρας χρυσίου.» «ὅτι μὲν τὰ χρήματα ἀφειλόμην, οὐδ' αὐτὸς ἂν ἀρνηθείην» εἶπεν ὁ βασιλεὺς, οὐκ ἐπιωρκηκέναι δὲ, οὐδ' ἀναίσχυντος καὶ καταφρονητὴς διὰ τοῦτο δίκαιος κρίνεσθαι βασιλέως. «αἰνίγματι λέγεις ὅμοιον» οἱ δικάζοντες εἶπον «εἰ μηδὲν πράττειν ἐπὶ τῶν ὅρκων παρὰ γνώμην βασιλέως γεγραμμένου, αὐτὸς τὰ χρήματα βασιλέως ἄκοντος λαβὼν, μηδὲ τοὺς ὅρκους παραβεβηκέναι φαίης. ἢ γὰρ οὐ γέγραπται, τὴν διοίκησιν πᾶσαν τῶν πραγμάτων βασιλέα ἔχειν, σέ τε μηδὲν παρὰ γνώμην ποιεῖν ἐκείνου, ἢ, τούτου δοθέντος, οὐκ ἂν διαφύγοις τὸ ἐπιορκεῖν, ἄκοντος βασιλέως τὰ χρήματα εἰληφέναι ὁμολογῶν.» Ξανθόπουλος δὲ τῶν ἐκ Βυζαντίου ἀφιγμένων εἷς «οὐ δίκαιον» εἶπε «καταψηφίζεσθαι, πρὶν ἂν ὁ βασιλεὺς περὶ τῶν κατηγορουμένων λόγον δῷ· τότε γὰρ, εἰ δικαιοῦν ἢ καταψηφίζεσθαι ἐκ τῶν λεγομένων δέοι, γνοίημεν ἄν. συνθεμένων δὲ καὶ τῶν ἄλλων, ὁ βασιλεὺς ἀπελογεῖτο τοιαῦτα·

μηʹ. «Καὶ δίκαιον εἶναι νομίζω καὶ κατὰ γνώμην ἦν ἂν ἐμοὶ, εἰ τὰ πραττόμενα βασιλεὺς μετὰ τῆς προσηκούσης ἐξήταζεν ἀκριβείας· ἦ γὰρ ἂν οὐκ ἂν ἐμὲ νῦν ἀναιδείας καὶ ἀφοβίας καὶ, τὸ μέγιστον, ἐδίωκεν ἐπιορκίας. τὸ μὲν γὰρ μὴ προκατειλῆφθαι τὸν δικαστὴν τὴν γνώμην, ἐξάγειν μάλιστα ὀρθὰς ποιεῖ τὰς κρίσεις· ὃ δὲ μὴ τοῦτον τὸν τρόπον, σφάλλεσθαι ὡς τὰ πολλὰ ἀνάγκη. ἐὰν γὰρ τάς τε κατὰ τοὺς προτέρους πολέμους αἰτίας γεγενημένας, δι' ἃς αἵ τε ξυνθῆκαι προὐχώρησαν καὶ οἱ ὅρκοι, ὅθεν τε κἀκ τίνος συνεώρα, καὶ τὴν ἐμὴν πρὸς τὴν τοῦ πολέμου κατάλυσιν ἐπιμέλειαν καὶ σπουδὴν καὶ προθυμίαν, ἔτι τε ἣν ἐνεδειξάμην ἐν τῷ παρασχόντι παντὶ κηδεμονίαν καὶ εὐπείθειαν καὶ στοργὴν πρὸς αὐτὸν, οὐκ ἂν νῦν τοιαῦτα ἔφευγον ἐγὼ, ἀλλὰ τῶν τε παρόντων ἂν αὐτὸς ἐγὼ καὶ τῶν προσδοκωμένων οἱ Ρωμαῖοι κακῶν ἦμεν ἀπηλλαγμένοι, βασιλεύς τε αὐτὸς θορύβου τε παντὸς ἔξω καὶ τῆς ἀπὸ τοῦ ἑκοντὶ Ρωμαίοις ἐπὶ φθορᾷ δοκεῖν τὸν πόλεμον ἐπάγειν δυσκλείας γινομένης. νυνὶ δὲ, ὡς ἔοικεν, ἐκείνων ἁπάντων ἐπιλελησμένος, ἃ ὑμεῖς πάντες ἀκηκόατε κατηγόρηκέ μου πολλὰ καὶ δεινά. ἐγὼ δὲ, καίτοι δεινῶν ὄντων τῶν ἄλλων ἁπάντων, ἠνεσχόμην ἂν σιγῇ αἰδοῖ τε τῇ πρὸς βασιλέα καὶ τῷ, μὴ τῆς ἀπολογίας ἕνεκα τῶν μέμψιν τινὰ αὐτῷ οἰσόντων εἰπεῖν εἰς ἀνάγκην τι ἐλθεῖν· τὸ δὲ ἐπιορκίαν ἐμαυτῷ προστρίψασθαι, ἐνὸν ἀσφαλῶς καὶ μετὰ πολλοῦ τοῦ περιόντος τὴν δίκην διαφυγεῖν, οὔθ' ὅσιον ἥγημαι οὔτ' ἀνεκτόν. διὸ καὶ πειράσομαι ἐμαυτὸν ὡς οἷόν τε τάς τε σπονδὰς καὶ τοὺς ὅρκους ἀκεραίους ἄχρι νῦν μάλιστα διατετηρηκότα ἀποδεῖξαι· ἂν δ' ἐκεῖνον διὰ τούτων ἀποφαίνω καὶ τοὺς ὅρκους λελυκότα καὶ τὰς σπονδὰς, μηδεμίαν ἐμοῦ καταγινώσκειν ἰταμότητα μήτε προπέτειαν ἀξιῶ, ἀλλὰ τῇ τοῦ πράγματος λογίζεσθαι ἀνάγκῃ τὴν κατηγορίαν. πρῶτον μὲν οὖν ἐκεῖνο ἂν εἴποιμι, ὡς τοὺς ἐπὶ ταῖς συνθήκαις ὅρκους οὐκ αὐτὸς ὀμώμοκα μόνος, ἀλλὰ καὶ βασιλεὺς, καὶ τὴν αὐτὴν ἀνάγκην ἑκατέροις ἀπαραβάτους τηρεῖν εἶναι· ἂν δὲ ἐξ ἑνὸς παραβαθῶσι, μηκέτι τὸν ἕτερον, ἂν ἀμύνηται, ἐνέχεσθαι ταῖς αἰτίαις. ὃ δὴ καὶ βασιλεὺς αὐτὸς ἐδίκασε καλῶς φθάσας. λελυκότος γὰρ ἐμοῦ τοὺς ὅρκους καὶ τὰς σπονδὰς, οὐδεμιᾷ φησιν αὐτὸς ἐνέχεσθαι αἰτίᾳ, ἄν τι βλάπτῃ ἀμυνόμενος. καὶ ὑμεῖς δὲ, ὑπολαμβάνω, τὸ αὐτὸ συμφαίητε ὀρθῶς ἂν ἔγωγε εἴποιμι καὶ δικαίως. πάνυ δὲ ἡδέως ἐδεξάμην, ὅτι καὶ Κωκαλᾶς ὁ μέγας λογαριαστὴς συμπάρεστιν ὑμῖν. συμβαλεῖται γὰρ ἐμοὶ πρὸς τὴν ἀπολογίαν οὐ μικρά τινα ἐπὶ μαρτυρίαν, ἀχθησόμενος ὧν μέλλω λέγειν· καίτοι γε αὐτὸς κηδεστὴς ὢν πρωτοβεστιαρίου τοῦ θείου τοῦ ἐμοῦ, ὅ,τι τε κατηγοροῦμαι καὶ ὁποίας ποιήσομαι τὰς ἀπολογίας παρεγένετο ἀκοῦσαι, ὡς ἂν εἰδέναι ἔχῃ πρὸς τὸν κηδεστὴν γράφων ἀπαγγέλλειν τἀληθές. ἐγὼ δὲ τὸ καὶ αὐτὸν παρεῖναι μάλιστα ἀπεδεξάμην. σκέψασθε τοίνυν ὁπότερος πρότερος παραβέβηκε τοὺς ὅρκους. παρέξομαι δὲ οὐ λόγους εὐπρεπεῖς πρὸς τὴν ἀπολογίαν, οὐδὲ μάρτυρας ἀνθρώπους διεφθαρμένους, οἷς ἄν τινι καὶ ἀπιστεῖν καὶ παραγράφεσθαι ἐξεῖναι, ἀλλ' αὐτὰ τὰ βασιλέως γράμματα μαρτυρήσειεν ἐκ πολλοῦ καὶ μετ' ἐπιμελείας καὶ φροντίδος τὸν πρὸς ἐμὲ πόλεμον κεκινηκώς. καὶ πρῶτον ἀναγνωσθήτω ἡμῖν τὸ τοῦ βασιλέως πρόσταγμα, ὃ πρωτοβεστιαρίῳ ἀπέστειλε τῷ ἐμῷ θείῳ, Ἰουλίῳ μηνὶ τῆς δεκάτης ἰνδικτιῶνος, ἔχον ἐπὶ λέξεως οὑτωσί· «περιπόθητε ἀνεψιὲ τῆς βασιλείας μου πρωτοβεστιάριε κύριε Ἀνδρόνικε Παλαιολόγε. ἡ ἀναφορὰ, ἣν ἀνέφερες τῇ βασιλείᾳ μου, ἀπεσώθη καὶ ἐξ αὐτῆς ἐγνώρισα ὅσον ἔγραψες καὶ ἀνέφερες. ἀπεδεξάμην γοῦν πολλὰ τὴν σπουδὴν καὶ ἐπιμέλειαν καὶ τὸν εἰς τοῦτο ἀγῶνά σου· καὶ πάλιν εἰς τὸ ἔμπροσθεν ἐπιμελήθητι ἵνα τελεσθῇ. καλὰ γὰρ γινώσκεις, ὅτι οὐ δι' ἄλλο τι ἀπεστάλης εἰς τὸ αὐτόθι κεφαλατίκιον παρ' ὃ διὰ τὴν δουλείαν αὐτήν. ἐπεὶ γοῦν καὶ πρὸ τῆς σῆς ἀναφορᾶς ἀπέστειλε καὶ ὁ Κράλης ἀποκρισιάριον αὐτοῦ ἐνταῦθα, καὶ ἐδήλωσε πρὸς τὴν βασιλείαν μου, ὅπως ἤδη κατεστάθη μετὰ σοῦ, καὶ εὑρίσκεται ἕτοιμος, ἵνα κατὰ πᾶσαν τὴν αὐτοῦ δύναμιν βοηθήσῃ ἡμῖν, μὴ μόνον μετὰ τοῦ φωσάτου αὐτοῦ, ἀλλὰ καὶ αὐτὸς παρὼν, πάλιν ἐπιστώθη τοῦτο ἡ βασιλεία μου ἔτι πλέον ἀπὸ τῆς σῆς ἀναφορᾶς. ποίει γοῦν τὴν δουλείαν σου μετὰ πολλῆς συντομίας, ὅτι καὶ ἡ βασιλεία μου ἐπιμελῶς πράττει, καὶ πρόσεξαι μή πως προλάβωμεν ἡμεῖς ὑμᾶς.» τοῦτο μὲν δὴ τοιοῦτον. ἐγὼ δὲ καὶ δευτέραν παρέξομαι μαρτυρίαν, πρὸς τὸν αὐτὸν πρόσταγμα βασιλέως, Σεπτεμβρίῳ γραφὲν ἑνδεκάτης ἰνδικτιῶνος· «περιπόθητε ἀνεψιὲ τῆς βασιλείας μου πρωτοβεστιάριε κύριε Ἀνδρόνικε Παλαιολόγε· οἶδας ὅσον διωρίσατο πρός σε ἡ βασιλεία μου περὶ τῶν δουλειῶν ὧν ἀνετέθης, καὶ ὅτι δέον σε σπουδάσαι, μή πως προλάβῃ ὑμᾶς ἡ βασιλεία μου· καὶ ἰδοὺ, ὡς βλέπω, οὕτω μέλλει γίνεσθαι. ἐγὼ γὰρ ἄλλο οὐδὲν ἐκδέχομαι ἢ ἀπὸ τῶν αὐτόθι μήνυμα. ποῦ γοῦν ἐστιν ἡ ἐπιμέλειά σου; ποῦ ἐστιν ἡ σὴ ὑπόσχεσις; ἀπὸ γὰρ τοῦ Ἰουλίου μηνὸς οὐδὲν ἐγνώρισά τι ἀκριβῶς ἀπὸ τῶν αὐτόθι, ἀλλ' ἢ μόνον ἀπὸ τῆς φήμης, καὶ ἂς γνωρίσω κατὰ πᾶσαν συντομίαν, ὅτι, ὡς ἀνωτέρω εἴρηται, οὐδὲν ἄλλο ἐκδεχόμεθα, ἢ τὸ μήνυμα ὑμῶν.» καὶ Κωκαλᾶς δὲ οὑτοσὶ πρωτοβεστιαρίῳ τῷ γαμβρῷ γράφων, ἀμέλειαν αὐτοῦ πολλὴν καὶ ῥᾳθυμίαν καταγινώσκει, καὶ ὡς μὴ τὰς ἐπαγγελίας ἐκπληροῦντι ἐπιπλήττει, ὡς λυπουμένου μὲν βασιλέως διὰ ταῦτα, αἰσχυνομένου δὲ αὐτοῦ, ὃς ἐπηγγείλατο μετὰ πάσης ἐπιμελείας αὐτὸν καὶ ταχυτῆτος πληρώσειν τὰ ἐπηγγελμένα. ἵνα δὲ διὰ τὸ μὴ καθαρῶς τὰ ἀναγνωσθέντα προστάγματα γράφειν περὶ ἐμοῦ, περί τινων ἄλλων τισὶ δόξωσι γεγράφθαι, ἕτερον παρέξομαι, τά τε πρότερα ὡς περὶ ἐμοῦ εἴησαν γεγραμμένα βεβαιοῦν, καὶ τὸν πρὸς ἐμὲ πόλεμον κηρύττον ἐμφανῶς, γραφὲν Ὀκτωβρίῳ τῆς ἑνδεκάτης ἰνδικτιῶνος· «περιπόθητε ἀνεψιὲ τῆς βασιλείας μου πρωτοβεστιάριε κύριε Ἀνδρόνικε Παλαιολόγε· αἱ ἀναφοραὶ ὑμῶν πάντων διεκομίσθησαν εἰς τὴν βασιλείαν μου καὶ ὑπανεγνώσθησαν, καὶ ὑπεραπεδεξάμην πάντας ὑμᾶς περὶ πάντων ὧν ἀναφέρετε. ἀπελογήσατο καὶ διωρίσατο καὶ ἡ βασιλεία μου κατὰ μέρος πρὸς πάντας ὑμᾶς μετὰ τοῦ κατέργου, μᾶλλον δὲ μετὰ τοῦ περιποθήτου ἀνεψιοῦ τῆς βασιλείας μου τοῦ Ἀσάνη κυρίου Μιχαὴλ τοῦ ἐξαδελφοῦ σου· καὶ ἐξ ἐκείνου μέλλετε γνωρίσειν εἷς ἕκαστος ἀφ' ὑμῶν πλατυκώτερον τὸν ὁρισμὸν τῆς βασιλείας μου. μήπως δὲ, γενομένης τινὸς ἀργίας παρὰ τῆς θαλάσσης εἰς τὸ κάτεργον, ἀγνοῆτε τὸν καθόλου ὁρισμὸν τῆς βασιλείας μου, ἰδοὺ καὶ διὰ ξηρᾶς διορίζεται καὶ δηλοποιεῖ ὑμῖν ἡ βασιλεία μου, ὅτι τόσοι καὶ τοιοῦτοι εὑρίσκεσθε αὐτόθι, ὅτι εἴπερ εἷς καὶ μόνος ὑμῶν ἦν εἰς τὰ αὐτόθι μέρη, ἀρκετὸς ἔμελλεν εἶναι εἰς τὴν τοῦ ἐγγόνου μου μάχην· πόσῳ μᾶλλον ὅτι εὑρίσκεσθε τοσοῦτοι καὶ τοιοῦτοι, οἷοι εὑρίσκεσθε; λόγος οὐδείς. καὶ ἀπὸ τοῦ νῦν λύω τὸν πάρδον μου τὸν δεδεμένον, καὶ ποιεῖτε ᾗ ἂν ὑμῖν ἡ σύνεσις ὑφηγῆται, ὅτι καὶ ἐγὼ ἤδη ὁρμῶ.» τοιαῦτα μὲν βασιλεὺς ἐπέταττε τῷ ἀνεψιῷ οὐδὲν ἔχων ἐγκαλεῖν ἐμοὶ, ἀλλ' αὐτὸς πρῶτος λύων τὰς σπονδὰς καὶ τοὺς ὅρκους. ἵνα δὲ εἰδῆτε, ὅτι καὶ πολλοῖς ἐχρῆτο συνεργοῖς πρὸς τὸν πόλεμον τὸν κατ' ἐμοῦ καὶ ἐκ πολλοῦ τοῦ χρόνου παρεσκευάζετο πρὸς αὐτὸν, καὶ ἑτέραν παρέξομαι γραφὴν τοῦ Κωκαλᾶ τουτουῒ πρὸς τὸν γαμβρὸν πρωτοβεστιάριον ἀπεσταλμένην ἔχουσαν οὑτωσί· «πρῶτον μὲν ἐβαρύνετο καθ' ὑμῶν ὁ αὐθέντης ἡμῶν ὁ βασιλεὺς, μᾶλλον δὲ κατὰ σοῦ, πῶς οὐδὲν γράφετε καὶ ἀναφέρετε τί ποιεῖτε καὶ πῶς πράττετε· τὰ νῦν δὲ ἀπεδέξατο μὲν ὅτι ἐγράψατε, ἐμέμψατο δὲ ὑμῖν ὅπως οὕτως ἀπερισκέπτως ἐπέμψατε τὰς ἀναφορὰς ὑμῶν, καὶ εἴπερ συνέβαινεν ἐμπεσεῖν εἰς τὰς χεῖρας τοῦ ἐγγόνου τοῦ βασιλέως, ὁμολογουμένως γνωσθῆναι ἔμελλεν, ὅτι πρὸ καιροῦ καὶ μετὰ μεμεριμνημένου σκοποῦ ἐκινήθη ἡ παροῦσα μάχη. ὅπερ οὐ γέγονε καλῶς· ἀλλὰ ὥσπερ κατὰ τὸ παρὸν ἡμεῖς τὸ πρόσταγμα καὶ τὴν παροῦσαν γραφὴν ἐβάλομεν ἐντὸς πούκλου, καὶ τίς δύναται ἐνθυμηθῆναι, ὅτι ἐστί τι ἐντὸς τοῦ πούκλου; οὕτως ποιεῖτε καὶ ὑμεῖς· καὶ ἀπὸ τοῦ νῦν ἄρξασθε, ὅτι, καθὼς καὶ ἀπὸ τοῦ προστάγματος μέλλεις μαθεῖν, ἰδοὺ καὶ ὁ βασιλεὺς ἄρχεται. ὅμως δοκεῖ μοι, ὅτι πρὸ τοῦ ἀκοῦσαι τὴν ἀρχὴν μέλλετε ἰδεῖν τὸ τέλος. πάντες γὰρ οἱ μετὰ τοῦ ἐγγόνου τοῦ βασιλέως εὑρισκόμενοι ἄρχοντες καὶ τὰ ἀρχοντόπουλα, κατεστάθησαν ὑπὸ τοῦ βασιλέως, καὶ τὰς αὐτοῦ εὐεργεσίας ἔχουσι διά τε οἰκονομιῶν διά τε χρυσοβούλλων· καὶ πάντες εἰσὶν ἕτοιμοι καὶ ἐκδέχονται ὁρισμὸν τοῦ αὐθέντου ἡμῶν τοῦ βασιλέως τοῦ ἁγίου, ἵνα ἐάνπερ ὁρίσῃ αὐτοῖς, φέρωσι τὸν ἔγγονον αὐτοῦ δεδεμένον εἰς τὰς χεῖρας· καὶ ἀπὸ τοῦ αὐτοῦ νῦν ἐπιμελήθητι καὶ σὺ, ἵνα δείξῃς ἔργον τῆς γνώσεως καὶ τῆς πείρας, ἧς ἔχεις πρὸς τὸ πράττειν.» ἐκ τούτων μὲν οὖν ἁπάντων, ὁπότερος λέλυκε τοὺς ὅρκους αὐτοὶ κρινεῖτε. ὥστ' εἰ καὶ αὐτὸς μετὰ τὴν οὕτω περιφανῆ παράβασιν τῶν ὀμωμοσμένων ἔξω τι εἴργασμαι τῶν συνθηκῶν, οὐ δίκαιον οὐδὲ λόγον ἔχον ἐπιορκίαν ἐγκαλεῖν. ὥστε εἰ καὶ χρήματα εἴληφα, ὡς αὐτοί φασι, παρὰ τὰς συνθήκας, οὐκ ὀφείλειν δίκην λελυμένων τῶν συνθηκῶν. ἐγὼ δὲ καὶ τούτων χωρὶς εὐορκεῖν ἀποδείξω ἐμαυτὸν τὰ χρήματα εἰληφώς. ἐν τοῖς ὅρκοις γὰρ γέγραπται, ὡς ἂν ἐκ τῶν δημοσίων χρημάτων τῶν τε τῆς ἐμῆς οἰκίας ἕνεκα ἀναλωμάτων καὶ βασιλίδος τῆς ἐμῆς γυναικὸς, ἕτι δὲ καὶ τῆς μισθοφόρου στρατιᾶς χρήματα ἐμοὶ χορηγεῖσθαι ὅσα γέγραπται ἐν ταῖς συνθήκαις· καὶ τοῦτο οὐχ ἁπλῶς, ἀλλὰ δι' ὅρκων ἐγγράφων, ὡς πάρεστιν ὁρᾷν ἐκ χρυσοβούλλου βασιλέως τοῦ πρὸς ἐμέ. ἐκ τοίνυν τῶν καιρῶν ἐκείνων ὅτε ἐγεγένηντο οἱ ὅρκοι ἄχρι καὶ νῦν τέτταρες ἐπ' ἔτεσι τέτταρσι παρῆλθον μῆνες, ἐν οἷς ἐκ τῶν γεγραμμένων ὀφείλονταί μοι λογιζομένῳ πέντε καὶ τριάκοντα χρυσίου μυριάδες. καὶ τοῦτο ἔξεστιν ἀποδεικνύειν ἐναργῶς ἐκ τῶν γραμματείων τῶν εἰς ἀπόδειξιν γινομένων παρὰ τῶν τὰ χρήματα εἰσκομιζόντων, προστάττοντος βασιλέως. τί τοίνυν ἀδικῶ, εἰ τοσούτων ἐμοὶ χρημάτων ὀφειλομένων, ὀλίγα ἄττα εἴληφα ἐκ πολλῶν; ἤ που δίκαιον, βασιλέα μὲν ἐμὲ τοσούτων ἀποστεροῦντα, μήτ' ἀδικεῖν οἴεσθαι, μήτε μὴν ἐπιορκεῖν, ἐμὲ δὲ εἴ τι τῶν ὀφειλομένων πολλοστὸν ἀπείληφα μέρος, εἰς δικαστήρια ἕλκεσθαι καὶ ἐπιορκίαν ἐγκαλεῖσθαι καὶ ἀπελαύνεσθαι καὶ τὰ ἔσχατα ὑπομένειν; καίτοι, εἴγε τῶν τῆς οἰκίας τῆς ἐμῆς ἕνεκα μόνον ἀποτεταγμένων ἀπεστερούμην, δίκαιον μὲν οὐκ ἂν ἦν, ἐγὼ δὲ ἤνεγκα ἂν σιγῇ, αἰδοῖ τε τῇ πρὸς βασιλέα καὶ τῷ νομίζειν τὰ παρὰ πατρὸς ἐπαγόμενα ἀλγεινὰ, ὁποῖ' ἄττα ἂν ᾖ, δίκαιον εἶναι τὸν παῖδα φέρειν καὶ μήτε ἐγκαλεῖν, μήτε θορυβεῖσθαι, ἀλλὰ δεῖσθαι μόνον ἠπιώτερον ἐμοὶ καὶ ἥμερον ἐπιβλέψαι τὸν πατέρα καὶ τὰ λυποῦντα λῦσαι δεινά. νυνὶ δὲ καὶ τῆς στρατιᾶς ἀπεστερημένων τῆς ἐτησίου μισθοφορᾶς, ἣν μόνην ἔχουσι τοῦ βίου ἀφορμὴν, οὐκ ἀνεκτὸν ἡγησάμην μεγαλοψύχως τὰς ἀλλοτρίας φέρειν συμφοράς. καίτοι σκέψασθε ὡς ἀδικοῦνται. πρῶτον μὲν γὰρ οὔτ' ἐμπορίαις οὔτε γεωργίαις οὔθ' ἑτέροις ἐπιτηδεύμασί τισιν, ἐξ ὧν ἂν πορίζοιντο τὰ ἐπιτήδεια, παρ' ἡμῶν συγχωροῦνται χρῆσθαι ἕνεκα τοῦ πρὸς τὰς ἐκστρατείας ἀεὶ ἕτοιμοι εἶναι καὶ μὴ κωλύματά τινα ἔχειν ὥστε ἀναγκάζεσθαι οἴκοι μένειν. ἔπειτα δὲ παρὰ βασιλέως καὶ αὐτοῦ τοῦ τεταγμένου ἀπεστέρηνται μισθοῦ, ὃν οὐχ ἁπλῶς, ἀλλ' ὅρκοις ἐπηγγείλατο ἀποδιδόναι ἐτησίως. καὶ τρίτον, ἠμέληνται παρ' ἐμοῦ ἐπὶ τοσοῦτον χρόνον ἕνεκα τοῦ μὴ βασιλεῖ δοκεῖν φορτικὸς καὶ ἐπαχθής. καίτοι γε ἐχρῆν ἐμὲ πρὸς μὲν τὰ οἰκεῖα φαίνεσθαι μεγαλόφρονα καὶ καταφρονητὴν χρημάτων καὶ πάντα τῇ τοῦ πατρὸς ἐξακολουθοῦντα γνώμῃ, πρὸς δὲ τὰ τούτων κηδεμονικὸν καὶ ἀπαραίτητον, καὶ πάντα καὶ ἐπινοοῦντα καὶ πράττοντα, ὥστε μὴ ἀποστερεῖσθαι τοῦ μισθοῦ αὐτοὺς, μηδὲ εὐγνωμοσύνῃ τῇ πρὸς τὸν βασιλέα κακοῖς τοῖς ἐσχάτοις περιβάλλειν· οὐ γὰρ εὐγνωμοσύνη τοῦτό γε, ἀλλ' ὠμότης καὶ ἀπανθρωπία ἐσχάτη, τὸ, ἑτέρων ὑπὸ τοῦ λιμοῦ κινδυνευόντων ἀπολεῖσθαι, μεγαλοψυχεῖν αὐτόν. οὐ μὴν παρέλιπον τὸ μὴ βασιλέως δεῖσθαι ἀεὶ τῇ στρατιᾷ χορηγεῖσθαι τὸν μισθόν. ἐς τοσοῦτον γὰρ ἀπορίας ἤλασαν πολλοὶ αὐτῶν, ὡς ἀποκαρτερῆσαι τὰς γυναῖκας αὐτῶν, νυκτὸς ἐπιγενομένης, ὡς ἂν μὴ κατάδηλοι ὦσι τοῖς γνωρίμοις, τὰς ἑτέρων οἰκίας περιϊούσας ἑαυταῖς καὶ ἀνδράσι τροφῆς τινος αἰτούσας γλίσχρως ἐκπορίζειν. οἷς ἐπικλασθεὶς καὶ αὐτὸς τὴν ψυχὴν, τὰ χρήματα ὑπὲρ ὧν ἐγκαλοῦμαι ἀφελόμενος, μικράν τινα παρέσχον παραψυχήν. εἰ τοίνυν διὰ τοῦτο ἐπίορκος ἐγὼ καὶ ἄδικος καὶ τοῦ πατρὸς καταφρονητὴς, κρίνατε ὑμεῖς. πρῶτον μὲν οὖν ἀπέδειξα ἐμαυτὸν μηδὲν μηδαμῶς παραβεβηκότα τὰς συνθήκας, ἀλλὰ καὶ φανερῶς παρασπονδηθείς· καὶ τὰς ἀποδείξεις τοῦ λελυκέναι βασιλέα πρῶτον τοὺς ὅρκους ἔχων παρ' ἐμαυτῷ, καθάπερ εἴδετε, αὐτὸς μένω τὴν εἰρήνην ἀσπαζόμενος καὶ δεόμενος ἐπὶ τοσοῦτον χρόνον βασιλέως, μὴ τὸν πόλεμον κινεῖν. εἰ δέ τις ἔχει με ἀποδεικνύειν παραβεβηκότα πρότερον τοὺς ὅρκους, παρίτω καὶ δεικνύτω. ἔπειτα καὶ περὶ τῶν χρημάτων, εἰ ἐκ πέντε καὶ τριάκοντα μυριάδων τῶν ὀφειλομένων τοσαῦτα λαβὼν ἀδικῶ, καταψηφίζεσθε ὑμεῖς.»

