Ιωάννου του Καντακουζηνού Αποβασιλέως Ιστοριών Βιβλία Δ' : Βιβλίο Δ

Ιωάννης ΣΤ΄ Καντακουζηνός
1292 – 1383
Ιστορία
Χρόνος συγγραφής: δεκαετία 1370
Ιωάννου του Καντακουζηνού Αποβασιλέως Ιστοριών Βιβλία Δ' : Βιβλίο Δ
Το Βιβλίο Δ΄ παρουσιάζει τα γεγονότα της βασιλείας του Ιωάννη Καντακουζηνού και εξηγεί τους λόγους της παραίτησής του.

[ Βιβλίο Δ’, περίοδος 1347 – 1356 ]

[ΙΣΤΟΡΙΑ Γ’]

αʹ. Τοιοῦτος μὲν ὁ πρὸς ἀλλήλους τῶν Ρωμαίων πόλεμος ἐπὶ πέντε ἔτεσιν ἀνεῤῥιπίσθη, καὶ οὕτως ἐκάκωσαν ἀλλήλους πολλὰ καὶ χαλεπὰ, ἐξ ὧν ὀλίγου δεῖν ἀνατραπῆναι συνέβη τὴν Ρωμαίων ἡγεμονίαν. ἃ καὶ ὡς ἐγένετο πάντα ἐξεθέμεθα μετὰ ἀκριβείας, μηδὲν παραλιπόντες, ἀλλὰ τὴν ἀρχαίαν φυλάξαντες ἐπαγγελίαν, ὥστε μήτε πρὸς χάριν, μήτε πρὸς ἀπέχθειαν μηδὲν εἰπεῖν, ἀλλὰ τὰ ὄντα ἀκριβῶς. λοιπὸν δὲ ἤδη καὶ τὰ Καντακουζηνῷ τῷ βασιλεῖ μοναρχοῦντι πεπραγμένα διηγήσασθαι, καὶ ὅσα ἐν διαφορᾷ κατέστη αὖθις πρὸς Παλαιολόγον βασιλέα τὸν γαμβρόν. ἐπεὶ γὰρ μετὰ τοὺς ὅρκους ἐγένετο ἐν βασιλείοις, βασιλίδα μὲν μετὰ τῶν τέκνων πρὸς τὴν τῆς θεομήτορος εἰκόνα τῆς Ὁδηγητρίας εὗρεν ἱσταμένην, ἵνα μᾶλλον κάμπτῃ βασιλέα καὶ πείθῃ μηδενὸς ἀναμιμνήσκεσθαι τῶν κατὰ τὸν πόλεμον συμβεβηκότων δυσχερῶν. ὁ δὲ πρῶτα μὲν τὴν τῆς θεομήτορος εἰκόνα προσεκύνει, ἔπειτα ὤμνυε κατὰ τῆς εἰκόνος εἰς ἐπήκοον πάντων, ὡς οὔτε βουλεύσαιτο, οὔτε πράξαι τὸ τυχὸν κατὰ βασιλίδος καὶ τῶν παίδων, πρὶν τὸν πόλεμον κινηθῆναι παρ' αὐτῶν, οὐδὲ βουλεύσαιτο κατ' οὐδένα τρόπον αὐτὴν καὶ βασιλέα τὸν υἱὸν τῆς ἀρχῆς ἀποστερεῖν, ἀλλὰ πάντα συκοφαντίας εἶναι καὶ διαβολὰς πλασθείσας ὑπὸ τῶν εἰπόντων. ἐκεῖνον δὲ τοιαύτην γνώμην ἐξαρχῆς ἔχειν, ὡς πάντα πόνον ὑπομενοῦντα, καὶ σύμπαντα ὅσα προσῆν χρήματα καταναλώσοντα ὑπὲρ τῆς ὠφελείας τῶν κοινῶν καὶ αὐτῆς τῆς βασιλίδος καὶ τῶν παίδων καὶ σφετέρας εὐδοξίας, μένων ἐπὶ σχήματος. ἔπειτα πολλὰς εὐχαριστίας ἀπεδίδου θεῷ, ὅτι ζῶν εἰς ταύτην ἧκε τὴν ἡμέραν, ἥτις ἀπαλλάξειε σαφέστατα τῶν συκοφαντιῶν καὶ τῶν ἀδίκων ἐγκλημάτων, ἔργοις αὐτοῖς ποιήσαντα καταφανῆ τήν τε τῶν εἰπόντων μοχθηρίαν καὶ τὴν ἐπιείκειαν αὐτοῦ. ἔπειτα εἰσῄεσαν ἅμα βασιλίδι καὶ βασιλεῖ τῷ υἱῷ εἰς τὴν οἰκίαν, ἣ παρεσκεύαστο πρὸς τὴν τοῦ βασιλέως ὑποδοχήν. καὶ ἄλλα τε διειλέχθησαν περὶ τῶν πραγμάτων, καὶ Ἑλένην τὴν αὐτοῦ θυγατέρα τῷ νέῳ κατηγγύησαν βασιλεῖ. ἑάλω γὰρ αὐτοῦ κατάκρας εὐθὺς ὁ πρεσβύτερος βασιλεὺς, οὐ μόνον διὰ τὴν πρὸς τὸν πατέρα εὔνοιαν, ἀλλ' ὅτι καὶ αὐτὸν ἑώρα δοχεῖον ἄν τις εἶπε χαρίτων παντοδαπῶν. οὐ μόνον γὰρ εἶδος ἄξιον ἐπεδείκνυτο τυραννίδος, ἀλλὰ καὶ πρὸς ἀνδρίαν καὶ σύνεσιν οὐκ ἀγεννεῖς ὑπέφαινεν ἐλπίδας· ἃ καὶ εἰς ὕστερον ἐξέβη κατ' ἐλπίδας. συνέσει τε γὰρ οὐδενὸς ἀπολείπεται τῶν προγόνων βασιλέων, καὶ τὴν εὐψυχίαν καὶ τὴν τόλμαν οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις ἐπεδείξατο τοῖς πολεμίοις. εἰς τὴν ὑστεραίαν δὲ ἐκέλευεν ὁ βασιλεὺς τούς τε αὐτῷ συνόντας ἔξω Βυζαντίου καὶ τοὺς βασιλίδι προσκειμένους συγκλητικούς τε ἅμα καὶ στρατιώτας καὶ τοὺς ἄλλους τῶν ἐπιφανῶν πίστεις ἀμφοτέροις δι' ὅρκων διδόναι τοῖς βασιλεῦσι, καὶ μηδεμίαν εἶναι διαφορὰν, μηδὲ διάστασιν, ἀλλ' ὑπὸ μίαν βασιλείαν ἅπαντας τετάχθαι. ὅσοι μὲν οὖν ἔνδον ἦσαν μετὰ βασιλίδος, καὶ χάριν προσωμολόγουν βασιλεῖ καὶ τοὺς ὅρκους παρείχοντο προθύμως· τῶν ἔξω δὲ οἱ πλείους οὐκ ἠνείχοντο τῶν μάλιστα ἐπιφανῶν, ἀλλὰ Καντακουζηνῷ μόνον ἔφασαν τῷ βασιλεῖ δουλεύσειν, ἑτέρῳ δὲ μηδενί. δεινὸν γὰρ εἶναι, εἰ τοσαῦτα ὑπομείναντες κατὰ τὸν πόλεμον καὶ χρήματα προέμενοι καὶ οἰκείους καὶ σφᾶς αὐτοὺς ὑπὲρ τοῦ νικᾷν τοὺς πολεμίους, ἔπειτα ὅτε ἔδοξαν κεκρατηκέναι, ἀθρόον φαίνεσθαι κατάκρας ἡττημένους καὶ δουλεύοντας ἐκείνοις, οἷς ἐξῆν καὶ πρότερον δουλεύειν, εἰ ἐβούλοντο, τῶν πολλῶν ἐκείνων δυσχερῶν ἀπαλλαγέντας. ἐπὶ τρισὶ μὲν οὖν ἡμέραις ἐφιλονείκουν, μὴ ταὐτὰ ποιεῖν τοῖς ἄλλοις, μηδὲ ὑπάγειν ἑαυτοὺς τῇ ὑπὸ τὸν βασιλέα τὸν νέον δουλείᾳ. Καντακουζηνὸς δὲ ὁ βασιλεὺς τὴν ἔνστασιν ὁρῶν, σύντομόν τινα τὴν ἀπόφασιν καὶ αὐστηρίας ἐξήνεγκε μεστήν. τοὺς γὰρ μὴ βουλομένους τῷ γαμβρῷ ὑπείκειν ἐκέλευε καὶ αὐτοῦ ἀναχωρεῖν. βιάζεσθαι γὰρ οὐκ ἐθέλειν ἔφασκέ τινα αὐτῷ δουλεύειν, ὥσπερ οὐδὲ πρότερον, ἀλλ' εἰ μέν τις βούλοιτο τετάχθαι ὑπ' αὐτῷ, ἀνάγκη πᾶσα καὶ βασιλέα τὸν γαμβρὸν ἡγεῖσθαι κύριον· εἰ δ' ἐκείνῳ μὴ βούλοιτο ὑπείκειν, καὶ αὐτοῦ ἀφίστασθαι, ὡς οὐκ ἐνὸν ἄλλως, ἢ τοῦτον τὸν τρόπον, τὰς διχοστασίας καὶ τὴν ἔριν ἐκ μέσου γίνεσθαι. ὁ μὲν οὖν βασιλεὺς τοιαῦτα εἶπε πρὸς ὀργήν. ἐκεῖνοι δὲ οἱ πρότερον ἀνθιστάμενοι, δείσαντες τὴν βασιλέως ἀπειλὴν, εἶκόν τε καὶ τοὺς ὅρκους ἀπεδίδοσαν ᾗ ἐκέλευεν ὁ βασιλεύς. μετὰ τοῦτο δὲ ἐθέσπιζε μηδένα μηδενὶ παρενοχλεῖν περὶ τῶν κατὰ τὸν πόλεμον ἡρπασμένων πλὴν τῶν κτήσεων· ταύτας γὰρ τοὺς ἔχοντας ἀποδιδόναι τοῖς κυρίοις. εἰ δέ τινες ἀπέδοντο ἢ διέφθειραν, μήτε τὴν ὠνὴν ἀποδιδόναι, μήτε μὴν εἰς τὸ ἀρχαῖον σχῆμα ἀναγκάζεσθαι καθιστᾷν. τοῖς μὲν οὖν ἀδικήσασι καὶ ἡρπακόσιν ὁ βασιλεὺς τοιαύτην παρείχετο φιλοτιμίαν, τοῖς δὲ ἀδικηθεῖσι καὶ ἀποστερουμένοις τῶν οἰκείων ἑτέροις τρόποις ἐθεράπευσε τὴν ἔνδειαν. καὶ τοῦτον τὸν τρόπον ἐν ὀλίγῳ χρόνῳ πᾶσαν ἀμφισβήτησιν περιεῖλε καὶ πρόφασιν θορύβου, καὶ ἐν εὐταξίᾳ πάλιν καὶ εἰρήνῃ τὰ Ρωμαίων ἦν. ἔπειτα ἐκ τῆς Ἀδριανοῦ βασιλίδα τὴν γαμετὴν μετὰ τῶν θυγατέρων μετεκαλεῖτο πέμψας. ἐπεὶ δὲ παρῆσαν ἐν τῷ πρὸ τῆς πόλεως τῆς θεομήτορος τεμένει, ὃ πηγή τέ ἐστιν ἀφθόνων ἰαμάτων καὶ καλεῖται, βασιλίδος Ἄννης ἐξελθούσης καὶ τῶν βασιλέων συμπαρόντων καὶ τῶν ἐν τέλει πάντων καὶ ἐπιφανῶν, Ἑλένη ἡ τῷ νέῳ μέλλουσα βασιλεῖ συνοικεῖν, προστεταχότος τοῦ πατρὸς καὶ Ἄννης τῆς βασιλίδος, ἐπισήμοις ἐκοσμεῖτο βασιλικοῖς καὶ Ρωμαίων βασιλὶς προσηγορεύετο. ἔπειτα εἰς τὰ βασίλεια πάντων ἅμα βασιλέων γενομένων, οἱ γάμοι τοῦ νέου βασιλέως παρεσκευάζοντο, καὶ πάντες ἐν ἐλπίσι χρηστοτέραις ἦσαν, ἀναπνεύσαντες ἀπὸ τῶν τοῦ πολέμου δυσχερῶν. οὐ μόνον γὰρ οἱ Ρωμαῖοι τῆς πρὸς ἀλλήλους ἐπαύοντο διαφορᾶς καὶ στάσεως, ἀλλὰ καὶ οἱ ἔξωθεν πολέμιοι πυθόμενοι, ὡς ὑπὸ βασιλέα τὸν Καντακουζηνὸν ἅπασα ἡ Ρωμαίων γένοιτο ἡγεμονία, ἐπαύοντο πολεμεῖν. οὐ μόνον γὰρ οἱ ὅμοροι δυνάσται παρασπᾷν τι τῆς Ρωμαίων ἡγεμονίας ἐπεχείρουν, ἀλλὰ καὶ μαρκέσης ὁ Λουμπαρδίας ἄρχων, υἱωνὸς ὢν τοῦ πρώτου βασιλέως Ἀνδρονίκου καὶ τὴν Ρωμαίων ἀρχὴν αὐτῷ προσήκειν τῶν ἄλλων μᾶλλον ἀξιῶν, καὶ γὰρ καὶ ὁ πατὴρ αὐτῷ Θεόδωρος Ἀνδρονίκῳ τῷ νέῳ βασιλεῖ περὶ τῆς Ρωμαίων ἡγεμονίας ἠμφισβήτει, πυθόμενος, ὡς βασιλεύσειε παρὰ Ρωμαίοις ὁ Καντακουζηνὸς καὶ τὴν μὲν ἄλλην ἅπασαν ἀρχὴν ἀφέλοιτο τῶν βασιλέως παίδων, Βυζάντιον δὲ μόνον καὶ Θεσσαλονίκη καὶ Αἶνος ὑπολείποιτο, ἐσκέπτετο, ὡς καὶ αὐτὸς ἐπελθὼν δυνάμει ναυτικῇ τῶν ὑπολελειμμένων τουτωνὶ πόλεων κρατήσειε μᾶλλον αὐτῷ προσηκουσῶν ἐκ κλήρου πατρῴου, ἢ Καντακουζηνὸν τὸν βασιλέα ἔχειν. ἐνήγετο δὲ μάλιστα πρὸς τοῦτο καὶ παρὰ τοῦ γυναικὸς ἀδελφοῦ Κουμίντζη, προσαγορευομένου Καρδιναλίου, χρήματά τε πολλὰ πρὸς τὸν στόλον παρεχομένου καὶ ἄλλην συντέλειαν πολλὴν πρὸς τὴν παρασκευήν. καὶ ἤδη παρεσκεύαστο, ὡς ἅμα ἦρι τοῦ ἔτους ἐκείνου μεγάλῃ δυνάμει ναυτικῇ ἐπιπλεύσων Βυζαντίοις.