μθʹ. Τοσαῦτα μὲν βασιλεὺς ὁ νέος ἀπολογούμενος εἶπε· Κωκαλᾶς δὲ μεταξὺ βασιλέως ἀπολογουμένου, πρὶν μὲν τὰ πρὸς τὸν πρωτοβεστιάριον γράμματα ἀναγνωσθῆναι, πολὺς ἦν ἐγκείμενος αὐτῷ, αὐτὸν τοῦ πολέμου φάσκων αἴτιον εἶναι, ἀνθρώποις πειθόμενον συκοφάνταις, τόν τε βασιλέα διαβάλλουσι πρὸς αὐτὸν καὶ πρωτοβεστιάριον καὶ τοὺς ἄλλους τοὺς ἐν τέλει ὡς βεβουλευμένους πόλεμον κινεῖν. ἐπεὶ δὲ τά τε γράμματα ἀνεγνώσθη, καὶ ἀπεδείχθη καὶ αὐτὸς τῶν ἄλλων οὐχ ἧττον τὴν εἰρήνην καταλύων, αὐτὸς μὲν οὐδὲν ἔχων ἀντειπεῖν, οὕτως ἐξεληλεγμένος φανερῶς, καθῆστο σιωπῶν. βασιλεὺς δὲ ἐπιστραφεὶς πρὸς αὐτὸν, «ὦ μέγα λογαριαστὰ» εἶπε «τὸ μὲν ἁμαρτάνειν τινὰ καὶ τὸν πλησίον ἀδικεῖν καὶ πλεονεκτεῖν, θαυμαστὸν οὐδέν· ἄνθρωποι γὰρ ἅπαντες τοῖς ὁμοίοις ὑποκείμεθα πάθεσι καὶ πρὸς κακίαν πρόχειροι μᾶλλον ἢ πρὸς ἀρετήν ἐσμεν· τὸ δ' ἀδικοῦντα καὶ ἐπιορκοῦντα καὶ ψευδόμενον, ἔπειτα δόλους ῥάπτειν καὶ συκοφαντίας καὶ παντὶ σθένει πειρᾶσθαι τὰς αἰτίας εἰς τοὺς ἀθώους περιτρέπειν, ὡς ἂν πρὸς τῷ ἀποκτεῖναι καὶ δίκαια δοκῇ ποιεῖν, οὐκ ἀνθρώπου πάντως, ἀλλὰ τοῦ ἐξ ἀρχῆς ἔργον ἀνθρωποκτόνου.» παρὼν δὲ καὶ ὁ λογοθέτης τοῦ στρατιωτικοῦ Θεόδωρος ὁ Καβασίλας, συνετὸς μὲν ὢν καὶ σοφὸς καὶ παρὰ τῷ πρεσβυτέρῳ βασιλεῖ πολλῆς ἀπολαύων εὐμενείας καὶ οἰκειότητος, οὐδὲν δὲ ἧττον καὶ παρὰ τῷ νέῳ, ἐκ τῶν ἀπεσταλμένων παρὰ βασιλέως ὢν, καὶ φίλος ἐς τὰ μάλιστα Κωκαλᾷ, τὸν νέον βασιλέα ἰδὼν πρὸς τοὺς διαβάλλοντας διαταραχθέντα καὶ βουληθεὶς εὐτραπελίᾳ λόγων τὸ βασιλέως ἦθος εἰς ἡμερότητα μεταβαλεῖν, «οὐ θαυμάζειν» εἶπεν «ὦ βασιλεῦ, χρεών· τοιαῦτα γὰρ τὰ τοῦ πλάνου ἔνεδρα καὶ σκάμματα.» ἦν γὰρ δὴ ὁ Κωκαλᾶς ἐν ταῖς παιδιαῖς ὑπὸ τῶν ἡλικιωτῶν πλάνος ὠνομασμένος. καὶ ἔδοξε καιρίως εἰρῆσθαι· μετέβαλε γὰρ τὸ τοῦ βασιλέως ἦθος ἐκ τοῦ ἐμβριθοῦς πρὸς μειδίαμα σεμνόν. ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. τοῖς δ' ἀρχιερεῦσιν ἐκέλευεν ὁ βασιλεὺς, εἰ ἀδικῶν αὐτὸς καὶ ἐπιορκῶν φαίνοιτο, καταψηφίζεσθαι. οἱ δ' ἔφασαν, ἔχειν μὲν αὐτοῦ καταψηφίζεσθαι μηδὲν, δεῖσθαι δὲ μόνον αὐτοῦ, τρόπους τινὰς καὶ ἐπινοίας, ὥσπερ καὶ πρότερον, ἐξευρεῖν, ἐξ ὧν ἂν τὰ προσδοκώμενα κακὰ διαλυθείη. «καὶ σφόδρα γε» εἶπεν ὁ βασιλεὺς «μηδὲ τὴν ἀρχὴν ἐβουλόμην τὸν πόλεμον κεκινῆσθαι, ἢ κινηθέντα τάχιστα καταλυθῆναι. ὅτι δὲ οὐχ ὑπόκρισις οὐδ' εἰρωνεία τὰ τοιαῦτα, ἐξ αὐτῶν τῶν πραγμάτων ἐναργῆ πάρεστι τὴν ἀπόδειξιν λαβεῖν· τρίτον γὰρ ἤδη μῆνα κάθημαι ἐνταῦθα δεόμενος βασιλέως, τὸν πόλεμον καταθέσθαι καὶ μὴ διὰ φιλονεικίαν τὴν Ρωμαίων ἡγεμονίαν περιϊδεῖν ἀνηκέστοις κακοῖς περιπεσοῦσαν· ἀλλ' οὐδεὶς ὁ εἰσακούων· καὶ ταῦτα πεπεισμένος φανερῶς, ὡς ἐπιβουλεύομαι, μηδὲν ἀδικῶν. οὐ γὰρ πάνυ ἀγνοῶ, ὅτι μὴ ταῦτα μόνον, ἅπερ ἀκηκόατε, γράμματα ἐπέμφθησαν κατ' ἐμοῦ, ἀλλ' ἐκ πολλῶν τῶν διασωθέντων ἑάλωσαν ὀλίγα. τῷ σφόδρα δὲ βούλεσθαι τὴν εἰρήνην, τήν τε ἐμαυτοῦ καὶ τῶν συνόντων ἀσφάλειαν τιθέμενος ἐν δευτέρῳ, θεῷ δὲ μόνῳ τὰς ἐλπίδας ἀναθεὶς, ὃν εὐορκῶ, κατὰ τὸ ἐνὸν ἐμοὶ τὰ προσδοκώμενα κακὰ ἐκ μέσου ποιεῖν πειρῶμαι. ἡγοῦμαι δὲ, ἂν καὶ βασιλεὺς ἐθελήσῃ τῶν ὀφειλομένων χρημάτων τὰ ἡμίση ἀποδοῦναι τῇ στρατιᾷ, ἐκείνους τε μηδὲν πλέον πολυπραγμονήσειν ἀγαπήσαντας, καὶ ἡμᾶς τῶν ἐκ τοῦ πολέμου προσδοκωμένων ἀπαλλάξεσθαι κακῶν.» εἰπόντων δὲ τῶν ἀρχιερέων, ὡς νῦν μὲν οὐκ ἂν εἴη ῥᾴδιον ἀπορίᾳ χρημάτων τοσαῦτα ὄντα ἀποδοθῆναι, ὅσα δ' ἂν ἐξῇ λαβόντας νῦν, τὰ λειπόμενα κομίσασθαι χρόνῳ ῥητῷ· «οὐκοῦν» ὁ βασιλεὺς ἔφη «εἰ τοῦτο δυσχερὲς δοκεῖ, καὶ τὰ ἡμίση καταλιπόντες τούτων, τῷ τετάρτῳ μορίῳ τοῦ ὅλου ἀρκεσθησόμεθα τῆς εἰρήνης καὶ τῆς ὁμονοίας χάριν.» οἱ δὲ ἀκούσαντες ἐπῄνεσάν τε ὡς κρείττω χρημάτων τὸν βασιλέα, καὶ ἀναμφιβόλως ἔφασκον ἀποδοθήσεσθαι τὰ εἰρημένα. ὡς δὲ εἶδεν ἐπὶ τούτοις συνθεμένους, βουλόμενος ὁ βασιλεὺς, ὡς καὶ τῶν πᾶσι δοκούντων μετριωτάτων διὰ τὸ τὸν πόλεμον καταλυθῆναι ἐξίσταται ἑκὼν, ποιῆσαι φανερὸν, «δέον» ἔφη «καὶ ὑμῖν, κατά τε τὴν ὁδὸν πεπονηκόσι καὶ ἀσιτίᾳ προσταλαιπωρήσασιν ὅλην τὴν ἡμέραν, χάριν καταθεῖναί τινα. οὐκοῦν καὶ τὸ τέταρτον τῶν ὀφειλομένων χρημάτων ἀφίημι ὑμῶν χάριν, καὶ οὐδὲν παρὰ βασιλέως ἀπαιτῶ πλὴν ὅσα οἱ τὰ δημόσια διοικοῦντες αἰτίας τινὰς πλασάμενοι ψευδεῖς, ἀποστερήσαντες βασιλέως ἔχουσιν αὐτοὶ, ἀποδείξεως γενομένης ἐναργοῦς, ταῦτα λαβόντα διανεῖμαι τῇ στρατιᾷ μικρᾶς ἕνεκά τινος παραμυθίας. μὴ θαυμάσητε δὲ, εἰ περὶ τοῦ μὴ δεῖν ἐπὶ ταῖς ἑτέρων κακοπραγίαις ἕτερον μεγαλοψυχεῖν καὶ φιλοτιμεῖσθαι πολλὰ πρότερον εἰπὼν, νῦν οὕτω ῥᾳδίως τὰ τοῖς στρατιώταις ὀφειλόμενα χρήματα πρόειμαι. ἐὰν γὰρ εἰς τὸν ἐφεξῆς χρόνον κατὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας ἡ τεταγμένη μισθοφορὰ παρέχηται αὐτοῖς, τὰ ὀφειλόμενα ἐπὶ τῷ προτοῦ πάνυ φιλοῦντες ἐμοὶ χαριοῦνται χρόνῳ. ἄλλως τε ἔδεισα μή τις καὶ διὰ ταῦτα γένηται ἀναβολὴ πρὸς τὴν εἰρήνην, καὶ δόξωμεν μᾶλλον ἐξεπίτηδες τὸν πόλεμον αἱρεῖσθαι. καὶ διὰ τοῦτο δεῖν ᾠήθην πᾶν ζήτημα καὶ ἀμφιβολίαν ποιῆσαι ἐκποδὼν, καὶ μᾶλλον τοῖς ἡμετέροις φανῆναι φορτικὸς καὶ ἐπαχθὴς, ἢ πρὸς τὸν πόλεμον αἰτίαν παρασχεῖν.» τοιαῦτα βασιλέως εἰπόντος τοῦ νέου, οἱ παρὰ τοῦ πρεσβυτέρου ἀπεσταλμένοι ἀρχιερεῖς καὶ συγκλητικοὶ θαυμάσαντες τῆς μεγαλοψυχίας τὸν βασιλέα καὶ τοῦ σφόδρα οὕτω τὴν εἰρήνην αἱρεῖσθαι, χάριν ὁμολογήσαντες πολλὴν, χαίροντες ᾐτοῦντο τὴν ἐπάνοδον ἐπιτραπῆναι, νομίζοντες, ὡς ἅμα τῷ τὰ πεπραγμένα ἀπαγγεῖλαι βασιλεῖ κώλυμα οὐδὲν ἔσται τῇ εἰρήνῃ ὥστε εἶναι. ἐκείνοις μὲν οὖν ὥσπερ ᾐτοῦντο ἐπέτρεπεν ἐπανελθεῖν. δι' αὐτῶν δὲ πρὸς βασιλέα τὸν πάππον ἐπρεσβεύετο τοιάδε· «τὴν μὲν ἐμὴν πρὸς τὸ σὲ τὴν Ρωμαίων ἔχειν ἡγεμονίαν σπουδήν τε καὶ προθυμίαν θεός τε οἶδε καλῶς ὁ πάντα εἰδὼς, καὶ αὐτὸς ἂν ἐπιμαρτυρήσαις. ἐνὸν γὰρ, εἴγε ἐβουλόμην, σὲ λυπεῖν καὶ κατὰ τοὺς προτέρους πολέμους ἢ συμπάσης ἢ τῆς πλείονος ἀρχῆς κρατεῖν, οὐκ ἠθέλησα ἑκὼν, ἀλλὰ σοὶ νομίζων εἶναι δίκαιον ἐξίστασθαι ταύτης ὄντι πατρὶ, ἕως ἂν περιῇς, δυνάμενος κατασχεῖν, παρεχώρησα ἑκὼν εἶναι· καὶ τοῦτό γε οὐκ ἄνευ πόνων καὶ κινδύνων. τῶν γὰρ σὺν ἐμοὶ πολεμουμένων πάντων τοὺς μὲν πόνους καὶ τοὺς κινδύνους ἐν τῷ πολεμεῖν ὑφισταμένων, τῶν ἄθλων δὲ καὶ τῶν γερῶν ἀποστερουμένων, διὰ τὸ ἐμὲ, σοῦ προστάττοντος, εὐθὺς ἄσμενον χωρεῖν πρὸς τὴν εἰρήνην καὶ πάντων σοι παραχωρεῖν, ὧν ἐκτήσαντο αὐτοὶ κρατοῦντες ἐν τῷ πολέμῳ, ἀμφοτέρωθεν ἐμοὶ συνέβαινε τὸ θορυβεῖσθαι. τό, τε γὰρ πείθειν καταθέσθαι τὸν πόλεμον, ἐπίπονον ἦν, αὐτῶν δίκαια λέγειν ἰσχυριζομένων καὶ μέχρι παντὸς ἐπεξιέναι τοὺς πολεμοῦντας ἀξιούντων πολέμου νόμῳ, τό, τε ἀκόντων αὐτῶν τι ποιεῖν, οὐκ ἀδεές. φιλίᾳ γὰρ ξυστρατευόντων τῶν πλειόνων καὶ ἐλπίδι τοῦ ἄρξαντα ἀντευποιήσειν, εἰ μὴ γνώμῃ αὐτῶν ἐπράττετο τὰ τῆς εἰρήνης, εἰκὸς ἦν αὐτοὺς περικακήσαντας χωρεῖν πρὸς τοὺς ἐναντίους, ὅπερ ἀκινδύνως οὐκ ἂν ἐπράττετο ἐμοί. ἐγὼ δὲ τοῦ τὰ φίλα ἕνεκα πράττειν σοὶ τούς τε πόνους ὑφιστάμην ἐν τῷ πείθειν, ἑνός τινος ἢ καὶ δύο συναιρομένων, καὶ τῶν ὑφορωμένων κινδύνων κατεφρόνουν, νομίζων, ἂν αὐτοῖς ἔργοις ἀποδειχθῶ εὔνους ἐς τὰ μάλιστά σοι καὶ ἐν τοῖς κατεπείγουσι καιροῖς οὐ πολεμίως, ἀλλὰ φιλίως διακείμενος, θαῤῥῆσαι ἂν ἐμοὶ καὶ τὴν ἔχθραν καταλῦσαι. τὸ δ' ἐναντίως ἔχον νῦν ἢ προσεδόκων αὐτὸς ὁρᾶται. πάντα γὰρ ἐκεῖνα καὶ, τὸ μέγιστον, αὐτὴν ἀλήθειαν θέμενος ἐν οὐδενὶ, ἀνθρώποις δὲ διεφθορόσι καὶ ψευδομένοις καὶ μηδὲν ἐξ ὧν ἂν τὰ κοινὰ βέλτιον σχοίη, ἀλλ' ἐξ ὧν ἂν ἰδίᾳ τι ὠφεληθεῖεν αὐτοὶ, σκοποῦσι πεισθεὶς, εἵλου μᾶλλον πολεμεῖν ἐμοί· ἐγὼ δὲ καίτοι δίκαιος ὢν οἷα προεπιβουλευόμενος καὶ παρασπονδούμενος, ἑτοιμότερον πρὸς τὸν πόλεμον χωρεῖν, αἰδοῖ τε τῇ περί σε καὶ πόθῳ ἀσχέτῳ τῷ πρὸς τὴν εἰρήνην τρίτον ἤδη μῆνα κάθημαι ἐνταῦθ' ἱκετεύων καὶ παραιτούμενος τὴν σὴν ὀργήν. νυνὶ δὲ τῶν ὑπό σου ἀρχιερέων καὶ τῶν ἄλλων συγκλητικῶν ἀπεσταλμένων ἐπὶ τὸ τὰ ἐγκλήματα τὰ ἐμὰ ἐξετάσαι ἡκόντων, αὐτὸς μὲν πολλῆς ἐνεπλήσθην ἡδονῆς, ὡς καιρὸν ἀπολογίας εὑρηκώς· ἐκκλησίας δὲ γενομένης, τὴν ἀπολογίαν ἐφ' οἷς ἐνεκαλούμην ἀληθῆ καὶ δικαίαν ἐποιησάμην. ἃ μὲν οὖν εἶπον πρὸς τὰ ἐγκλήματα, αὐτοὶ ἐλθόντες ἀπαγγελοῦσιν· ἐγὼ δ' αὖθίς σου δέομαι, βασιλεῦ, μήθ' ἡμᾶς μήτε τοὺς ἄλλους περιϊδεῖν Ρωμαίους διὰ τὸν πρὸς ἀλλήλους ἡμῶν πόλεμον φθειρομένους, ἀλλ' ἐν ἡμέραις ὀκτὼ τά τε δέοντα σκέψασθαι καὶ ἡμῖν ὡς ἔχεις γνώμης δηλῶσαι. ἂν μὲν οὖν, καὶ θεοῦ τοῦ χορηγοῦ τῆς εἰρήνης συνευδοκοῦντος, πρᾳότερον ἡμῖν διατεθῇς καὶ μᾶλλον ἕλοιο τὴν εἰρήνην, πανταχόθεν ἂν ἔχοι καλῶς· ἂν δ' ἡ τῶν ἡμετέρων ἁμαρτημάτων πληθὺς καὶ τὸ μάλιστα βούλεσθαι διαφθαρέντας ἡμᾶς ἰδεῖν πρὸς τὸ πολεμεῖν μᾶλλον παρασκευάσωσιν ὁρμῆσαι, καὶ οὕτως ἐγώ σοι τρόπον ὑφηγήσομαι ἰσχυρότατον τοῦ πρὸς ἐμὲ πολέμου, ὡς ἂν τάχιστά τε καὶ χωρὶς κινδύνων πραγμάτων ἀπαλλαγῇς. θεὸς ὁ χορηγὸς πάντων τῶν ἀγαθῶν, ὁ πατὴρ πάντων καὶ κύριος τῶν βασιλέων, ἄμαχόν τινα καὶ θαυμασίαν παρέσχετο δύναμίν σοι, πρὸς ἣν οὐχ ὅτι γε ἀντιστῆναι, ἀλλ' οὐδ' ἀντιβλέψαι δυνατὸς εἶναι ὁμολογῶ. ἔστι δ' αὕτη τις, τὸ σὲ μὲν εἶναι κύριον καὶ πατέρα, ἐμὲ δὲ υἱὸν καὶ δοῦλον ἀκριβῶς. ταύτῃ δὴ χρησάμενος τῇ δυνάμει, ἐν ὀλίγῳ πᾶν, ὃ βούλει, ῥᾳδίως ἔσῃ κατωρθωκώς. ἐὰν γὰρ κελεύσῃς ὡς πατὴρ, κλοιὰ περιθέμενον αὐτόθι δεσμωτήριον οἰκεῖν ἐλθόντα, ἑτοιμότατα τὸ κελευόμενον ποιήσω. καὶ τί λέγω δεσμωτήριον καὶ κλοιά; καὶ εἴ τι βούλει τῶν αἰσχροτάτων ἕτερον, προθύμως σοῦ κελεύοντος ὑπομενῶ· ἂν δὲ ταύτην ἀφεὶς τὴν δύναμιν, ἐπὶ τὴν ἑτέραν, ἣν ἐκ πολλοῦ λανθάνειν οἰόμενος παρεσκεύασας σεαυτῷ, τραπῇς, ἐλπίζων ἐμὲ κατεργάσεσθαι πολέμῳ, ὀκνῶ μὲν εἰπεῖν, εἰρήσεται δὲ ὅμως, δέδοικα μὴ, ὥσπερ καὶ πρότερον, ἐπὶ τῶν ἔργων αὐτῶν ἀλυσιτελῶς σεαυτῷ βεβουλευμένος φανῇς. τότε μὲν οὖν θεοῦ τε συναιρομένου καὶ τῶν ἐμὲ πάνυ φιλούντων τουτωνὶ συμπραττόντων, ἱδρῶσι πολλοῖς καὶ πόνοις οὐχ ὅπερ αὐτὸς ἔργον εὐχῆς ἡγοῦ τελεσθῆναι, ἀλλ' ὅπερ σὺ μὲν οὐδὲ ἐνεθυμήθης, ἐμοὶ δὲ ἦν διὰ σπουδῆς, κατωρθώθη· νῦν δὲ δέδοικα, ἂν τὰ πράγματα ἑτέρως ἢ αὐτὸς ἐλπίζῃς ἀποβῇ, μὴ καὶ αὕτη ἡ ἐλπὶς περιαιρεθῇ. διὸ καὶ δέομαι αὖθις καὶ συμβουλεύω, ἢ τὴν εἰρήνην ἑλέσθαι, ἢ εἴγε πάντως ὥρμησαι πρὸς τὸ πολεμεῖν, τῇ μεγάλῃ χρήσεσθαι ἰσχύϊ, ἣν ἔχεις ὡς πατὴρ, δι' ἧς ῥᾳδίως ἅπαν ἄν σοι τὸ βουλόμενον κατορθωθείη, ἴστω δὲ θεὸς ὡς ἀληθῆ λέγω, καὶ μὴ τῇ συκίνῃ θαῤῥεῖν ἐπικουρίᾳ, τοῖς ἐκπεμφθεῖσιν ἐπὶ τὴν ἑσπέραν ἄρχουσιν ἐπὶ τὸ τὸν κατ' ἐμοῦ πόλεμον ἐξαρτύσασθαι. πολλῶν γὰρ ὄντων, ὡς αὐτὸς οἴει, καὶ θαυμασίων στρατηγῶν, πολλῷ τῷ μέτρῳ διαφέροντας ἴσθι ἐμὲ καὶ τοὺς μετ' ἐμοῦ. ἂν μὲν οὖν ἐμοὶ πεισθεὶς, ἐπιψηφίσῃ τὴν εἰρήνην, θεόν τε εὐφρανεῖς καὶ τοὺς ἀγαθοὺς ἀγγέλους αὐτοῦ, καὶ ἡμᾶς πολέμων καὶ κινδύνων ἀπαλλάξεις. ἂν δ' ἑτέρως βουλεύσῃ, ἐγὼ μὲν ἐπιμαρτύρομαι τὸν πάντα ἐφορῶντα ὀφθαλμὸν καὶ τὰς διοικούσας τὰ ἡμέτερα πράγματα δυνάμεις οὐρανίους, ὡς καὶ ἀδικούμενος καὶ παρασπονδούμενος, ὅμως ἀσπάζομαι τὴν εἰρήνην· αὐτὸς δ' ἂν εἰδείης ὅ,τι καὶ σεαυτῷ συμφέρον καὶ τοῖς ἄλλοις Ρωμαίοις καὶ βουλεύσασθαι καὶ πρᾶξαι.» Τοιαῦτα μὲν βασιλεὺς ὁ νέος διεπρεσβεύσατο πρὸς βασιλέα τὸν πάππον.

νʹ. Εἰς Βυζάντιον δὲ τῶν πρέσβεων ἀφικομένων, πρότερος ἐλθὼν ὁ Κωκαλᾶς, πάντα κατὰ μέρος διεξῄει πρὸς βασιλέα, ὅσα τε αὐτοὶ ἐγκαλοῦντες εἴποιεν τῷ νέῳ βασιλεῖ, καὶ οἵαις αὐτὸς πρὸς ἕκαστα χρήσαιτο ταῖς ἀπολογίαις, καὶ τελευταῖον ὅσα διαπρεσβεύσαιτο πρὸς αὐτόν. καὶ ἔδοξεν οὐ κατὰ καιρὸν τὴν ἐκεῖσε τῶν ἀρχιερέων καὶ τῶν ἄλλων ἄφιξιν γεγενῆσθαι, ὡς ἀνάγκης ἤδη οὔσης ἢ πρὸς τὴν εἰρήνην χωρεῖν, ἢ ὡρμημένους πολεμεῖν προδήλως ἤδη πᾶσιν ἀδικεῖν δοκεῖν. μετὰ μικρὸν δὲ καὶ οἱ λοιποὶ ἐλθόντες καὶ προσκυνήσαντες τὸν βασιλέα, οὐδὲν ἐπετράπησαν εἰπεῖν τῶν κατὰ τὴν πρεσβείαν, ἀλλ' ἕκαστον οἴκαδε ἀπελθόντας ἠρεμεῖν, ἄχρις ἂν βασιλέως προστάξαντος ἀπαγγείλωσι τὰ τῆς πρεσβείας. τοῦτο δὲ ἦν σκῆψις εὐπρεπής. ἔδοξε γὰρ βασιλεῖ μᾶλλον λυσιτελεῖν σιωπῇ τὸ πρᾶγμα παρελθεῖν, δεδοικότι μὴ, δημοσίᾳ ἀπαγγελλομένης τῆς πρεσβείας, ἢ ἀναγκάζοιτο παρὰ πάντων εἰρηνεύειν πεπεισμένων ἤδη, τὸν νέον βασιλέα καὶ δίκαια καὶ συμφέροντα ἀξιοῦν, ἢ εἰ μὴ πείθοιτο, δοκοίη φανερῶς ἀδικεῖν. ἓξ μὲν οὖν ἡμέραι παρῆλθον, καὶ τῆς πρεσβείας λόγος ἦν οὐδείς. ἀχθόμενος δὲ ὁ πατριάρχης ἐπὶ τῇ τοῦ χρόνου παρατάσει, μεμήνυκε πρὸς βασιλέα, ὡς «ἓξ ἡμερῶν παρελθουσῶν, οὐδὲν παρὰ τῶν πρὸς βασιλέα τὸν ἔγγονον τὸν σὸν ἀπεσταλμένων ἀρχιερέων ἐπύθου· δέον οὖν, ἐπεὶ καὶ ὁ χρόνος πρὸς διάσκεψιν ἱκανὸς, πυθέσθαι αὐτῶν ὅ,τι λέγουσιν.» ὁ δὲ ἐπηγγείλατο ποιήσειν. ὡς δ' ἕτεραι τοσαῦται διεληλύθασιν ἡμέραι καὶ λόγος οὐδεὶς ἐγίνετο αὐτῶν, πάλιν πέμψας ὁ πατριάρχης, ἐδεῖτο τοῦ βασιλέως μὴ οὕτω τρίβεσθαι τὸν καιρὸν, ἀλλὰ τόν τε ἀρχιεπίσκοπον μετακαλεσάμενον καὶ τοὺς ἄλλους ἀρχιερεῖς, ὅ,τι τε ὁ ἔγγονος ἀπολογεῖται ἀκοῦσαι καὶ αὐτὸν σκεψάμενον ἐξ αὐτῶν τὰ λυσιτελοῦντα Ρωμαίοις ποιεῖν. ὁ βασιλεὺς δὲ ἀπεκρίνατο, μηδενὶ αὐτὸν ἐξεῖναι ἀνερευνᾷν, ὅπως τὰ κατ' οἶκον πράγματα διεξάγει· αὐτῷ γὰρ μελήσειν ὁπότε καὶ ὅπως αὐτὰ δέοι οἰκονομεῖν· αὐτὸν δὲ, πατριάρχην ὄντα, τῶν ἐκκλησιαστικῶν ἐκέλευεν ἔχεσθαι φροντίδων, τῶν κοινῶν δὲ καὶ τῶν βασιλικῶν ἀπέχεσθαι πραγμάτων. τοιαῦτα μὲν ὁ βασιλεὺς εἴρηκεν, οἰόμενος τὸν πατριάρχην καταπτήξαντα τοὺς λόγους, μᾶλλον ἂν ἀσπάσασθαι τὴν σιωπήν. ὁ δὲ εἰς τὴν ὑστεραίαν τοιαῦτα καὶ αὐτὸς μεμήνυκε πρὸς βασιλέα· «κράτιστε βασιλεῦ, τὸ τὰ δέοντα παραινεῖν καὶ συμβουλεύειν καὶ ἔτι προσαναγκάζειν πράττειν, οὔθ' ἑκὼν προήσομαι αὐτὸς, οὔτ' ἄκων δέει ληφθείς. εἰ δ' αὐτὸς τοιαύτῃ συζῇν ἐμὲ ἀπραγμοσύνῃ ἀξιοῖς, ὥστε μὴ φθέγγεσθαι μήτ' ἀκούειν μήτε ὁρᾷν, ἐχρῆν πρὶν τῆς ἐκκλησίας προστάτην προβαλέσθαι εἰπεῖν. κἂν μὲν καὶ αὐτῷ μοι καὶ δίκαια ταὐτὰ καὶ λυσιτελοῦντα ἐδόκει, στέργειν ἦν ἀνάγκη νῦν· ἂν δ' ἕτερα ἐνόμιζον προσήκειν πατριάρχῃ, παρεχώρουν ἂν ἑτέρῳ τῶν θρόνων οὕτω ζῇν προῃρημένῳ. ἐπεὶ δὲ θεοῦ χάριτι οὐ τῶν ὀρθῶν τῆς ἐκκλησίας δογμάτων προβέβλημαι μόνον, ἀλλὰ καὶ τῶν ἀδικουμένων προΐστασθαι καὶ ὑπερμαχεῖν ἀνάγκην ἔχω, τοῖς ἀδικεῖν ἐθέλουσι καὶ πλεονεκτεῖν οὐ παύσομαι διαφερόμενος καὶ ἀντιλέγων, ἄν τε τῶν φαυλοτάτων τινὲς ὦσιν, ἄν τε τῶν ὑπερλάμπρων καὶ εἰς αὐτὸ τὸ ἀκρότατον ἀφιγμένων τῆς εὐτυχίας· καὶ μᾶλλον πρὸς ἐκείνους, ὅσῳ καὶ τὰ ἀδικήματα μείζω καὶ πρὸς πλείονας ἐξάγοντα τὴν βλάβην. εἰ γὰρ μέλλοιμεν τοῖς μὲν μικροῖς μικρά τινα ἀδικοῦσι μόνον ἐγκαλεῖν καὶ τὴν ἀδικίαν ὀνειδίζειν, πρὸς δὲ τοὺς μεγίστους καὶ τὰ μέγιστα βλάπτοντας ἑκόντες ὄντες διὰ τὸ ἀξίωμα σιωπᾷν καὶ μηδὲ γρύζειν τολμᾷν, οὐδὲν διοίσομεν ἰατρῶν τῶν περὶ τρίχας μὲν καὶ ὄνυχας ἠσχολημένων καὶ τὴν τέχνην ἐν αὐτοῖς ἐπιδεικνυμένων, ἐὰν δέ τι νόσημα παρεμπέσῃ τῷ ζώῳ λυμαινόμενον ὅλῳ, τούτου δὲ μηδεμίαν πρόνοιαν ποιουμένων, ἀλλ' ἡγουμένων ἀρκεῖν, εἴγε καὶ αὐτοὶ καθήμενοι μετὰ τῶν ἄλλων, ἀπολλύμενον ὁρῷεν. ἐγὼ δὲ καὶ πάνυ θαυμάζω μεμνημένος, ὡς ἐκέλευσας ἐμὲ μὲν τὰ τῆς ἐκκλησίας πράττειν καὶ περὶ αὐτὰ ἠσχολῆσθαι μόνα, σὲ δὲ ἐᾷν ὅπως ἂν δοκῇ τὰ τῆς βασιλείας διοικεῖν. παραπλήσιον γάρ ἐστιν ὥσπερ ἂν πρὸς τὴν ψυχὴν εἴποι τὸ σῶμα· οὐ δέομαι τῆς κοινωνίας καὶ τῆς συναφείας τῆς σῆς, οὐδὲ συνεργὸν πρὸς τὰ πραττόμενα βούλομαι ἔχειν, ἀλλ' ἐγὼ μὲν ὡς οἷόν τε ᾖ καὶ βούλωμαι, διοικήσω τἀμὰ, σὺ δὲ φρόντιζε περὶ τῶν ἰδίων. πᾶσι μὲν οὖν ἁμαρτάνουσι ὥσπερ τι κοινὸν φάρμακον τὸ μετανοεῖν ἐπὶ τοῖς πεπλημμελημένοις ἐδόθη, ἄν τε πρὸς θεὸν, ἄν τε πρὸς ἀνθρώπους ἡ πλημμέλεια ᾖ. οὐκ ἂν δὲ μεταγνοίη τις, ἂν μὴ πρότερον ὑπεύθυνον νομίσας ἑαυτὸν, μετριώτερός τε γένηται ἑαυτοῦ καὶ φέρων ἑαυτὸν τῷ παρ' αὐτοῦ δοκοῦντι ἠδικῆσθαι, ὑποχείριον ποιήσῃ. τοῦτο τοίνυν βασιλεὺς ὁ σὸς ἔγγονος πρότερόν τε φαίνεται ποιήσας, καὶ μᾶλλον ἢ προσῆκε καὶ νῦν οὐχ ἥκιστα. καὶ γὰρ τότε δυνάμενος, εἴπερ ἠβούλετο, τῆς Ρωμαίων ἡγεμονίας οὐκ ἔλαττον μέρος παρασπάσας ἔχειν, οὐκ ἠθέλησεν, ἀλλὰ φέρων ἑαυτὸν ὑπέταξέ σοι, καὶ ταῦτα μηδεμίαν αἰτίαν πρὸς τὸν πόλεμον ἐκεῖνον παρασχών· καὶ, τὸ μέγιστον, ὅτι, τῆς εἰρήνης γενομένης, πρός σε ἐλθὼν, οὐκ ἠθέλησεν ἔφιππός σοι προσελθεῖν, ὥσπερ νόμος τοῖς βασιλεῦσιν, ἀλλὰ πεζῇ τε προσεκύνησε καὶ ἠσπάσατό σου τὸν πόδα, ὅπερ δουλείας ἀκριβοῦς τεκμήριον ἦν. καὶ νῦν τοῦ πολέμου κινουμένου τουτουῒ, τοσοῦτον χρόνον καθήμενος, δεῖταί σου μὴ τὴν εἰρήνην καταλῦσαι. ἐλθόντων δὲ καὶ τῶν ἀρχιερέων καὶ συγκλητικῶν, οὓς ἔπεμψας πρὸς αὐτὸν, πρῶτον μὲν ἀπέδειξεν ἑαυτὸν μηδὲν ἀδικοῦντα μετὰ πολλοῦ τοῦ περιόντος, ἀλλ' ἀδικούμενον καὶ συκοφαντούμενον· ἔπειτα δὲ καὶ τοῦ μὴ λυθῆναι τὴν εἰρήνην εἶπέ τε πολλὰ καὶ ἔπραξεν ἄξια λόγου, καὶ πρὸς σὲ μεμήνυκε πολλὰ, ἅπερ αὐτός τε ἀκούσας θεῷ τε εὐχαρίστησα τῷ τοιαύτην αὐτῷ σύνεσιν χαρισαμένῳ καὶ ἐκεῖνον ἐπῄνεσα τῆς καλοκἀγαθίας, καὶ σὲ ἐλογιζόμην ταῦτα πυθόμενον, θεῷ τε χάριν ὁμολογῆσαι καὶ τὸν υἱὸν πέμψαντα διὰ τάχους ἀγαγεῖν πρὸς σεαυτὸν, καὶ τὰ προσδοκώμενα δυσχερῆ λῦσαι καὶ εὐφροσύνης ἅπαντας καὶ θυμηδίας ἐμπλῆσαι τῆς ἐπὶ τῇ εἰρήνῃ τῶν βασιλέων ἡμῶν γενησομένης. σὺ δ' οὐ μόνον οὐκ ἐποίησας τοιοῦτον οὐδὲν, ἀλλὰ καὶ ἐμὲ τὰ δέοντα συμβουλεύοντα ἀπώσω, καὶ σιωπᾷν ἐκέλευσας καὶ μὴ περιεργάζεσθαι τὰ μὴ προσήκοντα. ἐμοὶ δὲ ἀνάγκην ἔχοντι τῶν ἀδικουμένων προΐστασθαι καὶ βοηθεῖν αὐτοῖς ὅση δύναμις, καὶ ὑπὲρ βασιλέως τὸ αὐτὸ ποιήσω, καὶ μᾶλλον ὑπὲρ τούτου, ὅσῳ καὶ τὰ μέγιστα ἀδικεῖται καὶ οὐκ εἰς αὐτὸν μόνον, ἀλλ' εἰς πάντας Ρωμαίους τῆς εἰς αὐτὸν ἀδικίας διαβαινούσης· ὃ δέ με τῶν ἄλλων μᾶλλον οὐκ ἐᾷ σιωπᾷν, ὅτι, σοῦ προστάξαντος, ὀλίγῳ πρότερον αὐτὸς αὐτὸν ἔχρισα βασιλέα. τὸν οὖν οὕτω νομίμως καὶ δικαίως καὶ κατὰ γνώμην σὴν γεγενημένον βασιλέα, νῦν ἀπελαύνεσθαι, καὶ ταῦτα ἐπ' οὐδεμιᾷ προφάσει, ποῦ δίκαιον; ἢ πῶς οὐκ ἂν νομισθείην ἄξιος πολλῶν κεραυνῶν, ἐπὶ τοιαύτῃ παρανομίᾳ σιωπῶν αὐτός; διὰ τοῦτό σου καὶ αὖθις δέομαι πρὸς τῆς ἀληθείας αὐτῆς, εἴ τι καὶ παρεσύρης πεισθεὶς ἀνθρώποις διεφθορόσι, ταχεῖαν ποιήσασθαι τὴν διόρθωσιν καὶ μὴ τῷ ψεύδει κατὰ τῆς ἀληθείας ἰσχύσαι δοῦναι ῥοπήν.» Τοιαῦτα μὲν ὁ πατριάρχης μεμήνυκε πρὸς βασιλέα, μηνυταῖς χρησάμενος τῷ τε χαρτοφύλακι Γρηγορίῳ τῷ Κουτάλῃ καὶ τῷ τῶν μοναστηρίων ἄρχοντι τῷ Κυβεριώτῃ. ἀκούσας δὲ ὁ βασιλεὺς, θυμῷ τε ἐλήφθη οὐκέτι ἀνασχετῶς καὶ προσέταξεν εὐθὺς, τοὺς μὲν μηνύσαντας τοὺς λόγους εἰς δεσμωτήριον ἐμβληθῆναι, Μακάριον δὲ τὸν μητροπολίτην Σεῤῥῶν ἐν τοῖς βασιλείοις καὶ αὐτὸν ὑπὸ φρουρᾷ εἶναι· τὸν μέντοι πατριάρχην τοῦ πατριαρχείου ἐκβληθέντα, ἐν τῇ μονῇ τῶν Μαγκάνων ἀπρόϊτον μένειν· τοὺς δὲ πρὸς τὸν νέον βασιλέα παραγενομένους ἀρχιερέας μήτ' αὐτοὺς προϊέναι τῶν οἰκιῶν αὐτῶν, μήθ' ἑτέρους παρ' αὐτοὺς φοιτᾷν. ταῦτα μὲν οὖν ᾗ προσέταξεν ἐγένετο ὁ βασιλεύς. μετὰ δὲ τὴν ἐκ τοῦ νέου βασιλέως τῶν πρέσβεων ἀναχώρησιν πέντε πρὸς τῶν δέκα ἡμερῶν διηνυσμένων, ἐπεὶ μήτε παρὰ βασιλέως τοῦ πρεσβυτέρου, μήτε τοῦ πατριάρχου ἀπολογία τις ἀφίκετο πρὸς αὐτὸν, οὐκ ἐπ' ἀγαθῷ τεκμαιρόμενος εἶναι τὴν σιγὴν, ἅμα τῷ μεγάλῳ δομεστίκῳ καὶ πρωτοστράτορι ἐβουλεύοντο τί δέοι ποιεῖν. εἶπεν οὖν ὁ μέγας δομέστικος· «οὐκέτι δέον, ὦ βασιλεῦ, ἀπράκτους καθῆσθαι, ἀλλ' ἔργου ἔχεσθαι. οὐδὲ γὰρ ἔτι τινὸς ἐνδεῖν, ὃ πράξαντας ἐλπὶς τὸν πόλεμον καταλῦσαι. ὅ, τε γὰρ χρόνος, ὃν ἐνταῦθα καθήμενοι δεόμεθα βασιλέως, τοσοῦτον ὑπερήλασε καὶ τὸ δέον, ὥστ' ἤδη οὐ μεγαλοψυχία καὶ καρτερία ἡ ἐπὶ πλέον παράτασις, ἀλλ' ἔκπληξις πρὸς τὰ δεινὰ καὶ ἀτολμία δόξαι ἄν τισι δικαίως· πρός τε βασιλέα οὐδὲν ὅ,τι παραλέλοιπας τῶν δεόντων, ἀλλὰ πρότερόν τε πολλάκις ἐπρεσβεύσω πρὸς αὐτὸν δεόμενος μὴ καταλῦσαι τὴν εἰρήνην, καὶ νῦν πρὸς τοὺς ἐκεῖθεν ἀφιγμένους πρέσβεις ὅσα ἦν ἐπιθυμοῦντος τὴν εἰρήνην, ἐνταῦθά τε εἶπας καὶ πρὸς ἐκεῖνον διεπρεσβεύσω. ὅ,τε παρελθὼν χρόνος μετὰ τὸ τοὺς πρέσβεις ἐντεῦθεν ἀπελθεῖν ἱκανὸς καὶ περὶ τοῦ πράγματος βασιλέα διασκέψασθαι καὶ ἀπολογίαν δοῦναι, εἴ τι μετριώτερον διενοεῖτο. τὸ δ' ἐν τοσούτῳ χρόνῳ παρὰ βασιλέως τινὰ ἀπολογίαν μὴ ἐλθεῖν, τεκμήριον ἐναργὲς τοῦ μὴ προσδέξασθαι τὴν εἰρήνην, ἀλλὰ πρὸς τὸν πόλεμον ἤδη φανερῶς χωρεῖν· καὶ τοῦτο ἄν τις καὶ ἐξ αὐτοῦ τοῦ πράγματος στοχάσαιτο ἀσφαλῶς. ὁ γὰρ ἐν τοσούτῳ χρόνῳ τὰ πρὸς τὸν πόλεμον ἐξαρτυόμενος καὶ τοσούτους ἐς αὐτὸ τοῦτο πρὸς τὴν ἑσπέραν ἐκπέμψας, ὡς ἂν ἔχῃ χρῆσθαι μεγάλῃ παρασκευῇ πρὸς αὐτὸν καταστὰς, οὐκ ἂν ῥᾳδίως τὰς ἐκεῖθεν πρόηται ἐλπίδας. διὸ οὐδὲ ἡμᾶς ἀπράκτους δεῖ καθῆσθαι, ἀλλὰ πανταχόθεν, ἀπεγνωκότας τὴν εἰρήνην, πρὸς τὸ ἀμύνεσθαι παρασκευάζεσθαι τοὺς ἐπιόντας.» Τοιαῦτα τοῦ μεγάλου δομεστίκου εἰπόντος, καὶ ὁ πρωτοστράτωρ ἔργου ἅπτεσθαι παρῄνει. «εἰ μὲν γὰρ ἠγνοοῦμεν» εἶπεν «ὅτι βασιλεὺς ἐκ πολλοῦ κεκίνηται πρὸς τὸ πολεμεῖν ἡμῖν καὶ πανταχόθεν ἑαυτῷ δύναμιν συναθροίζει καθ' ἡμῶν, ἐχρῆν διασκέπτεσθαι ἐπιπολὺ, μὴ, αὐτοῦ τῆς εἰρήνης ἐχομένου, ἡμεῖς δόξωμεν ἐξ ἀβουλίας πολέμου ἦρχθαι. ἐπεὶ δὲ τοῦτο ἐκ πολλῶν ἡμῖν γεγένηται καταφανὲς, καὶ οὐδ' αὐτὸς ἂν ἀρνήσαιτο βασιλεὺς, μὴ οὐκ αὐτὸς αἴτιος γεγενῆσθαι τοῦ νυνὶ πολέμου, ἀναγκαῖον καὶ ἡμᾶς ὅθεν ἄν τις ὠφέλεια ἥξει πράττειν.» βασιλεῖ δὲ καὶ αὐτῷ μὲν οὐκ ἐπιπλέον ἔτι ἐδόκει μέλλειν, ἀλλ' ἀπελθόντας παρασκευάζεσθαι πρὸς τὸν πόλεμον, παρῄνει δὲ μηδὲ τὴν τελευταίαν ἐλπίδα τῆς εἰρήνης ἀπολιπεῖν, ἀλλ' αὐτοὺς πρὸς Βυζάντιον ἐλθόντας, δι' ἑαυτῶν τὴν εἰρήνην αἰτεῖν. κἂν μὲν αἰδεσθέντες καταλύσωσι τὸν πόλεμον, τὸ ζητούμενον ἠνῦσθαι· ἐὰν δὲ μὴ, θεὸν ἐπιμαρτυραμένους καὶ αὐτοὺς Βυζαντίους, ὡς παντὶ τρόπῳ τὴν εἰρήνην αἰτοῦντες ἀπωθοῦνται ὑπ' αὐτῶν, ἀναχωρεῖν. ὁ μέντοι μέγας δομέστικος «πρὸς μὲν Βυζάντιον» εἶπεν «ἐλευσόμεθα, καθάπερ ἐκέλευσας, βασιλεῦ· πάνυ δὲ θαυμάζω, ὅτι τοσαῦτα καὶ τοιαῦτα πρὸς τὸ μὴ καταλυθῆναι τὴν εἰρήνην πραγματευσαμένων ἡμῶν καὶ πλέον ἠνυκότων μηδὲν, τὴν αἰδῶ ἤλπισας μόνην τοῦτο ἄν ποτε δυνηθῆναι. συγγνώμη δ' ὅμως τοῦ λόγου, τοῖς ὑπὸ πυρετοῦ λαύρου κατεχομένοις πάσχοντι ταὐτόν. ἐκεῖνοί τε γὰρ ἀεὶ κρήνας διΐασι καὶ ποταμοὺς τῷ νῷ καὶ πάντα χρήματα ὕδωρ ἀναβλύζειν αὐτοῖς ἀξιοῦσι καὶ δυσχεραίνουσι τούτου μὴ γινομένου, καίτοι γε εἰδότες σαφῶς, ὡς ἀδύνατα ἀξιοῦσι· καὶ σοὶ τῆς εἰρήνης σφόδρα περικαῶς ἐχομένῳ, οὐδὲν θαυμαστὸν καὶ τὰ πάντη ἀνέφικτα ἡγεῖσθαι δυνατὰ, καὶ ἐξ ἀπόρων, τὸ λεγόμενον, πόρους ἐπινοεῖν. ἐγὼ δὲ ἄλλοις τε πολλοῖς ἀπηγόρευκα τὴν εἰρήνην καὶ τῷ ἐπὶ τοσαύταις ἡμέραις μηδὲν τὸν πατριάρχην σοὶ μεμηνυκέναι. ἔστι μὲν γὰρ ὑπονοεῖν διὰ τὸ τὰς τῆς πόλεως πύλας ἀσφαλῶς φρουρεῖσθαι, μηδ' αὐτῷ ἐξεῖναί τινα πέμψαι πρὸς ἡμᾶς· ἐμοὶ δὲ δοκεῖ οὐ διὰ τοῦτο μᾶλλον ἢ διὰ τὸ μὴ κακῶν ἄγγελος γενέσθαι ἀσπάσασθαι τὴν σιωπήν.» οἱ μὲν οὖν τοιαῦτα πρὸς ἀλλήλους βουλευόμενοι εἶπον.

ναʹ. Ὡς δὲ ἐδόκει πρῶτον εἰς Βυζάντιον ἐλθεῖν, ἄραντες ἐκ Ρηγίου ἅμα τριακοσίοις καὶ χιλίοις λογάσιν, οὓς ἦγον, τὴν ἐς Βυζάντιον ἐπορεύοντο. μετὰ δὲ τὸ τὴν αὐτόθι γέφυραν διελθεῖν, παρὰ τῶν ἐν Βυζαντίῳ βασιλέως φίλων ἧκε γράμματα πρὸς βασιλέα, πάντα κατὰ μέρος διεξιόντα, ὅπως τε οἱ ἀφιγμένοι πρέσβεις οὐδ' ἐρωτήσεως πρὸς βασιλέως ἀξιωθεῖεν τοῦ πρεσβυτέρου, ὅσα τε δυσχεράνας ὁ πατριάρχης τούτου ἕνεκα εἴποι πρὸς βασιλέα καὶ ὧν τύχοι τῶν ἀποκρίσεων, καὶ τελευταῖον, ὡς αὐτός τε καὶ οἱ συμμετασχόντες αὐτῷ τῆς πρὸς βασιλέα ἀπολογίας εἱρχθεῖεν. τῷ μὲν οὖν πέμψαντι τὰ γράμματα βασιλεὺς διὰ τοῦ κεκομικότος τῆς εἰς αὐτὸν εὐνοίας ἀντέπεμπε χάριτας πολλὰς, τοῖς δὲ ἀμφ' αὐτὸν ἐκέλευε τὰ ὅπλα περιθέσθαι, νομίζων, οὐκ ἀσφαλὲς εἶναι οὐδ' ἐμπειρίας στρατιωτικῆς διὰ πολεμίας ἰόντας ἀφράκτους χωρεῖν· καὶ ὡπλίζοντο πάντες ᾗ προσετάχθησαν. ὡς δὲ πλησίον ἐγένοντο τῶν Βυζαντίου τειχῶν, τὴν στρατιὰν μὲν ἔστησε βασιλεὺς ἀπωτέρω· αὐτὸς δ' ἅμα τῷ μεγάλῳ δομεστίκῳ καὶ πρωτοστράτορι καὶ στρατιώτας ἑτέρους τριάκοντα παραλαβὼν, ἦλθεν ἐγγὺς τειχῶν παρὰ τὴν τῆς Γυρολίμνης προσαγορευομένην πύλην. ἐφ' ὧν ἄλλοι τε ἦσαν ὡπλισμένοι πολλοὶ καὶ ἄρχων αὐτῶν ὁ τῆς βασιλικῆς τραπέζης δομέστικος Φωκᾶς ὁ Μαρούλης, ὃν αὐτὸς δι' ἑαυτοῦ προσηγόρευεν ὁ βασιλεύς. ὁ δ' ἀπεκρίνατο μὲν οὐδὲν, προσεκύνει δὲ μόνον σιγῇ. τό,τε γὰρ ὡς βασιλέα καὶ δεσπότην ἑαυτοῦ δέος οὐ μικρὸν ἐνεποίει προσαγορεῦσαι, τὴν ἐκ βασιλέως τοῦ πρεσβυτέρου βλάβην ὑφορωμένῳ, καὶ τὸ ὡς ἰδιώτῃ προσενεχθῆναι, οὐ μόνον ἰταμὸν δεινῶς, ἀλλὰ καὶ αὐτῷ μηδαμῶς προσῆκον, ἅτε πεπαιδευμένῳ περὶ τὰ τοιαῦτα ἱκανῶς. βασιλεὺς δὲ ἐκέλευεν αὐτὸν πρὸς βασιλέα τὸν πάππον ἐλθόντα ἀπαγγεῖλαι, ὡς «δεῖταί σου βασιλεὺς ὁ σὸς ἔγγονος ἢ αὐτὸν κελεῦσαι πρός σε ἐλθεῖν, ἢ εἰ τοῦτο δυσχερὲς, ἀλλὰ, τό γε δεύτερον, ἐν εὐεργεσίας μεγάλῳ μέρει ταύτην αὐτῷ χάριν καταθεῖναι, τὸ, ἐλθόντα αὐτὸν ἐπὶ τοῦ πύργου τουτουῒ, μικρὰ ἄττα διαλεχθῆναι πρὸς σὲ, ἢ εἰ μηδὲ τοῦτο δυνατὸν, τό γε τρίτον, τὸν θεῖον αὐτῷ Μαρκέσην πρὸς αὐτὸν ἀποστεῖλαι ἀρτίως ἥκοντα ἐκ Λουμπαρδίας, ἅμα μὲν ἐπιθυμίαν ἔχοντα αὐτῷ συγγενέσθαι χρόνον ἤδη συχνὸν ἀποδημοῦντι, ἅμα δ' ἵνα χρήσηται αὐτῷ καὶ πρεσβευτῇ πρὸς αὐτόν.» ὁ μὲν οὖν Μαρούλης εἰπὼν, ὡς ποιήσει τὸ κελευσθὲν, ἀπῆλθεν. ὁ μέντοι Μαρκέσης Θεόδωρος υἱὸς βασιλέως ἦν τοῦ πρεσβυτέρου ἐκ βασιλίδος Εἰρήνης τῆς θυγατρὸς Μαρκέση Μούντης Φαράντες τοῦ Λουμπαρδίας ἄρχοντος μέρους γεγενημένος· κατὰ δὲ μητρῷον κλῆρον εἰς Λουμπαρδίαν ἀπελθὼν, ἦρχεν ἐκεῖ τὴν μητρόθεν αὐτῷ προσήκουσαν ἀρχήν. τότε δὲ εἰς Βυζάντιον ἔτυχεν ἐλθὼν, ἅμα μὲν ὀψόμενος τοὺς συγγενεῖς, ἅμα δ', ἵνα καὶ παρὰ βασιλέως τοῦ πατρὸς εὐεργετηθῇ· τοῦτο δ' ἦν αὐτῷ ποιεῖν ἐξ ἔθους κατά τινας περιόδους ἐτῶν. ὁ δὲ Μαρούλης μετὰ μικρὸν ἐκ βασιλέως ἐλθὼν, ἀπήγγειλε τῷ νέῳ βασιλεῖ ὡς εἴη μεμηνυκὼς αὐτῷ βασιλεὺς ὁ πάππος τῶν ἐνθένδε ἀναχωρεῖν, μηδ' ἱστάμενον αὐτοῦ, τὴν αὐτοῦ πόλιν περιποιεῖν ἑαυτῷ ἐξαπατῶντα καὶ παραπείθοντα τὸν προστυχόντα. οὔτε γὰρ αὐτὸν δυνατὸν ἐπὶ τὸ τεῖχος ἐλθεῖν, οὔτ' αὐτῷ τὴν εἴσοδον συγχωρῆσαι, ἀλλ' οὐδὲ μὴν τὸν θεῖον αὐτῷ τὸν Μαρκέσην ἀποστελεῖ πρὸς αὐτόν. πλησίον δὲ αὐτοῦ Μαρούλη καὶ Μάρκος τις Καβαλλάριος ὠνομασμένος ὁ Καβαλλαρίου τοῦ Βάρδα ἑστὼς, ἐκ τῶν οἰκετῶν τοῦ πρεσβυτέρου βασιλέως ὢν, σκαιῶς καὶ ἀπαιδεύτως πρὸς βασιλέα τὸν νέον εἶπεν, ἀποχωρεῖν τῶν ἐνθένδε πρὶν κατεδηδοκέναι τὴν κεφαλὴν τὴν ἑαυτοῦ. ἡδὺ δὲ γελάσας ὁ βασιλεὺς ἐπὶ τῷ λόγῳ, «ἀλλ' οὐκ ἂν εἴη δυνατὸν» εἶπεν «ὦ Μάρκε, τοῦτο. ζῶν τε γὰρ οὐκ ἂν καταφάγοιμι τὴν ἰδίαν κεφαλὴν, καὶ ἀποθανόντα ὁμοίως ἀδυνατώτερον τοῦτο πράττειν, ὥστε σε συμβαίνειν καὶ ἀμφοτέρωθεν ἐψεῦσθαι.» πρὸς μὲν οὖν Μάρκον τοιαῦτα παίζων εἴρηκεν ὁ βασιλεὺς, τὸν Μαρούλην δὲ ἐκέλευεν ὡς ἐξ αὐτοῦ τοιαῦτα ἀπαγγέλλειν βασιλεῖ, ὡς «αὐτὸς ἂν εἰδείη θεὸς, οἶδα δὲ καὶ αὐτὸς, καὶ αὐτῶν ἐμοὶ συνεπιμαρτυρούντων τῶν πραγμάτων, ὡς οὐδὲν ἐνέλιπον προθυμίας οὐδὲ σπουδῆς εἰς τὸ πράττειν ἅ τε προσέταττες καὶ ἦν σοι κατὰ γνώμην· ἐλογιζόμην δ', ὅτι καὶ σὺ μᾶλλον ἂν εἰδείης αὐτὰ τῶν ἄλλων· ἐχρῆν γάρ. ἐπεὶ δ' οὕτω τὰ πράγματα φθονερός τις συνεσκεύασε δαίμων, καὶ ὧν μὲν ἐν τοῖς παρασχοῦσι καιροῖς εὐνοίας ἅμα καὶ εὐπειθείας τῆς πρὸς σὲ ἐπιδέδειγμαι ἔργῳ ἐπελάθου, ἀνθρώποις δὲ συκοφάνταις καὶ φθόροις πεισθεὶς, κεκίνηκας αὖθις τὸν πόλεμον τὸν πρὸς ἐμὲ, πολλὰ πρότερον καὶ βουλευσάμενος καὶ συσκευάσας κατ' ἐμοῦ, ὡς ἐγένετο καταφανὲς ἐμοὶ ἐκ τῶν ἑαλωκότων γραμμάτων, ἃ καὶ μετὰ τῶν πρὸς ἐμὲ ἐλθόντων ἀρχιερέων ἔπεμψά σοι· καὶ πολλὰ πολλάκις ἐμοῦ δεηθέντος, οὐ προσεδέξω τὴν εἰρήνην, καὶ νῦν ἐλθόντος ἐνταυθοῖ καὶ ἁπτομένου σου τῶν γονάτων καὶ πάντα πράττοντος ὥστε τὴν εἰρήνην εἶναι, οὐδὲν μᾶλλον ὑφῆκας τῆς ὀργῆς, ἀλλ' ἄπρακτον ἀπεπέμψω, ὥσπερ τι σκεῦος ἄχρηστον ἀποῤῥίψας· ἤλπικας δ' ἐπὶ τὴν δεδεμένην πάρδαλιν, ἣν ἔλυσας κατ' ἐμοῦ. ἰδοὺ τὴν μὲν εἰρήνην καὶ τοὺς δι' αὐτὴν γεγενημένους ὅρκους παραδίδωμι θεῷ, ὃν αὐτὸς εὐορκῶ· πάντα δὲ τῷ πάντα δικαίως κρίνοντι ἀναθεὶς τὰ κατ' ἐμὲ, ἀναγκαίως ἤδη πρὸς τὸν πόλεμον χωρῶ. πέποιθα δὲ ὡς, ὀλίγου παρελθόντος χρόνου, οὐδ' αὐτὸς ἀγνοήσεις τὴν ἀβουλίαν τὴν νυνὶ, ἀλλ' ἐκ τῶν πραγμάτων αὐτῶν μαθήσῃ σαφῶς, ὡς ὧν μὲν ἀποσχέσθαι ἔδει, ταῦτα προείλου, ἃ δὲ ἔκρινας καταλιπεῖν, τούτων ἦν βέλτιον ἔχεσθαι παντὶ σθένει.» τοιαῦτα βασιλεὺς ὁ νέος εἰπὼν, καταβὰς τοῦ ἵππου, προσεκύνει καὶ ἀπόντα τὸν πάππον καὶ βασιλέα. καὶ ὁ Μαρούλης δὲ ὁμοίως ὥσπερ καὶ πρότερον ἀπὸ τοῦ τείχους σιγῇ τὴν προσκύνησιν παρεῖχε τῷ νέῳ βασιλεῖ. εἶτα καὶ τοὺς ἄλλους τοὺς ἀπὸ τοῦ τείχους ἀσπασάμενος ὁ βασιλεὺς, ἀνεχώρησεν ἐκεῖθεν, καὶ ἦλθεν εἰς Σηλυβρίαν. καὶ διοικήσας τὰ ἐκεῖ ᾗ αὐτῷ ἐδόκει ἄριστα ἔχειν, καὶ ἄρχοντα ἐπιστήσας Σηλυβριανοῖς, ἦλθεν εἰς Διδυμότειχον, καταλιπὼν ἐν Σηλυβρίᾳ παρακοιμώμενον τὸν Ἀπόκαυχον, ὡς ἂν εἴ τι ἀσφαλείας ἐνέδει Σηλυβρίας ἕνεκα καταστησάμενος, ἀφίκηται πάλιν πρὸς αὐτόν· ὃ καὶ ἐποίησεν ὀλίγων ἡμερῶν εἴσω. βασιλεὺς δ' ἐν Διδυμοτείχῳ προσέταξεν ἀθροίζεσθαι τὴν στρατιάν. καὶ οὐ πολλαῖς ὕστερον ἡμέραις οἱ κατὰ Θρᾴκην συνῆλθον πάντες πλὴν τῶν Κομάνων, οὓς ὀλίγῳ ἐλάσσους ὄντας δισχιλίους τὸν ἀριθμὸν, ἦσαν δ' οὗτοι οἱ ἐκ Δαλματίας τῷ βασιλεῖ προσελθόντες Μιχαὴλ τῷ δευτέρῳ, προστάξαντος τοῦ πρεσβυτέρου βασιλέως, ὁ Τορνίκης Ἀνδρόνικος καὶ ὁ Λάσκαρις Μανουὴλ ἀνέστησάν τε ἀπὸ Θρᾴκης καὶ ταῖς νήσοις Λήμνῳ καὶ Θάσῳ ἐγκατῴκισαν καὶ τῇ Λέσβῳ. αἰτία δὲ ἦν τῆς ἀναστάσεως αὐτῶν εὔδηλος μὲν οὐδεμία, ἐλέγετο δὲ ὡς βασιλεὺς πύθοιτο περὶ αὐτῶν, ὡς κρύφα διαλεχθεῖεν πρὸς τοὺς σατράπας τῶν Σκυθῶν, ἵνα στρατιὰν πέμψαντες, ἐκεῖθεν μετὰ τῆς ἄλλης λείας ἀπαγάγωσι καὶ αὐτοὺς πρὸς τὴν Σκυθικὴν προσχωρήσαντας ἅμα γυναιξὶ καὶ τέκνοις. ἀπόδειξις δὲ ἦν τῆς αἰτίας ταύτης οὐδεμία· διὸ καὶ βασιλεὺς ὁ νέος ἐδυσχέραινεν οὐ μετρίως αὐτῶν ἀνισταμένων, ἤνεγκε δὲ σιγῇ τῷ μὴ δοκεῖν ἐναντία βούλεσθαι τῇ βασιλέως γνώμῃ.