βʹ. Πυθόμενος δὲ παρὰ Βαρθολομαίου τινὸς, ὡς Καντακουζηνὸς ὁ βασιλεὺς Βυζάντιόν τε ἤδη καὶ τὴν ἄλλην ἅπασαν Ρωμαίων ἀρχὴν ὑποποιήσαιτο, ἀπέσχετο τοῦ ἔργου. Βαρθολομαῖος γὰρ οὑτοσὶν, ἐκ Δελφίνου Ντεβιάνα πρὸς Ἄνναν τὴν βασιλίδα ἥκων πρεσβευτὴς, ἐπεὶ μεταξὺ πρεσβεύοντος Καντακουζηνὸς ὁ βασιλεὺς ἐκράτει Βυζαντίου, εἰς λόγους ἐλθὼν καὶ τὴν βασιλέως σύνεσιν θαυμάσας, πάπᾳ τε τῷ Κλήμεντι καὶ τῷ πέμψαντι Δελφίνῳ ἔγραφεν ἐπιστολὰς, ἃς ὥσπερ εἶχον προσεθήκαμεν τῇ διηγήσει. εἶχεν οὖν ἡ πρὸς μὲν πάπαν οὕτως. «ἀγαλλιάσθωσαν πᾶς ὁ λαὸς τῆς τῶν Ρωμαίων ἀρχῆς, καὶ τῆς νίκης ἕνεκεν τοῦ τοσούτου βασιλέως εὐφρανθήτωσαν σύμπας ὁ κόσμος. ἡγιασμένη γὰρ ἡμέρα πᾶσι Χριστιανοῖς ἀνατέταλκε κατὰ τὴν τρίτην τοῦ Φεβρουαρίου, ἐν ᾗ δὴ ἐξαπέστειλεν ὁ θεὸς τὸν ἑαυτοῦ ἄγγελον κατασκευάσοντα τὴν ὁδὸν αὐτοῦ ἔμπροσθεν αὐτοῦ καὶ τῷ οἰκείῳ διαυγεστάτῳ φωτὶ πόῤῥω ποιησόμενον τὸ τῆς μάχης σκότος, ἀγαγόντα καθάπερ κλάδος χλοαζούσης ἐλαίας τὴν εἰρήνην. οὗτος γάρ ἐστιν ὁ βασιλεὺς τῆς εἰρήνης, ὁ δεύτερος Σολομὼν, οὗ τὸ πρόσωπον ἐπιθυμεῖ βλέπειν πᾶσα κτίσις. ἰδοὺ γὰρ, ἵνα δείξῃ κύριος, ὡς οὐκ ἐν ἰσχύϊ ἵππου, οὐκ ἐν δυναστείᾳ ἀνθρώπου, ἀλλ' ἐν δυνάμει θεοῦ γέγονε τὸ τρόπαιον τουτὶ παρὰ τοῦ ὑψηλοτάτου καὶ νικητικωτάτου βασιλέως καὶ αὐτοκράτορος κυρίου Ἰωάννου τοῦ Καντακουζηνοῦ, ἀνέῳξε τοὺς τῆς ἑαυτοῦ δυνάμεως θησαυροὺς, ἐγχέας ἐπ' αὐτὸν τὰ δῶρα τῶν ἑαυτοῦ χαρισμάτων, τὴν βασιλίδα δηλαδὴ ταύτην τῶν πόλεων, τὴν Κωνσταντίνου φημὶ, καὶ παρασχὼν ὁλόκληρον αὐτῷ βασιλείαν τῇ θείᾳ αὐτοῦ δυνάμει ἐν δυναστείᾳ ὅπλων καὶ ἐκτεταμένῳ βραχίονι, ἵν' ἐν αὐτῷ μᾶλλον φανῶσιν οἱ διὰ παντὸς ῥέοντες ποταμοὶ τῶν αὐτοῦ χαρισμάτων καὶ τοῦ ἐλέους. αὐτὸς γάρ ἐστι, περὶ οὗ γέγραπται, ὅτι ἠδυνήθη παραβῆναι, καὶ οὐ παρέβη, καὶ κακὸν ποιῆσαι, καὶ οὐκ ἐποίησε· μᾶλλον δὲ ἑπόμενος τῷ Χριστῷ ἀνταπέδωκεν ἀγαθὸν ἀντὶ κακοῦ, μνησθεὶς ἐλέους καὶ ἐπιλαθόμενος ἀνομίας. ὅς γε καὶ γέγονεν ἀγαθὸς στρατιώτης κατὰ τὸν πρώτως ἀθλήσαντα Στέφανον, ὑπὲρ τῶν λίθοις βαλλόντων αὐτὸν διωκτῶν προσευξάμενον, καὶ «μὴ στήσῃς αὐτοῖς,» εἰρηκότα, «δέσποτα, τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι, τί ἐποίησαν.» οὐδέποτ' ἀπ' αἰῶνος ἤκουσται τοσαύτην ἀνδρὸς ἀρετὴν γεγονέναι, οὔτ' Ὀκταβιανῷ τῷ βασιλεῖ, οὔτε Θεοδοσίῳ, οὔτε μὴν Αὐγούστῳ τῷ Καίσαρι, ὡς οὓς ἠδυνήθη τῇ τῶν ὅπλων δυνάμει καταστρωννύναι εἰς γῆν, τούτοις δοῦναι τὸν ἑαυτοῦ χρηστὸν ἔλεον, ἐπιλαθόμενος τῶν εἰς αὐτὸν πάντων κακῶν. ταῦτά τοι καὶ χαῖρε, ἁγιώτατε δέσποτα, τῇ οὕτως εὐτυχεῖ, οὕτω νικητικωτάτῃ εἰσόδῳ ἀναιμάκτῳ τε καὶ ἀζημίῳ τοῦ Χριστιανικοῦ λαοῦ. καὶ αὖθις χαῖρε, ὅτι ἡ ἀλήθεια δι' ἀληθείας ἐδείχθη. ἡ γὰρ τοῦ Χριστοῦ ἀλήθεια ἔδειξε τὴν τοῦ ἀθώου τούτου βασιλέως ἀλήθειαν ἐπὶ τῷ ἀπαντῆσαι τὴν ἀλήθειαν αὐτῷ καὶ τὸν ἔλεον καὶ καταφιλῆσαι εἰρήνην τε καὶ δικαιοσύνην. ἐγὼ δὴ πέποιθα τοῦτ' εἶναι μᾶλλον ὑπὲρ εἰρήνης καὶ καταστάσεως τοῦ σύμπαντος Χριστιανικοῦ λαοῦ καὶ εἰς ἐπίδοσιν τοῦ κατὰ τῶν ἐχθρῶν τοῦ σταυροῦ τροπαίου, ὥσπερ οὐ μικρὰν τὴν ζημίαν εἰργάσατο τοῖς βασιλεῦσι Ρωμανίας ἡ χρόνον ἐπὶ πλεῖστον αὐξηθεῖσα διχόνοια. τοίνυν εἰ καί τινα δεδήλωται τῇ σῇ ἁγιότητι ἀῤῥητουργήματα κατὰ τοῦ προῤῥηθέντος γαληνοτάτου βασιλέως καὶ αὐτοκράτορος Ρωμαίων κυρίου Ἰωάννου τοῦ Καντακουζηνοῦ, τοῦ καὶ πατρὸς νῦν τοῦ γαληνοτάτου βασιλέως καὶ αὐτοκράτορος Ρωμαίων κυρίου Ἰωάννου τοῦ Παλαιολόγου, ἀλλ' οὖν μηδαμῶς εἶεν δεκτέα ἢ πιστευτέα κατά τινα τρόπον. οἶμαι γὰρ, ὡς ἐν τούτῳ θήσεται ἡ σὴ ἁγιότης περὶ τούτων καλῶς παρὰ τῶν προῤῥηθέντων τούτων κυρίων καὶ βασιλέων, ἢ διὰ πρέσβεων, ἢ διὰ γραμμάτων ἀληθέστερόν τε καὶ καθαρώτερον.» τοιαῦτα μὲν οὖν πρὸς πάπαν Κλήμεντα ἕκτον ὁ Βαρθολομαῖος ἔγραψε περὶ τῶν βασιλέων. Ἰνιμπέρτῳ δὲ Δελφίνῳ Ντεβιάνᾳ, παρ' οὗ καὶ πρεσβευτὴς πρὸς Ἄνναν ἧκε τὴν βασιλίδα, οὕτως. «ἀλλαλαξάτωσαν ἄσμενοι τῶν πιστῶν ἅπας ὁ δῆμος· ψαλάτωσαν ὁ χορὸς τῆς τῶν Χριστιανῶν πίστεως· ἀνακαινιζέσθωσαν ἐν ταῖς ἱεραῖς καὶ ἁγίαις ἐκκλησίαις περιφανεῖς ἑορταί· ἠχείτωσαν εἰς τὸ ὕψος αἱ ψαλμῳδίαι· τὰ τῶν μοναχῶν ὄργανα πληττέτωσαν τὸν ἀέρα, καὶ διὰ στόματος ἴτωσαν πάντων, καὶ πᾶσαν τὴν περίχωρον διατρεχέτωσαν αἱ προσηνεῖς αὗται πανηγύρεις, ὅπως ἡ τῶν χαιρόντων κραυγὴ μὴ μόνον παρὰ τῶν ἐπιγείων, ἀλλ' ἔτι καὶ παρὰ τῶν οὐρανίων ἀκούηται πολιτῶν. ἀκούσατε τοίνυν οὐρανοὶ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου. ἀλλὰ τίς οὐκ ἂν ἀσμένως ἀκούσαι, τίς οὐκ ἠκριβωμένως προσέξοι τοῖς λεγομένοις, ὅτι χεὶρ κυρίου ἐγένετο ἐπὶ τῇ βασιλείᾳ Ρωμαίων, ἐπὶ τῷ τὴν ἡμέραν καταφωτίσαι τὴν νύκτα, καὶ τὴν λαμπρότητα πόῤῥω τὸ σκότος ποιήσασθαι, καὶ τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ τοῦ θανάτου φῶς ἐξ οὐρανῶν ἀνατεταλκέναι; ὁρᾶτε γοῦν, ὅπως τουτὶ τὸ φῶς ἀνατέταλκεν ἄνωθεν, ὡς οὐ τῇ μεγάλῃ τῶν ὅπλων κατασκευῇ τὸν ἐπὶ πάντας καθήμενον ὕψιστον, τῇ οἰκείᾳ δυνάμει παρεσχηκέναι τῷ μεγάλῳ περιφανεστάτῳ βασιλεῖ κυρίῳ Ἰωάννῃ τῷ Καντακουζηνῷ, τῷ καὶ τῆς βασιλείας καὶ τοῦ βασιλέως πατρὶ, τὴν ἁπασῶν βασιλεύουσαν ταυτηνὶ πόλιν, καὶ μέχρι καὶ εἰς δεῦρο διατηρεῖσθαι τὸν τοῦ δικαίου κριτὴν τῷ τοιούτῳ βασιλεῖ τὸ παρὸν τῆς ἀρχῆς δώρημα, ἵνα γνῶσι σαφῶς ἅπαντες τοῦτο παρὰ κυρίου τοῦ θεοῦ γεγονὸς, καὶ οὐ παρὰ ἀνθρώπου. φησὶ γὰρ ὁ σοφώτατος Σολομών· «καιρὸς τῷ ὑπὸ τὸν οὐρανὸν παντὶ πράγματι, καὶ πάντα καλὰ ἐν καιρῷ αὐτῶν. καιρὸς θρήνου καὶ καιρὸς χαρμονῆς.» οὕτως εἴρηκέ ποτε καὶ ὁ Χριστός· «οὐκέτι ἦλθεν ἡ ὥρα μου.» καὶ ἀλλαχοῦ λέγει· «πάτερ, ἔρχεται ὥρα, καὶ νῦν ἔστιν, ἵνα δοξασθῇ ὁ υἱός σου·» καὶ παραχρῆμα ἡ πατρικὴ φωνὴ τῷ υἱῷ ἀπεκρίνατο· «καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.» οὐχὶ δὲ καὶ ἐν τῷ εὐαγγελίῳ ἀνέγνωμεν, ὁπηνίκα ὁ Ἰωάννης εἴρηκε τῷ Χριστῷ ἡμῶν ἐν τῷ Ἰορδάνῃ· «ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;» τί Χριστὸς ἀπεκρίνατο; «ἄφες γάρ,» φησιν, «ὦ Ἰωάννη, ἄφες ἄρτι. οὕτω γὰρ δεῖ πληρῶσαι πᾶσαν δικαιοσύνην·» τοιγαροῦν «ἄφες ἄρτι» δηλοῦντος τοῦ λόγου, ὡς οὔπω καιρὸς ὑψώσεως, οὐδὲ δόξης, ὡς οὔπω ἐληλύθει ἡ τῆς εὐλογίας καὶ τῆς χάριτος ὥρα. αὕτη τοίνυν ἡ τοῦ φωτὸς ὥρα ἡ τῇ βασιλείᾳ Ρωμαίων τηρηθεῖσα, ἵνα μὴ ἀθρόον ἐπιστὰν τοῖς πιστοῖς τὸ δῶρον εὐτελὲς νομισθῇ· οὗτός ἐστιν ὁ μετὰ τὸ νέφος αἰθρίαν δούς· οὗτός ἐστιν ὁ μετὰ τὸν ὀδυρμὸν καὶ τοὺς θρήνους ἀγαλλίαμα ἐγχέων. τίνα γὰρ τῶν ἁγίων πατέρων ὕψωσεν ἐν δόξῃ, μὴ προτέρων θλίψεων ἡγησαμένων, καθὰ καὶ ἡ γραφὴ διαῤῥήδην βοᾷ· «πᾶς υἱὸς ὑψούμενος παρὰ κυρίου πρῶτον παιδεύεται.» καὶ ὁ θεὸς λέγει· «οὓς ἀγαπῶ, διορθοῦμαί τε καὶ παιδεύω.» οὕτω καὶ ὁ ψαλμῳδὸς καὶ κιθαρῳδὸς οὐράνιος ἐκεῖνος Δαβὶδ ᾖσε· «παιδεύων ἐπαίδευσέ με ὁ κύριος, τῷ δὲ θανάτῳ οὐ παρέδωκέ με.» καὶ ἀλλαχοῦ· «ὁ πατήρ μου καὶ ἡ μήτηρ μου καὶ πάντες οἱ γνωστοί μου ἐγκατέλιπόν με, ὁ δὲ κύριος προσελάβετό με.» προσλαμβάνου τοίνυν καὶ αὐτὸς, ἐρασμιώτατε δοὺξ, τὸν ῥηθέντα τουτονὶ βασιλέα, ὅνπερ ὁ θεὸς προσελάβετο εἰς τὴν τῆς βασιλείας κατάστασιν, καὶ τοῦτον ἐν τοῖς μάλιστα τάττε, ὃν ὁ θεὸς διετήρησεν εἰς τὴν βασιλείαν. πᾶσα γὰρ ἐξουσία εἰς ἀγαθὸν παρὰ κυρίου τοῦ θεοῦ ἐστιν· ὁ δὲ τῇ τοῦ βασιλεύοντος ἀνθιστάμενος ἐξουσίᾳ κατὰ τὸν ἀπόστολον τῇ τοῦ θεοῦ βουλήσει ἀνθίσταται. ὅρα δὲ, μή ποτε ᾖς καὶ αὐτὸς εἶς ἐκείνων τῶν παρὰ τοῦ δικαίου Ἰὼβ ἐλεγχομένων, λέγοντος· «οὗτοί εἰσιν οἱ ἀνθιστάμενοι τῷ φωτὶ, οὗτοί εἰσιν οἱ τοῦ φωτὸς ἀποστάται, ὅπερ ἐν τῷ σκότει φαῖνον οὐ φέρει αἰτίαν· εἴγε ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.» ἐν μέντοι γε διηνεκοῦς μνήμης ἄξιον ὑπόδειγμα τοῖς τῷ Χριστῷ λατρεύουσι δήλου, ὡς ὁ μέγας οὑτοσὶ βασιλεὺς τὴν τοῦ μεγάλου Κωνσταντίνου ἐν ἑαυτῷ φέρει χρηστότητα, ᾗτινι φονευθῆναι τοὺς παῖδας ἀπεῖρξεν, ὧν ἐν τῷ αἵματι θεραπεύεσθαι ἔμελλεν ἀπὸ τῆς λέπρας. τὸ τοῦ μετὰ Ἰούλιον Καίσαρα βεβασιλευκότος Ὀκταβιανοῦ φιλάνθρωπον, ᾧτινι καὶ φιλανθρωπότητος ἐκεῖνος κέκληται βασιλεὺς, ὁ παρὼν βασιλεὺς ὑπερήλασεν· ἴσος, εἰ μὴ καὶ μείζων, ἐστὶν εἰς θεοσέβειαν τῷ καλῶς ἄρξαντι Θεοδοσίῳ· ὑπερέβη τὴν ἐπιείκειάν τε καὶ χρηστότητα τοῦ Ἀφρικανοῦ Σκηπίωνος τοῦ τοῖς ἡμετέροις Ἰταλοῖς τὴν Ἀφρικὴν ὑποτάξαντος. πολλῶν γὰρ ἀνθρώπων καὶ κατὰ διαφόρους τρόπους τῷ τοιούτῳ βασιλεῖ προσκεκρουκότων, οἵ γε καὶ εἰκότως ὤφειλον τὸν τοῦ θανάτου κίνδυνον δειλιᾷν, ἐπείπερ ἐν ὅπλων δυνάμει ἐντὸς γένοιτο, οὐδενὶ κακόν τι ἐπαγαγὼν ἐλυμήνατο· πάντας δ' εὐεργετεῖν βούλεται ἀγαθούς τε καὶ πονηροὺς, ζηλῶν ἐπὶ τούτῳ θεὸν τὸν ἀνατέλλειν ποιοῦντα ἐπὶ πονηροὺς καὶ ἀγαθούς. πῶς οὖν οὐκ ἂν ἀγαθὸν βουλοίμην τοῖς Χριστιανοῖς τούτοις; πῶς τὸ τῶν Ρωμαίων γένος τὸ τὸν ἐσταυρωμένον Χριστὸν προσκυνοῦν, ᾧ γε καὶ ἡ παλαιὰ καὶ νέα διαθήκη καὶ ἀναγινώσκει καὶ ἕπεται, οὐκ ἂν θείην ἐν μέσῳ τῆς καρδίας μου; δι' ὃν οὔθ' αἵματι ἀνθρωπίνῳ λυθροῦται μάχαιρα, οὔτε μὴν κακὸν ἀντὶ κακοῦ, μᾶλλον δ' ἀγαθὸν ἀντὶ πονηροῦ ἀποδίδοται. διὰ τοῦτο παρακαλῶ τὴν σὴν δουκικὴν ἐξουσίαν, ἵνα τὸν τοιοῦτον βασιλέα Ἰωάννην, τὸν χάριν θεοῦ μεθερμηνευόμενον, ἐν μεγάλοις φιλίας τάττῃς θεσμοῖς, καὶ μηδὲν κατ' αὐτοῦ καινότερον ἢ πράττειν ἢ ἀκούειν. οὗτος γὰρ ὁ Ἰωάννης χάρις λέγεται, καὶ εἰκότως, πᾶσι χαρίεις γε ὢν καὶ μετὰ τοῦ ἀποστόλου δυνάμενος λέγειν· «χάριτι θεοῦ εἰμι, ὅ εἰμι· καὶ ἡ χάρις τοῦ θεοῦ ἐν ἐμοὶ κενὴ οὐ γέγονεν, ἀλλὰ διὰ παντὸς ἐν ἐμοὶ μένει.» ἐπεὶ γὰρ ἐκ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται καὶ ὁ καρπὸς ἐκ τοῦ δένδρου λαμβάνει τὸν ἔπαινον, πέποιθα ἐν τῇ τοῦ Χριστοῦ δυνάμει, ὡς ὁ προῤῥηθεὶς βασιλεὺς ἐκ τοῦ καρποῦ τῶν ἀγαθῶν ἔργων γνωσθήσεται. καὶ γὰρ παντὸς τοῦ αὐτῷ γε ἀναφέροντος μακροθύμως ἀκούει, ἐπιεικῶς ἀποκρίνεται, σοφῶς ἐξετάζει, κρίνει δικαίως. ταῦτά ἐστι τὰ τέσσαρα, ἅπερ οἱ βασιλεύοντες κατέχειν ὀφείλουσιν ἐπιμήκιστον· αὗταί εἰσιν αἱ ἀρεταὶ αἱ ζητούμεναι ἐν ταῖς τῶν σοφῶν πρυτανέων ἀρχαῖς· περὶ ὧν Πλάτων ὁ φιλόσοφος λέγει, εὐδαίμονα τὰ τῶν πραγμάτων δημόσια εἶναι, ὁπηνίκα οἱ τούτων διοικηταὶ σοφίᾳ κεκόσμηνται. ἧς δὴ σοφίας μέγα τὸ ἀξίωμα, ἣ δὴ καὶ τὸν Ἀθηναῖον Σωκράτην τῷ ἄκρῳ θεῷ ἴσον πεποίηκεν. ἐγὼ μὲν οὖν ἐλπίδας φέρω, ὡς ἡ βασιλεία τούτου ἔσται ὑπὲρ τῆς τῶν Χριστιανῶν εἰρήνης, καὶ τῶν Ἰσμαηλιτῶν ἀποσόβησις, ἔσται ὑπὲρ τῆς δικαιοσύνης τοῦ λαοῦ δι' ἔλεον τοῦ ὑπηκόου παντὸς, ὡς γέγραπται ἐν τῷ ἑκατοστῷ εἰκοστῷ κεφαλαίῳ τῶν παροιμιῶν· «ἔλεος καὶ ἀλήθεια τηροῦσι τὸν βασιλέα, καὶ στερεωθήσεται ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ.» τοιαῦτα μὲν ἔγραψε καὶ πρὸς Ἰνιμπέρτον· ταῦτα δὲ ἡμῖν οὐκ ἀργῶς, οὐδὲ ἀκαίρως παρείληπται πρὸς τὴν ἱστορίαν, ἀλλ' ἵν' ἐπιδείξωμεν, ὡς διὰ τῶν εἰς βασιλέα τουτωνὶ ἐπαίνων μαρκέσης ἐκωλύθη μὴ Ρωμαίοις στόλῳ μεγάλῳ ἐπιέναι. πρότερον γὰρ ἀκούοντες περὶ βασιλέως πολλὰ καὶ δεινὰ, πάπας τε ὁμοίως καὶ οἱ κατὰ τὴν Ἰταλίαν δυναστεύοντες ἐπέτρεπον τὴν ἔφοδον τῷ μαρκέσῃ. ἐπεὶ δὲ τὰ γράμματα ταῦτα ἧκε παρὰ ἀνδρὸς αὐτοῖς ἀξιόχρεω πρὸς πίστιν, οἵ τε ἄλλοι ἀπηγόρευον τὴν ἔφοδον, καὶ αὐτὸς μαρκέσης ἠμβλύνθη τὴν ὁρμὴν, οὐ τὴν ἀρετὴν μόνον βασιλέως αἰδεσθεὶς, ἀλλ' ἤδη καὶ τὸ μέγα τι κατορθοῦν ἀπαγορεύσας, βασιλέως ἤδη τὴν σύμπασαν Ρωμαίων ἔχοντος ἡγεμονίαν, ὃν ἐν στρατηγίαις μέγαν παρὰ πάντων ἐπυνθάνετο. ἐκεῖνος μὲν οὖν ἐκ τούτων ἐκωλύθη, καὶ διέλυε τὴν στρατιάν.