νβʹ. Ἐπεὶ δὲ συνήθροιστο ἡ στρατιὰ, τὸν μὲν πρωτοστράτορα βασιλεὺς τῆς Θρᾴκης ἀπέδειξεν ἐπίτροπον πάσης, καταλιπὼν αὐτῷ καὶ μέρος τῆς στρατιᾶς, ὥστε δύνασθαι πρὸς τοὺς ἐκ Βυζαντίου ἀντέχειν· αὐτὸς δὲ ἅμα τῷ μεγάλῳ δομεστίκῳ τὴν ἐπίλοιπον παραλαβὼν, πρὸς Μακεδονίαν ἐχώρει, ὡς ἐκεῖ μαχούμενος τοῖς ἐκ τῆς ἑσπέρας τοῦ πρεσβυτέρου βασιλέως στρατηγοῖς. ἐπύθετο γὰρ, αὐτοὺς ἐκ τῶν ἑσπερίων πόλεων στρατιὰν οὐκ εὐκαταφρόνητον συνηθροικότας, ἅμα δὲ καὶ Τριβαλῶν οὐκ ὀλίγην συμμαχίαν ἐπαγομένους, χωρεῖν κατ' αὐτοῦ. βασιλίδα δὲ τὴν αὐτοῦ γαμετὴν ἐν Διδυμοτείχῳ καταλέλοιπεν ἅμα τῇ αὐτοῦ θείᾳ Θεοδώρᾳ τῇ Καντακουζηνῇ τῇ τοῦ μεγάλου δομεστίκου μητρί. γενόμενος δὲ ἐν Γρατζιάνου πόλει περὶ ἐκβολὰς τῆς Θρᾴκης κειμένῃ, Ξένην αὐτοῦ μητέρα τὴν βασιλίδα τὴν ἐκ Βυζαντίου ἐπάνοδον αὐτοῦ περιμένουσαν εὗρεν. αὕτη γὰρ ἔτι τῶν πρὸς ἀλλήλους τοῖς βασιλεῦσι σπονδῶν οὐσῶν, πρὸς βασιλέως ᾐτήσατο τοῦ κηδεστοῦ πρὸς Θεσσαλονίκην ἐν ᾧ φροντιστηρίῳ τὸ μοναχικὸν ἠμφιάσατο σχῆμα πάλιν ἐπανελθεῖν· καὶ ἐπετράπη. ὡς δὲ μεταξὺ τῆς ὁδοῦ ὁ πρὸς ἀλλήλους τῶν βασιλέων πόλεμος ἀνεῤῥιπίσθη, ἔμεινεν ἐν Γρατζιάνου, δείσασα τὴν ἀταξίαν τῶν ἑσπερίων. ὡς γὰρ ἠγγέλθη αὐτοῖς, ὅτι διελέλυντο αἱ σπονδαὶ, τοὺς τῷ νέῳ βασιλεῖ προσκειμένους εἷρξάν τε πάντας καὶ εἶχον ἐν φρουρᾷ. ἡμέρας δὲ ὀλίγας ἅμα τῇ μητρὶ διατρίψας αὐτοῦ, ἐπεὶ ἡ ἐκ τῆς ἑσπέρας στρατιὰ ἠγγέλθη περὶ Δράμαν καὶ τὴν Φιλίππου, πόλεις Μακεδονικὰς, ἐστρατοπεδευκέναι, θεῷ καὶ τῇ πανάγνῳ αὐτοῦ μητρὶ εὐξάμενος καὶ θυσίαν αἰνέσεως αὐτοῖς θύσας, τοὺς ἐπὶ ταῖς σπονδαῖς γεγενημένους τοῦ πρεσβυτέρου βασιλέως ὅρκους, οὓς αὐτὸς ᾤετο εὐορκεῖν, ἐκέλευσεν ἐπὶ τῆς σημαίας ἀναθέντας, εὐθὺ χωρεῖν τῶν πολεμίων. ἐστρατήγουν δὲ αὐτῶν ὅ,τε τοῦ πρεσβυτέρου βασιλέως ἀνεψιὸς Ἀσάνης Μιχαὴλ καὶ ὁ ὕπαρχος Μονομάχος καὶ ὁ πρωτοβεστιάριος Παλαιολόγος Ἀνδρόνικος, καὶ ἐπὶ τούτοις Δημήτριος ὁ δεσπότης ὁ τοῦ βασιλέως υἱός. τοῦ δὲ ἐκ τῶν Τριβαλῶν συμμαχικοῦ, δυοκαίδεκα ταγμάτων ὄντων, ὁ Χρέλης ἐστρατήγει, τῶν τε παρὰ Τριβαλοῖς εὐπατριδῶν καὶ ἀνδρίας καὶ ἐμπειρίας στρατηγικῆς τὰ πρῶτα φέρων παρ' αὐτοῖς. ἅμα δὲ τῷ ἅψασθαι τῆς ἐπ' ἐκείνους ὁδοῦ ὁ βασιλεὺς πρόσταγμα πέπομφε πρὸς αὐτοὺς, περιέχον τοιαῦτα· «θεῖέ μου δεσπότη καὶ ὑμεῖς θεῖοί μου καὶ οἱ λοιποὶ ἄρχοντες τῆς στρατιᾶς. ὁποίαν τινὰ εὐπείθειαν καὶ αἰδῶ καὶ φιλίαν πρὸς τὸν ἐμὸν πάππον καὶ βασιλέα ἐν παντὶ τῷ παρασχόντι ἐπεδεικνύμην, ὅπως τε οὐδεμίαν αὐτῷ παρέσχον ἀφορμὴν πολέμου, ἀλλὰ μᾶλλον πᾶσαν ἐπίνοιαν ἐκίνησα καὶ μηχανὴν, ὥστε μηδὲ τὴν ἀρχὴν κινηθῆναι τὸν πόλεμον τουτονὶ, θεός τε οἶδεν ὁ πάντα εἰδὼς καὶ αὐτὸς σύνοιδα ἐμαυτῷ. βασιλέα μὲν οὖν πεῖσαι ταῖς συνθήκαις ἐμμένειν οὐκ ἠδυνήθην, πολλὰ δεηθεὶς, ταῖς ἐπαγγελίαις πεποιθότα, ἃς αὐτῷ ἐπηγγείλασθε ὑμεῖς κατ' ἐμοῦ. πυθόμενος δὲ, καὶ ὑμᾶς τὰ κατὰ τὴν ἑσπέραν ὡς ἂν ὑμῖν ἄριστα εἶχεν οἰκονομησαμένους, νῦν ἥκειν ἄχρι Δράμας καὶ τῆς Φιλίππου, ὅπερ ἔστιν ὑπενόησα, ἐμὲ ζητοῦντας ἄχρι τούτου ἐλθεῖν. ἐπεὶ δὲ νεώτερος ὑμῶν ἐγὼ τὴν ἡλικίαν οὐ δέον ἐλογισάμην αἴτιος ὑμῖν πλειόνων γενέσθαι πόνων, ἐπὶ τῆς Θρᾴκης μένων, ἐπὶ τῆς σημαίας τῆς ἐμῆς τοὺς τοῦ βασιλέως ὅρκους ἀναθεὶς, οὓς ἐπὶ ταῖς συνθήκαις ὀμώμοκεν ἐμοὶ, τῆς πρὸς ὑμᾶς φερούσης ἡψάμην, ὡς ὅπου περ ἂν ἐντύχω μαχούμενος ὑμῖν· ὃ δὴ καὶ ὑμεῖς εἰδότες ἤδη, παρασκευάσασθε πρὸς μάχην.» τοιαῦτα μὲν ἐδήλου τὰ γράμματα· οἱ δ' ἐπεὶ ἔγνωσαν ἀδύνατοι εἶναι ἀντιπαρατάξασθαι πρὸς μάχην, ἐπύθοντο δὲ, μέχρι Ξανθείας βασιλέα ἐφθακέναι, οὐκ ἐδόκει λυσιτελεῖν ἐπὶ τῆς αὐτῆς μένειν στρατοπεδείας, ἀλλ' ἄραντες ἐκεῖθεν, ἦλθον εἰς Φερὰς, ἅμα μὲν καὶ διὰ τὸ τὴν πόλιν ὀχυρὰν εἶναι καρτερωτάτων τειχῶν περιβολαῖς καὶ ἀφθονίαν τῶν ἐπιτηδείων δυναμένην χορηγεῖν τῇ στρατιᾷ τοσαύτῃ οὔσῃ, ἅμα δὲ ἐλπίσαντες, καὶ βασιλέα, ἂν αὐτοὺς πύθηται ὥσπερ στρατοπέδῳ τῇ Φεραίων χρωμένους καὶ ἀφθονίαν ἔχοντας σίτου, ὥσπερ ἀποδειλιάσαντα τὸ ἐξ ὀχυροῦ αὐτοὺς ὁρμᾶσθαι στρατοπέδου, πρὸς Χριστούπολιν μενεῖν. βασιλεὺς δὲ ὡς ἐγένετο ἐν Χριστουπόλει, ἐπεὶ ἐπύθετο αὐτοὺς ἀφιγμένους εἰς Φερὰς, ᾔει καὶ αὐτὸς αὐτῶν κατόπιν καὶ ἐστρατοπέδευσεν ἐν πολιχνίῳ τινὶ Ζίχνα προσαγορευομένῳ, ἐγγὺς Φερῶν. οἱ δὲ Ζίχνιοι καὶ πρότερον μὲν ἀφεστηκότες ἤδη ταῖς γνώμαις πρὸς βασιλέα τὸν νέον, Ἀλεξίου Τζαμπλάκωνος τοῦ μεγάλου παπίου ἐνάγοντος πρὸς τοῦτο, ἐκ Χριστουπόλεως κρύφα πρὸς αὐτὸν διαλεγομένου, τότε δὲ οὐκ ἐν ἐλπίσιν, ἀλλ' ἐν βεβαίῳ ἤδη τὴν βοήθειαν ὁρῶντες, ἀπέστησαν ἀναφανδὸν, καὶ βασιλεῖ προσεχώρησαν τῷ νέῳ καὶ τὸ πόλισμα ἐνεχείρισαν. στρατοπεδεύσας δὲ ὁ βασιλεὺς ἐν Ζίχνα ἡμέρας δύο, ὡς ἂν ἔκ τε τῶν τῆς ὁδοιπορίας πόνων καὶ τῶν ὑετῶν καὶ τῶν χειμώνων ἡ στρατιὰ ἀνακτήσηται ἑαυτήν· ἦν γὰρ δὴ κατὰ μῆνα Ἰανουάριον ἡ τοῦ χειμῶνος ὥρα· τῇ τρίτῃ ἅμα ἕῳ ὁπλίζεσθαι τὴν στρατιὰν τῇ σάλπιγγι ἐκέλευσε σημῆναι. ἐπεὶ δὲ περιέθεντο τὰ ὅπλα, ταξάμενοι ὡς ἐς μάχην, ᾔεσαν εὐκόσμως ἅμα καὶ μετὰ σιγῆς. ὡς δὲ ἐγένοντο ἐγγὺς Φερῶν, διαβάντες ποτάμιόν τι λεγόμενον Λιβοβιστὸν, ἔστησαν παρατεταγμένοι ὡς τοῖς ἐναντίοις συμβαλοῦντες. καὶ διημερεύσαντες ἐκεῖ, ἐπεὶ οὐδεὶς αὐτοῖς ἀντεπεξῆλθεν, ἐστρατοπεδεύσαντό τε καὶ διενυκτέρευσαν ἐκεῖ. οἱ δὲ τῆς ἑσπερίου στρατιᾶς ἡγεμόνες ἐκκλησιάσαντες τῆς αὐτῆς νυκτὸς ἅμα Χρέλῃ, τῷ τῶν συμμάχων Τριβαλῶν στρατηγῷ, ἐβουλεύοντο, εἰ δέοι μάχεσθαι βασιλεῖ· καὶ ἔδοξεν ἀλυσιτελὲς καὶ Ρωμαίοις καὶ τοῖς συμμάχοις. ἡ γὰρ εὐταξία καὶ ἡ σιωπὴ καὶ ἡ καρτερία τῆς βασιλέως στρατιᾶς δέος αὐτοῖς οὐ μετρίως ἐνεποίει, ὡς οὐκ ἂν αὐτοῖς οὕτως ὁρμὴ παρέστη δαιμονία πλείοσί τε μάχεσθαι ἑαυτῶν καὶ παρὰ πόλει τῇ σφετέρᾳ στρατοπεδευομένοις, εἰ μὴ πρότερον οὕτω παρεσκεύασαν ἑαυτοὺς, ὡς ἢ νικήσοντες μαχόμενοι ἢ πεσούμενοι παρὰ τὴν μάχην. ἔδοξε δὲ αὐτοῖς λυσιτελεῖν, τειχήρη κατέχοντας τὴν στρατιὰν, φρουρεῖν τὴν πόλιν καὶ ὑπομένειν τὴν πολιορκίαν, ὡς τοῦ βασιλέως οὐ περιμενοῦντος ἐνταυθοῖ, ἀλλ' ἐπαναστρέψοντος ταχέως. ἅμα δὲ ἕῳ εἰς τὴν ὑστεραίαν ὁ βασιλεὺς τὴν στρατιὰν ὡπλισμένην παρατάξας ὡς ἐς μάχην, ἄχρι μεσεμβρίας ἔμεινε πρὸ τῶν τειχῶν, ἐλπίζων ἐς μάχην προκαλέσασθαι τοὺς ἔνδον. ὡς δὲ οὐδεὶς αὐτοῖς ἀντεπεξίοι, τὸν Λουκᾶν Γεώργιον πέπομφε πρὸς αὐτοὺς ὁ βασιλεὺς, ἐκ τῶν οἰκετῶν μὲν ὄντα τῶν αὐτοῦ, συνετὸν δὲ ἄλλως καὶ πρὸς πρεσβείας ἔχοντα ἐπιτηδείως. ὃν γενόμενον πρὸς ταῖς πύλαις οἱ μὲν δεῖν ἔφασαν δέχεσθαι εἰς τὴν πόλιν, οἱ δὲ ἀντέλεγον. ἐπεὶ δὲ καὶ ὁ τῶν Τριβαλῶν στρατηγὸς ὁ Χρέλης τῶν ἀξιούντων ἦν δέχεσθαι τὸν βασιλέως πρεσβευτὴν, εἰσεδέξαντο αὐτὸν, τοῦ μὴ δοκεῖν ἐξεπίτηδες τὸν σύμμαχον ἀνιᾷν. γενόμενος δὲ πρὸς αὐτοὺς ὁ Λουκᾶς, πάντας προσηγόρευεν ἐκ βασιλέως· ἔλεγέ τε πρὸς αὐτοὺς, ὡς «βασιλεὺς ὁ ἐμὸς δεσπότης πολλὴν ὑμῶν ἀναλγησίαν κατεγνωκὼς, ὅτι χειμῶνος ὥρᾳ ἐν ἡμέραις ἤδη δυσὶ πρὸς ταῖς πύλαις ἑστηκὼς ὑμῶν, καὶ πολλὴν, ὡς εἰκὸς ἐν ὥρᾳ τοιαύτῃ, ταλαιπορίαν ὑπὸ κρύους ὑπομένων, οὐδεμιᾶς ἠξίωται προνοίας παρ' ὑμῶν, ἔπεμψεν ἐμὲ τὴν μικρολογίαν ὑμῖν ὀνειδιοῦντα καὶ ἅμα ἀξιώσοντα, ἢ βασιλέα τὸν ἐμὸν δεσπότην ἐντὸς τειχῶν αὐτοὺς φιλοφροσύνης ἕνεκα καλεῖν, ἢ αὐτοὺς ἔξω πρὸς αὐτὸν ἐλθεῖν τῆς αὐτῆς ἕνεκα αἰτίας. ἀλλὰ ταῦτα μὲν ἐμοὶ παίζοντι μᾶλλον, ἔφη, λέλεκται ῥᾳστώνης χάριν. βασιλεὺς δὲ ὑμῖν μηνύει, ὡς, ὁ ἐμὸς πάππος καὶ βασιλεὺς ὑπὸ τῶν ἐμὲ πρὸς αὐτὸν διαβαλλόντων ἐναχθεὶς, τὰς μὲν συνθήκας, ἃς πρὸς ἀλλήλους τῆς εἰρήνης ἕνεκα ἐθέμεθα, διαλύσας, τὸν πόλεμον τουτονὶ κεκίνηκε κατ' ἐμοῦ μηδὲν μήτε ἀδικήσαντος, μήτε παραβεβηκότος τὰς συνθήκας. καὶ πολλὰ πολλάκις ἐμοῦ δεηθέντος καὶ πάντα κάλων κινήσαντος ὥστε μὴ λυθῆναι τὴν εἰρήνην, οὐκ ἠνέσχετο αὐτὸς, ἐμοὶ δοκεῖν, ἀποβλέπων πρὸς ὑμᾶς καὶ ἐλπίζων, ῥᾳδίως ἂν ἐμὲ κατεργάσεσθαι ἐν τῷ πολέμῳ δι' ὑμῶν. ἐπεὶ δὲ, ὡς ὁρᾶτε, οὐχ ᾗ αὐτὸς προσεδόκα τὰ πράγματα ἀπέβη, ἀλλὰ καὶ ἣν εἶχε πρὸς ὑμᾶς ἤδη βεβαίως περιῄρηται ἐλπὶς, δέομαι ὑμῶν, τοῦ κοινοῦ παντὸς τῶν Ρωμαίων ἔλεον λαβόντας, οὕτω δεινῶς ὑπ' ἀλλήλων φθειρομένων διὰ τὸν πόλεμον ἡμῶν τὸν πρὸς ἀλλήλους, πέμψαι πρὸς βασιλέα τινὰ διδάξοντα περὶ τῶν ἐνταυθοῖ πραγμάτων τἀληθές. οἴομαι γὰρ, ἂν πύθηται τὰ ἐνταῦθα πράγματα οἷ κεχώρηκε, μᾶλλον ὑφήσειν τῆς πρὸς ἐμὲ ὀργῆς καὶ τὸν πόλεμον ἐθελήσειν καταθέσθαι, οὐκέθ' ὁμοίως ὥσπερ καὶ πρότερον τὰς πρὸς τὸν πόλεμον ἐλπίδας ἔχων. ἐγὼ δὲ πρῶτον μὲν ἄπρακτος καθεδοῦμαι, μηδὲν κινῶν ὅσον ἂν συμβῶμεν χρόνον, ἕως ἂν ὁ πεμφθεὶς πρὸς βασιλέα ἐπανήξῃ. κἂν μὲν αὖθις ὁ βασιλεὺς μὴ προσδέξηται τὴν εἰρήνην, ἅπτεσθαι τοῦ πολέμου· ἂν δὲ, θεοῦ συνευδοκοῦντος, τὸν πόλεμον ἐθελήσῃ καταθέσθαι, παρέξομαι ὑμῖν ἐγὼ πίστεις ἰσχυρὰς δι' ὅρκον τοῦ μηδενὶ μνησικακήσειν, εἴ τις καὶ τοῦ παρόντος ἔδοξεν αἰτιώτατος γενέσθαι πολέμου, ἀλλὰ πᾶσιν εὐμενῶς διατεθεὶς, ἀσφάλειαν καὶ ἀμνηστίαν παρέξειν τῶν κακῶν.» Τοιαῦτα μὲν πρὸς αὐτοὺς ὁ Λουκᾶς ἐκ βασιλέως εἶπε τοῦ νέου. οἱ δὲ μεταστήσαντες αὐτὸν ἐπὶ μικρὸν, ὥστε βουλεύσασθαι ἐφ' ἑαυτῶν, πάλιν μετακαλεσάμενοι, μὴ δύνασθαι μηδὲν εἶπον ὧν βασιλεὺς προκαλεῖται πρᾶξαι. τό,τε γὰρ ἐκεῖνον εἰς τὴν πόλιν δέξασθαι παντελῶς ἔξω καιροῦ· αὐτοί τε οὐκ ἐξελεύσονται μάχῃ διακριθῆναι πρὸς αὐτόν. εἰ γὰρ ἔμελλον, τῇ προτεραίᾳ ἂν ἅμα τῷ αὐτὸν ἐλθεῖν ἡ μάχη συνήφθη· ἂν δέ τις αὐτοῖς ἐπίῃ, ἀμυνοῦνται ἀναγκαίως ἀπὸ τῶν τειχῶν. τό γε μὴν εἰς Βυζάντιον πρὸς βασιλέα ἀποστεῖλαι τὸν ἀπαγγελοῦντα περὶ τῶν ἐνταυθοῖ πραγμάτων οὐ προσήκειν αὐτοῖς. ὑποχείριοι γὰρ ὄντες βασιλέως, νῦν τε ἃ προσετάχθησαν ποιεῖν καὶ εἰς τοὐπιὸν ἅττα ἂν τὰ πράγματα καὶ ὁ καιρὸς ὑφηγεῖται πράξειν· αὐτῷ δὲ ἐξεῖναι ἃ βούλοιτο καὶ νομίζοι λυσιτελοῦντα ἑαυτῷ ταῦτα καὶ ποιεῖν. τοιαῦτα μὲν οἱ τοῦ πρεσβυτέρου βασιλέως ἀπεκρίναντο στρατηγοί. ἐπεὶ δὲ ὁ Λουκᾶς ἐλθὼν ἀπήγγειλε ταῦτα τῷ νέῳ βασιλεῖ, συναγαγὼν τοὺς ἐν τέλει πάντας, ἐβουλεύετο ὅ,τι δέοι ποιεῖν αὐτούς. συνεβούλευε δὲ ὁ μέγας δομέστικος ἀναχωρεῖν, καὶ μὴ πονεῖν εἰκῆ καὶ μάτην, τῶν δεόντων πράττοντας οὐδέν. οὔτε γὰρ αὐτοὺς Φερὰς δυνατὸν παραστήσασθαι τειχομαχίᾳ· ἥ τε ἔνδον ἅμα στρατηγοῖς πολιορκουμένη στρατιὰ οὐδ' ἂν αὐτοὶ ἀρνηθεῖεν τὸ μὴ οὐκ ἐκ παρατάξεως τολμῆσαι ἄν ποτε εἰς χεῖρας αὐτοῖς ἰέναι. καίτοι γε εἴποι τις ἂν, ὡς οὐ χρὴ πιστεύειν τοῖς τῶν πολεμίων λόγοις ἀεὶ τἀναντία λεγόντων ὧν διανοοῦνται πράττειν· ἐγὼ δὲ ἐκ τῶν πραγμάτων αὐτῶν, ἀλλ' οὐκ ἐξ ὧν ἐκεῖνοι λέγουσι, στοχάζομαι πολιορκεῖσθαι μᾶλλον ἢ μάχεσθαι ἡμῖν αἱρουμένους. ὅτε τοίνυν οὔτε βίᾳ ἑλεῖν αὐτοὺς ἐγχωρεῖ τειχήρεις ὄντας, οὔτε μηχανῇ τινι καὶ στρατηγίᾳ τῶν τειχῶν ἀποστήσαντας ἀναγκάσαι μάχεσθαι ἡμῖν, οὐκ ἀναγκαῖον ἐνταῦθα τόν τε χρόνον παραναλίσκειν ἐν ᾧ τῶν δεόντων ἐξέσται τι πρᾶξαι, καὶ τὴν στρατιὰν ἀνονήτοις κατατείνειν πόνοις. ἀλλ' ἀπαγαγόντας ἐντεῦθεν, ὅπου τῶν ἐπιτηδείων τὴν ἀποκομιδὴν ἕξουσι ῥᾳδίαν στρατοπεδεῦσαι· εἶθ' ἑξῆς ἃ δοκεῖ λυσιτελεῖν ἐκ τῶν παρόντων πράττειν. τοιαῦτα τοῦ μεγάλου δομεστίκου βουλευσαμένου, ὅ,τε βασιλεὺς τὴν βουλὴν ἐπῄνει καὶ οἱ ἐν τέλει συνεπεψηφίζοντο πάντες. καὶ ἀναστρέψαντες ἐκεῖθεν, ἐστρατοπεδεύσαντο πάλιν ἐν Ζίχνα ἐν ἡμέραις δυσίν.

νγʹ. Ἐν τούτοις δὲ τῶν πραγμάτων ὄντων, ἧκεν ἐκ Θεσσαλονίκης ὡς βασιλέα ὁ Φιλομμάτης ὑπὸ τῶν ἐκεῖ τὰ βασιλέως τοῦ νέου πραττόντων πεμφθεὶς, τά τε ἄλλα ἀπαγγέλλων ὡς ἔχει καλῶς, καὶ ὡς, εἰ νῦν ἀφίκοιτο, σὺν οὐδενὶ παραληψόμενος πόνῳ τὴν πόλιν. ἐπεὶ δὲ ἐπύθετο ὁ βασιλεὺς, τά τε ἀχθοφόρα τῶν ζώων καὶ τὰς ἀποσκευὰς καὶ στρατιωτῶν ὅσοι μὴ εὐπόρουν ἵππων εὐρώστων καὶ τὰ πολέμια ἀγαθῶν καταλέλοιπεν ἀπολεξάμενος ἐν Ζίχνα ἅμα Τζαμπλάκωνι τῷ μεγάλῳ παπίᾳ καί τισιν ἑτέροις ὀλίγοις· αὐτὸς δ' ἅμα δομεστίκῳ τῷ μεγάλῳ καὶ τοῖς λοιποῖς ἡγεμόσι τὴν ἀπολεχθεῖσαν στρατιὰν παραλαβὼν, ἔδοξεν ἐπὶ Δράμαν ὡς πολιορκήσων ἀπιέναι. ἐπεὶ δὲ ἐπεγένετο ἡ νὺξ, ἀναστρέψας ἀφ' ἧς ἐπορεύετο ὁδοῦ, ἤλαυνεν ἐπὶ Θεσσαλονίκην διὰ Στρυμόνος. καὶ διαβὰς τὸν ποταμὸν, κατὰ τὸ Μαρμάριον προσαγορευόμενον Μικρὸν ἐκέλευσε τὴν στρατιὰν τυχεῖν ἀναπαύλης καταβάντας ἀπὸ τῶν ἵππων. ἀναπαυσάμενοι δὲ εἴχοντο πάλιν τῆς αὐτῆς ὁδοῦ, καὶ τήν τε ἐπιοῦσαν καὶ τὴν νύκτα τὴν μετ' αὐτὴν ὁδεύσαντες, ἅμα ἕῳ κατὰ τὴν τρίτην ἦσαν ἐν Χορταίτου. τῇ προτεραίᾳ δὲ αὐτῆς φήμη τις διὰ Θεσσαλονίκης διῄει, ὡς βασιλεὺς ὁ νέος τό,τε Ζίχνα εἷλε προσχωρῆσαν, καὶ εἰς Φερὰς ἐλθὼν, τὴν ἐκ τῆς ἑσπέρας στρατιὰν ἅμα Τριβαλοῖς τοῖς συμμάχοις ἐγκατέκλεισεν ἐντὸς τειχῶν, μηδὲ ἀντοφθαλμῆσαι δυνηθέντας· ἀναζεύξας δὲ πάλιν εἰς Ζίχνα, τόν τε παρακοιμώμενον Ἀπόκαυχον καὶ Ἀλέξιον τὸν Παλαιολόγον πέπομφεν ἐνταῦθα, πρόφασιν μὲν, ὡς πρὸς τὸν ἐπιτροπεύοντα Θεσσαλονίκης μέγαν στρατοπεδάρχην τὸν Χοῦμνον καὶ τὸν μητροπολίτην διαπρεσβευσομένους· τῇ δ' ἀληθείᾳ, τοῖς τὰ αὐτῶν πράττουσι κρύφα διαλεξομένους καὶ ἅμα κατασκοπεύσοντας, εἰ Θεσσαλονίκην ὑπαγαγέσθαι δυνατόν. παρὰ μὲν οὖν τῆς φήμης τοιαῦτα διεθρυλλεῖτο· πολλὰ δὲ ἀνερευνήσας ὁ Χοῦμνος ὥστε τὸν ἀπαγγείλαντα τὰ τοιαῦτα ἐξευρεῖν, οὐκ ἠδυνήθη. ὅμως δὲ ἐδόκει λυσιτελεῖν αὐτῷ τε καὶ μητροπολίτῃ, εἰς τὴν ὑστεραίαν εἰς Χορταίτου τὸν μητροπολίτην ἐλθόντα, τόν τε Παλαιολόγον Ἀλέξιον καὶ τὸν παρακοιμώμενον τὸν Ἀπόκαυχον, εἴγε ἀληθῆ τὰ περὶ αὐτῶν διαθρυλληθέντα εἴη, ὡς βασιλέα ἀναστρέφειν κελεύειν, ὡς οὐ συγχωρηθησομένης αὐτοῖς τῆς εἰς Θεσσαλονίκην εἰσόδου. εἰ δ' ἀπειθοῖεν καὶ βιάζοιντο τὴν ἄφιξιν, προαναφωνεῖν αὐτοῖς, ὡς εἱρχθήσονται ἐπιβουλεύοντες αὐτοῖς καὶ βουλόμενοι Θεσσαλονίκην ἀποστῆσαι βασιλέως. τοιαῦτα οἱ μὲν περὶ τῶν ἀκουσθέντων ἐβουλεύσαντο πράττειν. ἅμα δὲ ἕῳ εἰς τὴν ἐπιοῦσαν ὁ μητροπολίτης μὲν κατὰ τὸ σύνθημα τὴν εἰς Χορταίτου ᾔει· ὁ δέ γε Χοῦμνος ἅμα τοῖς ἀμφ' αὐτὸν τῆς προσαγορευομένης τῶν Ἀσωμάτων πύλης ἐξελθὼν, ὅ,τι ἂν ἀποβαίη ἵστατο ἀποσκοπῶν, καὶ ἡ πόλις πᾶσα μετέωρος πρὸς τὰς φήμας ἦν. τοῖς μέντοι δοκοῦσι τὰ βασιλέως τοῦ νέου πράττειν προείρητο μήτε ὅπλοις μήτε ἵπποις χρῆσθαι, ἀλλ' ἢ οἴκοι διατρίβειν, ἢ πεζῇ καὶ ὅπλων προϊέναι χωρίς. τότε δὲ καὶ αὐτοὶ, ἐπεὶ πανταχόθεν τὰ βασιλέως διεθρυλλεῖτο, ἐπὶ τῶν τειχῶν τῆς αὐτῆς πύλης ἀνελθόντες ἄνοπλοι τὴν ἔκβασιν περιέμενον τῶν πραγμάτων. ὁ μέντοι μητροπολίτης ἐπεὶ ἐγγὺς ἐγένετο Χορταίτου, ἀπροσδοκήτως ἐντυχὼν τῷ νέῳ βασιλεῖ, ἐξεπέπληκτό τε καὶ τῆς ἀφίξεως κατεμέμφετο τὴν ἀκαιρίαν. προσαγορεύοντος δὲ αὐτὸν βασιλέως, αὐτὸς πρὸς τὸν ἐκ τοῦ αἰφνιδίου κίνδυνον θορυβηθεὶς, μηδὲ ἀντιπροσειπὼν, ἤλαυνεν ὡς εἶχε τάχους πρὸς τὴν πόλιν, τὴν ἔφοδον μηνύσων βασιλέως. εἵπετο δ' αὐτῷ καὶ ὁ βασιλεὺς συντονώτερον βαδίζων. οἱ δὲ τὰ αὐτοῦ πράττοντες τοῖς τείχεσιν ἐφεστῶτες, ἐπεὶ ἀπὸ τῶν σημαιῶν ἔγνωσαν βασιλέα προσελαύνειν, ἀναθαρσήσαντες ἐπιτίθενται τοῖς ἔξω τῶν πυλῶν, λίθοις βάλλοντες ἀπὸ τῶν τειχῶν· οἱ δὲ, τῶν τε πολεμίων ἔξωθεν ἐπιόντων, τῶν τε ἔνδοθεν φανερῶς ἐκπολεμωθέντων, οὐκ ἔχοντες ὅ,τι χρήσωνται, ἔνδον μὲν εἰσῆλθον τῶν τειχῶν καὶ ἀπέκλεισαν τὰς πύλας· μὴ δυνάμενοι δὲ ἀντέχειν πρὸς τοὺς βάλλοντας ἀπὸ τοῦ τείχους, ἐτράπησαν εἰς φυγὴν καὶ τὴν ἀκρόπολιν κατέσχον ἐλθόντες ὡς ἀμυνούμενοι ἐκεῖθεν. ἦρχε δὲ αὐτῆς Λυζικὸς Γεώργιος ἐκ Βεῤῥοίας. οἱ δὲ ἀπὸ τοῦ τείχους κατελθόντες καὶ τὰς πύλας ἀνοίξαντες, εἰσεδέξαντο βασιλέα. ἅμα δὲ καὶ ἡ πόλις πᾶσα προσετίθετο τῷ νέῳ βασιλεῖ, καὶ ἠσπάζοντο ἐλθόντες πανδημεί. βασιλεὺς δὲ μὴ ἀπὸ Φερῶν εἰς τὴν ἀκρόπολιν στράτευμα ἐλθὸν δυσάλωτον ἀπεργάσηται δείσας, στρατιὰν ἀπολεξάμενος ὅσην ᾤετο ἀρκέσειν πρὸς τὸ ἔργον, τὴν ἀκρόπολιν προσέταξεν ἔξωθεν φρουρεῖν, ὅπως μηδεὶς εἰσέλθοι ἐς αὐτήν. οἱ δὲ ἐν Φεραῖς ὅτι εἰς Θεσσαλονίκην ἔρχεται πυθόμενοι ὁ βασιλεὺς, δείσαντες, ὅπερ ἐγένετο, μὴ αὐτῷ προσχωρήσῃ, τριακοσίους ἔπεμψαν λογάδας, ὥστε τήν τε ἀκρόπολιν κατασχεῖν καὶ τοῖς ἐν τῇ πόλει θάρσος παρασχεῖν ἀντιστῆναι βασιλεῖ. συμβαλόντες δὲ αὐτοῖς οἱ παρὰ βασιλέως προστεταγμένοι τὴν ἀκρόπολιν φρουρεῖν, ἐτρέψαντο κατὰ κράτος, καὶ τοὺς μὲν ἀπέκτειναν αὐτῶν, τοὺς δὲ εἷλον ζῶντας. βασιλεὺς δὲ ἐπεὶ τὰ πρὸς φυλακὴν τῆς ἀκροπόλεως ἐξηρτύσατο, ἧκεν εἰς τὴν ἁγίαν σορὸν Δημητρίου τοῦ μάρτυρος καὶ μυροβλύτου, ἅμα μὲν προσκυνήσων αὐτὸν, ἦν γὰρ ἐξ ἡλικίας πρώτης τιμὴν αὐτῷ καὶ πίστιν πλείω ἢ κατὰ τοὺς ἄλλους μάρτυρας παρέχων καὶ ὥσπερ ἐραστὴς αὐτοῦ ὢν, ἅμα δὲ καὶ τῆς παρούσης ἕνεκα εὐτυχίας ἀμειψόμενος εὐχαριστίαις. προσκυνήσας δὲ καὶ εὐχαριστήσας, ἐπεὶ καὶ τὸν πόδα ἐκ τῆς πρὸς Πέρσας μάχης τραυματισθεὶς, ἐν τέσσαρσι καὶ δέκα μησὶ θεραπευθῆναι οὐκ ἠδυνήθη, πολλὰ τῶν ἰατρῶν πραγματευσαμένων, ἀλλὰ σφακελίζων ἀεὶ οὐ φορητὰς παρεῖχε τὰς ὀδύνας, τὸ ὑπόδημα λύσας, τῷ μύρῳ χρίειν ἔμελλε τοῦ ἁγίου, ἐνθυμηθεὶς, ὡς ἃ μὴ δύναιτο ἀνθρωπίνη τέχνη καὶ σπουδὴ, ταῦτα θεὸς τοῖς ἁγίοις μάρτυσι δύνασθαι παρέσχεν. ἐπεὶ δὲ τόν τε πόδα ἀπεγύμνου καὶ τὰς ὀθόνας, αἷς ἐδεσμεῖτο, περιῄρει, ὢ τῆς πολλῆς τοῦ θεοῦ περὶ τοὺς μάρτυρας φιλοτιμίας! ὁ μὲν μοτὸς ἔξω εὕρητο ἐῤῥιμμένος, ὑγιὴς δὲ ὁ ποὺς ἐς τοσοῦτον, ὡς μηδὲ ἴχνος οὐλῆς ἢ τραύματος ὑποφαίνειν, ἀλλ' ἀγνοεῖσθαι εἴ ποτε καὶ ἐτρώθη. ὅπερ ἰδὼν ὁ βασιλεὺς μᾶλλόν τε ἥσθη διὰ τοῦτο, ἢ ὅτι Θεσσαλονίκην ὑπεποιήσατο ἑαυτῷ, καὶ θερμοτέρας τούτου ἕνεκα καὶ πλείους τὰς εὐχαριστίας ἀπεδίδου. καὶ ἡ πόλις δὲ πᾶσα τὴν εἰς τὸν βασιλέα πυθόμενοι θαυματουργίαν, πολλοὺς ὕμνους εἴς τε θεὸν ᾖδον καὶ Δημήτριον τὸν ἐκείνου θεραπευτήν. ἐκεῖθεν δὲ ἐξελθὼν ὁ βασιλεὺς, κλινούσης ἤδη τῆς ἡμέρας, εἰς τὰ βασίλεια ηὐλίσατο τὴν νύκτα ἐλθών. ἅμα δὲ ἕῳ εἰς τὴν ὑστεραίαν αὐτός τε ὁπλισάμενος καὶ ἡ στρατιὰ, καὶ τοῦ Θεσσαλονικέων δήμου προθύμως συστρατευομένου, ᾔεσαν εἰς τὴν ἀκρόπολιν, ὡς, εἰ μὴ προσχωροῖεν ἑκοντὶ οἱ κατασχόντες, βιάσαιντο τοῖς ὅπλοις. πρῶτα μὲν οὖν πέμψας ὁ βασιλεὺς, προσηγόρευέ τε τοὺς ἔνδον καὶ προὐκαλεῖτο αὐτοὺς ἀμαχεὶ τὴν ἀκρόπολιν παραδιδόναι, ἀμνηστίαν τε παρέχων καὶ ἐπαγγελλόμενος ποιήσειν εὖ. ὡς δ' οὐκ ἐσήκουον, ἀλλὰ ἐσκληρύνοντο, καταστάντες ἐτειχομάχουν. καὶ μέχρι μὲν τριῶν ἢ τεττάρων ὡρῶν καὶ αὐτοὶ ἠμύνοντο καρτερῶς ἀπὸ τῶν τειχῶν· ἔπειτα οἵ τε τὴν ἀκρόπολιν κατοικοῦντες καὶ ὅσοι τῶν Θεσσαλονικέων ἦσαν μὴ πάνυ προσκείμενοι τῷ πρεσβυτέρῳ βασιλεῖ, διεστασίασάν τε ταῖς γνώμαις πρὸς τοὺς ἄλλους, καὶ ἀνακωχὴν αἰτήσαντες πρὸς βασιλέως τοῦ πολέμου, εἰς λόγους κατέστησαν τοῖς συμπολιορκουμένοις. καὶ Λυζικῷ μὲν τῷ τῆς ἀκροπόλεως ἄρχοντι οὐκ ἔφασαν περὶ τῆς σφετέρας πατρίδος βουλεύειν συγχωρήσειν, ἑτέρας ὄντα πόλεως πολίτην, ὃν, βασιλεῖ προσχωρησάσης Βεῤῥοίας, οἱ συγγενεῖς, ἄν τι καὶ προσκρούσῃ, ἐξαιτήσονται· τοῖς δ' ἄλλοις οὐ δίκαιον εἶναι ἔλεγον οὐδὲ λυσιτελὲς, τῆς ἄλλης ἁπάσης πόλεως προσχωρησάσης βασιλεῖ, αὐτοὺς ἀντίστασθαι καὶ πολεμεῖν. οὔτε γὰρ δυνήσονται ἑαυτούς τε καὶ τὴν ἄκραν περισῶσαι μόνοι ἐναπειλημμένοι, τῶν τε ἐκ Φερῶν κατὰ συμμαχίαν ἀφιγμένων ἡττημένων, καὶ οὐκ ἂν ἑτέρων τολμησόντων ἐλθεῖν. «ἥ τε βασιλέως στρατιὰ πολλή τε καὶ ἀξιόμαχος, καὶ προσέτι πᾶσα ἡ πόλις πανδημεὶ προσκαθήμενοι ἐκπολιορκήσουσιν ἡμᾶς. εἰ δὲ καὶ ἀντισχεῖν δυνησόμεθα πρὸς ὀλίγον, ἀμφοτέρωθεν ζημιωσόμεθα. ἄν τε γὰρ νικῶμεν, φίλους καὶ τοὺς οἰκειοτάτους ἀποκτενοῦμεν, ἄν τε ἡττώμεθα, ἀνάγκη ἀποθνήσκειν. ἃ δὴ ἅπαντα οὐ πρὸς ἡμῶν. εἰ μὲν οὖν καὶ ὑμῖν ταῦτα συνδοκεῖ· εἰ δ' οὖν, ἀλλ' ἡμεῖς γε ἡμᾶς τε αὐτοὺς καὶ τὴν ἀκρόπολιν ἐγχειρίσομεν βασιλεῖ.» οἱ μὲν οὖν τοιαῦτα εἶπον· Λυζικὸς δὲ καὶ ὅσοι ἦσαν τῷ πρεσβυτέρῳ προσκείμενοι βασιλεῖ, οὐκ ἔχοντες ὅ,τι δράσαιεν, ἅμα τοῖς ἄλλοις ἀμνηστίαν αἰτήσαντες εἴ τι προσκεκρούκασι πρὸς βασιλέα, καὶ τυχόντες, παρέδοσαν τὴν ἀκρόπολιν.

νδʹ. Καὶ παρελθὼν ὁ βασιλεὺς, καὶ ὅσοι ἦσαν τῶν τὰ τοῦ πρεσβυτέρου βασιλέως πραττόντων παραλαβὼν, ἐξῆλθεν εὐθύς. καὶ εἰς βασίλεια ἐλθὼν, ἐβουλεύετο μετὰ τῶν ἐν τέλει, τῶν τε ἀφιγμένων σὺν αὐτῷ καὶ οἳ ἦσαν ἐν Θεσσαλονίκῃ, ὅποι χρὴ τραπέσθαι, ἐπειδὴ τὰ πράγματα ἠνάγκαζον μὴ ἠρεμεῖν. οἱ μὲν οὖν ἄλλοι πάντες εἰς Βέῤῥοιαν ἐβουλεύοντο ἐλθεῖν, ὁ μέγας δὲ δομέστικος Βέῤῥοιαν μὲν ἔλεγεν ἐᾷν, εἰς Ἔδεσσαν δὲ ἐλθεῖν, κἀκεῖθεν εἰς Καστορίαν. προσετίθει δὲ καὶ τὰς αἰτίας, λέγων, ὡς «ὅ, τε δεσπότης Δημήτριος καὶ ἔπαρχος ὁ Μονομάχος καὶ ὁ Ραοὺλ Ἰσαάκιος τὰς γυναῖκας καὶ παῖδας ἔχοντες ἐν Ἐδεσσηνοῖς, εἰκὸς πάσῃ σπουδῇ χρήσασθαι καὶ μηχανῇ ὥστε κατασχεῖν αὐτὰ, ἅμα μὲν καὶ τῶν γυναικῶν ἕνεκα καὶ τέκνων, ἅμα δ', ὅτι μικρόν τε ὂν τὸ πόλισμα καὶ καρτερὸν ἀπό τε τειχῶν καὶ τῆς τοῦ τόπου κατασκευῆς, ῥᾴδιόν ἐστιν εἰς φυλακήν. κἂν φθάσωσιν αὐτὸ προκατασχεῖν, διαφεύξεται μὲν οὐδ' οὕτω τὸ μὴ ἁλῶναι παρ' ἡμῶν, παρέξει δὲ πολλὴν τὴν δυσχέρειαν καὶ τὴν τριβὴν καὶ τὸν πόνον ἐν τῷ πολιορκεῖσθαι. ἐὰν δὲ νῦν παραγενώμεθα ἡμεῖς, οἱ αὐτόθι δυνατώτατοι καὶ τοὺς ἄλλους ἄγοντες καὶ φέροντες οἷ ἂν βούλωνται, ἐκ πολλοῦ προσκείμενοι ἐμοὶ, ῥᾷστα παραδώσουσι τὸ πόλισμα ἡμῖν· μᾶλλον δὲ καὶ πρὶν ἡμᾶς ἥκειν ἐκεῖ, ἂν βασιλέως τε προστάγματα καὶ γράμματα ἐμὰ πρὸς αὐτοὺς ἥξει, ἐκ παντὸς τρόπου σπουδάσουσι τὰ κελευόμενα ποιεῖν. κἄν τις καὶ τῶν εἰρημένων ἀφίκηται πρὸς αὐτοὺς, οὐκ ἂν εἰσδέξωνται. Καστορίας δὲ καὶ αὐτῆς ὀχυρωτάτης οὔσης διὰ τὸ πανταχόθεν περικλύζεσθαι τῇ λίμνῃ, ὁ τοῦ πρωτοβεστιαρίου γαμβρὸς ὁ Ἄγγελος ἄρχει, ὃς ἐμοί τε ἔγγιστα προσήκει κατὰ γένος καὶ πολλὴν ἐμοὶ τὴν εὔνοιαν καὶ τὴν εὐπείθειαν ὀφείλει, ἐκθρεψαμένῳ τε αὐτὸν καὶ τὰ πολέμια διδάξαντι· καὶ διὰ τὴν πρὸς ἐμὲ φιλίαν ῥᾷστα πρωτοβεστιάριον ἂν πρόηται τὸν κηδεστὴν, καὶ ἡμῖν τὴν πόλιν παραδοίη. ταῦτα δὲ ἡμῖν κατασχοῦσιν, αὐτόκλητοι προσχωρήσουσιν οἱ Βεῤῥοιῶται· δοκῶ μοι δὲ, αὐτοὺς καὶ πρὶν ταῦτα εἰς πέρας ἥκειν εἰς τὴν ὑστεραίαν ἢ καὶ τρίτην ἡμέραν ἂν ἐλθεῖν παραδώσοντας τὴν πόλιν.» τοιαῦτα τοῦ μεγάλου δομεστίκου βουλευσαμένου, ὅ, τε βασιλεὺς συνέθετο εὐθὺς, καὶ οἱ ἄλλοι συνεπεψηφίζοντο ἐπαινέσαντες τὴν βουλὴν, καὶ ἐκεκύρωτο τὴν ἐπὶ Ἔδεσσαν ἰέναι. αὐτίκα τε προστάγματα βασιλέως καὶ τοῦ μεγάλου δομεστίκου γράμματα διὰ ταχυδρόμων ἱππέων πρός τε Ἔδεσσαν ἐπέμφθησαν καὶ Καστορίαν. καὶ Ἄγγελος μὲν ὁ Καστορίας ἐπίτροπος εὐθὺς τὴν πόλιν εἶχε διὰ φρουρᾶς, ὡς βασιλεῖ τῷ νέῳ, ὅταν ἀφίκηται, παραδώσων. οἱ δ' ἐν Ἐδέσσῃ δυνατοὶ, οἵ τε Ἄγγελοι Ραδίποροι ἐπικεκλημένοι, τρεῖς ὄντες ἀδελφοὶ, καὶ ὁ Λάσκαρις, ἐπεὶ τὰ προστάγματα ἐδέξαντο βασιλέως, μηδεμίαν ποιησάμενοι ἀναβολὴν, ἐπεὶ καὶ ὁ δῆμος Ἐδεσσηνῶν τῆς αὐτῶν ἐξήρτητο γνώμης, τήν τε βασίλισσαν τὴν Δημητρίου τοῦ δεσπότου γαμετὴν καὶ τὴν ἐπάρχου τοῦ Μονομάχου καὶ τὴν Ραοὺλ περιώρισαν ἐν οἰκίαις, καὶ ἐφύλαττον περιστήσαντες φρουράν. μετὰ μικρὸν δὲ οἱ ἄνδρες αὐτῶν ἐλθόντες, ἐπεὶ εὕρισκον Ἐδεσσηνούς τε αὐτῶν ἀφεστηκότας καὶ εἱρχθείσας τὰς γυναῖκας, τραπόμενοι ἔφευγον πρὸς τὸν ἄρχοντα τῶν Τριβαλῶν. ὡς γὰρ ἐπύθοντο ἔτι ἐν Φεραῖς ὄντες, ὡς βασιλεὺς τὴν πρὸς Θεσσαλονίκην φέρουσαν ἐτράπη, ἤλπισαν μὲν οὐδ' ἐπὶ μικρὸν αὐτῷ τὴν πόλιν προσχωρήσειν, ἀσφαλείας δὲ ἕνεκα τοὺς τριακοσίους ἔπεμψαν ὡς τὴν ἀκρόπολιν καθέξοντας· ἐπεὶ δὲ ἐπύθοντο ὡς ἥ τε Θεσσαλονίκη προσεχώρησε βασιλεῖ, καὶ οἱ τριακόσιοι, οἱ μὲν ἀπέθανον, οἱ δ' ἐζωγρήθησαν ὑπὸ τῶν βασιλικῶν, πᾶσαν ἐλπίδα σωτηρίας ἤδη περιαιρεθέντες, πρὶν ἔκπυστα τοῖς πᾶσι γενέσθαι τὰ συμβάντα, τὴν στρατιὰν ὅση ἦν ἀναλαβόντες, προσχήματι μὲν ᾔεσαν ὡς ἐπὶ Θεσσαλονίκην, ὡς οὔπω ἑαλωκυῖαν περιποιήσοντες, ἵνα μὴ δοκοῖεν ἐκλιπόντες Φερὰς καὶ τὰς ἄλλας τῆς Μακεδονίας πόλεις φεύγειν· τῇ δ' ἀληθείᾳ, ὡς ἕκαστος χωρήσοντες οἷ ἂν αἵ τε γυναῖκες καὶ τὰ τέκνα ᾖ. ἐπεὶ δὲ ἐξελθόντες ἀπὸ Φερῶν εἴχοντο ὁδοῦ ὅσοι τε ἐκ Θεσσαλονίκης συνεστρατεύοντο αὐτοῖς, ἐπεὶ ἐπύθοντο ἑαλωκυῖαν, ἀποστάντες αὐτῶν, ἐχώρησαν πρὸς βασιλέα· καὶ οἱ Βεῤῥοιῶται τὰ ἐν Βοδηνοῖς πυθόμενοι συμβάντα, ταὐτὰ τοῖς ἐκ Θεσσαλονίκης ἐποίουν· τό, τε συστρατευόμενον αὐτοῖς ὑπήκοον Ρωμαίοις στράτευμα Μυσῶν ἤδη καὶ ἐνεωτέρισε φανερῶς. ἐντυχόντες γὰρ τοῦ πρωτοβεστιαρίου βοσκήμασι πολλοῖς, διήρπασαν αὐτὰ, αὐτοῦ παρόντος καὶ προσεποίησαν ἑαυτοῖς. ἐπιχειροῦντι δὲ ἀνασώζειν τὰ διαρπασθέντα, οὐ μόνον οὐκ ἐπείθοντο, ἀλλὰ καὶ τῶν σκευοφόρων αὐτοῦ τινα ἀφείλοντο τὸν ἵππον, ἔργῳ διδάσκοντες ὡς εἰ μὴ ἀγαπῴη, χωρήσοντες καὶ κατ' αὐτοῦ. ἥ τε λοιπὴ ἅπασα στρατιὰ καὶ οἱ ἐκ τῶν ἑσπερίων πόλεων παρόντες δυνατοὶ, τῶν βασιλέως πραγμάτων ἤδη φανερῶν γεγενημένων, ἐκλιπόντες τοὺς στρατηγοὺς, πάντες ἦλθον ὡς αὐτόν. δείσας δὲ ὁ πρωτοβεστιάριος εἰς Ἀχρίδα ἐλθεῖν, ἐκεῖ γὰρ ἦν καταθέμενος τὴν γυναῖκα καὶ τὰ τέκνα, ὅτε κατὰ βασιλέως ἅμα τῷ στρατεύματι ἐχώρει, ἅμα δεσπότῃ καὶ τοῖς· λοιποῖς, εἰς πεντήκοντα καὶ ἑκατὸν ὄντες, ἐχώρησαν πρὸς Κράλην τὸν ἄρχοντα τῶν Τριβαλῶν. Φεραῖοι δὲ, ὅσοι ἦσαν ἐκ Βυζαντίου δεσπότῃ καὶ τοῖς ἄλλοις ἑπόμενοι στρατηγοῖς, ἐπεὶ ἐλείποντο ἐκεῖ ἀναχωρούντων, πάντα συσχόντες, τὰ ὄντα μὲν διήρπασαν αὐτοῖς, αὐτοὺς δὲ ὑπὸ δεσμοῖς ἤγαγον ὡς βασιλέα. βασιλεὺς δὲ ἐπεὶ ἐδέδοκτο τὴν ἐπὶ Ἔδεσσαν ἰέναι, ἐξελθὼν Θεσσαλονίκης, δευτεραῖος ἦλθεν εἰς αὐτά. οἱ Ἐδεσσηνοὶ δὲ ἐξελθόντες πανδημεὶ, προσεκύνησάν τε βασιλέα καὶ τὸ πόλισμα παρέδοσαν. τὰ μὲν οὖν ἄλλα ᾗ αὐτῷ ἐδόκει διῴκει ὁ βασιλεύς· ὅσα δὲ ἦν αὐτόθι χρήματα δεσπότῃ καὶ τοῖς ἄλλοις στρατηγοῖς, ἃ μὲν ἂν ᾖ ἴδια ταῖς γυναιξὶ, ταῦτ' ἔχειν προσέταξεν αὐτὰς, καὶ μηδένα ἀδικεῖν, ἃ δ' ἂν ᾖ τῶν ἀνδρῶν, αὐτῷ μηνυθῆναι, ὡς ἂν αὐτὸς διαγνῷ περὶ αὐτῶν. αἱ μὲν οὖν ἄλλαι τὰ ἴδια μεμηνύκεσαν καὶ τὰ τῶν ἀνδρῶν, βασίλισσα δὲ ἡ τοῦ δεσπότου γαμετὴ, δείσασα μὴ τὰ χρήματα ἀφαιρεθείη, ὀλίγα μὲν ἐκ τῶν ἐνόντων ἐποίησε φανερὰ, τὰ πλείω δὲ μοναχῷ τινι παρακατέθετο φυλάττειν. καὶ διέλαθόν γε ἄχρι καιροῦ· ἔπειτα φωραθέντος τοῦ μοναχοῦ μετὰ χρόνον τινὰ ὑπὸ τῶν ἐπιτροπευόντων ἐν ἐκείνοις τοῖς χωρίοις, ἄλλοτε ἄλλα διηρπάσθη. ἐπεὶ δὲ ἀνηνέχθη τῷ βασιλεῖ περὶ τῶν χρημάτων, τά τε ἴδια καὶ τὰ τῶν ἀνδρῶν προσέταξεν ὁ βασιλεὺς ἔχειν τὰς γυναῖκας, ὡς ἂν ἔχοιεν καὶ τοῖς ἀνδράσι χορηγεῖν ἐπὶ τῆς ξένης· αὐτὰς δὲ ἐκ Βοδηνῶν ἀχθῆναι εἰς Θεσσαλονίκην, κἀκεῖθεν εἰς Διδυμότειχον, ἵν' ἐκεῖ συνδιάγοιεν τῇ βασιλίδι. καὶ ἐπληροῦτο τὰ κεκελευσμένα.
https://byzantium.gr/