γʹ. Βασιλεὺς δὲ, ἐπεὶ ὁ πατριάρχης Ἰωάννης ἐν βασιλείοις ἔτι ἦν σχολάζων οἴκοι, πρὸς αὐτὸν ἐλθὼν προσηγόρευέ τε προσηνῶς, ἔπειτα καὶ ἀνεμίμνησκεν ὧν μετὰ τὴν βασιλέως τελευτὴν πρὶν τὸν πόλεμον κινεῖσθαι διειλέχθη πρὸς αὐτὸν, ὡς μέλλουσί τινες κατ' αὐτοῦ διαβολὰς συῤῥάπτειν, καὶ ὡς ἐδεῖτο αὐτὸν ὑπὲρ τοῦ δικαίου καὶ τοῦ κοινῇ λυσιτελοῦντος πᾶσαν ἐπιδείκνυσθαι σπουδὴν καὶ μὴ ἐᾷν τοὺς συκοφάντας παραπείθειν βασιλίδα καὶ πόλεμον ἐμφύλιον κινεῖν, ἀλλ' ἀπελαύνειν ὥσπερ κῆρας καὶ κοινὴν τῆς Ρωμαίων εὐτυχίας λύμην, καὶ ἐμέμφετο οὐ μόνον, ὅτι μηδὲν ἐνδείξαιτο φρόνημα πρὸς τὰς διαβολὰς αὐτῷ προσῆκον, ἀλλὰ καὶ συνέπραττε, τοῖς συκοφαντοῦσι, καὶ τῶν ἄλλων μᾶλλον τὸν πόλεμον αὐτὸς ἐκίνει, σαφέστατα εἰδὼς, ὡς καταψεύδεται καὶ συκοφαντεῖ· τὸ δὲ μέγιστον, ὅτι καὶ μετὰ τὴν τοσαύτην ἐπακολουθήσασαν ἐκ τοῦ πολέμου συμφορὰν καὶ τῶν μυρίων αἱμάτων τὰς ἐκχύσεις καὶ τοὺς ἀνδραποδισμοὺς καὶ τὰς δημεύσεις καὶ τὰ δεσμωτήρια καὶ τὴν κοινὴν πανωλεθρίαν οἶκτον οὐδένα τῶν ἀπολλυμένων ἐποιεῖτο, οὐδὲ ὑφῆκέ τι τῆς πρὸς αὐτὸν πικρίας ἄχρι τέλους, ἀλλὰ πολλὰ πολλάκις γράφοντος αὐτοῦ καὶ δεομένου παρὰ πάντα τὸν τοῦ πολέμου χρόνον περὶ εἰρήνης, οὐχ ὅτι γε οὐκ ἐπείθετο αὐτὸς ἢ τῶν λεγομένων ἤθελεν ἀκούειν, ἀλλὰ καὶ πάντα κάλων ἐκίνει καὶ τοὺς ἄλλους ἔπειθε μὴ κατατίθεσθαι τὸν πόλεμον. ἔπειτα ἔφασκεν, ὅτι, ταῦτα μὲν ὡς μὴ προσήκοντα τῷ χρόνῳ νῦν ἐῶμεν· οὐ γὰρ ὀνειδίζειν αὐτῷ τὴν ἀγνωμοσύνην προῃρημένος νῦν εἰπεῖν, ἀλλ' ἵν' εἰδεῖεν πάντες, ὡς καὶ πρὶν γενέσθαι, πάντων ἀκριβῶς κατεστοχάζετο τῶν ἐσομένων ἐκ τῆς τῶν πραγμάτων ἐμπειρίας. νυνὶ δὲ εἰ μὲν μὴ πρὶν αὐτὸν εἴσω γενέσθαι Βυζαντίου, ὑπὸ τῶν ἀρχιερέων τοῦ θρόνου καθῃρεῖτο, περὶ τοιούτων μὲν οὐδεὶς ἂν ἠνώχλει μὴ μένειν ἐπὶ τοῦ προσχήματος. ἀλλὰ περὶ δογμάτων τῆς διαστροφῆς, ἃ παρὰ τῶν ἀρχιερέων ἐγκαλοῖτο, ἔκρινεν ἂν καὶ κατεψηφίζετο, εἰ ταῖς κατηγορίαις ἁλισκόμενος ἐφαίνετο. εἰ δ' αὖ ἀπέφευγε τὴν δίκην, οὐδὲν ἂν ἐκώλυε πάλιν ἐπὶ τῶν θρόνων εἶναι. ἐπεὶ δὲ οὕτω συνηνέχθη, αὐτὸν μὲν μὴ δύνασθαι, τῶν ἀρχιερέων καταψηφισαμένων, αὖθις ἀνάγειν πρὸς τὸν θρόνον, ἔφεσιν δὲ διδόναι πρὸς αὐτὸν, ὡς, εἰ βούλοιτο, ποιησόμενον ἀπολογίαν ἐπ' αὐτοῦ τῶν κατηγορουμένων. ὁ δὲ τὸ τοῦ βασιλέως προσηνὲς καὶ τὴν εὐμένειαν τὴν πρὸς αὐτὸν ὁρῶν, μικροῦ μὲν ἐδόκει ὀνειρώττειν διὰ τὴν παρ' ἐλπίδας τῶν πραγμάτων ἔκβασιν. καινόν τινα γὰρ ὑπενόει θανάτου τρόπον ὑποστήσεσθαι καὶ πᾶσαν ἐρεσχελίαν καὶ ὕβρεως ὑπερβολὴν ὑπομενεῖν, τὴν ἀτοπίαν ἐνθυμούμενος τῶν εἰργασμένων πρὸς αὐτὸν ὑπὸ τὸν πόλεμον. ἔπειτα δὲ ἤδη χρηστοτέρων τῶν ἐλπίδων ἐπιβὰς καὶ ἀναπνεύσας ἐκ τῶν κατεχόντων φόβων, βασιλέως μὲν τῆς ἡμερότητος καὶ τῆς ἀμνηστίας τῶν κακῶν ὑπερηύχετο πολλὰ καὶ μεγάλας ὡμολόγει χάριτας τῆς συμπαθείας καὶ τῆς συγγνώμης, ἧς παρέσχετο. ᾐτεῖτο δὲ χρόνον πρὸς διάσκεψιν, εἰ βούλοιτο ἀντικαθίστασθαι τοῖς ἀρχιερεῦσι πρὸς τῶν κατηγορουμένων τὴν ἀπολογίαν, καὶ παρέσχετο ὁ βασιλεύς. τρίτῃ δὲ ἡμέρᾳ μετ' ἐκείνην πάλιν πρὸς αὐτὸν ἐλθὼν, λόγοις τε ἀνεκτᾶτο πολὺ τὸ ἐπαγωγὸν καὶ χάριεν κεκτημένοις, καὶ περὶ τῆς δίκης ἐπανήρετο, εἰ βούλοιτο πρὸς τὴν ἐξέτασιν χωρεῖν. ὁ δὲ αὖθίς τε ὑπερηύχετο πολλὰ καὶ τὴν δίκην ἔφασκεν αὐτῷ κατὰ γνώμην εἶναι· ἀπολύσεσθαι γὰρ τὰ ἐγκλήματα πρὸς ἐκείνην καταστάς. αὐτίκα τε ὁ βασιλεὺς τοῖς ἀρχιερεῦσιν ἐδήλου τὴν ἀξίωσιν τοῦ πατριάρχου, ἐπεψηφίζετό τε, ὡς δικαία εἴη ἡ ἀξίωσις. ἐδόκει δὴ καὶ τοῖς ἀρχιερεῦσι μάλιστα ἡ δίκη φίλη· ἰσχυρίζοντο γὰρ οὐδὲ αὐτοῖς κατὰ γνώμην εἶναι ἐξάγεσθαι τοῦ θρόνου τὸν πατριάρχην, εἰ μὴ ἐλέγχοιτο δόγμασι προσέχων διαστρόφοις καὶ πολὺ τῶν ὀρθοδόξων παραλλάττουσι. καὶ συνετίθεντο ἡμέραν, ἐν ᾗ πάντας ἐν βασιλείοις ἔδει γενομένους, τῶν δογμάτων τὴν ἐξέτασιν ποιεῖσθαι. ἐπεὶ δὲ ἡ προθεσμία ἥκει, παρῆσαν μὲν οἱ ἀρχιερεῖς καὶ τῶν μοναχῶν ὅσοι μάλιστα ἐν λόγῳ ἦσαν, καὶ τῶν συγκλητικῶν οἱ μάλιστα ἐπιφανεῖς. ἐκαλεῖτο δὲ ἐπὶ τὴν δίκην καὶ ὁ πατριάρχης· ὁ δὲ ἀνεβάλλετο μὴ ἥξειν φάσκων. δὶς δὲ καὶ τρὶς γενομένης τῆς μηνύσεως κατὰ τὸ ἔθος, ὁ μὲν ὁμοίως ἐν πάσαις ἀπείπατο τὴν δίκην, τοῖς δὲ ἀρχιερεῦσιν ἐδόκει τὴν ἐψηφισμένην καθαίρεσιν ἐπικυροῦν κατὰ τοὺς περὶ τούτων κειμένους τῶν πατέρων νόμους. βασιλεὺς δὲ οὐκ εἴα, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ παραγενόμενος, ἐπυνθάνετο πατριάρχου, εἰ μὴ βούλοιτο χωρεῖν πρὸς τὴν ἐξέτασιν τῶν κατηγορημένων. ἐπεὶ δὲ φανερῶς καὶ ἐπὶ τοῦ βασιλέως ἀπηγόρευε τὴν δίκην, τήν τε καθαίρεσιν ἐκείνου ἐγγράφως ἐποιοῦντο οἱ ἀρχιερεῖς πάντες ἐπιψηφισάμενοι ὁμοίως, καὶ τόμον περὶ τῶν δογμάτων ἐξετίθεντο, ἐν ᾧ πάντες συνωμολόγουν, ὡς Ἀκίνδυνος μὲν καὶ ἡ περὶ αὐτὸν φατρία, οἷς καὶ ὁ χρηματίσας πατριάρχης Ἰωάννης ὡμοφρόνει, διὸ καὶ καθῃρέθη τοῦ θρόνου, ἐκθέσμως καὶ κακῶς περὶ τὰ θεῖα δόγματα φρονοῦσι· Παλαμᾶς δὲ καὶ ὅσοι τῶν ὁμοίων ἔχονται, ἀκόλουθα τοῖς θεοσόφοις θεολόγοις καὶ λέγουσι καὶ φρονοῦσιν. οὕτω μὲν οὖν ὁ πατριάρχης Ἰωάννης ἐκβέβλητο τῶν θρόνων, καὶ πρὶν βασιλέα τὸν Καντακουζηνὸν ἥκειν εἰς Βυζάντιον. οὐ μὴν ἡσύχασε μετὰ τὴν ἐκβολὴν, ἀλλὰ τῶν τῆς ἐκκλησίας προσεταιρισάμενός τινας καὶ ἐκ τῶν ἀρχιερέων καὶ τῶν ἰδιωτῶν, αὖθις ἐθορύβει καὶ ἠδικῆσθαι διετείνετο περὶ τὴν δίκην καὶ τῶν καθελόντων ἀρχιερέων κατεβόα. ὅθεν πάντες προσελθόντες βασιλεῖ πλὴν οἳ ἐκείνῳ συνείποντο τριῶν, ἠξίουν Βυζαντίου ἐκβληθῆναι, ὡς οὕτω παυσομένης τῆς κατὰ τὴν ἐκκλησίαν στάσεως καὶ ταραχῆς. ἐδόκει δὴ κἀκείνῳ τὴν στάσιν τοῦτο λύσειν, καὶ ἐπέμπετο εἰς Διδυμότειχον. οὐ πολὺ δὲ ὕστερον τὴν τοσαύτην μεταβολὴν οὐκ ἐνεγκὼν, ἐκ γὰρ ἄκρας εὐτυχίας εἰς τοὐναντίον ἅπαν ἡ μεταβολὴ ἐκείνῳ περιέστη, πρῶτα μὲν ἐνόσησεν, ἔπειτα ἐξέστη καὶ τῶν φρενῶν, οὐ μὴν καθάπαξ, ἀλλ' ἐνιότε καὶ σωφρονῶν, αὖθις τοῦ καθεστηκότος ἐξεφέρετο. ἃ δὴ πυθόμενος ὁ βασιλεὺς, αὖθις αὐτὸν ἐκέλευεν εἰς Βυζάντιον ἐπανάγειν, ὥστ' ἐπιμελείας τυχεῖν παρὰ τῶν ἰατρῶν. ἐπανελθὼν δὲ οὐκ ἀντέσχεν ἐπιπλεῖστον, ἀλλ' ὑπὸ τῆς νόσου καὶ τῆς λύπης κατεργασθεὶς, ἐτελεύτησε μετὰ μικρόν. ταῦτα μὲν οὖν ὕστερον. τότε δὲ εὐθὺς μετὰ τὴν καθαίρεσιν ἐκείνου λόγος ἦν πολὺς περὶ τοῦ προστησομένου τῆς ἐκκλησίας. οἱ μὲν οὖν ἄλλοι πάντες εὐθὺς οὐδένα ᾤοντο δικαιότερον εἶναι Παλαμᾶ ἀνάγεσθαι ἐπὶ τῶν θρόνων, οὐ διὰ τὴν ἀρετὴν μόνον καὶ τὴν κατὰ τὸν βίον φιλοσοφίαν καὶ τὴν περὶ τὰ θεῖα δόγματα ἀκρίβειαν καὶ ἐμπειρίαν, ἀλλ' ὅτι καὶ φανερῶς εὐθὺς ἐξαρχῆς πρὸς τοὺς πεπολεμηκότας ἀντέστη βασιλεῖ, φάσκων ἀδίκως καὶ τῶν κοινῶν ἐπὶ φθορᾷ καὶ λύμῃ τὸν πόλεμον κεκινηκέναι, δι' ἃ καὶ δεσμωτήριον οἰκεῖν κατεκρίθη ἄχρι τέλους ἀπαρχῆς. τοῖς ἀρχιερεῦσι δὲ καὶ τοῖς ἄλλοις λογάσι τῶν μοναχῶν πολλὴ ἦν ἡ ἀμφισβήτησις περὶ τοῦ πράγματος. πολλοὶ γὰρ καὶ τῶν λογιωτέρων καὶ μάλιστα ἀξίων λόγου, κατὰ τὸν τοῦ πολέμου χρόνον ὑπὲρ βασιλέως, οἱ μὲν ἐν ταῖς οἰκίαις καθειρχθέντες, ἕτεροι δὲ ἐν δεσμωτηρίοις, καὶ ἄλλοι ἑτέροις τρόποις κακωθέντες, πάντες ἤλπιζον ἀμοιβὴν αὐτοῖς τῶν πόνων ἔσεσθαι τὸν θρόνον καὶ τῶν ἄλλων ἑαυτὸν ἕκαστος προὐτίθει. συνορῶν δὲ ὁ βασιλεὺς τὴν φιλονεικίαν καὶ στοχαζόμενος ἀναφυήσεσθαί τινα ἐν τῇ ἐκκλησίᾳ στάσιν ἐκ τῆς οὐ καλῆς ταύτης ἔριδος, ἐσκέψατο μηδὲν ποιεῖν παρ' ἑαυτοῦ, ἀλλὰ τοῖς ἀρχιερεῦσι τὴν αἵρεσιν τοῦ προστησομένου ἐπιτρέπειν. συμφωνήσαντες δὲ οἱ πλείους εἵλοντο Ἰσίδωρον, ἄνδρα ἀγαθὸν τοὺς τρόπους καὶ ἐπιεικῆ καὶ πρὸς ἁγιωσύνην μάλιστα ἔχοντα εὐφυῶς καὶ περὶ λόγους καὶ ἀκρίβειαν δογμάτων κάλλιστα ἐξησκημένον. καὶ ὁ βασιλεὺς αὐτίκα ἐπεψήφιζε τὴν ἐκλογήν· μετ' οὐ πολὺ δὲ καὶ ἐχειροτονεῖτο. οἱ μὲν οὖν ἄλλοι πάντες τὸ ὑπ' ἐκείνῳ ἔστεργον τετάχθαι· ὅσοι δὲ αὐτοῖς προεμνηστεύοντο τὸν θρόνον, ἐδυσχέραινον περιορώμενοι, καὶ τέλος εἰς τοσοῦτον ἐξήχθησαν ὑπὸ φιλαρχίας ἀτοπίας, ὥστε οὐκ ἔχοντες, ᾗ χρὴ ἀμύνεσθαι βασιλέα καὶ τοὺς περιιδόντας ἐπισκόπους, τῇ τῶν τὰ Ἀκινδύνου φρονούντων μερίδι ἐπέδωκαν ἑαυτοὺς καὶ ῥῆγμα μέγα κατεσκεύασαν τῇ ἐκκλησίᾳ, σφᾶς αὐτούς τε καὶ πλῆθος ἄλλο ἀποῤῥήξαντες, οἱ μικρῷ πρόσθεν Ἰωάννην τῶν αὐτῶν τούτων ἕνεκα τῶν θρόνων ἐκβαλόντες καὶ ἐν τοῖς μάλιστα δοκοῦντες εἶναι προστάται τῶν δογμάτων, μεταβαλόντες ἐξαίφνης διὰ τὸ ἠμελῆσθαι, καὶ ὧν κατηγόρουν γενόμενοι ἐκδικηταί. τὰ μὲν οὖν τοιαῦτα τῷ ἐξαρχῆς πολεμίῳ κοινῷ τοῦ τῶν ἀνθρώπων γένους ἄν τις προσλογίζοιτο δικαίως. ἔδει γὰρ ἐκείνους συνετούς τε ὄντας καὶ πολλοῦ ἀξίους λόγου, εἰ μή τι ἄλλο, ἀλλ' ἐκεῖνο πάντως ἐννοεῖν, ὡς, πολλῶν ὄντων τῶν δοκούντων ἀξιόχρεων πρὸς προστασίαν, ἕνα προβεβλῆσθαι ἦν ἀνάγκη, τοὺς λοιποὺς δὲ ἄγεσθαι. νυνὶ δ' ἐπιτρέψαντες ἑαυτοὺς καθάπαξ ἀκρισίᾳ δόξης κενῆς ἐπιθυμίᾳ, ἀδοξίᾳ τε μεγίστῃ καὶ ναυαγίῳ περὶ τὴν πίστιν σφᾶς τε αὐτοὺς καὶ ἄλλους οὐκ ὀλίγους περιέβαλον. ταῦτα μὲν οὖν ὕστερον εἰρήσεται ὀλίγῳ βέλτιον, καθὼς ἐν τοῖς πράγμασι συνέβη. τότε δὲ ὁ βασιλεὺς τὴν διάστασιν ἰδὼν τῶν διατεμόντων ἑαυτοὺς τοῦ λοιποῦ σώματος τῆς ἐκκλησίας, ἤχθετο μὲν οὐκ ἀνεκτῶς καὶ ἐλυπεῖτο, οὐ μόνον τῆς διαφορᾶς ἕνεκα, ἣν διεφέροντο πρὸς τοὺς λοιποὺς περὶ τῶν ὀρθῶν τῆς πίστεως δογμάτων, ἀλλ' ὅτι καὶ τῶν φίλων ἦσαν καὶ τῶν ὑπὲρ αὐτοῦ πολλὰ ἀνασχομένων δυσχερῆ κατὰ τὸν τοῦ πολέμου χρόνον, οὓς ᾤετο εἶναι δεῖν πολλαῖς ἀμείβεσθαι εὐεργεσίαις καὶ εὖ ποιεῖν τὰ δυνατὰ, εἰ καὶ τῆς πρώτης ἀπετύγχανον ἀξίας. οἱ δὲ καθάπαξ ἀπαχθέντες τῇ μνησικακίᾳ, ὅτι μὴ τῶν πατριαρχικῶν ἠξίωντο θρόνων, οὐδὲν ᾤοντο ἕτερον ἔσεσθαι ἀντίῤῥοπον πρὸς τοὺς πόνους καὶ τὴν ὑπὲρ βασιλέως σπουδὴν, ἀλλὰ καθάπαξ ἑαυτοὺς βασιλέως καὶ τῆς ἀληθείας ἀποστήσαντες, ἐκεῖνόν τε ἔλεγον κακῶς καὶ τὴν ἀλήθειαν διέφθειρον, τῷ ψεύδει συνηγοροῦντες καὶ τοῖς Βαρλαὰμ καὶ Ἀκινδύνου διαστρόφοις δόγμασιν ἑπόμενοι κατ' ἴχνος. Ἰσίδωρος δὲ ὁ πατριάρχης ὀλίγῳ μετὰ τὴν χειροτονίαν ὕστερον καὶ τοὺς ἄλλους τῶν ἀρχιερέων ἔχων, ὅσοι παρῆσαν, ἡνίκα κατὰ τὰς ἀρχὰς τοῦ πολέμου μάλιστα Ἰωάννης ὁ πατριάρχης κατὰ βασιλέως τοῦ Καντακουζηνοῦ ἐξεφώνει τὸν ἀφορισμὸν παρὰ πάντα τοῦ δικαίου λόγον καὶ προσήκοντα, τοὺς αὐτοὺς δὴ καὶ οὗτος ἔχων, ἐπὶ τοῦ ἄμβωνος λεγομένου ἀναβὰς, ἵνα μᾶλλον διὰ πάντων διικνοῖτο ἡ φωνὴ, τὸν ἀφορισμὸν διέλυε πάντων ἀκουόντων, καίτοι καὶ Ἰωάννης αὐτὸς εὐθὺς μετὰ τὸ βασιλέα Βυζαντίου κεκρατηκέναι, ἐπεὶ πρὸς ἐκεῖνον παρεγένετο, ἔλυε καὶ αὐτὸς πολλῶν ἀκουόντων τὸν ἀφορισμόν· ἀλλ' ὅμως ἐδόκει καὶ αὖθις Ἰσιδώρῳ τὰ ἴσα πλείονος ἕνεκα ἀσφαλείας πράττειν.