νεʹ. Εἰς τὴν ὑστεραίαν δὲ ἀπάρας ἐξ Ἐδέσσης, ἦλθεν εἰς Καστορίαν· καὶ εἰσεδέξατο αὐτὸν ὁ ταύτης ἐπιτροπεύων Ἄγγελος χαίρων, καὶ παρέδωκε τὴν πόλιν. ἦν γὰρ δὴ καὶ πρότερον τὴν ἄφιξιν προσδεχόμενος αὐτοῦ, ἐξ ὅτου πρὸς αὐτὸν ἐκ Θεσσαλονίκης προστάγματά τε ἐκείνου καὶ τοῦ μεγάλου δομεστίκου γράμματα ἐπέμφθη, καὶ τὴν πόλιν εἶχεν ἐν φυλακῇ ἕνεκα αὐτοῦ. μεταξὺ δὲ τὴν πρὸς Καστορίαν ὁδεύων ὁδὸν, τόν τε Βοησίλαν τῶν Μυσῶν δεσπότην καὶ Βρυέννιον τὸν μέγαν δρουγγάριον καὶ Ἐξώτροχον τὸν μέγαν ἑταιρειάρχην ἅμα δισχιλίοις ἱππεῦσι στρατιώταις ἀπολεξάμενος, τὴν πρὸς Ἀχρίδα ἐκέλευσεν ἰέναι, εἴ πως δυνηθεῖεν τὸν πρωτοβεστιάριον φθάσαντες παρελθεῖν εἰς αὐτήν. καὶ βαδίσαντας συντόνως, ἐπεὶ προτεραίᾳ ἦλθον, εἰσεδέξαντο αὐτοὺς οἱ Ἀχριδηνοὶ ἀνοίξαντες τὰς πύλας· ἤδη γὰρ ἅπαντα ἀφίσταντο πρὸς βασιλέα τὸν νέον, καὶ ἀναγκάζοντος μηδενός· πρωτοβεστιάριος δὲ ἐπεὶ ὑστέρησε, πυθόμενος ἑαλωκυῖαν τὴν Ἀχρίδα, τὰς σωζούσας ἐλπίδας ἀπογνοὺς, ηὐτομόλησε μετὰ τῶν ἄλλων εἰς Κράλην. καὶ ἐπεχείρουν πείθειν αὐτὸν, πόλεμον ἄρασθαι πρὸς βασιλέα, εἴ πως δι' αὐτοῦ δυνηθεῖεν ἀναμαχέσασθαι τὴν ἧτταν. καὶ πεισθεὶς αὐτοῖς, ἦλθεν ἄχρι μεθορίων τῆς αὐτοῦ καὶ Ρωμαίων γῆς, στρατὸν ἐπαγόμενος πολύν. βασιλεὺς δὲ ἡμέραν μίαν αὐλισάμενος ἐν Καστορίᾳ, ἄρας ἐκεῖθεν, ἦλθεν εἰς Ἀχρίδα. καὶ ἐκέλευσε τὴν πρωτοβεστιαρίου γαμετὴν ὅσα ἔχει χρήματα λαβοῦσαν, εἰς Θεσσαλονίκην ἐλθεῖν, ὡς ἅμα ταῖς ἄλλαις ἀφιξομένην εἰς Διδυμότειχον. ἡ δὲ ὑποπτεύσασα, μὴ οὐκ ἀληθῆ τὰ λεγόμενα ᾖ, καὶ δείσασα περὶ τοῖς χρήμασι, τοῖς φίλοις παρακατέθετο φυλάττειν· αὐτὴ δὲ ἰσχυρίζετο μηδὲν ἔχειν. ἐκείνη μὲν οὖν ὡς εἶχεν ἅμα καὶ ἑτέραις γυναιξὶν ἤχθη εἰς Θεσσαλονίκην. καὶ μετὰ μικρὸν εὕρηνται αὐτῆς παρά τινι κεκρυμμένα κόσμοι τε γυναικεῖοι καὶ ἕτερ' ἄττα, χρυσίων δισμυρίων ἄξια τιμῆς· ὀλίγαις δὲ ὕστερον ἡμέραις προσελθών τις τῷ μεγάλῳ δομεστίκῳ καὶ ἀναμνήσας παλαιᾶς τινος εὐεργεσίας, ἣν ὑπ' αὐτοῦ ἦν πεπονθὼς, ἔλεγε δίκαιον εἶναι καὶ αὐτὸν ὅ, τι ἂν δύναιτο ἀντευποιεῖν, καὶ ἐμήνυεν αὐτῷ, ὡς εἰδείη τοῦ πρωτοβεστιαρίου χρήματα ὅπου κρύπτοιτο πολλά. πέμψας δὲ ὁ μέγας δομέστικος τῶν πιστοτάτων οἰκετῶν τινα, ὑφηγουμένου τοῦ μεμηνυκότος, τὰ χρήματα ἤχθη πρὸς αὐτὸν ἐν δυσὶ κιβωτίοις, ἐν οἷς ἦν ἀγγεῖόν τι ἐκ χαλκοῦ πεποιημένον, δισχιλίους καὶ μυρίους ἔχον χρυσοῦς, καὶ ζῶναι καὶ ἐκπώματα ἐκ χρυσοῦ πεποιημένα καὶ ἄργυρος ἄσημος καὶ γυναικεῖοι κόσμοι καὶ ἕτερ' ἄττα τετρακισμυρίων ἄξια χρυσίων. τῷ μὲν οὖν τὰ χρήματα μεμηνυκότι λόγοις τε ὁ μέγας δομέστικος ὡμολόγει χάριτας καὶ ἔργοις ἐποίει εὖ· βασιλεῖ δὲ προσελθὼν, τά τε χρήματα ἐμήνυεν ὡς εὕρηνται, καὶ ἐδήλου καὶ τὸν ἀριθμόν. βασιλέως δὲ «οὐκοῦν» εἰπόντος «σὲ τὸν εὑρηκότα δίκαιον ἔχειν·» «ἀλλ' οὔτε πρότερον» εἶπεν αὐτὸς «ἐν τοῖς τοῦ πολέμου καιροῖς οὔτε πλείω οὔτ' ἐλάττω χρήματα ἀφειλόμην τινὸς, ὥσπερ οἶσθα καὶ αὐτός· οὔτε τούτων ἂν ὀφθείην ἥττων νῦν.» «ἀλλ' οὐδὲν» ἔφη «θαυμαστὸν» ὁ βασιλεὺς «εἰ πολλὰ ὑπ' αὐτῶν ἀφῃρημένος καὶ μάλιστα πρωτοβεστιαρίου τουτουῒ, ὀλίγα ἄττα ἐκ τῶν αὐτοῦ ὠφεληθήσῃ.» «αὐτὸ μὲν οὖν τοῦτο μᾶλλον» εἶπε «θαυμαστὸν, εἰ πολλὰ ὑπ' αὐτῶν καὶ μάλιστα κατὰ τὸν δεύτερον πόλεμον ζημιωθεὶς, καιροῦ παρασχόντος, οὐκ ἠθέλησα ἀμύνασθαι τοῖς ἴσοις, νυνὶ δὲ ὀλίγων ἕνεκα χρημάτων τό, τε ἐξ ἀρχῆς ἦθος διαφθερῶ καὶ ἥττων ἀδίκου λήμματος καὶ κέρδους ἂν φανῶ· ἀλλὰ μᾶλλον αὐτὰ στρατιώταις καὶ ἄλλοις οἷς ἂν ἐθέλῃς κέλευσον διανεμηθῆναι.» βασιλεὺς μὲν οὖν ἐπείθετο εἰπόντι, καὶ τὸν χρυσὸν ὅσος ἦν ἐκέλευσε διανεμηθῆναι τῇ στρατιᾷ· ὅσα δὲ ἦν ἔπιπλα καί τινα ἐκ τῶν σκευῶν τῶν εὐπατριδῶν διεδόθη τισὶ, καὶ τὰ λειπόμενα τῷ βασιλικῷ προσήχθη ταμιείῳ. ὀκτὼ δὲ ἡμέραις τῇ Ἀχρίδι ἐνδιατρίψαντα βασιλέα οἵ τε τὰς Δεαβόλεις νεμόμενοι Ἀλβανοὶ νομάδες καὶ οἱ τὰς Κολωνείας, ἔτι δὲ καὶ οἱ Ἀχρίδος ἐγγὺς, προσεκύνησαν ἐλθόντες καὶ δουλεύειν ἐπηγγείλαντο προθύμως. τοὺς δὲ πόῤῥω κατῳκισμένους πρὸς ἐσχατιαῖς τῆς Ρωμαίων ἡγεμονίας γράμματα ἐκάλει βασιλικὰ πρὸς Θεσσαλονίκην ἐλθεῖν, ὡς προσκυνήσοντας ἐκεῖ· καὶ οὐ πολλῷ ὕστερον ἦλθον. ὁ μέντοι Κράλης ἅμα στρατῷ παντὶ τῷ ὑπ' αὐτὸν ἐν μεθορίοις τῆς αὐτοῦ καὶ Ρωμαίων ἡγεμονίας ὢν, ὑπὸ μὲν τῶν φυγάδων Ρωμαίων ὁσημέραι παρεκαλεῖτο κατὰ βασιλέως ἐλθεῖν καὶ μάχην συνάπτειν, ὑπήκουε δὲ οὐδαμῶς, δεδιὼς μὴ οὐ κατὰ γνώμην αὐτῷ τὰ πράγματα χωρήσῃ. περιέμενε δὲ τὸν Χρέλην, ὃς ἦν ἐν Φεραῖς, Ρωμαίοις κατὰ τοῦ νέου βασιλέως συμμαχῶν, ἔτι γὰρ ἀπῆν, παρ' αὐτοῦ περὶ βασιλέως καὶ τῆς ὑπ' αὐτὸν στρατιᾶς βουλόμενος πυθέσθαι, εἰ ἐπιχειρητέα εἴη ἢ μή. ἐπεὶ δὲ ἀφῖκτο, ἐπυνθάνετο αὐτοῦ ὁ Κράλης, εἰ πρὸς βασιλέα πολεμητέον εἴη· ὁ δὲ συνεβούλευεν, εἰρήνην μᾶλλον ἄγειν καὶ μὴ τὸν οὐκ ὄντα πόλεμον ἑαυτῷ καὶ ὑπηκόοις ἐπάγειν. βασιλέα γὰρ αὐτὸς ἔλεγεν ἐν Φεραῖς ἑωρακέναι ἄγοντα μὲν στρατὸν οὐ πάνυ πολὺν, τοσοῦτον δὲ τὰ πολέμια ἐξησκημένον καὶ ἵπποις τε καὶ ὅπλοις διακεκοσμημένον ἐκπρεπῶς, ὡς ἔκπληξιν καὶ ἀπὸ μόνης ὄψεως παρέχειν· οὕτω δὲ ἀθορύβως καὶ εὐτάκτως ἑπόμενον τοῖς ἡγεμόσιν, ὡς δοκεῖν οὐ πολλοὺς, ἀλλ' ἕνα ὄντα τῶν τε παραγγελμάτων ἀκούειν καὶ σπουδῇ τὰ κελευόμενα ποιεῖν. «ἀνδρίας δὲ τοσοῦτον αὐτοῖς περίεστι καὶ τόλμης, ὡς, καίτοι τῶν ἀντιτεταγμένων ὄντες ἐλάσσους πολλῷ, καὶ ἐπιόντες αὐτοῖς παρὰ πόλιν οἰκείαν στρατοπεδευομένοις, οὔτε ἔδεισαν οὔτε ἐθορυβήθησαν οὐδαμῶς· ἀλλὰ ἐγγὺς γενόμενοι Φερῶν ὅσον συναναμίγνυσθαι αὐτοῖς, ἔστησαν ἀνάπλεῳ ὁρμῆς διὰ πάσης τῆς ἡμέρας προκαλούμενοι ἐς μάχην. ἐπεὶ δὲ οὐδεὶς αὐτοῖς ἀντεπεξῄει, μικρὸν ἐκκλίναντες, ηὐλίσαντο τὴν νύκτα, καὶ ἐς τὴν ὑστεραίαν πάλιν φραξάμενοι ἅμα ἕῳ, ὡς ἐς μάχην ἔστησαν παρατεταγμένοι, καὶ πέμψαντες ἡμᾶς προὐκαλοῦντο ἐς τὴν μάχην· ἡμῶν δὲ οὐδὲ ἀντιβλέπειν ὑπομενόντων καὶ φανερῶς τὴν συμπλοκὴν ἀπειπαμένων, ἀναστρέψαντες μεθ' ὅσης ἂν εἴποις τῆς εὐταξίας, ἐστρατοπεδεύσαντο ἐν Ζίχνα. τῇ δὴ οὕτω πανταχόθεν συγκεκροτημένῃ στρατιᾷ, καὶ ὑπὸ στρατηγοῖς ἀγομένῃ πολλοῖς τε καὶ ἀγαθοῖς, ἀνάγκης χωρὶς οὐκ ἂν συγχωρήσαιμι συμπλέκεσθαι ἐγώ. νυνὶ δὲ καὶ τῆς ἑσπερίου στρατιᾶς ἁπάσης, πολλῆς τε καὶ αὐτῆς καὶ ἀγαθῆς οὔσης, προσκεχωρηκυίας βασιλεῖ, ἔτι μᾶλλον ἀπορώτερα τὰ πρὸς τὸν πόλεμον αὐτῶν καθέστηκε.» Τοιαῦτα εἰπόντος τοῦ Χρέλη, ὅ,τε Κράλης ἐπείθετο καὶ οἱ ἄλλοι ἡγεμόνες τῆς στρατιᾶς, καὶ ἤδη ἀπέσχοντο ταῖς γνώμαις τοῦ πρὸς βασιλέα πολεμεῖν· ἔμενον δὲ ὅμως ἐπὶ τῆς αὐτῆς στρατοπεδείας. βασιλεὺς δὲ ἐκ τῆς Ἀχρίδος μετὰ ὀγδόην ἡμέραν ἄρας, ἦλθεν εἰς Πελαγονίαν, τὴν εἰς Καστορίαν ἐκλιπὼν ὁδὸν, ἅμα μὲν, ἵνα καὶ τὰ ἐκεῖ περιποιήσηται πολίχνια καὶ τὴν ἄλλην χώραν, ἅμα δ', ἐπεὶ καὶ τὸν Κράλην ἐν ὁρίοις πύθοιτο τῆς σφετέρας ἀρχῆς εἶναι, ἵνα μὴ δοκοίη φόβῳ τῷ πρὸς αὐτὸν ἀποσχέσθαι τῆς ὁδοῦ. οἱ μέντοι Ρωμαίων φυγάδες ὡς ἐπύθοντο διὰ Πελαγονίας ἰέναι βασιλέα, τῷ Κράλῃ προσιόντες, ἠνάγκαζον συμπλέκεσθαι βασιλεῖ, ἤδη οὐ πολὺ ἀπέχοντι αὐτῶν. ὁ Κράλης δὲ ἀπεκρίνατο, μήτε νῦν μήτε εἰσαῦθις ἑκὼν πολεμήσειν βασιλεῖ, ἐὰν μὴ αὐτὸς ἐπίῃ· αὐτοῖς δὲ τὴν δυνατὴν βοήθειαν εἰσενηνέχθαι, δυοκαίδεκα τάγματα ἅμα στρατηγοῖς παρασχόμενος ἐν Φεραῖς αὐτοῖς ἐπικουρεῖν. νυνὶ δὲ αὐτῷ καὶ τούτου ἕνεκα μεταμέλειν, ὅτι πρὸς οὐδὲν ἠδικηκότα πόλεμον ἤρατο ἐξ αἰτίας οὐδεμιᾶς. βασιλέας δὲ Ρωμαίων πρὸς ἀλλήλους διαφερομένους, αὐτοὺς ἂν εἰδέναι, ὅπως τε πολεμήσουσιν ἀλλήλοις καὶ καθότι ξυμβήσονται, ἐμὲ δὲ μηδὲν ὑπ' οὐδενὸς ἠδικημένον, οὐδ' αὐτὸν πολεμήσειν οὐδενὶ, ἕως ἂν μὴ ἀδικῶμαι. οἱ μὲν οὖν τοιαύτης τυχόντες τῆς ἀπολογίας, καὶ τῆς μόνης ὑπολειπομένης ἐλπίδος σβεννυμένης, ἐθορυβοῦντο σφοδρῶς. οὐ μὴν ἀπέσχοντο τοῦ μὴ σφόδρα μετὰ σπουδῆς πολλῆς πρὸς τὸν κατὰ βασιλέως πόλεμον τὸν Κράλην ἐξορμᾷν. πείθειν δὲ ἐπιχειροῦσι καὶ δεομένοις μὴ ἐᾷν αὐτοὺς ἀτιμωρήτους, ἐπεὶ καὶ τῶν Τριβαλῶν παρῆσαν οἱ ἐν τέλει, «οὐ δέον,» εἶπον «ὦ οὗτοι, αὐτούς τε εἰκῆ καὶ μάτην κατατρίβεσθαι ἐπιχειροῦντας ἀνηνύτοις, καὶ ἡμᾶς ἀποκναίειν ἃ μὴ προσήκει δεομένους. πρότερον γὰρ ἐχρῆν, τοῦ πρὸς βασιλέας τοὺς ὑμῶν δεσπότας πολέμου κινουμένου, αὐτοὺς πᾶσαν πρόφασιν σκανδάλου περιαιρεῖν καὶ τὴν εἰρήνην ἐκ παντὸς τρόπου ἑαυτοῖς τε καὶ τοῖς ἄλλοις ἐκπορίζειν, εἰδότας, ὡς τοῦτο αὐτὸ βασιλεῦσί τε καὶ ὑμῖν καὶ τῷ κοινῷ λυσιτελεῖ Ρωμαίων. ὑμεῖς δὲ τοὐναντίον ἅπαν αὐτοί τε ἐφαίνεσθε ποιοῦντες καὶ τοῖς ἄλλοις παραινοῦντες. τὰς γὰρ πόλεις ἁπάσας περιϊόντες, τοὺς μὲν τῷ πρεσβυτέρῳ βασιλεῖ τὸν πρὸς βασιλέα τὸν νέον πόλεμον συναιρομένους ἐπῃνεῖτέ τε καὶ ἐπηγγέλλεσθε θαυμάσι' ἄττα, τοὺς δὲ τὴν εἰρήνην ἄγειν αἱρουμένους καὶ τοὺς ἄλλους πείθοντας, ὡς τὰ τοῦ νέου βασιλέως πράττοντας ἐπίσης ἐχρῆσθε πολεμίοις, καὶ τὸν πόλεμον ἐγείρειν ἐσπουδάζετε τρόπῳ παντί. ἃ οὖν ἐσπουδάζετε τότε, στέργοιτ' ἂν παρόντα νῦν δικαίως. ἡμεῖς δὲ Κράλῃ τῷ ἡμετέρῳ παραγγέλλομεν δεσπότῃ, μὴ πρὸς βασιλέα πόλεμον κινεῖν, μηδὲ ἀδικεῖν ἐθέλειν προεπιχειροῦντα, λογιζόμενον, ὡς καὶ παρὰ θεῷ τίσις ἐστὶ τοῖς ἀδίκως πραττομένοις τοῖς ἀνθρώποις· ἐὰν δὲ αὐτὸς ἐπίῃ, ἀμύνεσθαι παντὶ σθένει. εἰ μὲν οὖν πείθοιτο ἡμῖν βουλευομένοις, καλῶς ἂν ἔχοι· εἰ δ' οὖν, ἀλλ' αὐτὸς ἀπελθὼν διαφερέτω τὸν πόλεμον μόνος, συμπαραλαβὼν ὑμᾶς· ἡμῶν γὰρ ἀφίξεται οὐδείς.» Τοιαῦτα εἰπόντων τῶν Τριβαλῶν, ὁ Κράλης τε ἐπείθετο καὶ πρὸς τοὺς Ρωμαίους φυγάδας εἶπε· «τὴν μὲν διάνοιαν τῶν παρ' ἐμοὶ δυνατῶν ὁρᾶτε οἵαν ἔχουσι περὶ τοῦ πολέμου. ἐγὼ δὲ καὶ εἰ διὰ σπουδῆς τὸν πόλεμον ἦγον ἰδίων τινῶν ἕνεκα πρὸς βασιλέα διαφορῶν, ἀπεσχόμην ἂν, ὁρῶν αὐτοὺς οὕτως, ὥσπερ νῦν, διακειμένους· νυνὶ δὲ καὶ αὐτὸς οὐδὲν ἧττον αὐτῶν τὴν ἴσην ἔχω γνώμην περὶ τῶν πραγμάτων. διὸ οὐδὲ ἑλοίμην ἂν, ἐξὸν ἔξω τε κινδύνων εἶναι καὶ βεβαίως ἄρχειν τῆς σφετέρας, ἀδικεῖν τε δοκεῖν καὶ ἐν ἀδήλῳ καθίστασθαι κινδύνῳ, ἄλλως τε οὐδὲ τοῦ στρατεύματος ἐμοὶ παντὸς συνηθροισμένου. ὑμῖν δὲ πρὸς τὴν σωτηρίαν βοήθειαν εἰσενέγκοιμι ἂν ὅση. δυνατὴ, καὶ, εἴγε βούλεσθε, πρὸς βασιλέα πρεσβείαν πέμψας, παραιτήσομαι ὑπὲρ ὑμῶν αὐτοῦ τὴν ὀργὴν ἐγώ. πρᾷος δὲ ὢν, ὡς ἀκούω, καὶ τοῖς προσκεκρουκόσιν ἕτοιμος πρὸς διαλλαγὰς, συγγνώμην τε ἂν παράσχοι καὶ τὰς συμφορὰς οὐ μετρίως κουφιεῖ. εἰ δὲ τοῦτο ὑμῖν οὐκ ἀνεκτὸν, ἀλλ' ἐγὼ πρὸς Μιχαὴλ τὸν βασιλέα Μυσῶν κηδεστὴν ὄντα ἐμὸν ὑμᾶς πέμψω, ὡς ἂν δι' αὐτοῦ πρὸς Βυζάντιον διασωθῆτε. καὶ τούτου δὲ ὑμῖν οὐ κατὰ γνώμην ὄντος, καὶ ἑτέραν ἔξεστι τραπέσθαι. εἰς Βενετίαν γὰρ ἀφιγμένοις, ῥᾳδίως ἐξέσται τριήρεσιν ἢ ὁλκάσιν ἐπανόδου πρὸς Βυζάντιον τυχεῖν. καὶ ἑτέραν δὲ ἐπὶ τούτοις ὑποθήσομαι ὑμῖν ἐλπίδα σωτηρίας. ἐπεὶ γὰρ Πρόσεκόν τε καὶ Πρίλλαπον καὶ Στρίμβιτζαν κατέχετε φρουραῖς, διανειμάμενοι τὰς πόλεις ταύτας, δυσαλώτους οὔσας διὰ καρτερότητα τειχῶν, καρτερεῖτε ἐν αὐταῖς, ἄχρις ἂν ὁ πρὸς ἀλλήλους τῶν βασιλέων εἴς τι πέρας πόλεμος ἀφίκηται.» ἐπὶ τούτοις ἀμηχανία τε εἶχε τοὺς φυγάδας, καὶ ἀπαλλαγὴ κακῶν ἐφαίνετο ἐκ τῶν πραγμάτων οὐδεμία. ὅμως δὲ σκεψάμενοι ἐκ τῶν παρόντων εἵλοντο μᾶλλον ταῖς προειρημέναις ἐγκατακλεισθῆναι πόλεσι καὶ τὴν πολιορκίαν ὑπομένειν. καὶ πρωτοβεστιάριος μὲν ἅμα τισὶ τὸν Πρίλλαπον κατέσχε, τὸν δὲ Πρόσεκον Ἀσάνης ὁ Μιχαὴλ, οἱ δὲ λοιποὶ Στριμβίτζης ἐκράτουν. καὶ Βασιλικὸς ὁ Νικηφόρος Μελενίκου ἐπιτροπεύων, ὑπὸ τοὺς αὐτοὺς χρόνους ἑαυτῷ περιεποίησεν εἰς ἀρχὴν, φάσκων, οὐδενὶ προσθήσεσθαι τῶν βασιλέων, ἄχρις ἂν ὁ πόλεμος καταλυθῇ.