δʹ. Ὀρχάνης δὲ ὁ βασιλέως γαμβρὸς, ἐπεὶ ἐπύθετο βασιλέα κεκρατηκότα Βυζαντίου καὶ πᾶσαν ἤδη τὴν Ρωμαίων ἡγεμονίαν ἔχοντα βεβαίως, πανοικησίᾳ ἦλθε πρὸς τοῦ Βυζαντίου τὴν περαίαν, ὃ Σκουτάριον ἐγχωρίως ὀνομάζεται, συνησθησόμενος ἐπὶ τῇ νίκῃ. καὶ ὁ βασιλεὺς αὐτίκα τριήρεσιν ἐπεραιοῦτο πρὸς αὐτόν· καὶ ἐφ' ἡμέραις οὐκ ὀλίγαις συνήδοντο ἀλλήλοις, θήραις σχολάζοντες καὶ πότοις καὶ φιλοτησίαις. συνήσθιον δὲ βασιλεὺς μὲν καὶ Ὀρχάνης ὁ γαμβρὸς ἐπὶ τραπέζης τῆς αὐτῆς, οἱ υἱοὶ δὲ τέτταρες ὄντες, ἐξ ἑτέρων γυναικῶν αὐτῷ γεγενημένοι, ἐφ' ἑτέρας οὐ μακρὰν τῆς βασιλέως· τῶν ἐπιφανῶν δὲ Περσῶν οἱ ἄλλοι καὶ Ρωμαίων ἐπὶ ταπήτων ἦσαν ἀνακεκλιμένοι πρὸς τὸ ἐσθίειν, ὅσον ὁρᾶσθαι ὑπὸ βασιλέως. ἐπεὶ δὲ ἐφ' ἱκανὸν συνήσθησαν ἀλλήλοις, Ὀρχάνης μὲν ἔμεινεν ἐπὶ τοῦ στρατοπέδου, βασιλεὺς δὲ μετὰ τῆς θυγατρὸς Θεοδώρας τῆς Ὀρχάνη γυναικὸς, ἑπομένων καὶ τῶν Ὀρχάνη παίδων καὶ τῶν ἄλλων τῶν ἐκ τῆς οἰκίας, εἰς Βυζάντιον ἀνέστρεφεν. ἣ συγγενομένη βασιλίδι τῇ μητρὶ καὶ ταῖς ἀδελφαῖς ἐπὶ τρισὶν ἡμέραις, ἔπειτα ἀνέστρεφεν εἰς τὴν Βιθυνίαν μετὰ τῶν υἱῶν Ὀρχάνη καὶ τῶν ἄλλων τῶν ἐφεπομένων, εὐεργετηθέντων φιλοτίμως παρὰ βασιλέως τοῦ πατρός. τρίτῃ δὲ ἐπὶ δέκα Μαΐου ἱσταμένου ἦρος τοῦ αὐτοῦ ἐν τῷ τῆς θεομήτορος τεμένει τῶν Βλαχερνῶν βασιλεὺς ὁ Καντακουζηνὸς ὑπὸ Ἰσιδώρου τοῦ πατριάρχου ἐστέφθη αὖθις, Ἄννης τε τῆς βασιλίδος παρούσης καὶ βασιλέως Ἰωάννου τοῦ γαμβροῦ· καὶ πάντα ἐτελεῖτο τὰ νενομισμένα ἐν τῇ ἑορτῇ, οὐδενὸς παραλειφθέντος· ἔπειτα καὶ αὐτὸς Εἰρήνην ἔστεφε τὴν βασιλίδα κατὰ τὸ ἔθος. καὶ εἰς τὰ βασίλεια ἐπανελθόντες πότους καὶ φιλοτησίας καὶ τὰ ἄλλα πάντα ἐξεπλήρουν, ὅσα φαιδρύνειν οἶδε τὴν ἑορτήν. καίτοιγε αὐτὸς ἐν Ἀδριανουπόλει ὑπὸ Λαζάρου τοῦ τῶν Ἱεροσολύμων πατριάρχου πρότερον ἐστέφθη καὶ ἀπέχρησεν ἂν ἡ τοῦ ἁγίου μύρου χρίσις ἐκείνη παρ' εὖ φρονοῦσιν· ἵνα δὲ μηδεμία εἴη πρόφασις τοῖς ὑβρισταῖς, ὡς ἄρα μὴ ἐν Βυζαντίῳ κατὰ τὸ ἀρχαῖον τῶν βασιλέων ἔθος ἔστεπτο, καὶ τὸ δεύτερον αὖθις ἐτελεῖτο. ὀγδόῃ δὲ ἡμέρᾳ ἀπ' ἐκείνης κατὰ τὴν Κωνσταντίνου καὶ Ἑλένης μνήμην τῶν μεγάλων βασιλέων καὶ οἱ τοῦ νέου βασιλέως ἐτελοῦντο γάμοι ἐν τῷ αὐτῷ τεμένει τῆς θεομήτορος τῶν Βλαχερνῶν. ὁ γὰρ τῆς τοῦ θεοῦ Σοφίας, κάλλει τε καὶ μεγέθει τοὺς ἁπανταχοῦ νικῶν καὶ ὥσπερ τι κοινὸν ἄγαλμα τῆς Ρωμαίων ἡγεμονίας ὢν καὶ δεῖγμα τῆς μεγαλουργίας καὶ τῆς περὶ τὰ καλὰ φιλοτιμίας, ἔτει ἑνὶ πρότερον ἢ Καντακουζηνὸν τὸν βασιλέα τὸ Βυζάντιον ἑλεῖν, σεισμῶν ἐξαισίων γενομένων, κατηνέχθη, οὐ καθάπαξ, ἀλλ' ἥ τε πρὸς τῷ βήματι μεγάλη στοὰ καὶ τῆς ὀροφῆς οὐκ ὀλίγον, ὑπὲρ δύο μοίρας ἀπολειφθείσης. διὸ καὶ αἱ τῶν βασιλέων τελεταὶ ἐν Βλαχέρναις ἐτελοῦντο, ἐκεῖσε πρότερον εἰωθός. τὴν μὲν οὖν μεγάλην στοὰν μετὰ τοῦ βήματος ἡ βασιλὶς ἀνήγειρεν αὖθις Ἄννα, Φακεωλάτον ἐπιστήσασα τῷ ἔργῳ· τὸ ἐπέκεινα δὲ μετὰ τῆς ὀροφῆς βασιλεὺς ὕστερον ἀνέστησεν ὁ Καντακουζηνὸς καὶ τῆς ἄλλης ἐπεμελήθη τοῦ τεμένους εὐκοσμίας, ὅση τε ἐν μαρμάροις καὶ λεπτῆς ψηφίδος διαθέσει. εἴ τι δὲ ἐνέδει πρὸς τελείωσιν, Παλαιολόγος ὕστερον ἐπέθηκεν ὁ νέος βασιλεὺς μόνος ἤδη τῆς Ρωμαίων ἡγεμονίας ἔχων τὴν ἀρχήν. διηκόνει δὲ ἑκατέροις τοῖς βασιλεῦσι πρὸς τὴν καλὴν φιλοτιμίαν ταύτην Ἀστρᾶς ὁ μέγας στρατοπεδάρχης, τά τε ἄλλα λόγου ἄξιος πολλοῦ καὶ περὶ οἰκοδομίας ἔχων εὐφυῶς, καὶ ἐκ τῶν ὑπηκόων βασιλεῖ Λατίνων τις Ἰωάννης Περάλτα προσαγορευόμενος. ταῦτα μὲν οὖν ὕστερον. τότε δὲ ἐπεὶ τὸ μέγα τῆς οἰκουμένης θαῦμα ὁ περιβόητος οὑτοσὶ ναὸς πτῶμα δακρύων φιλοκάλοις ἄξιον ἦν ψυχαῖς, ἐν τῷ τῶν Βλαχερνῶν τῆς θεομήτορος ναῷ ὑπὸ Ἰσιδώρου πατριάρχου Ἑλένῃ τῇ βασιλέως θυγατρὶ ὁ βασιλεὺς Ἰωάννης συνεζεύγνυτο. ἔστεφε δὲ κατὰ τὸ ἔθος τὴν γυναῖκα καὶ αὐτὸς, πρότερον ἐστεμμένος ὑπὸ πατριάρχου ὢν τοῦ Ἰωάννου. καὶ εὐωχίαι ἦσαν καὶ κρότοι, καὶ δημόσιοι ἤγοντο ἑορταὶ, ᾗ προσῆκε τοῖς βασιλέων γάμοις. ἐπεὶ δὲ τὰ οἴκοι καλῶς διῴκητο τῷ βασιλεῖ, ἐτρέπετο ἐπὶ τοὺς ἔξω πολεμίους. καὶ πρεσβείαν πρὸς Κράλην πέμψας, πολλὰς μὲν ὡμολόγει χάριτας αὐτῷ τῆς εἰς αὐτὸν φιλοτιμίας καὶ σπουδῆς, ἣν πρὸς παρόντα ἐνεδείξατο, καθ' ὃν ὑπὸ τῶν ὁμοφύλων ἐπολεμεῖτο χρόνον, καὶ δικαίως εἶναι ἀμείβεσθαι τοῖς ἴσοις καιροῦ καλοῦντος, μὴ παραλυομένων μέντοι τῶν ὅρκων καὶ τῶν σπονδῶν τῶν πρὸς ἀλλήλους. εἰ γὰρ ἐκεῖνα παραβαίνοιντο ὑφ' ὁτουοῦν, οὐ δίκαιον εἶναι ἀμυνόμενον τὸν ἕτερον αἰτίας ἀξιοῦν· κωλύει γὰρ οὐδεὶς ἀμύνεσθαι νόμος τὸν πάσχοντα κακῶς. ἠξίου τε αὐτῷ ἀποδοθῆναι τὰς πόλεις, ἃς μετὰ τὸ πρὸς αὐτὸν τὰς σπονδὰς καὶ τοὺς ὅρκους θέσθαι τῆς Ρωμαίων παρείλετο ἀρχῆς· οὕτω γὰρ ἐγγεγραμμένον τοῖς ὅρκοις εἶναι. μὴ μόνον γὰρ Φεράς τε καὶ τὰς ἄλλας τῆς Μακεδονίας πόλεις καὶ τὰ φρούρια πλὴν Θεσσαλονίκης εἷλεν, ἀλλὰ καὶ Βεῤῥοιωτῶν τοὺς δυνατωτάτους χρήμασι καὶ μεγάλαις ἐπαγγελίαις διαφθείρας, τὸν βασιλέως ἔπεισεν υἱὸν ἐξελάσαι τὸν Μανουὴλ, κἀκείνῳ τὴν πόλιν παραδοῦναι· ἃ οὐκ ἐπ' ὀλίγον ἠνία βασιλέα. ὁ μὲν οὖν υἱὸς ἐν Θετταλίᾳ διέτριβε παρὰ τὸν θεῖον Ἄγγελον τὸν Ἰωάννην. Κράλης δὲ ἐπεὶ ἐδέξατο τὴν πρεσβείαν, δίκαιον μὲν ἀντιτιθέναι τοῖς λόγοις ἠδύνατο οὐδὲν, ἀλλὰ συνωμολόγει τοὺς ὅρκους οὕτω γεγενῆσθαι, ἀποδιδόναι δὲ τὰς πόλεις οὐκ ἠβούλετο, ἀλλὰ πρὸς σκήψεις ἐχώρει καὶ προφάσεις ἐχούσας ὑγιὲς οὐδέν. βασιλεὺς δὲ καὶ αὖθις δευτέραν ἐποιήσατο πρεσβείαν καὶ πάλιν ἠξίου τῶν πόλεων αὐτῷ παραχωρεῖν κατὰ τοὺς ὅρκους. εἰ δὲ μὴ βούλοιτο, ἠπείλει πολεμήσειν· ἠξίουτε μὴ αὐτῷ προσλογίζεσθαι τοὺς ἐσομένους φόνους καὶ τοὺς ἀνδραποδισμούς. τῆς γὰρ Ρωμαϊκῆς δυνάμεως διεφθαρμένης ὑπὸ τοῦ συγγενικοῦ πολέμου, ἀναγκαίως χρήσεσθαι βαρβάροις κατὰ συμμαχίαν. ἃ ἐκέλευε σκεψάμενον τὰ δέοντα ποιεῖν. ὡς δὲ καὶ μετ' ἐκείνην τὴν πρεσβείαν οὐδὲν ὁ Κράλης ἐποίει τῶν δεόντων, ἀλλὰ καὶ τὰς ὑπολοίπους ἐπολιόρκει πόλεις, πέμψας πρὸς Ὀρχάνην τὸν γαμβρὸν ὁ βασιλεὺς, μετεκαλεῖτο στρατιάν. καὶ παρῆσαν ὑπὲρ μυρίους τῶν βαρβάρων, ὧν Σουλιμὰν μετὰ τῶν ἀδελφῶν, οἱ τοῦ Ὀρχάνη παῖδες, ἐστρατήγουν. πέμπει δὴ μετὰ τούτων καὶ Ματθαῖον τὸν υἱὸν ὁ βασιλεὺς τῆς Ρωμαίων στρατιᾶς ἡγούμενον, καὶ ἐκέλευε τοὺς ὅρους τῆς Ρωμαίων ἡγεμονίας διελθόντας ἀβλαβῶς, οὕτω πορθεῖν τοὺς Τριβαλούς. οἱ βάρβαροι δὲ ὡς μόνον ἐπέβησαν Μυγδονίας, τὸ περὶ Χριστούπολιν τείχισμα διαβάντες, πυθόμενοι, ὡς ὑπὸ Κράλην αἱ πόλεις ἐκεῖναι ἄγοιντο, εὐθὺς ἐτράποντο ἐπὶ λεηλασίαν, ὀλίγα φροντίσαντες τῶν στρατηγῶν, καὶ τὰς κώμας πάσας ἐξεπόρθησαν, καὶ τὰς πόλεις κατέδραμον τὰς κατὰ Μυγδονίαν, καὶ ἀπέκτεινάν τε πλείστους καὶ ἠνδραποδίσαντο οὐκ ὀλίγους· λείαν τε πλείστην δοριάλωτον ἐλάσαντες, ἀνέστρεφον καὶ ἐπεραιοῦντο κατὰ τὸν Ἑλλήσποντον εἰς τὴν οἰκείαν. βασιλεὺς δὲ πυθόμενος τὴν ἀταξίαν τῶν βαρβάρων, οὐ μετρίως ἠνιᾶτο, ὅτι ὑπὲρ ὧν ἐδόκει τὸν πόλεμον αἱρεῖσθαι, τούτους διέφθειρεν ἡ συμμαχεῖν δοκοῦσα στρατιά.