νϛʹ. Πρωτοβεστιάριος μὲν οὖν τῷ ἀδοκήτῳ πληγεὶς, ὡς ἐλέγετο, τῆς συμφορᾶς, καὶ μὴ φέρων τὴν κακοπραγίαν, ἐτελεύτησε μετὰ μικρόν. καὶ ἀποθανόντος αὐτοῦ, οἱ περιλειφθέντες ἑαυτούς τε καὶ Πρίλλαπον ἐνεχείρισαν βασιλεῖ· Ἀσάνην δὲ τὸν Πρόσεκον ἀφείλοντο οἱ Τριβαλοὶ κλοπῇ. βασιλεὺς δὲ ἐκεῖθεν εἰς Θεσσαλονίκην ἐλθὼν, καὶ ἀναγκαίων τινῶν πέρι ἡμέρας τινὰς αὐτῇ ἐνδιατρίψας, ὡς ἐδόκει ἀναγκαῖον εἶναι πρὸς Στρίμβιτζαν ἐλθεῖν, ἐξεστράτευσε πάλιν. καὶ γενόμενος ἐν αὐτῇ, τοὺς κατασχόντας ἐπεχείρει πείθειν, βιάζεσθαι γὰρ οὐκ ἦν πολέμῳ διὰ καρτερότητα τειχῶν, ἑαυτοὺς παραδιδόναι καὶ τὴν πόλιν. μὴ πειθομένων δὲ, ἀλλ' ἰσχυριζομένων τὴν πόλιν αὐτοὶ καθέξειν, ἄχρις ἂν ὁ πρὸς ἀλλήλους τῶν βασιλέων πόλεμος διαλυθῇ· ἐπεὶ οὐ προσεχώρει, ἄρας ἐκεῖθεν, ἦλθεν εἰς Μελένικον. τὰ ἴσα δὲ καὶ Νικηφόρου ἀποκριναμένου τοῦ Βασιλικοῦ, ἐπεὶ πρὸς πολιορκίαν τρέπεσθαι ἀδύνατος ἦν, ἄλλων ἀναγκαιοτέρων ἐπειγόντων, ἐπανέζευξεν εἰς Θεσσαλονίκην. γενομένῳ δὲ ἐκεῖ ἠγγέλθη ἐκ πρωτοστράτορος ἐπιτροπεύοντος τῆς Θρᾴκης, ὡς βασιλεὺς ὁ πρεσβύτερος ἥν τε εἶχε στρατιὰν ἐν Βυζαντίῳ καὶ ἑτέραν οὐκ ὀλίγην προσεκπορισάμενος, ἐκπέμψειε κατ' αὐτοῦ, ὑπὸ στρατηγῷ Ἀσάνῃ τῷ Κωνσταντίνῳ, παρὰ τὸν Μέλανα ποταμὸν στρατοπεδευομένου. γενομένης δὲ ἐκεῖ τῆς συμβολῆς καὶ τῆς μάχης ἀγχωμάλου ἐπιπολὺ διαμεινάσης, οἱ τοῦ νέου βασιλέως ὅμως ὑπερσχόντες, ἐτρέψαντό τε τοὺς ἀντιτεταγμένους καὶ τὴν δίωξιν ἐποιήσαντο ἄχρι Βυζαντίου. καὶ τοὺς μὲν ἀπέκτειναν αὐτῶν, τοὺς δὲ καὶ εἷλον ζῶντας πλὴν ὀλίγων ὅσοι διεσώθησαν εἰς τὴν πόλιν· ἑάλω δὲ καὶ ὁ στρατηγός. καὶ νικήσαντες περιφανῶς, ἀνεχώρησαν ἐπ' οἴκου. τούτων δὲ ἀγγελθέντων, τῆς μὲν νίκης ἕνεκα ὁ βασιλεὺς εὐχαριστηρίους εὐχὰς ἀπεδίδου θεῷ· ἐπιστραφεὶς δὲ πρὸς τοὺς παρόντας, πολλοὶ δὲ ἦσαν, οὐ μᾶλλον ἥδεσθαι ἔφη κρατησάντων τῶν σφετέρων, ἢ ὅσον ἀνιᾶται ἐπὶ τῇ τῶν ἀντιτεταγμένων ἥσσῃ. «οὐ γὰρ μόνον ὅτι Ρωμαῖοι οἱ πεσόντες, οὓς ἐχρῆν οὐ πρὸς ἀλλήλους, ἀλλ' ὑπὲρ ἀλλήλων βαρβάροις μαχομένους ἀποθνήσκειν, δίκαιον ἀλγεῖν, ἀλλ' ὅτι δέος, μὴ καὶ τῶν οἰκειοτάτων τινὲς ἢ τῶν φίλων ἦσαν οἱ ἀποθανόντες· καὶ τρίτον, ὅτι οὐχ ὑπὸ βαρβάρων τῶν φύσει πολεμίων, ἀλλ' ὑφ' ἡμῶν ἀνάλωνται τῶν πάνυ φιλούντων. καὶ ἐοικέναι ἡμᾶς νομίζω τοῖς ὑπὸ μανίας τῶν ἰδίων σαρκῶν ἐμφορουμένοις, οἳ οὐκ ἐπαινεῖσθαι, ἀλλ' ἐλεεῖσθαι δίκαιοι τῆς ἀτόπου τροφῆς. καὶ, τὸ δὴ μεῖζον, ὅτι οὐχ ὑπὸ Ἑλλήνων μόνον καὶ βαρβάρων τῶν ἀκουόντων δίκαιοι μισεῖσθαι τῆς εἰς ἀλλήλους παρανομίας, ἀλλ' ἄδηλον, εἴ τι καὶ τῶν γινομένων ἀρέσκει θεῷ, καὶ μὴ ἐπίσης οἵ τε ἀμυνόμενοι καὶ οἱ ἐπιόντες ἄξιοι τιμωριῶν παρ' αὐτῷ κριτῇ. ἐβουλόμην μὲν οὖν μὴ ἀπὸ Ρωμαίων, ἀλλ' ἀπὸ βαρβάρων ἑστηκέναι τὸ τρόπαιον τοῖς ἡμετέροις, ἵνα εἶχον τῆς νίκης καθαρὰν τὴν ἡδονήν. ἐπειδὴ δὲ οὕτω τὰ ἡμέτερα ὑπὸ φθονεροῦ τινος δαίμονος συνεσκευάσθη, ὡς καὶ τὴν νίκην ἀλγηδόνος αἰτίαν φαίνεσθαι ἡμῖν, χάριτας ὁμολογῶ τῷ κρείττονι πολλὰς, οὐ μόνον ὅτι τοῖς ἐμοῖς συνήρατο πρὸς τὴν νίκην, ἀλλ' ὅτι καὶ μηδεμίαν αἰτίαν αὐτὸς ἐν τῷ νυνὶ πολέμῳ οὐ μόνον παρεσχόμην, ἀλλὰ καὶ κινουμένου τὴν ἀρχὴν, πολλὰ καὶ ἔπραξα ἄξια καὶ εἶπον λόγου, δεόμενος τὸν πόλεμον καταθέσθαι τοὺς κινοῦντας, εἰ καὶ καθ' ὑδάτων, τὸ τῆς παροιμίας, ἐδόκουν γράφειν.» Οἱ μὲν οὖν ἀκούσαντες, οὐ μόνον τῆς ἀγχινοίας ἐθαύμασαν τὸν βασιλέα, ἀλλὰ καὶ τοῦ μὴ φυσᾶσθαι μηδ' ἐπαίρεσθαι ἐν ταῖς εὐτυχίαις, ἀλλ' ἐν ταῖς τῶν πραγμάτων μεταβολαῖς ἴσον καὶ ὅμοιον παρέχειν ἑαυτόν. βασιλεὺς δὲ τόν τε πρωτοστράτορα γράμμασιν ἠμείβετο εὐχαριστηρίοις, καὶ τοὺς συνόντας αὐτῷ τῶν συγκλητικῶν τιμαῖς τε καὶ ἄλλαις εὐεργεσίαις, καὶ τοὺς στρατιώτας τοὺς μὲν ἐπιδόσει τῆς μισθοφορᾶς, τῶν ἐτησίων δὲ προσόδων τοὺς λοιποὺς μᾶλλον ἐπέῤῥωσε καὶ προθυμοτέρους πρὸς τὸ πολεμεῖν εἰργάσατο ὑπὲρ αὐτοῦ· αὐτὸς δὲ ἐν Θεσσαλονίκῃ ὑπογραφέας καταστήσας, δι' αὐτῶν διῴκει καὶ ἐξίσαζε τὴν ἑσπέραν, καὶ καταλόγους ἔτασσεν ἑτέρους πρὸς τοῖς οὖσιν, ὅπως πλείων γίγνοιτο ἡ στρατιά. ἐν τούτοις δὲ αὐτοῦ ἀσχολουμένου, πάλιν ἧκε γράμματα ἐκ πρωτοστράτορος μηνύοντα, ὡς ὁ πρεσβύτερος βασιλεὺς τῷ τῶν Μυσῶν βασιλεῖ Μιχαὴλ διάφορος πρότερον ὢν, νῦν πρὸς αὐτὸν τίθεται εἰρηνικὰς σπονδὰς καὶ συμμαχίαν· ἀγνοεῖν μέντοι τὰς ξυμβάσεις ἐφ' οἷς γίνονται αὐτοῖς, καὶ διὰ τοῦτο δέον ἐγνωκέναι τὴν μήνυσιν αὐτῷ ποιήσασθαι τῶν πραττομένων. βασιλεὺς δ' ἐπεὶ ἐπύθετο, συνῆκε μὲν τοῦ πρὸς αὐτὸν ἕνεκα πολέμου τὴν συμμαχίαν τῷ πάππῳ γεγενῆσθαι πρὸς Μυσοὺς, ἔγνω δὲ μὴ ἐκ πρώτης ἀκοῆς ἐκ τῆς ἑσπέρας ἀπανίστασθαι, ἀλλὰ μένειν τε ἔτι καὶ τῶν πραγμάτων καὶ τῆς στρατιᾶς πρόνοιαν ποιεῖσθαι, ἄχρις ἄν τι βεβαιότερον διδαχθῇ. ἡμέραις δὲ ὕστερον ὀλίγαις πάλιν ἐκ πρωτοστράτορος ἀφικνεῖται γράμματα πρὸς βασιλέα μηνύοντα, ὡς αἱ πρὸς Μυσοὺς βασιλέως σπονδαὶ καὶ ἡ συμμαχία πέρας ἤδη ἔσχον, καὶ οἱ πράξαντες τὴν συμμαχίαν ἐκ τῶν πρὸς Μυσοὺς αὐτομόλων Ρωμαῖοι ἐν Βυζαντίῳ εἰσὶν ἔτι. βουλευσαμένῳ δὲ μετὰ τῶν ἐν τέλει τῷ βασιλεῖ οὐκέτι διαμέλλειν ἐδόκει ἐν Θεσσαλονίκῃ, ἀλλὰ τάχιστα εἰς Βυζάντιον ἀπιέναι, πρίν τι νεωτερισθῇ. καὶ τῆς ἑσπέρας στρατηγὸν Συργὴν ντὲ Λεζιάνο τὸν Κύπριον, ὃς ὕστερον ῥὴξ Ἀρμενίας ἐγεγόνει, ἐξάδελφον αὐτῷ ὄντα μητρόθεν, καταστησάμενος, ἄρας ἐκ Θεσσαλονίκης αὐτὸς ἅμα τῇ στρατιᾷ, ἦλθεν εἰς Διδυμότειχον. ὀλίγας δὲ αὐτῷ ἐνδιατρίψας ἡμέρας, ἐξελθὼν ἐκεῖθεν, ἧκεν εἰς Βυζάντιον. γενόμενος δὲ πρὸς τὰς πύλας τῆς προσαγορευομένης Γυρολίμνης, καὶ Πεπανόν τινα τῶν ἐν Βλαχέρναις προκαθήμενον βασιλείων, τῶν τῇδε τειχῶν τὴν φυλακὴν πεπιστευμένον εὑρὼν, ἐπεὶ διὰ τὴν ἐκείνου ἔφοδον ἐν φυλακῇ εἶχεν ὁ πρεσβύτερος βασιλεὺς τὰ Βυζαντίου τείχη, ἐκέλευεν ὡς βασιλέα τὸν πάππον ἐλθόντα ἀπαγγέλλειν, ὅτι τε γένοιτο ἐγγὺς τειχῶν καὶ δέοιτο συγγνώμης τυχεῖν τῆς παρ' αὐτῷ. μὴ δὴ διὰ τὰ κατὰ τὴν ἑσπέραν συμβάντα ἀθεράπευτα λογίζεσθαι εἶναι τὰ κακά. ἔξεστι γὰρ, εἴπερ καὶ νῦν ἐθελήσεις, τόν τε πόλεμον καταθέσθαι καὶ ὅ, τι βούλει χρήσασθαι αὐτῷ· πάντως δὲ οὐκ ἐπιλελῆσθαι, ὀλίγου τοῦ παρῳχηκότος ὄντος χρόνου, ὅσα ἐλθὼν ἐδεῖτο περὶ τῆς εἰρήνης, ταύτην ἀντὶ τοῦ πολέμου μᾶλλον ἑλέσθαι συμβουλεύων, καὶ μὴ τοῖς ἐνάγουσι πείθεσθαι πολεμεῖν, ὡς οὐδὲν ὀνήσουσιν ἐπὶ τῶν ἔργων, ὧν αὐτὸς μὲν οὐκ ἐβούλετο προφήτης εὑρεθῆναι· ὅμως δὲ ἐξέβη ᾗ προείρηται αὐτῷ. ἐὰν δὲ νῦν καταθέσθαι τὸν πόλεμον πάλιν ἐθελήσῃς, ἐκεῖνά τε ὡς μηδὲ τὴν ἀρχὴν γεγενημένα λογιεῖται καὶ γνώμης οὕτως ἔχει καὶ παρασκευῆς, ὡς πάντα πράξων, ἅττα ἂν αὐτὸς κελεύῃς. Ὁ μὲν Πεπανὸς τῷ πρεσβυτέρῳ βασιλεῖ ἀπήγγελλεν ἐλθὼν ὅσα ἦν παρὰ τοῦ νέου προστεταγμένος βασιλέως. ὀλίγῳ δὲ ὕστερον ἐπανελθὼν, ἀπήγγελλε τῷ νέῳ βασιλεῖ, ὅτι βασιλεὺς κελεύει τῶν τῇδε ὅποι βούλοιτο ἀποχωρεῖν καὶ μὴ κατατρίβειν τὸν καιρὸν εἰκῆ καὶ μάτην, μέλλοντα οὐδὲν ἀνύειν ὧν διανοεῖται. ἐρομένου δὲ τοῦ νέου βασιλέως, εἰ μηδὲν αὐτῷ πλέον προστάξειε βασιλεὺς, «οὐδὲν» εἶπεν ὁ Πεπανός. «οὐκοῦν» ἔφη «τὸ βασιλέως πρόσταγμα πληρῶν, ὅποι ἂν ὁ θεὸς ἡγοῖτο βαδιοῦμαι.» καὶ ἀναζεύξας ἐκεῖθεν, ἐν τοῖς λειμῶσι τοῖς παρὰ τὴν γέφυραν τῆς Καμήλου ηὐλίσατο τὴν νύκτα, καὶ ἐς τὴν ὑστεραίαν πάλιν παρὰ τὰς αὐτὰς πύλας ἐλθὼν, ἐδεῖτο βασιλέως προσδέξασθαι τὴν εἰρήνην καὶ τὸν πόλεμον καταλῦσαι. ὡς δ' ἐσήκουεν οὐδεὶς, ἀναστρέψας ἤλαυνε πρὸς τὸν Μέλανα ποταμὸν, ἔνθα πρωτοστράτωρ ἦν μετὰ τῆς ὑπολοίπου στρατιᾶς ἐστρατοπεδευμένος. βασιλεὺς μὲν οὖν ᾔει ἡγούμενος τῆς στρατιᾶς, ὁ μέγας δὲ ὑπελείπετο δομέστικος χρείας τινὸς ἕνεκα ὀπίσω. προσελθὼν δὲ αὐτῷ τις ἐν ἐνδύμασι διεῤῥωγόσιν οἷα τὰ τῶν πενήτων, κρύφα τι ἔλεγεν ἔχειν αὐτῷ διαλεχθῆναι. προελθὼν δὲ ἐφ' ἱκανὸν ὅσον μὴ ὁρᾶσθαι ἀπὸ τῶν τειχῶν, ἐκέλευεν ὅ,τι ἂν βούλοιτο φράζειν. ὁ δὲ καὶ ἕτερόν τινα προσκαλεσάμενος τὸν κοινωνοῦντα αὐτῷ τῶν βουλευμάτων, οὐδενὸς αὐτοῖς ἑτέρου συμπαρόντος, φίλοι μὲν ἔφασαν αὐτοὶ ἐς τὰ μάλιστα ἀλλήλοις εἶναι ἐκ παλαιοῦ καὶ τὰς οἰκήσεις ἔχειν γειτονούσας· ὁρῶντες δὲ ὅσα ἀδικεῖται καὶ ἀπελαύνεται ὁ νέος βασιλεὺς ἐπὶ προφάσει οὐδεμιᾷ, ἀλγεῖν τε οὐκέτι ἀνεκτῶς καὶ προθυμεῖσθαι, ἂν ἐξῇ, ἀμύνειν τὰ δυνατὰ ἀδικουμένῳ, καὶ μάλιστα ἐξ ὅτου κατά τε Ρήγιον ἀπολογούμενος ὁ βασιλεὺς πάσης ἀπέλυσεν αἰτίας ἑαυτὸν, παρεῖναι γὰρ τότε καὶ αὐτοὺς, καὶ ἐνταῦθα ἀφικόμενος πολλαῖς ἐχρήσατο δεήσεσι καὶ ἱκεσίαις πρὸς τὸν πάππον, μὴ τὸν πόλεμον κινεῖν. γνώμης μὲν οὖν οὕτως ἔφασαν ἔχειν καὶ παρασκευῆς· ἐνδεεστέρας δὲ οὔσης τῆς δυνάμεως αὐτῶν ἢ κατὰ τὴν προθυμίαν, καιρὸν ζητεῖν, καθ' ὃν ἂν αὐτοῖς ἐγγένοιτο καὶ ἔργῳ ἃ προείλοντο δρᾷν· ὃν δὴ καλῶς ποιοῦντα ἥκειν. μετὰ γὰρ τὸ βασιλέα τὸν νέον πρὸς τὴν ἑσπέραν ἐκστρατεῦσαι, τοὺς τὴν φυλακὴν τῆς πόλεως ἐπιτετραμμένους, οὕτω τοῦ θεοῦ πόῤῥωθεν τὰ λυσιτελοῦντα προκατασκευαζομένου, τοῖς ἐπὶ ταῖς πύλαις τοῦ ἁγίου Ρωμανοῦ καλουμέναις τείχεσιν ἐπιστῆσαι, ὥστε νύκτωρ ἔχειν ἀγρυπνοῦντας φυλακὴν ἅμα καὶ ἑτέροις ὀκτὼ ἐκ διαδοχῆς. αὐτοῖς μὲν οὖν εὐθὺς, τούτου γενομένου, ἔννοιαν εἰσελθεῖν τοῦ δυνήσεσθαι ἄν ποτε βασιλεῖ χρησίμους εἶναι. ἐπεὶ δὲ καὶ ἐπύθοντο ὅσον οὐδέπω εἰς Βυζάντιον ἀφίξεσθαι αὐτὸν, τοῖς ἑταίροις, ὅ φασι, κύβον ῥίψαντες, διειλέχθαι περὶ τοῦ βασιλεῖ τῷ νέῳ τὴν πόλιν προδιδόναι, πεπεικέναι τε δίκαιά τε ἅμα δόξαντας λέγειν καὶ συμφέροντα πᾶσι Ρωμαίοις· καὶ νῦν εἶναι ἐν ἑτοίμῳ, κλίμαξι τὸν βασιλέα ἀνάγειν εἰς τὸ τεῖχος, νύκτα φυλάξαντας καθ' ἣν αὐτοῖς ἡ διαδοχή ἐστι τῆς φυλακῆς. οἱ μὲν οὖν τοιαῦτα εἶπον· ὁ μέγας δὲ δομέστικος τὸν μὲν ἀπαγγελοῦντα βασιλεῖ περιμένειν ἔπεμψεν εὐθὺς, τοὺς δὲ διειλεγμένους ὅ,τι τε καλοῖντο ἠρώτα καὶ εἴ τι παρὰ βασιλέως αἰτοῖεν, ὡς δίκαιοι ὄντες εὖ παθεῖν τῆς εἰς βασιλέα ἕνεκα εὐνοίας. οἱ δ' ἔφασαν, Κάμαρις μὲν καλεῖσθαι καὶ Καστελιάνος, μηδὲν δὲ αἰτεῖν, ἀλλὰ προῖκα τοῦ καλοῦ ἕνεκα καὶ τοῦ κοινῇ λυσιτελοῦντος τὴν ἐπιχείρησιν ὑπελθεῖν. ἐπεὶ δὲ καὶ αὖθις ἐπιτρέψαντος ὃ βούλοιντο αἰτεῖν, ἰσχυρίσαντο αἰτεῖν μηδὲν, παραλαβὼν αὐτοὺς ἦγεν ὡς βασιλέα. συμμίξας δὲ αὐτῷ, «ὁ θεὸς» εἶπεν «ᾧ σὺ πρὸ μικροῦ παρέσχηκας ἃ εἶχες, ἃ βούλεται νῦν αὐτὸς εὐεργετεῖ.» ἀνεμίμνησκε δὲ αὐτὸν ἔργου τινὸς, ὃ ἦν εἰργασμένος πρὸ μικροῦ.

νζʹ. Ἔτι γὰρ ἐνδιατρίβοντος Θεσσαλονίκῃ, τῶν ἐν Βυζαντίῳ βασιλεῖ τῷ πρεσβυτέρῳ συνόντων συγκλητικῶν ἓξ συμφωνήσαντες ταῖς γνώμαις, πέμψαντες εἰς Θεσσαλονίκην, διειλέγοντο κρύφα τῷ βασιλεῖ, ὡς, εἰ βούλοιτο Βυζάντιον κατασχεῖν, αὐτῶν παραδιδόντων, ἦσαν γὰρ οὐκ ἀδύνατοι ποιεῖν, πρῶτον μὲν αὐτοῖς πιστώσασθαι δι' ὅρκου, τῆς τε ὑπηρεσίας ἐφ' ἣν νῦν τελεῖ τὸν μέγαν ἀποστῆσαι λογοθέτην τὸν Μετοχίτην καὶ διὰ βίου παντὸς δι' ὀργῆς ἔχειν καὶ συγγνώμην μηδέποτε παρασχεῖν· ἔπειτα δὲ καὶ ἕτερ' ἄττα ὅσα αὐτοὶ ᾐτοῦντο, ἐκπληροῦν. κἂν ταῦτα αὐτοῖς πιστώσηται δι' ὅρκων, μηδὲν ἀναβαλλόμενον ἥκειν, ὡς ἅμα τῷ ἐλθεῖν παραληψόμενον τὴν πόλιν. ἐφ' οἷς ἀπεκρίνατο ὁ βασιλεὺς, τοῦ μὲν μήτε αὐτὸν ἐν τῷ νυνὶ πολέμῳ αἰτίαν παρεσχῆσθαι, μήθ' ὑφ' ἑτέρων μάλιστα ἐθέλειν κινηθῆναι τὴν ἀρχὴν, καὶ κινηθέντος δὲ, πάντα τρόπον ἐπινενοηκέναι καὶ μηχανὴν, δι' ὧν ᾤετο αὐτὸν δυνήσεσθαι καταλύειν, θεόν τε εἰδέναι, τὸν πάντα καὶ πρὶν γενέσθαι εἰδότα, καὶ αὐτὰ τὰ πράγματα μονονουχὶ φωνὴν ἀφιέντα μαρτυρίων, καὶ ὑμεῖς δ' αὐτοὶ συμμαρτυρήσετε ἂν ἐμοὶ, ἐὰν θέλητε λέγειν τἀληθῆ. ἐπεὶ δ' οὕτω τὰ ἡμέτερα πράγματα συνεσκευάσθη, ὥστε ἀνάγκην εἶναι, μηδ' ὅλως βασιλέως παραδεχομένου τὴν εἰρήνην, ἢ τὸν ἕτερον ἐκπεσεῖσθαι τῆς ἀρχῆς ἢ διαφθείρεσθαι τὸ ὑπήκοον διϊστάμενον πρὸς ἑκατέρους, βούλομαι ἀναγκαίως, ἢ ὑμῶν πραττόντων ἤ τινων ἑτέρων, ὑπ' ἐμαυτὸν ποιήσασθαι Βυζάντιον, ὡς, ἂν μὴ τοῦτο γένηται, τῶν ἐμφυλίων οὐ παυσομένων πολέμων. ἐπὶ τοιούτοις μέντοι οἷα αὐτοὶ αἰτεῖσθε, οὐ Βυζάντιον μόνον, ἀλλ' οὐδ' εἰ τόσαι πόλεις ἦσαν ὅσοι πύργοι Βυζαντίου, ἠθέλησα ἂν κατασχεῖν. τὸ μὲν γὰρ τὸν μέγαν λογοθέτην ἀποστῆσαι τῆς ὑπηρεσίας, ἐφ' ἣν νῦν τελεῖ, οὐ μόνον διὰ τὸ αἰτεῖν ὑμᾶς, ἀλλὰ καὶ ἄλλως πρὸς τὸ ἀπηλλάχθαι πραγμάτων, ἔπραξα ἂν, ὑπ' ἐμοὶ γενομένων τῶν πραγμάτων· τὸ μέντοι γε αὐτοῦ καταψηφίσασθαι διὰ βίου ἀπαραίτητον ὀργὴν, ἀδυνατώτατον τῶν πάντων. μὴ γὰρ οὕτω μανείην ὥστε διὰ τῆς εἰς ἐκεῖνον ἀπαραιτήτου ὀργῆς ἐμαυτῷ ἀποκλεῖσαι τὰ φιλάνθρωπα σπλάγχνα τῆς ἀγαθότητος τοῦ θεοῦ· ἐπειδὴ ᾧ μέτρῳ μετρήσομεν τοῖς συνδούλοις, ἀντιμετρήσειν ἀπεφήνατο ἡμῖν· καὶ ταῦτα οὐκ ἐξίσης τῶν ἡμῖν ἡμαρτημένων ὄντων, ἀλλ' ἀπειροπλασίῳ τινὶ ὑπεροχῇ τῶν ἐμοὶ πρὸς θεὸν ἡμαρτημένων διαφερόντων. τοιγαροῦν τὸ μὲν ὑπ' ἐμαυτῷ ποιήσασθαι Βυζάντιον καὶ πάνυ βούλομαι τοῦ κοινῇ λυσιτελοῦντος ἕνεκα. τούτου δὲ τοῦ αἰτήματος ἀπόντος, καὶ εἴγε καὶ ὑμῖν συνδοκεῖ, τότ' ἤδη καὶ περὶ τῶν ἐπιλοίπων ὑμῶν ἀκούσομαι αἰτημάτων.» Τούτων μὲν οὖν ὁ μέγας τότε δομέστικος ἀνεμίμνησκε βασιλέα, καὶ ἕτερ' ἄττα πρὸς αὐτὸν διαλεχθεὶς, προσῆγε τοὺς ἄνδρας. οἱ δὲ καὶ πρὸς βασιλέα διειλέχθησαν τὰ ἴσα καὶ ἦ μὴν διϊσχυρίζοντο αὐτοὶ δυνήσεσθαι τὴν πόλιν παραδώσειν. ἐπαινέσας δὲ αὐτοὺς ὁ βασιλεὺς καὶ εἴ τι ἐπυνθάνετο αἰτοῖεν· οἱ δ' ἐπείθοντο αἰτεῖν οὐδὲν, πολλὰ δὲ πολλάκις παρὰ βασιλέως ἐκβιασθέντες, ᾐτήσαντο γῆς εἴκοσι πλέθρα. γελάσας δὲ πρὸς τὴν αἴτησιν ὁ βασιλεὺς, «ἀλλ' ἐγὼ» εἶπε «θεοῦ διδόντος, ἀξίαν ὑμῖν ἀποδώσω τῆς εὐγνωμοσύνης τὴν εὐεργεσίαν.» ἔτι δὲ αὐτῶν περὶ τῶν τοιούτων διαλεγομένων, ἐκ Σκοπέλου παρὰ τοῦ ἄρχοντος ἄγγελος ἧκε μηνύων, ὡς ὁ τῶν Μυσῶν βασιλεὺς Μιχαὴλ ἐν μεθορίοις τῆς αὐτοῦ καὶ Ρωμαίων ἡγεμονίας ἐλθὼν, παρὰ πόλιν αὐτῷ ὑπήκοον Διάμπολιν προσαγορευομένην ἐστρατοπέδευσε, καὶ συμμαχίαν ἐπαγόμενος ἐκ Σκυθῶν, οἳ παρὰ Ρωσοκάστρῳ εἰσὶν ἐστρατοπεδευμένοι. ὧν ἀκούσας ὁ βασιλεὺς, ἐβουλεύετο ἅμα τῷ μεγάλῳ δομεστίκῳ ὅ, τι δέοι ποιεῖν, καὶ ἐδόκει χρῆναι ἐλθεῖν παρὰ τὴν Λόγους οὖσαν ὀρεινήν· ἅμα μὲν καὶ διὰ τὸ ἐγγὺς εἶναι Βυζαντίου, ὅπως τὰ πρὸς τὴν παράληψιν πράττηται αὐτοῖς, ἅμα δὲ καὶ διὰ τὸ μὴ κύκλωσιν παρέχειν τὸ χωρίον δυσπρόσοδον ὂν, ὥστε ἔχειν, ἄν τις ἐπίῃ, ἀμύνεσθαί τε, ἂν ἐξῇ, καὶ ἡσυχίαν ἄγειν πρὸς τὰ καρτερώτατα ἀποχωρήσαντας. οἱ μὲν οὖν οὕτω βουλευσάμενοι, τὸν Κάμαριν μὲν ἐκέλευον ἕπεσθαι αὐτοῖς, ὡς ἂν εἰδέναι ἔχῃ τὸ στρατόπεδον βασιλέως ὅπη εἴη· τὸν δ' ἕτερον εἰς Βυζάντιον ὡς καὶ τοῖς ἑτέροις τὰ πεπραγμένα ἀπαγγελοῦντα ἀπιέναι. ἐλθόντες δὲ παρὰ τὸν Μέλανα ποταμὸν, ἔνθα καὶ ἡ λοιπὴ στρατιὰ ἅμα πρωτοστράτορι ἐστρατοπεδευμένη ἦν, τά τε περὶ τῶν πραττόντων τὴν ἅλωσιν αὐτῷ ἐκοινοῦντο Βυζαντίου, καὶ ὅσα πύθοιντο περὶ τῶν Μυσῶν καὶ περὶ τῆς εἰς Λόγους στρατοπεδείας, προστιθέντες καὶ τὰς αἰτίας. καὶ ἐπειδὴ καὶ αὐτῷ ἐδόκει καλῶς ἔχειν, ἄραντες ἐκεῖθεν, ἐστρατοπεδεύσαντο ἐν Λόγους. καὶ ἐς τὴν ὑστεραίαν ἠγγέλθη αὐτοῖς, ὡς στράτευμα Μυσῶν περὶ τρισχιλίους ἵππους ἧκεν εἰς Βυζάντιον κατὰ συμμαχίαν τῷ πρεσβυτέρῳ βασιλεῖ· ἡγεῖται δὲ αὐτῶν Ἰβάνης ὁ Ρώς. ἐθορύβησε μὲν οὖν οὐ μετρίως τοῦτο τὸν νέον βασιλέα. ἐξετάζοντι δ' αὐτῷ ἅμα τῷ μεγάλῳ δομεστίκῳ καὶ πρωτοστράτορι ὅ, τι τὸ πεῖσαν τὸν βασιλέα Μυσῶν τὰς μὲν πρὸς αὐτὸν σπονδὰς ἠθετηκέναι καὶ τοὺς ὅρκους, ἀδελφῆς ὄντα σύνοικον, τῷ πρεσβυτέρῳ δὲ βασιλεῖ συμμαχεῖν, ὑπενόουν μὴ ἀληθεῖς εἶναι τὰς γεγενημένας συνθήκας καὶ τὴν συμμαχίαν, ἀλλὰ συνιδόντα τὸν Μυσὸν, ὡς ὁ πρεσβύτερος βασιλεὺς ἅμα μὲν ἔχθει τῷ πρὸς τὸν ἔγγονον, ἅμα δὲ καὶ δέει τοῦ μὴ τοὺς συνόντας αὐτῷ Ρωμαίων διεφθάρθαι ὑπ' ἐκείνου καὶ ἐπιβουλεύειν αὐτῷ, ῥᾷον ἂν παραδέξαιτο ἐν βασιλείοις φρουρὰν Μυσῶν, οἰόμενος οἷα ξένους καὶ συμμάχους αὐτῷ μᾶλλον εὐνοεῖν, πέμψαι τὸν στρατὸν, πρόφασιν μὲν, ὡς μαχουμένους ἡμῖν ὑπὲρ αὐτοῦ, τῇ δ' ἀληθείᾳ, εἰ δύναιντο τῶν βασιλείων κρατῆσαι κατ' ὀλίγους εἰσελθόντες· εἶτα καὶ αὐτὸς πανστρατιᾷ ἐλθὼν, Βυζαντίους τε ποιήσεσθαι ὑποχειρίους καὶ οὕτως ἤδη καὶ τῇ ἄλλῃ ἐπιθήσεσθαι Ρωμαίων ἡγεμονίᾳ. καὶ τεκμήριον ἐποιοῦντο τὸ ἐπάγεσθαι καὶ Σκύθας συμμάχους δέει τοῦ μὴ βοηθεῖν αὐτοῖς ἐς Βυζάντιον, εἴ τι γένοιτο τοιοῦτον. τοιαῦτα μὲν αὐτοὶ ἐκ λογισμῶν περὶ τῆς συμμαχίας ὑπενόουν. ἦσαν δὲ καὶ ἀληθῆ, ὡς ὕστερον ἀκριβῶς ἐξεγένετο μαθεῖν. ὑπετίθει δὲ τὴν βουλὴν τῷ βασιλεῖ Μυσῶν ἐκ τῶν αὐτομόλων παρ' αὐτῷ Ρωμαίων τις καὶ ἐπηγγέλλετο αὐτῷ καὶ τὸ ἔργον καταπράξεσθαι αὐτός. διὸ καὶ ᾑρέθη πρὸς τὴν συμμαχίαν πρεσβευτής. πείρας δὲ ἕνεκα ὁ βασιλεὺς πέμψας πρὸς Ἰβάνην, ἐκέλευεν ἀναχωρεῖν ἐκ τῆς Ρωμαίων· σπονδῶν γὰρ οὐσῶν αὐτῷ πρὸς βασιλέα Μυσῶν τὸν γαμβρὸν, αὐτὸν εἰς τὴν Ρωμαίων παρεληλυθέναι ἔχοντα στρατιάν. εἰ μὲν οὖν αὐτῷ βοηθήσων ἥκει, εἰς τὴν ἰδίαν ἀναχωρεῖν· μὴ δεῖσθαι γὰρ αὐτοῦ· εἰ δὲ πολεμήσων, ἐκδέχεσθαι αὐτὸν ὡς ἐπὶ μάχην. βασιλεὺς μὲν οὖν τοιαῦτα εἶπε πειρώμενος Ἰβάνη. ἐδόκει γὰρ οὐ λυσιτελεῖν ἐν τῷ τότε πόλεμον ἄρασθαι πρὸς Μυσούς. Ἰβάνης δὲ ὅρκοις ἐγγράφοις διεβεβαιοῦτο πρὸς βασιλέα, μήτε τὸν αὐτοῦ δεσπότην παρεσπονδηκέναι, ἀλλ' ἐμμένειν ταῖς σπονδαῖς ταῖς πρὸς αὐτὸν, μήτ' αὐτὸν καὶ τὴν στρατιὰν κατ' αὐτοῦ ἐνθάδε ἥκειν. ἀναγνοὺς δὲ τοὺς ὅρκους ὁ βασιλεὺς, μᾶλλον ἐπεῤῥώσθη πρὸς τὸ ἀληθῆ εἶναι ἃ αὐτὸς ὑπενόει περὶ τῆς συμμαχίας τῶν Μυσῶν. καὶ αὐτίκα τὸν Πεπαγωμένον Γεώργιον πέμψας πρὸς βασιλέα τὸν πάππον, ἐδεῖτο αὐτοῦ μὴ τοὺς λόγους ὑποπτεύειν ὡς πολεμίου, ἀλλὰ πείθεσθαι καὶ Ρωμαίοις καὶ αὐτῷ συμβουλεύοντι λυσιτελοῦντα. καὶ τοῖς κατὰ συμμαχίαν ἥκουσι Μυσοῖς πρὸς μὲν τὸν κατ' αὐτοῦ πόλεμον ὅ, τι ἂν βούλοιτο χρῆσθαι, βασιλείων δὲ ἐντὸς μήτε ἅμα πλείους δέχεσθαι Μυσῶν, μήτε ὡπλισμένους· ἀλλ' εἴ ποτε καὶ ἐσίοιεν, ὀλίγους τε καὶ κατὰ διαδοχὰς, ἵνα μὴ δοκοῖεν προπηλακίζεσθαι σύμμαχοι ὄντες, καὶ ὅπλων χωρὶς, μάλιστα δὲ ἐν ἀρίστου τῇ ὥρᾳ πλείω ποιεῖσθαι φυλακήν. οὐ μὴν ἀλλὰ καὶ βασιλείων ἐντὸς στρατιὰν ἐγκαθιδρύσαι ἀξιόμαχον Ρωμαίων, καὶ ἐν φυλακῇ πάσῃ ἑαυτόν τε καὶ τὴν πόλιν τηρεῖν. ὑπονοεῖν γὰρ ἐκ τῶν πραγμάτων, ὡς τῇ στρατιᾷ Μυσοῖς πρὸς τοῦ σφετέρου βασιλέως εἴη προστεταγμένον, τὰ βασίλεια, εἰ δύναιντο, δόλῳ κατασχεῖν, καὶ διὰ τοῦτο καὶ αὐτὸν πανστρατιᾷ καὶ συμμάχοις ἅμα Σκύθαις ἐν μεθορίοις τῆς αὐτοῦ καὶ Ρωμαίων ἡγεμονίας ἐστρατοπεδεῦσθαι, ὡς εἰ κατορθοῖτο ἃ προσετέτακτο Ἰβάνῃ, ἐν ὀλίγῳ ἐπιβοηθοίη καὶ αὐτός. ἀκούσας δὲ ὁ βασιλεὺς ἃ μηνύοιτο παρὰ βασιλέως τοῦ ἐγγόνου, τῷ Πεπαγωμένῳ μὲν ἐκέλευεν ἀπαγγέλλειν αὐτῷ τὰ ἴδια εὖ τίθεσθαι, καὶ μὴ ἑτέροις ὑπὸ φιλοτιμίας εἶναι βούλεσθαι διδάσκαλον. οὐχ ἧσσον γὰρ αὐτὸς εἶναι ἔμπειρος πραγμάτων, ἢ ἑαυτὸν οἴεται αὐτός. αὐτίκα δὲ τοῖς βασιλείοις ἐπέστησε φρουρὰν καὶ εἶχε διὰ φυλακῆς ἀσφαλοῦς, καὶ πάντα ἔπραττεν ὅσα ὁ ἔγγονος παρῄνει.

νηʹ. Βασιλεὺς δὲ ὁ νέος πρὸς Μιχαὴλ τὸν βασιλέα Μυσῶν τὸν Ρουντζέριον Ἰωάννην πέμψας πρεσβευτὴν, ἀκηκοέναι ἔφασκεν, αὐτὸν ἐν ὁρίοις τῆς Ρωμαίων ἡγεμονίας στρατοπεδεύειν· ἀγνοεῖν μέντοι τὴν ἄφιξιν αὐτοῦ ὅ, τι εἴη. εἰ μὲν οὖν λύσας τοὺς ὅρκους καὶ τὰς σπονδὰς τὰς πρὸς αὐτὸν, πόλεμον ἄρασθαι βούλεται, μαθεῖν ἐθέλειν, ὅπως καὶ αὐτὸς παρασκευάζοιτο ἐκ τοῦ ὁμοίου· εἰ δέ του ἑτέρου ἕνεκα ἡ ἐκστρατεία εἴη, μὴ ἀγνοεῖν. ὅμως μέντοι γε τό, τε ἄκλητον ἥκειν τεκμήριον ποιεῖσθαι τοῦ κατ' αὐτοῦ χωρεῖν, καὶ τὸ Βυζαντίοις συμμαχίαν ἅμα Ἰβάνῃ ἐς τρισχιλίους στρατιώτας πέμψαι οὖσι πολεμίοις, φανερῶς αὐτῷ πολεμοῦντος εἶναι. θαυμάζειν δὲ αὐτοῦ, εἰ πυθόμενος περὶ Βυζάντιον διατρίβοντος αὐτοῦ, τοσούτους πέμψειε στρατιώτας συμμαχήσοντας τοῖς πολεμίοις· ἢ ἀγνοεῖν ὡς οὐ στρατεύματι χρήσεται πρὸς αὐτοὺς εἰδόσι πολεμεῖν, ἀλλὰ τοῖς γεωργοῖς κελεύσας, ἀδυνατωτέραν θήσουσι τὴν ἐπάνοδον αὐτοῖς ἢ ἐξ ᾅδου πυλῶν. βασιλεὺς μὲν οὖν τοιαῦτα ἐπρεσβεύετο. Μιχαὴλ δὲ ἐπεὶ τόν τε βασιλέα ἐπύθετο πρὸς τὸ Βυζάντιον ἀφιγμένον καὶ τῆς αὐτοῦ στρατιᾶς οὐ μακρὰν ἐστρατοπεδευμένον, ἐθορυβήθη τε σφοδρῶς τῶν σφετέρων ἕνεκα στρατιωτῶν, καὶ σωτηρίας αὐτοῖς ἐλπίδα οὐδεμίαν συνεώρα, εἰ μὴ τάχιστα πείσειε βασιλέα, ὅτι τε οὐ λύσειε τὰς σπονδὰς τὰς πρὸς αὐτὸν, καὶ τὴν στρατιὰν οὐκ αὐτῷ πολεμησείουσαν, ἀλλ' ἑτέρου του ἕνεκα εἰς Βυζάντιον ἐλθεῖν. αὐτίκα τε ἃ εἶχεν ἐν τοῖς κόλποις ἅγια ἐξενεγκὼν ἐπὶ τοῦ πρεσβευτοῦ, καὶ ὃς ἦν ἐν αὐτοῖς σταυρὸν ἐγχειρίσας, «τοῦτ'« ἔφη «κομίσας πρὸς βασιλέα, ὀμνύειν ἐμὲ εἰς τὸν ἐν αὐτῷ παγέντα σαρκὶ δι' ἡμᾶς εἰπὲ, ὡς οὔτε λέλυκα τὰς σπονδὰς τὰς πρὸς αὐτὸν, οὔτε κατ' αὐτοῦ πέπομφα τὴν στρατιάν. διὸ καὶ δέομαι μὴ κακῶς αὐτοὺς παθεῖν. ὅτι δὲ οὐ τῶν πολυτελῶν ἐγκολπίων, πολλῶν ἐμοὶ παρόντων ὡς ὁρᾷς, ἀλλὰ τουτονὶ τὸν σταυρὸν ἐξ εὐτελοῦς πεποιημένον ὕλης ἦν γὰρ χαλκοῦς πέπομφα, μὴ θαυμάσῃ· ἐπὶ θαύμασι γὰρ παρὰ πᾶσι διαβεβόηται Μυσοῖς, ἃ πολλὰ μὲν καὶ ἐπὶ τοῦ ἐμοῦ περιόντος ἔτι πατρὸς, πολλὰ δὲ καὶ ἐπ' ἐμοῦ παρ' αὐτοῦ τελεῖται νυνί· ὡς οὖν μᾶλλον ἀξιόχρεων εἰς πίστιν ἔπεμψα αὐτόν. κἄν με φωράσῃ ἀπατῶντα ἢ ψευδόμενον, ἐμοὶ τοῦτον λαβὼν ἐπιέτω, ὡς αὐτοῦ συμμαχοῦντος νικήσων καὶ διαφθερῶν. ὅτι δὲ οὐ σκῆψις ταῦτα οὐδὲ πρόφασις εὐπρεπὴς, τὸν ἀπάξοντα τὴν στρατιὰν ἐκ τῆς Ρωμαίων ἐξαυτῆς ἀποστελῶ.» καὶ αὐτίκα τῷ μὲν πρεσβευτῇ παρεῖχεν ἵππους τῶν τρεφομένων ταχυδρόμων παρ' αὐτῷ, κελεύσας ὡς τάχιστα ἀνύειν τὴν ὁδὸν, πρὶν φθάσῃ κακώσας ὁ βασιλεὺς τὴν στρατιάν. καὶ τῶν οἰκετῶν αὐτοῦ συνεξέπεμψεν ἕνα τῷ πρεσβευτῇ γράμματα ἔχοντα, κελεύοντα Ἰβάνῃ ἀπάγειν τὴν στρατιὰν, καὶ πτερὸν πυρὶ περιπεφλεγμένον· τοῦτο γὰρ παρὰ Μυσοῖς ταχυτῆτος σημεῖον. ἐπεὶ δὲ ἀφίκοντο πρὸς βασιλέα τόν τε σταυρὸν φέροντες καὶ ἀπαγγέλλοντες ὅσα ἀπολογήσοιτο ὁ Μιχαὴλ, βασιλεὺς μὲν πρὸς Ἰβάνην καὶ τοὺς Μυσοὺς τὰ τοῦ σφετέρου βασιλέως γράμματα πέπομφε καὶ τὸ πτερόν. οἱ δὲ ἰδόντες ἀνεχώρησαν εὐθὺς ἐπ' οἴκου. ἀλλὰ ταῦτα μὲν εἰς τοῦτο ἐτελεύτα· βασιλεὺς δὲ ἐν αἷς ἡμέραις αἱ πρεσβεῖαι ἐγίνοντο πρὸς τοὺς Μυσοὺς, κλίμακάς τε καὶ ὅσα ἄλλα ἐπιτήδεια ἦν πρὸς τὴν ἐπιχείρησιν παρεσκευάζετο Βυζαντίου. καὶ ἐπειδὴ πάντα ἐπεπόριστο, εἰς Βυζάντιον ὁ Κάμαρις ἐλθὼν, ἀπήγγελλε τοῖς ἑταίροις. καὶ νύκτα τηρήσαντες ἀπὸ συνθήματος, ἐν ᾗ τῶν τειχῶν αὐτοὶ ἔμελλον ἔσεσθαι ἐν φυλακῇ, ἡμέρᾳ πρώτῃ τῆς ἑβδομάδος, καθ' ἣν ἡ τῆς τοῦ ἁγίου πνεύματος καθόδου τελεῖται ἑορτὴ, πρὸς βασιλέα αὖθις ὁ Κάμαρις ἐλθὼν ἐκάλει πρὸς τὸ ἔργον. τελεσθείσης δὲ τῆς θείας μυσταγωγίας, ἔτι δὲ καὶ τῶν ὕμνων τῶν ἑσπερινῶν, ἄραντες ἐκ τοῦ στρατοπέδου τοῦ ἐν Λόγους καὶ τό, τε ἐπίλοιπον βαδίσαντες τῆς ἡμέρας καὶ τὸ πλέον τῆς νυκτὸς, γενόμενοι ἐν χωρίῳ Κλέπτα ἐγχωρίως προσαγορευομένῳ, τό, τε ἐπίλοιπον τῆς νυκτὸς καὶ ἄχρι δήλης ἡμέρας ηὐλίσαντο ἐκεῖ. καὶ μετὰ τοῦτο ἄραντες ἐκεῖθεν, ἕως ἐπεγένετο ἡ νὺξ, ἦλθον εἴς τι χωρίον οὐ πολὺ ἀπέχον Βυζαντίου, τοῦ Ἀμβλυώπου προσαγορευόμενον. καὶ καρτερήσαντες ἐκεῖ, διεκόσμουν τὴν στρατιὰν, καὶ τὰς μὲν κλίμακας οὔσας δύο ἔκ τε κάλων καὶ ξυλίνων βαθμίδων πεποιημένας, ὧν τῆς μὲν ἦρχεν ὁ βασιλεὺς, ὁ μέγας δὲ δομέστικος τῆς ἑτέρας, δυοκαίδεκα στρατιώταις ἐπέθηκαν ἑκατέραν. ὧν ἦσαν ὀκτὼ Ρωμαῖοι, οἱ λοιποὶ δὲ ἐξ Ἀλαμανίας Λατῖνοι. ἀκούσας δὲ ὁ βασιλεὺς, ὅτι καὶ Ἀλαμανοί εἰσιν ἐπὶ τῷ ἔργῳ τεταγμένοι, τὸν μέγαν δομέστικον προσκαλεσάμενος, τούς τε Ἀλαμανοὺς ἐκέλευεν ἀπὸ τῶν ἐν ταῖς κλίμαξι τεταγμένων ἐξαλλάττειν καὶ Ρωμαίους εἰσάγειν ἀντ' αὐτῶν· ἀπό τε τῶν εὐγενῶν μηδένα εἶναι ἐν τοῖς μέλλουσι πρώτως ἀναβήσεσθαι ἐπὶ τὰ τείχη, ὡς ἂν μήτε οὗτοι κατεπαίρωνται τῶν ταπεινοτέρων, μήθ' ἡ εὐδοξία πρὸς Ἀλαμανοὺς διαβαίνῃ, ἀλλὰ μόνων ᾖ Ρωμαίων τὸ ἔργον. ταῦτα μὲν οὖν ᾗ προσετέτακτο ἐτελεῖτο, καὶ Ρωμαίοις τῶν μέσων δυοκαίδεκα ἑκατέρας ἐγχειρισθείσης τῶν κλιμάκων, προσετέτακτο αὐτοῖς, ἐπειδὰν ἐν χρῷ γένοιντο τοῦ τείχους, ὑπὸ τῶν ἔνδοθεν πρασσόντων καλωδίοις τῶν κλιμάκων ἀνελκυσθεισῶν, αὐτοὺς ἀναβαίνειν πρώτους καὶ ἀμύνεσθαι, ἄν τις ἐπίῃ, ὡς ἂν οἱ μετ' αὐτοὺς ἀναβαίνοιεν κατὰ σχολήν. μετ' ἐκείνους δὲ οὐ πολὺ ἀπέχων ἑκατὸν λογάδας ἄγων ἐβάδιζεν ὁ βασιλεὺς πεζῇ, καὶ μετ' αὐτὸν ὅσον μὴ συμμίγνυσθαι ἀλλήλοις, ἑτέρους τοσούτους ὁ μέγας δομέστικος εἶχε. τούς γε μὴν τῶν διακοσίων ἵππους ἕτεροι ἔφιπποι τοσοῦτοι ἄγοντες ἕκαστος ἕνα παρείποντο οὐκ ἐγγύθεν, ὡς ἂν μὴ τοῖς ἀπὸ τοῦ τείχους αἴσθησιν παράσχοιεν τοῦ ψόφου, ἀλλ', ἤν τι ἀδόκητον συμβῇ, τούς τε ἵππους παράσχοιεν τοῖς διακοσίοις ἐπιδραμόντες καὶ ἐπιβοηθοῖεν αὐτοὶ τὰ δυνατά. ἕτεροί τε πεντακόσιοι ᾔεσαν ἀπέχοντες οὐ πολὺ αὐτῶν, τῆς αὐτῆς καὶ αὐτοὶ ἕνεκα αἰτίας. ἐπὶ δὲ τοῦ Ἀμβλυώπου ὁ πρωτοστράτωρ ἦν, τὴν ἄλλην ἅπασαν ἔχων στρατιὰν ἐν ὅπλοις παρατεταγμένην. οὕτω δὴ διακοσμήσαντες τὴν στρατιὰν, ᾔεσαν ἡσυχῇ, ὅπως μὴ τοῖς φυλάττουσιν αἴσθησιν παράσχοιεν ἀπὸ τῶν τειχῶν.

νθʹ. Οἱ μὲν οὖν τὰς κλίμακας ἔχοντες τέτταρες καὶ εἴκοσι λαθόντες τοὺς φύλακας, ῥᾳδίως τοῖς τείχεσι προσέμιξαν τοῦ Καμάριδος ἡγουμένου κατὰ τοὺς πράσσοντας τὴν ἅλωσιν. καὶ ἐπεὶ αὐτοὺς προσδοκῶντας οὐκ ἦν λαθεῖν, τὰς κλίμακας ἀνείλκυσαν καλώδια καθιέντες, καὶ ἀπὸ τῶν ἐπάλξεων ἐξῆψαν. καὶ οἱ δυοκαίδεκα πρῶτον ἐφ' ἑκατέρας κλίμακος ἀνῆλθον. βασιλεὺς δὲ καὶ ὁ μέγας δομέστικος ἅμα οἷς ἦγον, ἐπεὶ πανσέληνος ἦν καὶ ἡ σελήνη διέφαινε λαμπρῶς, ὅμως διὰ τὴν ἀπὸ τῆς πληρώσεως μεταβολὴν νεφελῶν οὐ κατὰ τὸ συνεχὲς, ἀλλὰ διεσπασμένως τὸν ἀέρα ὑποτρεχουσῶν, ὅτε μὲν ἦν ἡ νεφέλη κατ' αὐτοὺς, ἐβάδιζον ὑπὸ τῇ σκιᾷ· ἐπειδὰν δὲ παρέλθοι, κατακλινόμενοι εἰς γῆν, ἑτέραν περιέμενον νεφέλην. καὶ οὕτω βαδίζοντες κατὰ μικρὸν, ἦλθον ἐγγὺς τειχῶν. ἐπεὶ δὲ ὅσον ἐφικέσθαι τόξῳ ἀπεῖχον, οἱ μὲν ἀπὸ τῶν τειχῶν αἰσθόμενοι βοῇ τε ἐχρῶντο καὶ ἀλαλαγμοῖς καὶ Βυζαντίους ἐκάλουν ἐπὶ τὰ τείχη, ὡς παρόντων πολεμίων· οἱ δὲ ἔξωθεν ἐπέδραμον ἐπὶ τὰς κλίμακας ἀφειδοῦντες ἤδη τῶν ψόφων, ὡς τῶν ἔνδον ᾐσθημένων, καὶ ἐπεὶ ἐγένοντο ἐν αὐταῖς, αὐτός τε ὁ βασιλεὺς προὐθυμεῖτο πρῶτος ἀναβαίνειν καὶ τὸν μέγαν δομέστικον ἕπεσθαί οἱ παρεκάλει, οἰόμενος ὡς, ἂν αὐτοὶ γένωνται ἐπὶ τὰ τείχη, κἄν τις ἐπίῃ τῶν πολεμίων, οὐκ ἄν ποτε τολμήσων εἰς χεῖρας αὐτοῖς ἐλθεῖν· ἀλλ' ἀποσχήσεται γνωρίμων γενομένων, καὶ τοῦτον τὸν τρόπον τοῖς σφετέροις ἔσεσθαι ἀντὶ πολλῶν. ὁ μέγας δὲ δομέστικος οὐκ ἐπέτρεπεν, ἀλλ' ἁμαρτάνειν αὐτοὺς ἔφασκε τοῦ δέοντος, ἂν ταῦτα ποιῶσι. «τῶν γὰρ ὑπολειφθέντων ἀναβήσεται οὐδεὶς, οὐκ ἀτολμίᾳ τῇ πρὸς τὰ δεινὰ, οὐδὲ κακονοίᾳ, ἀλλ' ἕκαστος πρῶτος ἀναβαίνειν ἀξιῶν, ὑπὸ φιλονεικίας πάντες ὑπ' ἀλλήλων κωλυθήσονται. καὶ οὐ μόνον ἀναβήσεται οὐδεὶς, ἀλλὰ καὶ αὐτοῦ συστραφέντες ἀλλήλοις συμπεσοῦνται καὶ διαφθεροῦσιν ἀλλήλους, ἀμελήσαντες τῶν πολεμίων. οὗ δὴ ἕνεκα ἡμᾶς κάτω μένειν δέον ἀναβιβάζοντας αὐτοὺς ἐν τάξει καὶ τὴν ἔριν διαλύοντας.» τοιαῦτα τῷ μεγάλῳ εἰπόντι δομεστίκῳ ἐπείθετο ὁ βασιλεὺς καὶ τὴν ἄνοδον ἐπέτρεπε τοῖς περὶ αὐτόν. πολλῶν δὲ ἐν ταὐτῷ προσφύντων καὶ ἅμα ἀναβαίνειν πειρωμένων, ἡ τοῦ βασιλέως κλίμαξ τὸ βάρος οὐκ ἐνεγκοῦσα κατέπεσε, τῶν κάλων ῥαγέντων· καὶ μόνη καταλέλειπτο ἡ τοῦ μεγάλου δομεστίκου, καὶ δι' αὐτῆς ἀνῄεσαν καθ' ἕνα καὶ σχολῇ, πρὸς τὴν ἀνάβασιν ἀμφοτέρων ἐφεστώτων καὶ οὐκ ἀπειλαῖς μόνον, ἀλλὰ καὶ πληγαῖς ἐπεχόντων τὸν ἄγαν ὠθισμόν. ἐπεὶ δὲ ὀλίγῳ δέοντες ἀνῆλθον ἑκατὸν, ὁ τὴν τῶν φυλάκων ἐπιμέλειαν ἐπιτετραμμένος Συναδηνὸς ὁ τοῦ Μαρούλη πρὸς τὴν βοὴν ὀξέως ἅμα διακοσίοις ἐπιβοηθήσας, οὔπω νομίζων ἐπὶ τοῦ τείχους εἶναι τοὺς πολεμίους, ἀλλ' ἔξωθεν ἐπιχειρεῖν, ἅμα ὀλίγοις ὧν ἦγεν ἀνέβαινεν ἐπὶ τὸ τεῖχος, ὅ, τι εἴη τὰ δρώμενα βουλόμενος μαθεῖν. καὶ αὐτός τε ἑάλω καὶ οἱ συναναβάντες ὑπὸ τῶν ἐφεστώτων. μαθόντες δὲ, ὅτι αὐτὸς ἄγοι τὴν στρατιὰν, τοῖς κάτω ἐπεφώνουν ὑπείκειν καὶ μὴ ἀνθίστασθαι τῷ νέῳ βασιλεῖ ἤδη ἐντὸς ὄντι τειχῶν, μάλιστα δ' ὅτι, καὶ τοῦ στρατηγοῦ αὐτῶν ἑαλωκότος, οὐκ ἂν διαφύγοιεν τὸ δοῦναι δίκην ἐς τὴν ὑστεραίαν, ἐάν τι ἐπιχειρῶσι βλάπτειν. ὡς δὲ ἤκουσαν οἱ κάτωθεν, ὅτι αὐτῶν τε ὁ στρατηγὸς ἑάλω καὶ ὁ νέος βασιλεὺς ἐντὸς εἴη τειχῶν, μεταβαλόντες εὐθὺς εὐφήμουν τε τὸν νέον βασιλέα καὶ ἕτοιμοι ἦσαν συναίρεσθαι τὰ δυνατά. καὶ κατὰ τὸ ἐπίλοιπον τοῦ τείχους ἠρέμα ἤδη διὰ πάντων ᾔει ἡ τοῦ νέου βασιλέως εὐφημία. ὃ δὴ βασιλεύς τε καὶ ὁ μέγας δομέστικος ἀκούοντες, οὐκέτι ἔφασαν δεῖν τῇ κλίμακι προσέχοντας ταλαιπωρεῖσθαι, ἀλλὰ τοῖς ἀναβᾶσι προσέταττόν σφισι τὰς πύλας ἀνοιγνύναι. καὶ ἐπεὶ ἀνεῴχθησαν, ἅμα τοῖς ἐπιλοίποις εἰσῄει καὶ ὁ βασιλεὺς, μετὰ μικρὸν δὲ καὶ ὁ πρωτοστράτωρ ἅμα σὺν παντὶ εἰσῆλθε τῷ στρατῷ. καὶ πρὸς τὰ βασίλεια ἐλθὼν ὁ νέος βασιλεὺς, τὸν βασιλέα καὶ πάππον προσεκύνησεν, ὥσπερ ἦν ἔθος αὐτῷ, καὶ καθεσθέντες μικρὸν, ὁ πρεσβύτερος βασιλεὺς ὥσπερ ἐπὶ τοῖς συμβᾶσι καταμεμφόμενος ἑαυτὸν, μεμνῆσθαι ἔλεγε καλῶς τῶν λόγων τῶν αὐτοῦ, αἰνιττόμενος ὡς τὰ λυσιτελῆ καὶ δέοντα συμβουλεύοντι οὐκ ἐπείθετο αὐτῷ. ἐξ ἀρχῆς μέντοι ἴσην καὶ ὁμοίαν τῷ διαβόλῳ εἶναι τὴν σπουδὴν περὶ τὸ βλάπτειν τοὺς ἀνθρώπους καὶ ἀεὶ κακῶς ποιεῖν ἐπιχειρεῖν. καὶ σφάλλεσθαι μὲν τὰ πλείω· ἔστι δὲ ἐν οἷς καὶ ἐπιτυγχάνειν ὥσπερ καὶ ἐπὶ τοῖς νυνὶ συμβεβηκόσι. καὶ ὁ νέος βασιλεὺς συνετίθετο οὕτως ἔχειν· παρὼν δ' αὐτοῖς διαλεγομένοις καὶ Μετοχίτης ὁ μέγας λογοθέτης, «ἀλλ' ἕως πότε» ἔφησεν «ἔσονται τοιαῦτα; ἐὰν γὰρ μὴ αὐτοὶ ὁμονοήσητε, τῶν δεόντων γενήσεται οὐδέν.» βασιλεὺς δὲ ὁ νέος ἀπεκρίνατο μὲν οὐδὲν, ἐθαύμαζε δὲ ὅ, τι ταῦτα βούλονται αὐτῷ, ὥσπερ ἂν εἰ μὴ παρῆν αὐτὸς τοῖς γινομένοις καὶ τὰ πραττόμενα σαφέστερον τῶν ἄλλων μᾶλλον ᾔδει. πρὸς μέντοι βασιλέα καὶ πάππον εἰς προσκύνησιν τῆς τοῦ θεοῦ μητρὸς τῆς Ὁδηγητρίας ἀπελθεῖν ἐπυνθάνετο εἰ κελεύοι. ἐπεὶ δὲ ἐπέτρεπεν, εἰς τὸ τῆς Ὁδηγητρίας τέμενος ἐλθὼν προσεκύνει τε καὶ τῶν εὐεργεσιῶν τῶν εἰς αὐτὸν πολλὰς εὐχαριστίας ἀπεδίδου. ἐκεῖθεν δὲ εἰς τὴν τῶν Μαγκάνων ἀφίκετο μονὴν, καὶ τά τε ἐν αὐτῇ τῶν τοῦ Χριστοῦ σωτηρίων παθῶν τεθησαυρισμένα σύμβολα προσκυνήσας, καὶ πατριάρχῃ τῷ Ἠσαΐᾳ δι' αὐτὸν ἐγκεκλεισμένῳ ὅσον τε ὁ καιρὸς ἐδίδου εὐχαριστήσας καὶ εἰς τὸ πατριαρχεῖον ἐφ' ἵππου βασιλικῶς κεκοσμημένου ἀγαγὼν, ἐπανῆκεν αὖθις εἰς τὰ βασίλεια καὶ ἐν τοῖς τοῦ Πορφυρογενήτου οἴκοις τῶν βασιλείων ηὐλίσατο ἐγγύς. ἡ μέντοι στρατιὰ, ἡ μὲν ἔνδον ἐσκήνωσε Βυζαντίου, ἡ πλείων δὲ, προστάξαντος βασιλέως, ἐν τοῖς παρὰ τὴν τῆς Καμήλου γέφυραν λειμῶσιν ἐστρατοπεδεύσατο ἐλθοῦσα. ἁρπαγὴ δὲ πραγμάτων ἐγένετο οὐδεμία, πλὴν εἰ μὴ τῆς μεγάλου λογοθέτου οἰκίας, καὶ τοῦτο παρὰ γνώμην βασιλέως. οὕτω μὲν ὁ πρὸς ἀλλήλους τῶν Ρωμαίων βασιλέων πόλεμος συνέστη τὴν ἀρχὴν, καὶ τοσαύτας ἔσχε τὰς μεταβολὰς, καὶ τελευταῖον εἰς τοιαῦτα ἐξέβη· καὶ οὕτω συνεγράφησαν ὡς ἐγένοντο μετὰ ἀκριβείας ἁπάσης καὶ ἀληθείας, ὥσπερ ἐξ ἀρχῆς ἐπηγγειλάμεθα. ἐπολέμησαν δὲ ἐν ἑνὶ μηνὶ καὶ ἔτεσιν ἑπτὰ, ἀρξαμένων ἀπὸ τοῦ ἐννάτου καὶ εἰκοστοῦ ἔτους ἐπὶ τοῖς ὀκτακοσίοις καὶ ἑξακισχιλίοις ἐν τετάρτῃ Ἰνδικτιῶνι, ἐννεακαιδεκάτην ἄγοντος Ἀπριλλίου, ἄχρι τοῦ ἕκτου καὶ τριακοστοῦ ἔτους ἐπὶ τοῖς ωʹ καὶ ,ϛ ἐν πρώτῃ ἐπὶ δέκα Ἰνδικτιῶνι Μαΐου ἐννάτῃ ἐπὶ δέκα. 

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Γιαγιά στην Καππαδοκία τραγουδά Ελληνικό παραδοσιακό (Βίντεο)

Τραγωδία στo Χαρωπό, νεκρό μωράκι 8 μηνών.

Η καταπράσινη Καστανούσσα το 2024 : Το χωριό που θυμίζει ενα τεράστιο γκαζόν με βίλες

Νέα

Φωτογραφία της ημέρας

Φωτογραφίες

Βίντεο

Πρόσωπα

Καταστήματα

Συνταγές

Χθεσημεραυριο

Μουσικές Επιλογές: Bουτιά στο παρελθόν

Ιστορίες

Τσιμεριτας

Ο χαζός του χωριού

Κλινικός Ψυχρολόγος