εʹ. Μετὰ τοῦτο δὲ εἰς Θετταλίαν τριήρη πέμψας, τὸν υἱὸν μετεπέμπετο Μανουήλ· ἐπεὶ δὲ ἦν ἐν Βυζαντίῳ, ἐκεῖνον μὲν καὶ τὸν γαμβρὸν δοῦκα τὸν Νικηφόρον δεσπότας ἀπεδείκνυ. Ματθαῖον δὲ τὸν πρεσβύτερον υἱὸν ἀξίας μὲν οὐδεμιᾶς ὀνομαστὶ ἠξίου, τιμὴν δὲ παρεῖχε τὴν ὑπὲρ δεσπότας, ὡς εὐθὺς εἶναι μετὰ βασιλέα, ἣν ὁ πρῶτος τῶν Παλαιολόγων βασιλέων Μιχαὴλ ἐκαινοτόμησεν ἐπὶ υἱῷ Κωνσταντίνῳ τῷ Πορφυρογεννήτῳ, ἣ ἐδόκει πλέον τι τῆς τῶν δεσποτῶν ἀξίας ἔχειν. τοὺς γυναικὸς δὲ τῆς βασιλίδος ἀδελφοὺς Ἰωάννην καὶ Μανουὴλ σεβαστοκράτορας ἀπέδειξεν. ὁρῶν δὲ τὴν Ρωμαίων ἡγεμονίαν δεινῶς ὑπὸ τοῦ ἐμφυλίου πολέμου διεφθαρμένην καὶ καταφρονουμένην ὑπὸ τῶν περιοίκων, ἀμύνεσθαι δὲ ἀδυνάτως ἔχων διὰ σπάνην τῶν χρημάτων, νεῦρα γάρ τις καιρίως εἶπε τὰ χρήματα τοῦ πολέμου, καὶ μήτε οἴκοθεν ἔχων χορηγεῖν, μήτε ἐκ τῶν δημοσίων· τά τε γὰρ κειμήλια ἀνάλωται πάντα τὰ βασιλικὰ, καὶ αἱ πρόσοδοι αἱ κοιναὶ ἐξέλιπον, τῆς χώρας καθάπαξ ὑπὸ τοῦ πολέμου διεφθαρμένης, καὶ νήσων καὶ ἠπειρωτίδων πόλεων τῶν μὲν ὑπὸ τῶν πολεμίων κατεχομένων, τῶν ἐπιλοίπων δὲ εἰς ἐσχάτην ἀπορίαν ἔκ τε τῶν ἔξωθεν ἐφόδων καὶ τῶν ἔνδον στάσεων ἡκόντων· τρέφεσθαι δὲ ἐνῆν τοὺς στρατιώτας οὐδαμόθεν· πάντες δὲ ἦσαν ἄχρηστοι καὶ ἄοπλοι ὑπὸ πενίας, καὶ οὐδεμία ὄνησις ἐκείνων ἦν, καὶ ταῦτα πολλῶν ὄντων καὶ ἀγαθῶν· ἀπορίᾳ πανταχόθεν συνεχόμενος, ἐσκέψατο εἰσφορὰν ποιήσασθαι ἐκ τῶν ἰδίων πάντας, ἵν' αὐτοί τε σώζοιντο οἱ ἔχοντες, καὶ τοὺς ἀπόρους συνδιασώζοιεν. οὕτω δὲ σκεπτομένῳ οὐ βίαν εἰσφέρειν ἐδόκει δεῖν μέλλοντι ὑπὲρ αὐτῶν τῶν εἰσφερόντων τὰ χρήματα ἀναλίσκειν, ἀλλὰ πείθειν παραινέσαντα μᾶλλον πρὸς τὴν πρᾶξιν ἑκοντὶ χωρεῖν, καὶ κοινὴν ἐκκλησίαν ἐκ πάσης ἰδέας βίου συναθροίσας ἐκ τῶν Βυζαντίου πολιτῶν· οὔτε γὰρ ἔμπορος ὑπελείπετο, οὔτε στρατιώτης, ἀλλὰ καὶ χειροτέχναι παρῆσαν, καὶ τοῦ δήμου οὐκ ὀλίγοι καὶ τῶν ἱερῶν φροντιστηρίων οἱ ἐξηγούμενοι καὶ τῶν ἐκκλησιῶν οἱ προστάται· καὶ καταστὰς εἰς μέσους ἔλεξε τοιάδε· «ἄνδρες Ρωμαῖοι· τὴν μὲν ἀρχαίαν τῆς Ρωμαίων ἡγεμονίας εὐδαιμονίαν ὡς θαυμαστή τις ἦν καὶ τῶν περὶ αὐτὴν οἰκούντων βαρβάρων τῶν μὲν ἐκράτει καὶ ὑποχειρίους εἶχεν, οἱ δὲ ὑπόφοροι διετέλουν, οἱ περιφανέστατοι δὲ καὶ δοκοῦντες μεγάλην δύναμιν περιβεβλῆσθαι, ἀγαπητὸν ἡγοῦντο, εἰ φίλους καὶ συμμάχους ἔχοιεν καὶ ἐξίσης φέροιντο αὐτοῖς μηδὲν πλεονεκτούμενοι, οὐδ' ὑμεῖς ἀγνοεῖτε, εἰ καὶ μὴ πάντες, ἀλλὰ ταῦτα δὴ τὰ σεμνὰ καὶ θαυμαστὰ καὶ μόνον ᾀδόμενα νυνὶ, ὥσπερ τινὰ τῶν ἔξω Θούλης εἰργασμένων, μέχρι τότε περιῆν, ἄχρι πᾶσιν ὁμοίως καὶ βασιλεῦσι καὶ ἰδιώταις τῆς κοινῆς ἔμελεν εὐδοξίας, καὶ τῶν ἰδίᾳ συμφερόντων τὰ κοινῇ προὐτίθεσαν. ἀφ' οὗ δὲ τοῖς τε βασιλεῦσιν ἔρις ἐνέπεσεν ἐσχάτη καὶ φιλονεικία περὶ τῆς ἀρχῆς, καὶ τοῦ μετὰ τῶν οἰκείων μάχεσθαι τοῖς πολεμίοις ἀποσχόμενοι, ἀλλήλοις συνεῤῥάγησαν, καὶ οἱ ἄλλοι τῆς κοινῆς ἀμελήσαντες σωτηρίας καὶ τοῦ πειθαρχεῖν τοῖς νόμοις καὶ τοῖς ἄρχουσιν, ᾗ προσῆκε, τῶν ἰδίᾳ τι διαφερόντων μάλιστα ἀντεποιήσαντο, πάντα ἄνω καὶ κάτω γέγονε καὶ τῆς τε εὐδοξίας ἀφῃρήμεθα τὸ πλεῖστον, καὶ εἰς τοσοῦτον ἥκομεν ἀδυναμίας, ὥστε μηκέθ' ἡμῖν ἐπὶ τῷ καταδουλοῦν ἑτέρους τὸν λόγον εἶναι, ἀλλ' ὅπως μὴ αὐτοὶ αἰσχρῶς καὶ ἀγεννῶς δουλεύσομεν. ὡς μὲν οὖν καὶ αὐτὸς οὐκ ἐπεβούλευσα βασιλέως τοῖς παισὶν, οὐδὲ βασιλείας ἐρῶν, ἢ τῆς πατρῴας ἡγεμονίας αὐτοὺς ἀποστερῶν, εἰς τοῦτο ἦλθον, πᾶσιν ἔξεστιν ἀπόδειξιν λαμβάνειν ἐναργῆ ἐκ τῶν πραγμάτων. εἰ γὰρ, ὥσπερ οἱ συκοφάνται κατηγόρουν, τοῦτο προὐθέμην ἐξαρχῆς, οὐκ ἂν μετὰ τὸν τοσοῦτον πόλεμον καὶ τὴν παντοίαν τῶν δεινῶν ἐπιφορὰν καὶ τῶν χρημάτων τὴν ἀποβολὴν καὶ τῶν οἰκείων καὶ τῶν φίλων τὴν τοσαύτην κακοπραγίαν, νῦν ἀπεσχόμην τῆς προθέσεως, πάντα ἔχων ἐν χεροῖν. δι' ἃ καὶ μάλιστα πολλαπλασίους χάριτας ὁμολογῶ τῷ κρείττονι, ὅτι, μὴ ἐκείνων τὴν εἰρήνην ἑλομένων, μηδὲ πρὸς συμβάσεις χωρησάντων, καίτοι γε πολλάκις ἐμοῦ πολλὰ περὶ εἰρήνης δεηθέντος, ἀλλὰ πεπολεμηκότων ἄχρι καὶ τοῦ δυνατοῦ καὶ οὐδενὸς ἠμεληκότων τῶν ἡκόντων εἰς αὐτοὺς, τῇ ἄνωθεν μόνῃ συμμαχούμενος ῥοπῇ, πάντων περιεγενόμην, ἵνα μὴ δοκῶ διὰ τοὺς ὅρκους καὶ τὰς συμβάσεις, ἀλλὰ διὰ τὴν ἀρχαίαν ἐπιείκειαν καὶ τὴν πρὸς βασιλέα τὸν θαυμαστὸν ἐκεῖνον καὶ φίλτατον ἐμοὶ φιλίαν τῶν παίδων τῶν ἐκείνου φείδεσθαι καὶ τὴν πατρῴαν ἀρχὴν συνδιασώζειν. εἰ μὲν οὖν, ὥσπερ ἐξαρχῆς αὐτὸς διενοούμην, πάντα πράττειν ὑπὲρ τῆς κοινῆς Ρωμαίων ὠφελείας, καὶ χρήματα ἀναλίσκειν τοσαῦτα ὄντα, ὅσα ἴστε, καὶ πάντα πόνον καὶ κίνδυνον ὑφίστασθαι, καὶ οἱ ἄλλοι συνείποντο προθύμως ἢ τό γε μετριώτερον, μὴ ἐκώλυον αὐτοὶ, οὐκ ἂν νῦν περὶ τοῦ ᾗ χρὴ σώζεσθαι, ἀλλ', εἰ μὴ ἐπίφθονον εἰπεῖν, περὶ τοῦ ὁποίους χρὴ καταδουλοῦν ἐβουλευόμεθα. ἐπεὶ δὲ οὕτω ταῦτα πονηροῦ τινος δαίμονος ἡμῖν βασκήναντος συνεσκευάσθη, καὶ πρὸς μὲν ἐμὲ τὸν ὑπὲρ τῆς κοινῆς σωτηρίας πολλὴν πρόνοιαν ποιούμενον πόλεμον ᾔραντο προθύμως, καὶ τοὺς ἄλλους ἅπαντας συνέπεισαν, καὶ τά τε ἡμέτερα ἅπαντα ἀναλώκασι καὶ τὰ κοινὰ, οὐδὲν ἧττον κατ' ἐμοῦ, ἢ καὶ καθ' ὑμῶν ἁπάντων, εἰ δεῖ τἀληθὲς εἰπεῖν, καὶ τὴν χώραν ἅπασαν διέφθειραν, ἀφ' ἧς αἱ συντάξεις συνελέγοντο, καὶ τοὺς μὲν πολεμίους φοβεροὺς ἐποίησαν ἡμῖν, πόλεις τὰς μὲν ἑκοντὶ προέμενοι ἐκείνοις, ἵν' ἔχωσι συμμάχους κατὰ Ρωμαίων, τῶν δ' ἀμελήσαντες, ὥστ' ἐκείνους δύνασθαι καταδουλοῦν, ἡμᾶς δὲ ἀσθενεστάτους ὀλιγότητι τῆς στρατιᾶς καὶ χρημάτων ἀπορίᾳ, περιέστηκε δὲ νῦν ἡμῖν ἐν ἀπόρῳ πάντα, σκεπτέον ἕκαστον καὶ γνώμην τινὰ εἰσενεκτέον, δι' ἧς ἔσται τὰ πράγματα ἡμῖν βελτίω, καὶ τῆς τε παρούσης δυσπραγίας καὶ τῆς ἔτι ἀπαλλαξόμεθα προσδοκωμένης. Τριβαλοί τε γὰρ ὁμοίως καὶ Μυσοὶ καὶ Πέρσαι καὶ εἰ δή τινες ἄλλοι γειτονοῦσιν ἡμῖν δυναστείαν ἔχοντες, οὐ τοῖς ἡρπασμένοις κατὰ τὸν τοῦ πολέμου χρόνον ἀρκοῦνται, ἀλλ' ἐφάπαξ καταφρονήσαντες, οὐδαμῇ στῆσαι τὴν πλεονεξίαν βούλονται. ἐγὼ δὲ ἡδέως ἂν εἶδον ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ δίκας ἐκ τούτων πάντων ἂν ἐξῇ λαβεῖν τῶν εἰς ἡμᾶς ἠσελγημένων. οὐδὲ γὰρ οὐδὲ κατὰ τὸν τοῦ πολέμου χρόνον ἑκοντὶ τὴν τῶν βαρβάρων ᾑρούμην κατὰ τῶν Ρωμαίων συμμαχίαν, ἀλλ' ὑπὸ τῶν πολεμούντων πρὸς ἀνάγκην ἐναγόμενος. ῥᾳδίως γὰρ ἐκεῖνοι πόλεις καὶ χώρας καταπροϊέμενοι, Μυσοὺς καὶ Τριβαλοὺς καὶ εἰ δή τινας ἄλλους ἔπειθον ἐμοὶ ἁπάσῃ δυνάμει πολεμεῖν. οὐ μὴν ἀλλὰ καὶ ἐκεῖνοι ᾔδεσαν αὐτοὶ ἐφ' ἑαυτῶν, ὡς, ἐμοῦ μὲν καταστάντος ἐπὶ τῆς ἀρχῆς, οὐ μόνον οὐδὲν προσκτήσονται τῶν ἡμετέρων, ἀλλὰ καὶ τὰ ἡρπασμένα ἀναγκασθήσονται ἀποδιδόναι, ἐκείνων δὲ ἀρχόντων, οἷα ἀνδραπόδοις χρήσονται· δι' ἃ προθύμως συνεμάχουν. ἄλλως τε οὐδὲ πρὸς Πέρσας ἔμειναν ἀνεπιχείρητοι, ἀλλ' αὐτοί τε πρῶτοι ἐπήγοντο συμμάχους κατ' ἐμοῦ, καὶ ὕστερον οὐχ ἅπαξ καὶ δὶς, ἀλλὰ καὶ πολλάκις ἐπεχείρησαν ἐμοὶ ἐκπολεμῶσαι, χρήματα πολλὰ τὰ μὲν διδόντες, τὰ δὲ ἐπαγγελλόμενοι. πρὸς οὖν τοσαύτην δύναμιν τῶν πανταχόθεν περιεστηκότων πολεμίων δυνάμεως οἰκείας ἀπορῶν, ἄλλως τε καὶ δεδοικὼς, μὴ παροφθέντας ἐκεῖνοι προσλάβωσι συμμάχους, ἀναγκαίως τὴν ἐκείνων περισπούδαστον ἐνόμιζον καὶ συμμαχίαν καὶ φιλίαν. νυνὶ δὲ τῶν πραγμάτων καλῶς ὑπὸ τοῦ κρείττονος κριθέντων, καὶ πάσης στάσεως καὶ διχονοίας ἀπεληλαμένης, προθύμως σὺν ὑμῖν τῶν τότε τετολμημένων δίκας ἀπαιτήσω. ὡς οὖν οὐδενὸς ἀφεξομένου τῶν ὅσα λυσιτελεῖν ἡμῖν δοκεῖ καὶ πρὸς εὐδοξίαν καὶ ἀνάκλησιν τῆς προτέρας εὐετηρίας, πάντα λέγετε προθύμως, ὅσα οἴεσθε λυσιτελεῖν, ὡς καὶ ἐμοῦ ἅ τε δοκῶ βελτίω συμβουλεύσοντος, καὶ τοῖς καλῶς εἰρησομένοις τῶν ἄλλων μᾶλλον εὐχερέστερον πεισθησομένου. εὖ γὰρ ἴστε σαφῶς, ὡς, ἢν μὲν νῦν ἡμεῖς τὰ δέοντα καὶ βουλευώμεθα καὶ πράττωμεν, καὶ δύναμιν ποριζώμεθά ποθεν, τοῖς τε οὖσι φίλοις ποθεινότεροι ἐσόμεθα καὶ τοῖς πολεμοῦσι φοβερώτεροι. ἂν δὲ πρὸς τὴν ἀδυναμίαν ἀπειπόντες, καθεζώμεθα πράττοντες μηδὲν, τὴν ἀπραγμοσύνην καὶ τὴν ἡσυχίαν ἀσπαζόμενοι, οὐδὲν ἕτερον ἡμῖν ἢ δουλεύειν ἑτέροις περιέσται ἐν βραχεῖ. ἢ γὰρ ἄρχειν δεῖ πάντα πραγματευομένους καὶ μηδὲν τῆς προτέρας δόξης καὶ τῆς εὐτολμίας ὑφιέντας, ἢ δουλεύειν ἀσφαλῶς τοῖς κρείττοσιν. ὡς οὖν οὐχ ὑπὲρ εὐδοξίας μόνον, ἀλλὰ καὶ τῆς εἰς τὸ μέλλον ἀσφαλείας καὶ ὑμῶν αὐτῶν ἐλευθερίας, καὶ βούλεσθε καὶ πράττετε, ἅττα ἂν ὑμῖν δοκῇ λυσιτελεῖν.»



ϛʹ. Τοιαῦτα μὲν ὁ βασιλεὺς κοινῇ πρὸς ἅπαντας διειλέχθη, φανερῶς οὐδὲν εἰπὼν περὶ τοῦ δεῖν εἰσφέρειν χρήματα. ἐβούλετο γὰρ, ὥσπερ εἴρηται, μὴ δοκεῖν εἰσπράττειν βίᾳ, ἀλλ' αὐτοὺς πρὸς τὸ κοινῇ λυσιτελοῦν οἴκοθεν τὴν συντέλειαν ἑλέσθαι. τῶν πολιτῶν δὲ οἱ μάλιστα ἐν λόγῳ καὶ τῶν ἄλλων προὔχοντες τὴν μὲν κατὰ τὸν πόλεμον καὶ τῶν ἰδιωτικῶν καὶ τῶν κοινῶν φθορὰν γεγενημένην ἔφασαν οὐκ ἀγνοεῖν καὶ τὴν νῦν κατέχουσαν ἐπίστασθαι τῶν χρημάτων ἀπορίαν. δεῖν δὲ οἴεσθαι καὶ αὐτοὶ ἐκεῖνα πράττειν, ὑφ' ὧν ἐξέσται πρὸς τὴν ἀρχαίαν πάλιν τοὺς Ρωμαίους εὐδαιμονίαν ἐπανήκειν. τοῦτο δὲ ἑτέρως οὐδαμῶς ἐξέσται, ἢ ἕκαστον εἰς ἃ προσήκει χρήσιμον τῷ κοινῷ παρεσχημένον ἑαυτὸν, ὥστε βασιλέα μὲν ὀρθῶς βουλεύεσθαι καὶ τοῖς πολεμίοις τὴν δύναμιν ἀντεπεξάγειν καὶ πάντα τρόπον ἐκείνων κωλύειν τὴν αὔξην ἐπιχειρεῖν, ἢ καὶ καταστρέφειν, εἰ δύναιτο, ἐκείνους καὶ τὰς ἡρπασμένας πόλεις ἀνασώζειν· τοὺς στρατιώτας δὲ προθύμους ἑαυτοὺς παρέχεσθαι ἐν τῷ στρατεύεσθαι καὶ μηδὲν ὑφιέναι τῆς προτέρας δόξης καὶ τῆς εὐτολμίας, ἀλλ' ἀλλήλους αἰδεῖσθαι κατὰ τὰς μάχας καὶ ἄνδρας εἶναι ἀγαθοὺς, ὡς τῆς ἀνδραγαθίας αὐτούς τε πρώτους ἀπολαύσοντας καὶ τοῖς ἄλλοις μεταδώσοντας, ὧν προπολεμοῦσι· τοὺς ἐμπορευομένους δὲ καὶ τοὺς ἄλλην τέχνην μετιόντας τρέφειν τοὺς στρατιώτας, χρήματα εἰσφέροντας, ἐπεὶ μὴ ἔξεστιν ἀπὸ τῶν δημοσίων τρέφεσθαι ἀπολωλότων. γεωργός τε γὰρ ὁμοίως καὶ ὁ ἔμπορος καὶ ὁ χειροτέχνης, ἂν μὲν ἀδείας ἀπολαύῃ, ἑαυτῷ ὁμοίως χρήσιμος ἔσται καὶ τῷ προπολεμοῦντι στρατιώτῃ, ἂν δὲ μὴ βούλοιτο ἐκεῖνον τρέφειν, καὶ ἑαυτὸν τῷ στρατιώτῃ συνδιαφθερεῖ, ἐκεῖνον μὲν λιμῷ, ἑαυτὸν δὲ καὶ παῖδας λιμῷ τε ὁμοίως καὶ πολιορκίᾳ καὶ τοῖς πολεμίοις ξίφεσιν. ἢ εἰ μὴ τοῦτο, ἀλλ' ἀνάγκῃ καταδουλωθέντα, πλείους τοῖς δεδουλωμένοις καὶ βιαιοτέρους παρέχειν φόρους, ἢ ὅσα ἐξῆν εἰσφέροντα προθύμως τῶν ἄλλων ἀπολαύειν ἐλευθέρως. τοιαῦτα καὶ τῶν Βυζαντίων πολιτῶν εἰπόντων, ἐπῄνει τε ὁ βασιλεὺς καὶ συνηγόρει πρὸς τοὺς λόγους, ἀναγκαίως δεῖσθαι χρημάτων εἰπὼν πρὸς τὸ παρασκευάσασθαι κατὰ τῶν πολεμούντων. εἰ μὲν οὖν μὴ προανάλωτο αὐτῷ τὰ ὄντα ὑπὸ τῶν κακῶς ἐπὶ λύμῃ πεπολεμηκότων τῇ κοινῇ, οὐδὲν ἂν ἐδεήθη ἐρανίζειν παρ' αὐτῶν, ὥσπερ οὐδὲ πρότερόν ποτε μεγάλων πολέμων κεκινημένων, βασιλέως ἔτι περιόντος Ἀνδρονίκου, ἐφ' οὓς, εἰ μὴ τὰ δημόσια ἐξήρκει, καὶ ἀπὸ τῶν ἰδίων τὰ ἐνδέοντα ἐπεχορήγει αὐτὸς, ὢν ἁπάντων τῶν κοινῶν διοικητής. νυνὶ δὲ ἐκείνων τε εἰς οὐδὲν χρήσιμον ἀπολωλότων, καὶ τῶν δημοσίων ἐκλελοιπότων φόρων ὑπὸ τοῦ τὴν χώραν διεφθάρθαι, ἀναγκαίως ἀποβλέπειν εἰς τὴν συντέλειαν ταύτην τὴν κοινὴν, ὡς, εἰ χρημάτων καὶ μετρίων εὐπορήσοι, ῥᾳδίως αὖθις τὴν Ρωμαίων καταπεσοῦσαν ἡγεμονίαν ἀνορθώσων. τοιαῦτα καὶ ἕτερά τινα παρόμοια προσεπειπὼν, διέλυε τὴν ἐκκλησίαν, οἰόμενος αὐτῷ τι τῷ κοινῷ λυσιτελὲς καὶ χρήσιμον ἠνύσθαι. τινὲς δὲ τῶν ἐξαρχῆς ἐκείνῳ ᾑρημένων πολεμεῖν, ἦσαν δὲ οὐκ ὀλίγοι, καὶ ἐκ τῶν ἐν ἐργαστηρίοις ἐμπορευομένων ἀργυραμοιβῶν, καὶ μετὰ τὴν δοκοῦσαν διάλυσιν ἔτι δυσμεναίνοντες καὶ μνησικακοῦντες καὶ πάντα τρόπον ἐπιχειροῦντες αὐτὸν κωλύειν καὶ μηδὲν ἐᾷν τῷ κοινῷ λυσιτελὲς ποιεῖν, ὡς ἂν μάλιστα ἐκείνων ἡ κακία συσκιάζοιτο, καὶ μὴ δοκοίη διὰ τὸν πρὸς βασιλέα πόλεμον ἡ Ρωμαίων ἡγεμονία διεφθάρθαι, ὡς καὶ μετὰ τὴν εἰρήνην καὶ τὸ πάντας ὑπαγαγέσθαι βασιλέα ὠφελείας οὐδεμιᾶς, οὐδὲ ἀνακωχῆς τῶν κακῶν γεγενημένης, αὐτοί τε ἐθορύβουν, ὡς οὐ χρήματα παρέξοντες, καὶ τοὺς ἄλλους ἔπειθον ὁμοίως, δεινὰ πείσεσθαι φάσκοντες, εἰ ἃ μὴ πρότερον πολέμιος ὢν ὁ βασιλεὺς ἠδυνήθη κατεργάσασθαι, ταῦτα νῦν ἐν εὐνοίας καὶ κηδεμονίας προσχήματι ὑπομενοῦσι. πολεμῶν γὰρ τῶν μὲν ἔξω τειχῶν ἀπεστέρησεν ἁπάντων, τῶν ἔνδον δὲ καὶ ἐν χερσὶ χρημάτων ἠδυνήθη λαβεῖν οὐδέν. νυνὶ δὲ ἐκεῖνά τε ἀπόλωλε καὶ τῶν ἔνδον ὄντων βούλεται ἀποστερεῖν, πολέμους προφασιζόμενος καὶ παρασκευὰς καὶ ἄλλας ἐξαπάτας, ὧν οὐδὲν αὐτοὺς πείσει τῶν ὄντων αὐτῷ παραχωρεῖν, εἰ μὴ βούλοιτο βιάζεσθαι φανερῶς καὶ διαφθείρειν. τοιαῦτα μὲν καὶ πολλῷ δεινότερα τούτων πρὸς τοὺς ἄλλους διεδίδοτο, καὶ θόρυβος ἦν καὶ ἀταξία, καὶ πάντες ὁμοίως πρὸς τῶν χρημάτων ἀνένευον τὴν εἰσφοράν. βασιλεὺς δὲ ἐπεὶ ἐπύθετο, συνεώρα μὲν ἤδη τῶν συνεσκευακότων τὴν κακίαν καὶ ὥρμητο κολάζειν τοὺς ἐπὶ τοιαῦτα ἐνάγοντας τὸν δῆμον, ἄτοπον ἡγούμενος καὶ παντελῶς ἔξω τοῦ καλοῦ καὶ τοῦ δικαίου πίπτον, διὰ τήν τινων ἀγνωμοσύνην τῆς τῶν ἄλλων ἁπάντων σωτηρίας καταμελεῖν. ἵνα δὲ μὴ δοκοίη μὴ τῆς κοινῆς ὠφελείας ἕνεκα, ἀλλὰ τοῦ προσκεῖσθαι Ἄννῃ τῇ βασιλίδι τοὺς ἄνδρας πρότερον ἀμυνόμενος κολάζειν εὐπροσώπου προφάσεως εὐπορήσας, αὐτούς τε ἠφίει ἀτιμωρήτους καὶ τῆς ἄλλης πράξεως ἁπάσης κατημέλει, πολλὰ ἀγανακτῶν καὶ ἀνιώμενος, ὅτι μὴ προπαρασκευάζοιτο πρὸς τοὺς ἐπιφυησομένους πολεμίους, ἀλλ' ἅμα ἀναγκασθήσεται τοῖς τε πολεμίοις ἀντιτάττεσθαι, καὶ χρήματα καὶ τὰ ἄλλα τὰ πρὸς τὸν πόλεμον ἀναγκαῖα ἐκπορίζειν. τότε μὲν οὖν διὰ ταῦτα τῶν καλῶς ἀπέσχετο βεβουλευμένων, ὅπερ ὕστερον οὐκ ὀλίγον ἔβλαψε τὰ πράγματα. εἰ γὰρ, ὥσπερ ὁ βασιλεὺς διενοεῖτο τότε, ναυτικὴν δύναμιν συνίστη καὶ τριήρεις ὥπλιζεν ἐπὶ τῆς θαλάττης τὴν ἀρχὴν, οὐκ ἂν τοσαῦτα ὑπὸ Λατίνων τῶν κατὰ τὸν Γαλατᾶν τὰ Ρωμαίων ἐκακοῦτο πράγματα. μετὰ μικρὸν δὲ καὶ ἄλλη τις ἐπεφύετο ἐπιβουλή. τῶν γὰρ συγκλητικῶν τινες ἐκ τῶν πρότερον πολεμούντων βασιλεῖ, καὶ ἄλλους τῆς αὐτῆς κεραμείας προσεταιρισάμενοι, βασιλέα τὸν νέον Ἰωάννην ἐβούλοντο, οὐδὲν βασιλίδος συνειδυίας τῆς μητρὸς, ἐξαπατήσαντες, οἷα νέον καὶ οὔπω φρονήματος ἀνδρὶ προσήκοντος ἐπειλημμένον, σὺν αὐτῷ εἰς τὸ Γαλατᾶ φρούριον διαδιδράσκειν καὶ πόλεμον αἴρεσθαι πρὸς βασιλέα τὸν κηδεστὴν ἐπ' ἐλπίδι τοῦ πολλοὺς προσθήσεσθαι τῶν Βυζαντίων. μηνυθείσης δὲ τῆς ἐπιβουλῆς τῷ βασιλεῖ, δίκας ἔδοσαν τῆς κακουργίας οἱ συσκευασάμενοι, εἰς δεσμωτήρια ἐμβληθέντες· χρόνου δὲ ὀλίγου παρελθόντος, συγγνώμην τε αὖθις παρέσχετο ὁ βασιλεὺς τοῖς ἁμαρτήσασι, καὶ τῶν δεσμωτηρίων ἀπολύσας αὖθις ἐχρῆτο, ᾗ ἕκαστος ἐπιτηδείως εἶχε.

ζʹ. Τῶν Καντακουζηνῷ δὲ τῷ βασιλεῖ κατὰ τὸν πόλεμον συνόντων οἱ μάλιστα ἐπιφανέστεροι προσελθόντες, ἀδικεῖσθαι ἔφασαν καὶ βίαν ὑπομένειν παρ' αὐτοῦ ἀναγκάζοντος ὅρκους ἐπὶ δουλείᾳ παρέχεσθαι βασιλεῖ τῷ νέῳ καὶ βασιλίδι τῇ μητρὶ, οὐδέποτε δυνησομένοις καθαρῶς καὶ ἀδόλως καταλλάττεσθαι αὐτοῖς, ἀλλὰ καὶ καιρὸν ἐπιτηροῦσιν ἐπιτίθεσθαι καὶ διαφθείρειν. τοῦτο δὲ οὐδὲ μακρὰν ἀνοίας ἂν δόξειε παρ' εὖ φρονοῦσιν, εἰ αὐτοὶ μὲν πολλὰ κατὰ τὸν πόλεμον ὑπομεμενηκότες δυσχερῆ, καὶ νῦν μετὰ τὴν νίκην δουλεύσουσι τοῖς πολεμήσασιν, οὐδὲ ἀντιβλέπειν δυνάμενοι διὰ τοὺς ὅρκους, ἐκεῖνοι δὲ εὐορκοῦντές τε ἄρξουσιν αὐτῶν, καὶ ἐπιορκοῦντες, ὅτε βούλονται, ἀποκτενοῦσιν. ἰδοὺ γὰρ εἰ προὐχώρησεν αὐτοῖς ἡ νῦν ἐπιβουλὴ, οὐδὲν ἂν ἐκώλυεν ἢ ἀποθνήσκειν νικηθέντας, ἢ ἀντισχόντας πρὸς τὸν πόλεμον, αὖθις ἐν τοῖς προτέροις εἶναι κακοῖς στρατεύοντας κατὰ τῶν ὁμοφύλων καὶ καταστασιαζομένους, ὥσπερ καὶ πρότερον ὑπὸ τῶν δήμων, καὶ δημεύσεις ὑπομένοντας καὶ δεσμωτήρια καὶ ἄλλα ἄττα τοῖς προτέροις παραπλήσια. ἠξίουν τε καὶ αὐτοῖς τοὺς ὅρκους διαλελύσθαι καὶ πράττειν, ᾗ αὐτοῖς δοκεῖ συμφέρειν. καὶ πρότερόν τε γὰρ ἀναγκασθέντες ὑπ' ἐκείνου τοὺς ὅρκους ἀκουσίως παρασχέσθαι, καὶ νῦν, ἐπειδὴ πρῶτοι παραβεβήκασιν ἐκεῖνοι, οὐδεμίαν αὐτοῖς αἰτίαν εἶναι, εἰ πρόνοιάν τινα ποιοῖντο ἑαυτῶν. τοιαῦτα μὲν τῶν Καντακουζηνῷ τῷ βασιλεῖ προσκειμένων οἱ ἐν τέλει εἶπον. βασιλεὺς δὲ οὐκ ἔφασκεν ἐφ' οἷς ἕτεροι ἐξήμαρτον, ἑτέρους εὐθύνειν εἶναι δίκαιον. βασιλίς τε γὰρ οὐδὲν ᾔδει τῶν γεγενημένων, ἀλλὰ τὰ ὀμωμοσμένα πάντα μετὰ ἀκριβείας φαίνεται φυλάττουσα, καὶ βασιλεὺς ὁ υἱὸς οὐ δίκαιος εὐθύνεσθαι διὰ τὴν ἡλικίαν, εἰ καὶ τοῖς εἰς ἡμᾶς συνέπραττεν ἀγνωμονοῦσι. μάλιστα δὲ ἐκείνων τὴν ἀβελτηρίαν καὶ τὴν ἄνοιαν θαυμάζειν, εἰ μετὰ τοσαύτας ἀποδείξεις τῆς εἰς βασιλίδα εὐνοίας καὶ τοὺς παῖδας, ἔτι διπλᾶ περὶ αὐτοῦ λογίζονται καὶ ἀμφισβητοῦσιν, εἰ διὰ τέλους εὐμενὴς αὐτοῖς μενεῖ. τὸ μὲν γὰρ ἐν μεγάλοις αὐτὸν τὴν φιλοτιμίαν ἐπιδείκνυσθαι, καὶ οἷα οὔπω πρότερον τοῖς Ρωμαίων βεβασιλευκόσιν οὐδέσιν ἐφιλοτιμήθη, καὶ διὰ τοῦτο καὶ τοὺς βασιλίδι προσκειμένους μὴ δύνασθαι πιστὰ ἡγεῖσθαι, οὐδὲν ἀπεικός. τίνι γὰρ τῶν προτέρων τοῦτο βασιλέων ἐτολμήθη, ὥστε μετὰ τὴν τῶν ἀντιπάλων ἧτταν καὶ τὸ πᾶσαν ὑφ' ἑαυτοὺς ποιήσασθαι τὴν ἡγεμονίαν, αὖθις συνάρχοντας αἱρεῖσθαι τοὺς προτέρους βασιλεύοντας· μᾶλλον δὲ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὸ πλέον προσνέμειν τῆς ἀρχῆς ἐκείνοις, οἷα δὴ ἐκείνου μὲν ἐπὶ χρόνον τινὰ τοῖς πράγμασι χρησομένου, ἐκείνοις δὲ καὶ πρὸς παίδων διαδοχὴν μενούσης τῆς ἀρχῆς; πάντως οὐδενί. τὸ δὲ αἴτιον, ὅτι ἐκείνοις μὲν οὐδὲν ἕτερον ἐσπουδάζετο, ἢ ἐξ ἑτέρων εἰς ἑαυτοὺς μετάγειν τὴν ἀρχὴν, ἑτέρου δὲ ἔμελεν οὐδενὸς, ἐκείνῳ δὲ οὐχ οὕτως, ἀλλὰ τὸ μὲν ἐξαρχῆς εἶναι σπουδαζόμενον, σωτῆρα καὶ κηδεμόνα φαίνεσθαι τῶν βασιλέως τοῦ φίλου παίδων καὶ μηδὲν ἀνάξιον τῆς εἰς ἐκεῖνον φιλίας ὁρᾶσθαι ποιοῦντα καὶ μετὰ τελευτὴν, τὸ δ' ὕστερον ἐλθεῖν ἐπὶ τὴν βασιλείαν, οὐ προαιρέσεως ἰδίας εἶναι, οὐδ' ἐπιθυμίας τιμῆς βασιλικῆς, τὴν ἴσην γὰρ ἐξῆν καρποῦσθαι μένοντα καὶ ἐπὶ σχήματος, ἀλλὰ τῆς ἀνάγκης, ἤδη τοῦ ἐμφυλίου πολέμου κεκινημένου. σώζεσθαι γὰρ ἑτέρως οὐκ ἐνῆν, οὕτω καταψηφισθέντα τὴν ἐπὶ θάνατον ἐρήμην. οὐδὲν μὲν οὖν θαυμαστὸν ἔφασκεν, εἰ καὶ ἐκεῖνοι τοῖς οὕτω μεγάλοις ἀπιστοῦσιν, ἐκεῖνο δὲ δίκαιον αὐτῶν κατηγορεῖν, εἰ καὶ μετὰ τὴν ἐναργῆ τῶν πραγμάτων ἔκβασιν ἔτι δυσνοεῖν αὐτὸν περὶ βασιλίδα καὶ τοὺς παῖδας οἴονται. εἰ γὰρ τοιαύτην εἶχε γνώμην, οὐκ ἂν προήκατο τὸν καιρὸν, ἡνίκα Βυζαντίου μὲν ἐκράτει βίᾳ, ἑλὼν τοῖς ὅπλοις, βασιλὶς δὲ μετὰ τῶν παίδων ἐν βασιλείοις ἐπολιορκεῖτο, ἐπικουρία δὲ οὐδαμόθεν ἦν, ἀπορία δὲ τῶν ἀναγκαίων παντελὴς, καὶ οἱ συνόντες ἐπεβούλευον, καὶ κομιδῇ πάντα ἦσαν ἐν στενῷ· νεῦσαι δὲ ἐξήρκει μόνον καὶ πάντας ἄρδην ἀπολέσθαι. εἰ δὲ τότε πάντα πράττειν ἔχων εὐχερῶς, οὐ τὰ ἥδιστα μᾶλλον ἢ τὰ βέλτιστα ἠθέλησε, καὶ ὅρκους παρέσχετο ἐπ' ἀμνηστίᾳ τῶν κακῶν, ἀνάγκης οὐδεμιᾶς ὑπούσης, καὶ τὴν θυγατέρα ἐξέδωκε τῷ νέῳ βασιλεῖ καὶ πάντα ἔπραξεν, ὅσα οὐδ' ἂν εἷς τῶν ἄκραν εὐγνωμοσύνης ἐννοούντων ἤλπισεν ὑπερβολὴν, τίν' ἔχει λόγον ὑποπτεύειν νῦν καὶ νομίζειν, ὀφθήσεσθαί ποτε κακὸν περὶ βασιλέα τὸν γαμβρὸν, ἀλλ' οὐδεμίαν ἀπολείπειν ἀνοίας ὑπερβολήν; «ταῦτα μὲν οὖν» ἔφασκεν «ἐκείνοις τε ἔλεγχος πρὸς τὴν ἀγνωμοσύνην καὶ ὑμῖν πρὸς τὴν ἀξίωσιν ἀπολογία. οὐ γὰρ δίκαια οὐδὲ ἄλλως ἐννοεῖσθε δυνατά. βασιλέα γὰρ τὸν ἐμὸν γαμβρὸν οὔτε ἀποκτείνειν δυνατὸν, οὔτ' ἀποστερεῖν τῆς βασιλείας μετὰ τῆς θυγατρὸς τὸν γάμον. οὔτε μὴν βασιλίδι τῇ μητρὶ δίκαιον ἐγκαλεῖν ἐφ' οἷς οὐδὲν συνῄδει, ἀλλὰ πᾶσαν αὐτοῖς προσάγειν βούλομαι πάντας, καὶ τὴν εὔνοιαν καὶ τὴν αἰδῶ, καθὼς προσήκει βασιλεῦσι. τοὺς δ' ἀγνωμονήσαντας ἐκείνους καὶ ῥάψαντας τὴν ἐπιβουλὴν ἐγὼ τὰς ἀξίας τῆς ἐπιορκίας ἀπαιτήσω δίκας.» ὁ μὲν οὖν βασιλεὺς τοιαῦτα τοῖς ἐν τέλει διειλέχθη, ἐφ' οἷς ἤλπιζον αὐτὸν ἐξορμήσειν ἐπὶ τὸ κακῶς περὶ βασιλίδα διατίθεσθαι καὶ βασιλέα τὸν γαμβρόν. ἐπεὶ δὲ ἐκεῖνοι ἔγνωσαν ἀνηνύτοις ἐπιχειροῦντες καὶ, τὸ λεγόμενον, τοξεύοντες εἰς οὐρανὸν, ἀπογνόντες τὸ ἐκεῖνον μεταπείθειν, ἐπὶ βασιλίδα ἐχώρουν τὴν Εἰρήνην, οἰόμενοι περιγενήσεσθαι ἐκείνης καὶ πείσειν αὐτοῖς προσέχειν, ὡς λυσιτελῆ βουλευομένοις. ὡς δὲ καὶ αὐτὴ ταῖς ἴσαις ἢ καὶ αὐστηροτέραις ἠμείβετο ἀπολογίαις, καὶ παύεσθαι ἐκέλευε μεγάλαις αὖθις συμφοραῖς τοὺς Ρωμαίους ἐπιχειροῦντας περιβάλλειν, ὥσπερ τοὺς ἐλέγχους αἰσχυνθέντες, οἱ μὲν καὶ παντελῶς ἡσύχασαν, ἔνιοι δὲ αὐτῶν, ὅσοις ὁ βίος ταραχῆς ἀνάπλεως καὶ θορυβώδης ἦν, ἡσυχάσαντες ἐπὶ μικρὸν, ἔπειτα Ματθαῖον ἔπεισαν τὸν βασιλέως υἱὸν, Διδυμότειχον καὶ τὴν Ἀδριανοῦ καὶ τὰς περὶ αὐτὰ πολίχνας κατασχεῖν, ἰδίαν συστησάμενον ἡγεμονίαν μετ' αὐτῶν. πρόφασις δὲ ἦν καὶ πρὸς ἐκεῖνον τῆς ἀποστασίας τοῖς στασιασταῖς, ὅτι βασιλεὺς ὁ πατὴρ μετὰ τοὺς μυρίους πόνους καὶ κινδύνους καὶ τὴν πολλὴν ἀπόδειξιν τῆς εἰς αὐτὸν εὐνοίας, ἐπεὶ περιεγένοντο τῶν πολεμίων, τῇ περὶ βασιλέα Ἰωάννην τὸν γαμβρὸν εὐνοίᾳ οὐ μόνον ἐκεῖνον, ἀλλὰ καὶ τοὺς περὶ αὐτὸν ἅπαντας προτιμήσαι, καὶ τά τε ὄντα αὐτοῖς ὑπ' ἐκείνων πρότερον ἡρπασμένα, οὐκ ἐάσειεν ἀπολαμβάνειν, ἀλλ' ἔχοντας περιορᾷν, ἵν' ἀλγῶσι μᾶλλον, καὶ πᾶσαν πρόνοιαν ποιοῖτο τὴν δυναστείαν τῷ νέῳ βασιλεῖ περιποιεῖν· ὃς καὶ νῦν μετὰ τῶν προσκειμένων ἀθετήσας τοὺς ὅρκους, βουλεύσειε δρασμόν. ἃ εἰ προὐχώρει κατὰ γνώμην, οὐδὲν ἂν ἐκώλυεν αὖθις εἶναι ἐν πολέμοις καὶ κινδυνεύειν καὶ περὶ τῆς σωτηρίας αὐτόν τε καὶ πάντας αὐτοὺς ὁμοίως. ἃ ἐκέλευον αὐτὸν ἐν φροντίδι τίθεσθαι καὶ μὴ οὕτως ἀπερισκέπτως τῶν κινδύνων περιμένειν τὸν καιρὸν, πράττοντα μηδὲν ὑπ' ἀβουλίας, ἀλλὰ πρόνοιάν τινα αὐτοῦ ποιεῖσθαι καὶ αὐτῶν, ἵν', εἰ βασιλεὺς ὁ γαμβρὸς γένοιτο τῆς ἀρχῆς ἁπάσης ἐγκρατὴς, ἢ τοῦ πατρὸς βασιλέως τελευτήσαντος, ἢ τρόπῳ δή τινι ἑτέρῳ, ἔξω κινδύνων αὐτὸς μετὰ τῶν φίλων εἴη. μηδὲ γὰρ οἴεσθαί ποτε εὐνοήσειν αὐτῷ βασιλέα τὸν γαμβρὸν, ἀλλ' ἀμυνεῖσθαι πάντα τρόπον καὶ σπουδάσειν ποιεῖν ἐκ μέσου, οἰόμενον ἀμφισβητήσειν αὐτῷ περὶ τῆς βασιλείας, οἷα δὴ καὶ αὐτὸν βασιλέως ὄντα παῖδα καὶ δίκαιον ὄντα τὴν πατρῴαν ἀρχὴν κληρονομεῖν· συνεβούλευόν τε τὰς εἰρημένας πόλεις ὑποποιεῖσθαι καὶ τῆς ἄλλης ἡγεμονίας Ρωμαίων ἀποτέμνειν οὐ παντάπασιν, ἀλλὰ μετὰ τὴν ἀποστασίαν δεήσεσθαι αὖθις βασιλέως τοῦ πατρὸς, ὥστε ὅρκους παρασχέσθαι συστρατεύεσθαι μὲν ἐκείνῳ μετὰ τῆς ἐγκαθιδρυμένης στρατιᾶς αὐτοὺς, ὅποι ἂν κελεύοι, τὴν δ' ἄλλην ἅπασαν ἀρχὴν τῶν πόλεων εἶναι πρὸς αὐτὸν, καὶ ζῶντος τοῦ πατρὸς καὶ μετὰ τελευτήν. οὕτω γὰρ ἐν ἀσφαλείᾳ ἔσεσθαι αὐτόν τε καὶ φίλους, καὶ βασιλέα τὸν γαμβρὸν, κἂν βούλοιτο, μηδὲν δυνήσεσθαι δεινὸν ἐπάγειν. οἱ μὲν οὖν τοιαῦτα παρῄνουν, ἠρέμα τὸν νέον εἰς ἀποστασίαν ἄγοντες καὶ σπέρματα καταβάλλοντες πονηρὰ τῆς μετὰ ταῦτα πονηροτέρας ἐσομένης βλάστης.
https://byzantium.gr/

ηʹ. Πειθόμενος δὲ αὐτοῖς τοῦ βασιλέως ὁ υἱὸς διὰ τοὺς ἐπισειομένους φόβους καὶ κινδύνους, ἐπεχείρησε τῷ ἔργῳ, ᾗ ἐκεῖνοι ἐβουλεύοντο, καὶ τὰς πόλεις ἀφίστη πρὸς ἑαυτὸν, γνώμην ἔχων ὡς ὕστερον δεησόμενος βασιλέως τοῦ πατρὸς, τὴν μὲν ἀρχὴν τῶν πόλεων αὐτὸν ἔχειν διὰ βίου, τελεῖν δὲ ὑπὸ τὴν αὐτοῦ τε καὶ βασιλέως τοῦ γαμβροῦ ἡγεμονίαν. ἐπεὶ δὲ ἐπύθετο ὁ βασιλεὺς, ὀργῇ μὲν ἐφέρετο ἀκράτῳ πρὸς τοὺς τὰ τοιαῦτα πεπεικότας καὶ ἤδη ὥρμητο πρὸς τιμωρίαν. ἔπειτα ἡμερότητι κεράσας τὸν θυμὸν, ᾔδει γὰρ ἐπιεικείᾳ ῥᾷον προσαξόμενος τὸν υἱὸν, Εἰρήνην βασιλίδα τὴν ἐκείνου μητέρα ἔπεμπε διαλλάξουσαν ἐκεῖνον τῷ πατρὶ καὶ τῶν ἀτόπων ἔργων ἀποστήσουσαν. ἡ δὲ ὀφθεῖσα μόνον τῷ υἱῷ, ῥᾷστα πάντα τὰ προσκόμματα διέλυε καὶ τὰς ὑποψίας. ἦν γὰρ οὐ συνετὴ μόνον καὶ δεινὴ χρήσασθαι πράγμασι μεγάλοις καὶ μεταποιῆσαι, ᾗ ἐβούλετο, ἀλλὰ καὶ Ματθαῖον τὸν υἱὸν ἐξόχως τῶν ἄλλων μᾶλλον φιλοῦσα παίδων καὶ φιλουμένη ὑπ' αὐτοῦ. ὅθεν οὐδὲ λόγων ἐδεήθη πρὸς αὐτὸν, ἀλλ' ἐκέλευε μόνον, καὶ πάνθ' ὑπήκουεν ἐκεῖνος. ἔπειτα τοὺς τῆς στάσεως αἰτίους λόγοις ἐπιπλήξασα καὶ ἀπειλήσασα τὰ δεινότατα, εἰ τοιαῦτα αὖθις πανουργεύοιντο, ἦσαν γὰρ αὐτῇ τῶν καθ' αἷμα προσηκόντων, καὶ τὸν υἱὸν, ὥσπερ καὶ πρότερον, πάνθ' ὑπείκοντα προθύμως ἀποδείξασα βασιλεῖ τῷ πατρὶ, ἀνέστρεφε. γενομένη δὲ ἐν Βυζαντίῳ, Ἀνδρόνικον εὗρε τὸν νεώτερον ἀποτεθνηκότα τῶν υἱῶν ὑπὸ τοῦ τότε ἐνσκήψαντος λοιμοῦ, ὃς ἐκ τῶν Ὑπερβορέων πρῶτον ἀρξάμενος Σκυθῶν, πάντα ἐπέδραμε σχεδὸν τὰ παράλια τῆς οἰκουμένης καὶ τὸ πολὺ διέφθειρε τῶν ἐνοικούντων. οὐ γὰρ Πόντον μόνον διῆλθε καὶ Θρᾴκην καὶ Μακεδονίαν, ἀλλὰ καὶ Ἑλλάδα καὶ Ἰταλίαν καὶ νήσους ἁπάσας, Αἴγυπτόν τε καὶ Λιβύην καὶ Ἰουδαίαν καὶ Συρίαν, καὶ κύκλῳ πᾶσαν σχεδὸν τὴν οἰκουμένην. οὕτω δὲ ἦν ἄμαχον τὸ κακὸν, ὡς μήτε δίαιταν μηδεμίαν, μήτε ῥώμην σώματος δυνηθῆναι ἀντισχεῖν. πάντα γὰρ ὁμοίως καθῄρει καὶ ἰσχυρὰ καὶ ἀσθενῆ σώματα, καὶ οἱ μάλιστα θεραπευόμενοι ὁμοίως ἀπέθνησκον τοῖς ἀπορωτάτοις. ἄνοσον μὲν γὰρ ἦν ἐκεῖνο τὸ ἔτος παντάπασιν εἰς τὰς ἄλλας ἀσθενείας. εἰ δέ τις καὶ προέκαμνέ τι, πάντα εἰς ἐκεῖνο κατέληγε τὸ νόσημα, καὶ οὔτε ἰατρῶν ἐξήρκει τέχνη οὐδεμία, οὔτε παρόμοιον πᾶσιν ἦν, ἀλλ' οἱ μὲν αὐτίκα οὐδὲ πρὸς βραχὺ ἀντέχοντες αὐθημερὸν ἀπέθνησκον, ἔνιοι δὲ καὶ αὐθωρόν· ὅσοι δὲ ἐπὶ δυσὶν ἀντεῖχον ἢ τρισὶν ἡμέραις, πρῶτα μὲν πυρετῷ κατείχοντο λαβροτάτῳ, καὶ ἐς τὴν κεφαλὴν τοῦ νοσήματος ἐμπίπτοντος, ἀφωνίᾳ κατείχοντο καὶ ἀναισθησίᾳ πρὸς πάντα τὰ γινόμενα, καὶ ὥσπερ πρὸς ὕπνον κατεφέροντο βαθύν. ἢν δέ που ἀνανήψειαν, φθέγγεσθαι μὲν ἐβούλοντο, δυσκίνητος δὲ ἡ γλῶσσα ἦν καὶ ἀδιάρθρωτα τὰ πολλὰ ἐφθέγγοντο, τῶν περὶ τὸ ἰνίον νεύρων νεκρωθέντων, καὶ τάχιστα ἀπέθνησκον. ἑτέροις δὲ οὐκ εἰς τὴν κεφαλὴν, ἀλλ' εἰς τὸν πνεύμονα ἐμπίπτον τὸ κακὸν, φλόγωσίς τε ἦν αὐτίκα πρὸς τὰ ἔνδον, καὶ δριμείας ἐνεποίει ἀλγηδόνας περὶ τὰ στήθη· ὕφαιμόν τε πτύελον ἀνέπεμπον καὶ πνεῦμα ἄτοπον ἀπὸ τῶν ἔνδον καὶ δυσῶδες· ἥ τε φάρυγξ καὶ ἡ γλῶσσα καταξηραινόμενα ὑπὸ τοῦ καύσονος, μέλανα καὶ αἱματώδη ἦσαν· καὶ ποτὸν τό τε πλέον καὶ τὸ ἔλασσον ἐν ὁμοίῳ καθειστήκει· καὶ ἡ ἀγρυπνία ἐπέκειτο διὰ παντὸς καὶ ἀπορία πανταχόθεν ἦν ἐπί τε ταῖς ὠλέναις ταῖς ἄνω καὶ κάτω, οὐκ ὀλίγοις δὲ καὶ πρὸς τὰς σιαγόνας, καὶ ἕτεροις ἐν ἑτέροις μέρεσι τοῦ σώματος ἀποστάσεις ἐγίνοντο, τοῖς μὲν μείζους, τοῖς δὲ ἐλάσσους, καὶ μέλαιναι φλυκτίδες ἀνεφύοντο. ἑτέροις δὲ ὥσπερ στίγματα μέλανα κατὰ παντὸς τοῦ σώματος ἐξήνθει, τοῖς μὲν ἀραιά τε καὶ διαφανέστερα, τοῖς δ' ἀμυδρότερα καὶ συνεχῆ· καὶ πάντες ὁμοίως ὑπὸ πάντων ἔθνησκον. τοῖς μὲν γὰρ τὰ πάντα ἐπεγίνετο, τοῖς δὲ πλείω ἢ ἐλάσσω, οὐκ ὀλίγοις δὲ καὶ ἓν τῶν πάντων ἤρκεσε πρὸς θάνατον· ὅσοι δὲ ἐκ πολλῶν ὀλίγοι ἠδυνήθησαν διαφυγεῖν, οὐκέτι ὑπὸ τοῦ αὐτοῦ κατείχοντο κακοῦ, ἀλλ' ἐν τῷ θαρσαλέῳ ἦσαν ἤδη. δὶς γὰρ οὐκ ἐπελάμβανεν, ὥστε καὶ κτείνειν· ἀποστάσεις δὲ ἐγίνοντο μεγάλαι πρὸς τοῖς μηροῖς ἢ ἐν ταῖς ὠλέναις· ὧν τεμνομένων, σφάκελλος ἐξέῤῥει δυσώδης καὶ πολὺς, καὶ τὸ νόσημα διεφορεῖτο εἰς ἐκεῖνο, τὴν διενοχλοῦσαν ὕλην ἀποῤῥίπτον. πολλοὶ δὲ καὶ ὑπὸ πάντων κατασχεθέντες, παρὰ δόξαν διεσώζοντο. ἦν δὲ ἐπικουρία οὐδεμία οὐδαμόθεν. ὃ γὰρ ἑτέρῳ συνήνεγκε, τοῦθ' ἑτέρῳ τὰ ἴσα πάσχοντι δηλητήριον ἐγίνετο· καὶ ἕτερος ἀφ' ἑτέρου θεραπείας ἀνεπίμπλαντο τῆς νόσου, καὶ τὴν πλείστην φθορὰν τοῦτο ἐνεποίει, καὶ πολλαὶ οἰκίαι ἐκενώθησαν τῶν οἰκητόρων, καὶ τῶν ἀλόγων τοῖς κυρίοις συναποθανόντων. δεινότατον δὲ ἦν ἡ ἀθυμία. ὁπότε γάρ τις αἴσθοιτο κάμνοντος ἑαυτοῦ, ἐλπὶς οὐδεμία σωτηρίας ὑπελείπετο, ἀλλὰ πρὸς τὸ ἀνέλπιστον τραπόμενοι, προΐεντο σφᾶς αὐτοὺς καὶ ἀπέθνησκον ἐν τῷ αὐτίκα, μεγάλην ῥοπὴν τῷ νοσήματι τὴν ἀθυμίαν προστιθέντες. τὸ μὲν οὖν τῆς νόσου εἶδος τοιοῦτον κρεῖσσον λόγου ἦν· ὅθεν καὶ μάλιστα ἐδεδήλωτο, οὐ τῶν συντρόφων καὶ τῇ φύσει προσηκόντων τῶν ἀνθρώπων, ἀλλ' ἕτερόν τι ὂν ὑπὸ θεοῦ τοῖς ἀνθρώποις ἐπενηνεγμένον πρὸς σωφρονισμόν· καὶ πολλοὶ ἐκ τοῦ τοιούτου βελτίους τὴν ψυχὴν ἐγένοντο σωφρονισθέντες, οὐ μόνον οἱ τελευτήσαντες, ἀλλὰ καὶ ὅσοι περιεγένοντο τῆς νόσου. πάσης γὰρ ἀπέσχοντο κακίας ἐν τῷ τότε χρόνῳ καὶ ἀρετῆς ἐπεμελοῦντο· καὶ πολλοὶ τὰ ὄντα πένησι διένειμον καὶ πρὶν τὴν νόσον εἰς αὐτοὺς ἐγκατασκῆψαι· εἰ δέ ποτε καὶ αἴσθοιντο αὐτοὺς κατεχομένους, οὐδεὶς ἦν οὕτως ἀναλγήτως ἔχων, ὥστε μὴ μετάνοιαν ἐνδείξασθαι τῶν πεπλημμελημένων καὶ πρὸς τὰ ἐκεῖ δικαιωτήρια μὴ πρόφασίν τινα παρασχεῖν τοῦ σωθήσεσθαι ὑπὸ θεοῦ, εἰ μὴ πάνυ ἀνιάτως εἶχε καὶ ἀθεραπεύτως τὴν ψυχήν. ὑπὸ τῆς τοιαύτης νόσου πλεῖστοί τε ἀπέθανον ἐν Βυζαντίῳ τότε, καὶ ὁ βασιλέως παῖς Ἀνδρόνικος κατασχεθεὶς ἐτελεύτησε τριταῖος. βασιλὶς δὲ ἡ μήτηρ, ἐπεὶ ἐπύθετο τοῦ παιδὸς τὴν τελευτὴν, ὑπὸ σφοδροτάτης ἀλγηδόνος πληγεῖσα τὴν καρδίαν, διὰ βίου ἀνεξάλειπτον ἔσχε τὴν μνήμην τοῦ παιδός. ἦν γὰρ οὐ μόνον ἀγαθὸς ἰδεῖν, ἀλλὰ καὶ πρὸς πάντα μάλιστα, ὅσα νέον οἶδε κοσμεῖν, ἔχων εὐφυῶς καὶ μεγάλας ἐλπίδας ὑποφαίνων τοῦ τῶν γεγεννηκότων ἄξιον ἑαυτὸν ἀποφανεῖν. μετὰ τοῦτο δὲ ὁ βασιλεὺς βασιλέα τὸν γαμβρὸν ἔχων, πρὸς τὰς τῆς Θρᾴκης ἐξῄει πόλεις καὶ πάσας περιῆλθε, τοῦτο μὲν βασιλέα πᾶσιν ἐμφανίζων ἄχρι τότε ἀγνοούμενον ταῖς πόλεσι, καὶ πᾶσιν ἔργοις αὐτοῖς κατάδηλον ποιῶν, ὡς τὴν πατρῴαν βασιλείαν ὁ νέος διαδέξοιτο βασιλεὺς, τοῦτο δὲ πρὸς τοὺς πόνους στρατιώτῃ πρέποντας ἀσκῶν. ἥδετό τε κατάκρας ὁ πρεσβύτερος βασιλεὺς ὁρῶν τὸν νέον ἐπιτηδείως ἔχοντα πρὸς τὰς στρατείας καὶ μεγάλα ἐπαγγελλόμενον ἐκ τῶν παρόντων. ἀλύπως γὰρ καὶ ἱλαρῶς τούς τε πόνους ἔφερε, καὶ τῆς διαίτης τὴν ἐναλλαγὴν, καὶ πάντα ἔπραττεν ὁμοίως τοῖς εἰθισμένοις ἐκ πολλοῦ.

θʹ. Αὖθίς τε εἰς Βυζάντιον ἀναστρέψας ὁ βασιλεὺς, πρὸς τὸν Ρώμης ἐπίσκοπον Κλήμεντα τόν τε Σπανόπουλον Γεώργιον τὸν πρωτοβεστιαρίτην καὶ Σιγηρὸν τὸν πραίτωρα τοῦ δήμου, καὶ ἐκ τοῦ Λατίνων γένους Φρανσὲς ὄνομά τινα, πολὺν ἤδη χρόνον δεδουλευκότα βασιλεῖ, τῶν ἐπιτηδείων δ' ὄντα καὶ γνωρίμων πάπᾳ, πρέσβεις ᾑρεῖτο. ἡ πρεσβεία δὲ ἦν, ἅμα μὲν ἀπαλείφουσα τῆς πάπα ψυχῆς τὰς περὶ βασιλέως προσπεσούσας φήμας. ᾔδει γὰρ αὐτὸν περὶ αὐτοῦ ἀκηκοότα, ὡς κατὰ τὸν τοῦ πολέμου χρόνον βαρβάροις χρήσαιτο συμμάχοις, ἀναιροῦσι καὶ ἐξανδραποδιζομένοις ὁσημέραι τοὺς Ρωμαίους. διὸ περὶ πλείονος ἐποιεῖτο τὰς αἰτίας τῶν συμβεβηκότων πάπαν καταμαθεῖν, καὶ ὡς ἀνάγκῃ διὰ τὸν περισχόντα πόλεμον ἐπὶ τοιαῦτα ἔλθοι, ἀλλ' οὐ τὴν κοινωνίαν τῶν βαρβάρων ἀσπαζόμενος. ἔπειτα ἐδεῖτο καὶ τὴν μελετωμένην ὑπ' αὐτοῦ πάπα καὶ τῶν κατὰ τὴν Ἰταλίαν καὶ τὴν ἄλλην ἑσπέραν κατὰ τῶν βαρβάρων ἔφοδον τῶν πολεμίων τῷ στρατηγῷ ἐπ' αὐτοῦ νυνὶ γεγενῆσθαι. ἥδεσθαί τε γὰρ μάλιστα ἐπὶ τῇ ἐκείνων ἀπωλείᾳ καὶ φθορᾷ καὶ αὐτὸν τὰ μέγιστα συνεργήσειν, οὐ μόνον διάβασιν παρέχοντα τῇ στρατιᾷ πρὸς τὴν Ἀσίαν ἄπονον, ἀλλὰ καὶ αὐτὸν συμπαρόντα μετὰ τῆς στρατιᾶς καὶ συναγωνιζόμενον προθύμως. τῶν μὲν γὰρ ἄλλων πλεονεκτημάτων τοῖς πρὸ αὐτοῦ βεβασιλευκόσι ῥᾷστα ἂν παραχωρήσειε· προθυμίας δὲ τῆς περὶ τὰ καλὰ καὶ τοῦ βούλεσθαι τοὺς βαρβάρους ἐπιδεῖν πάσχοντας ἀντίῤῥοπα τοῖς τολμηθεῖσι κατὰ Χριστιανῶν ἐπὶ τοσοῦτον χρόνον, οὐδενί. ἡ μὲν οὖν πρεσβεία τοιαύτη ἦν, καὶ πάντα ἐτελεῖτο κατὰ γνώμην βασιλεῖ. διαλεγομένων γὰρ τῶν πρεσβέων τῷ πάπᾳ περὶ ὧν ἧκον, ἐκεῖνος τὸν λόγον ἀναλαβὼν, πάντα διηγεῖτο ἀκριβῶς, ὥσπερ ἂν αὐτὸς παρὼν τοῦ πολέμου τελουμένου. θαυμαζόντων δὲ τῶν πρεσβέων καὶ πυνθανομένων, ὅθεν εἰδείη ταῦτα ἀσφαλῶς, παρὰ Ζαμπαίας τῆς ἐκ Σαβωΐας ἔφασκεν ἀκηκοέναι βασιλίδι συμπαρούσης ἐν Βυζαντίῳ ἀπ' ἀρχῆς μάλιστα τοῦ πολέμου ἄχρι τέλους· ἣ μετὰ τὸ βασιλέα Βυζάντιον ἑλεῖν, ἀπαίρουσα εἰς τὴν οἰκείαν, πάντα διηγεῖτο ἀκριβῶς τῷ πάπᾳ συντυχοῦσα, ὡς ἐγένετο, μηδὲν ἀποκρύψασα τῆς ἀληθείας. ἐπῄνει τε ὁ πάπας βασιλέα καὶ ὑπερηύχετο αὐτοῦ, ὅτι πολεμηθεὶς ἀδίκως οὕτω καὶ διαβληθεὶς ὑπὸ συκοφαντῶν καὶ τοσαῦτα ἐνεγκὼν δεινὰ κατὰ τὸν πόλεμον, ἐπειδὴ τοῖς ὅπλοις περιεγένετο τῶν ἀντισχόντων, οὐδὲν μικρόψυχον ἔπαθεν, οὐδ' ἀγεννές· οὐδὲ ἐμνησικάκησε τοῖς κακοῖς περὶ αὐτὸν γεγενημένοις, καὶ ταῦτα ὑπ' ἐκείνου πρότερον πολλὰ εὐεργετηθεῖσιν, ἀλλὰ βασιλίδι τε καὶ τοῖς παισὶν ἄξιος ὤφθη ἑαυτοῦ καὶ τῆς βασιλέως τοῦ φίλου περὶ αὐτὸν σπουδῆς, καὶ τοῖς ἄλλοις ἅπασιν ὁμοίως ἥμερος καὶ προσηνὴς, οὐ μόνον τῶν τετολμημένων δίκας μηδένα ἀπαιτήσας, ἀλλὰ καὶ φιλοτίμως εὐεργετῶν ἐξ ἀντιστρόφου. μάλιστα δὲ ἐπῄνει τὸ τὴν θυγατέρα συναρμόσαι βασιλεῖ τῷ νέῳ καὶ τὴν πατρῴαν ἀποδοῦναι βασιλείαν. φιλοτιμότατά τε ὁ πάπας περὶ τοὺς βασιλέως πρέσβεις διατεθεὶς ἐν προεδρίαις καὶ προπομπαῖς καὶ ὑπαντήσεσι καὶ τοῖς ἄλλοις τοῖς προσήκουσιν, ἔπειτα ἀπέπεμπε, καὶ πρέσβεις δύο τῶν ἐπισκόπων συνεκπέμψας, ὧν ὁ ἕτερος τοῦ μενουρίων τάγματος ἦν Γελίελμος προσαγορευόμενος, Οὔγα δὲ Σπὲρτ ὁ λοιπὸς ἐκαλεῖτο ἐκ τῶν κηρύκων προσαγορευομένων ὢν, ἀρετῆς τε μάλιστα ἀντιποιούμενοι καὶ τὴν θύραθεν σοφίαν εἰς ἄκρον μεμελετηκότες· δι' ἃ καὶ μάλιστα ἡδεῖς ἦσαν ἐν ταῖς συνουσίαις καὶ πιθανοὶ πρὸς διαλέξεις. οὓς ὁ βασιλεὺς μετὰ πολλῆς ἐδέξατο τῆς εὐμενείας καὶ τῆς τιμῆς, καὶ ἡδέως ὡμίλει ὁσημέραι καὶ συνῆν, αὐτοί τε προὔργου παντὸς ἐποιοῦντο τὸν χρόνον, ὃν αὐτῷ συνῆσαν, ὅσα ἐπ' ἐκείνου προβληθείη καθημέραν, καὶ οἷα περὶ τῶν προβλημάτων διαλεχθείη γράφειν, ἵνα μὴ λάθῃ, τῆς μνήμης ἐκρυέντα. ἃ εἰς Ἰταλίαν ἀγαγόντες καὶ πάπᾳ τε καὶ τοῖς ἐκεῖσε διαδόντες σοφοῖς, μέγαν ἐκ τούτων ἀπεδείκνυον βασιλέα, καὶ ἀπὸ γλώττης οὐκ ὀλίγα ἐξηγούμενοι αὐτοί. ταῦτα μὲν οὖν ὕστερον. τότε δὲ μετὰ τὴν ἄφιξιν μικρὸν ἀπήγγελλον βασιλεῖ τὰ περὶ τῆς πρεσβείας. τὰ δὲ ἦν πρῶτα μὲν εὐχαριστίαι καὶ εὐχαὶ τῆς περὶ βασιλέα τὸν νέον κηδεμονίας καὶ βασιλίδα τὴν μητέρα, ὅτι ἃ μηδ' ἄν τις προσεδόκησε μετὰ τὸν τοσοῦτον πόλεμον καὶ τὴν ἄσπονδον ἐκείνην ἔχθραν καὶ τὴν πρὸς αὐτὸν ἀγνωμοσύνην τῶν διαβαλόντων, οὐ πρὸς τὰ γεγενημένα εἶδεν, ἀλλ' ἀρκεῖν ἡγήσατο τὸ τῶν πρὸς τὸν πόλεμον αἰτίων ὀφθῆναι μόνον καθαρόν. αὐτὸς δὲ, ὥσπερ οὐδενὸς μεταξὺ καινοῦ γεγενημένου, τὸ ἀρχαῖον ἦθος διεσώσατο, καὶ τὴν περὶ τοὺς βασιλέως παῖδας εὐγνωμοσύνην καὶ κηδεμονίαν, ἣν εἶχεν ἐξαρχῆς εὐθὺς μετὰ τὴν ἐκείνου τελευτήν. ἔπειτα δὲ καὶ τὴν κατὰ τῶν βαρβάρων ἔφοδον ἐμήνυε, καὶ τοῖς ἄλλοις μὲν τοῖς πρὸ αὐτοῦ Ρώμης ἐπισκόποις εἶναι περισπούδαστον, μᾶλλον δὲ αὐτῷ τῶν ἄλλων εἶναι κατὰ γνώμην καὶ πολλοῖς πολλάκις περὶ τούτου διειλέχθαι τῶν κατὰ τὴν Ἰταλίαν δυναστῶν, καὶ πάντας παρακαλεῖν ἐπὶ τὸ ἔργον κοινῇ πρὸς τὴν ἐλευθερίαν ἀπὸ τῶν βαρβάρων τῶν Χριστιανῶν ἐσόμενον, καὶ αὐτὸν ἕτοιμον εἶναι καὶ χρήματα παρέχειν καὶ στρατιὰν, ὅσην ἂν μάλιστα ἐξῇ, καὶ μεγίστην πρὸς τὸν πόλεμον παρέχεσθαι συντέλειαν. νυνὶ δὲ καὶ μᾶλλον ὑπὸ τῶν αὐτοῦ λόγων καὶ τῆς πρεσβείας ἐξωρμῆσθαι, καὶ χάριν αὐτῷ εἰδέναι ὑπὲρ τῆς προθυμίας, ἧς ἐνδείκνυται, τοῖς βαρβάροις ὑπὲρ τῶν τὴν εἰς Χριστὸν πίστιν ἑλομένων τὸν πόλεμον ἐπεγείρων. εἰ δὲ πρὸς τοῖς ἄλλοις ἀγαθοῖς, ὧν αἴτιος σπουδάζει Ρωμαίοις καταστῆναι, καὶ τῶν ἐκκλησιῶν πραγματεύσαιτο τὴν ἕνωσιν, καὶ δι' αὐτοῦ τὰ διεστηκότα τοῦ Χριστοῦ μέλη συναφθείη, οὐκ ἀνθρώποις μόνον πᾶσιν, ἀλλὰ καὶ ταῖς οὐρανίοις δυνάμεσι καὶ αὐτῷ θεῷ μεγάλης ἂν εὐφροσύνης αἴτιος κατασταίη. τοιαῦτα μὲν ὁ πάπας διὰ τῶν ἐπισκόπων ἐπρεσβεύετο. βασιλεὺς δὲ καὶ αὐτὸς πρῶτα μὲν τῷ πάπᾳ χάριτας ὡμολόγει τῆς τε περὶ αὐτὸν εὐνοίας καὶ τοῦ κατὰ βαρβάρων τῶν Χριστιανοῖς ἐχθρῶν ῥᾳδίως ἐξωρμῆσθαι. αὐτόν τε διπλῇ διὰ τὸν κατὰ τῶν βαρβάρων ἔλεγε χαίρειν πόλεμον, τοῦτο μὲν ὡς ὑπὲρ τῆς κοινῆς τῶν ἀπὸ Χριστοῦ καλουμένων ὠφελείας ἔσοιτο, τοῦτο δ' ὅτι κοινωνὸς ἔσται καὶ αὐτὸς τοῖς τὸν καλὸν ἀγῶνα τοῦτον ἀγωνισομένοις. οὕτω γὰρ εἶναι παρεσκευασμένος, ὡς καὶ ναυσὶ καὶ χρήμασι καὶ ὅπλοις καὶ ἵπποις καὶ πᾶσιν, οἷς ἔχει, κατ' ἐκείνων ἐξορμήσων, κέρδος μέγιστον ἡγούμενος τὸ ὑπὲρ τῶν τοιούτων ἀγωνιζόμενος ἀποθανεῖν. περὶ δὲ τῶν διεστηκότων τοῦ Χριστοῦ μελῶν τῆς ἑνώσεως καὶ ἁρμονίας καὶ τῆς εἰρήνης τῶν ἐκκλησιῶν ὅσην ἔχει τὴν ἔφεσιν καὶ τὴν σπουδὴν, οὐδὲ λόγοις δύνασθαι καταφανὲς ποιεῖν. πλὴν οὕτως εἶναι καὶ πρὸς ταῦτα παρεσκευασμένον, ὥστ', εἰ δεήσειεν αὐτὸν ὑπὲρ τῆς ὁμονοίας ἀποσφαγῆναι, οὐ μόνον ἐμπαρέξειν ἑαυτὸν προθύμως, ἀλλὰ καὶ μάχαιραν προσεπιδοῦναι· ἢ εἰ δόξειε καυθέντα διὰ τῆς τέφρας τοῦ ἐκείνου σώματος τὴν ἕνωσιν ταῖς ἐκκλησίαις βραβευθῆναι, αὐτὸν ἐπὶ τὴν πυρὰν πρῶτον ἐπιθεῖναι ξύλα, δι' ὧν ἐκτεφρωθῆναι περιέσται. δέον μέντοι τοῦτο τὸ μέγα τε καὶ θαυμάσιον καὶ τῶν ἄλλων ἀντάξιον πάντων ἔργον μὴ ἁπλῶς οὕτω καὶ εἰκῇ καὶ ἀπερισκέπτως γίνεσθαι, ἀλλὰ πολλῆς πρότερον ἐρεύνης ἀξιώσαντας καὶ πᾶσαν σπουδὴν ἐνδειξαμένους περὶ τοῦ ὄντος ἀγαθοῦ, οὕτω χωρεῖν ἐπὶ τὴν αἵρεσιν τῶν δοκούντων ὀρθῶν καὶ ἀσφαλῶν περὶ τὴν πίστιν. ἄτοπον γὰρ περὶ ἐπιγείων μέν τινων βουλευομένους, ὧν μικρά τε ἡ ὄνησις ἐπιτυχοῦσι καὶ ἡ ζημία σφαλεῖσι φαυλοτέρα, περὶ ταῦτα μὲν πᾶσαν ἐνδείκνυσθαι σπουδὴν, μὴ τοῦ δοκοῦντος ἀγαθοῦ διαμαρτεῖν, περὶ οὐρανίων δὲ τοῦ λόγου ὄντος καὶ τῶν περὶ τὴν πίστιν ἀπλανῶν δογμάτων, τούτων ὀλίγην τινὰ ποιεῖσθαι τὴν φροντίδα καὶ μόνοις ἑαυτοῖς θαῤῥεῖν πρὸς τοσοῦτον γνώσεως ὕψος ἐξαρκέσειν. τοῦτο γὰρ εἶναι τοῦτο, ὃ καὶ τὴν διάστασιν ἐνεποίησε ταῖς ἐκκλησίαις ἐξαρχῆς. εἰ γὰρ οἱ πρώτως τὰ νῦν ὑπὸ τῆς Ρωμαίων ἐκκλησίας πρεσβευόμενα δόγματα ἐξενεγκόντες μὴ ἐθάῤῥησαν ἑαυτοῖς, μηδὲ τῶν ἄλλων κατεφρόνησαν, ἀλλ' εἰς μέσον προὔθηκαν τοῖς ἄλλοις τῶν ἐκκλησιῶν προστάταις ἐξετάζειν, οὐκ ἂν ἄχρι τοσούτου τὸ κακὸν προὐχώρησεν, οὐδὲ τὰ Χριστοῦ διῄρητο μέλη καὶ ἐκπεπολέμωτο ἀλλήλοις. ἢ γὰρ, εἰ καλῶς εἶχεν, ὑπὸ πάντων ἂν ἐστέρχθη καὶ οὐδεμία ἀμφισβήτησις ἐγίνετο περὶ τῶν πᾶσιν ὁμοίως ὡμολογημένων, ἢ, εἴ τι τοῦ καλῶς ἔχοντος ἐφαίνετο ἐκπίπτοντα, πᾶσιν ὁμοίως λήθης παρεπέμφθη καὶ σιγῆς βυθῷ. ἀρχαῖος δὲ ὁ τρόπος καὶ τοῖς πρώτοις τοῦ εὐαγγελίου κήρυξι τετιμημένος. καὶ γὰρ καὶ Παῦλος ἐκοινοῦτο τοῖς ἀποστόλοις τὸ εὐαγγέλιον, δεδοικώς, φησι, μὴ εἰς κενὸν τρέχει, ἃ μὴ φίλα καταγγέλλων θεῷ, καίτοι γε εἰς τρίτον οὐρανὸν ἁρπαγεὶς καὶ μυσταγωγηθεὶς τὰ ἄῤῥητα. καὶ βασιλεῖ γὰρ τῷ πρώτῳ Παλαιολόγων Μιχαὴλ τοῦτο τετολμημένον οὐ συνήνεγκεν, ἀλλὰ χεῖρον γέγονε τὸ ῥῆγμα, καὶ ἡ διάστασις χαλεπωτέρα. δι' ἃ οὐδὲ αὐτὸς οἴομαι πεισθήσεσθαί ποτε πρὶν οἰκουμενικὴν σύνοδον ἀθροισθεῖσαν τὸ δοκοῦν ἀσφαλὲς ἀποφήνασθαι περὶ τὴν πίστιν, ἐπιχειρήσειν αὐτός τε προσέχειν καινοτομίαις, καὶ βιάζεσθαι τοὺς ἄλλους, οὐ διὰ τὴν ἐκκλησίαν μόνον καὶ τὸ Χριστιανῶν ἅπαν πλήρωμα, ἀλλὰ καὶ δι' ἐμὲ αὐτόν. καὶ γὰρ οὕτως ἔχω, ὡς πᾶσι μὲν πεισθησόμενος, ἅττα ἂν ὑπὸ κοινῆς γνώμης τῶν ἀρχιερέων περὶ τῆς πίστεως ἐπιψηφισθείη, τούτου δὲ ἀπόντος, καινοτομίᾳ οὐδεμιᾷ προσέξω. οἴομαι δὲ καὶ τοὺς ἀρχιερέας ἅπαντας καὶ τοὺς ἄλλους τοὺς δογμάτων τῶν τῆς ἐκκλησίας τροφίμους πρὸς τοῦτο μὲν ἔσεσθαι προθύμους μάλιστα· ἂν δὲ βιάζοιντο ἀρχικῶς, τὰ ὦτα βύσαντας, μηδὲ τῆς πρώτης ἀνέξεσθαι φωνῆς. καίτοι γε οὐδὲ παρ' ὑμῖν ἐμὲ ἀξιόχρεων ἐγὼ νομίζω ἔσεσθαι πρὸς πίστιν περὶ τῶν μελλόντων, εἰ ῥᾳδίως οὕτω καὶ ἀνεξετάστως ἐπὶ τὰ δοκοῦντα δόγματα ὑμῖν μεταχωρήσω. ὁ γὰρ τοῖς ὑπὸ τῶν προγόνων παραδεδομένοις καὶ οἷς συντέθραπτο αὐτὸς, μὴ πάνυ προσέχων ἀσφαλῶς, ἀλλ' ἐξ ἑτοίμου προϊέμενος, τίνα ἂν ἔχοι περὶ τῶν προσφάτων πίστιν; δι' ἃ νομίζω δέον εἶναι, εἴγε καὶ ὑμῖν συνδοκεῖ, περὶ τῶν οὕτω μεγάλων σύνοδον οἰκουμενικὴν, ἐν ᾗ οἵ τε ἑῷοι καὶ οἱ ἑσπέριοι παρέσονται ἀρχιερεῖς, γενέσθαι. τούτου δὲ γεγενημένου, πιστὸς ὁ θεὸς, ὃς ἡμᾶς οὐκ ἐάσει τῆς ἀληθείας ἀποπλανηθῆναι. εἰ μὲν οὖν ὥσπερ πρότερον ὑπὸ τὴν Ρωμαίων βασιλείαν ἥ τε Ἀσία καὶ Εὐρώπη διετέλει, παρ' ἡμῖν ἔδει τὴν σύνοδον ἀθροισθῆναι. ἐπεὶ δὲ τοῦτο νῦν ἀδύνατον, ὅ,τε γὰρ πάπας ἐνταῦθα ἀφικέσθαι ἀδυνάτως ἔχει, ἐμοί τε οὐ ῥᾴδιον τοσοῦτον ἀποστῆναι τῆς ἀρχῆς διὰ τοὺς συνεχεῖς πολέμους καὶ τοὺς πανταχόθεν ἐπιόντας ἡμῖν βαρβάρους τε τοὺς ὁμόρους καὶ τοὺς ἄλλους δυνάστας, οἳ περὶ τὴν πίστιν ἡμῖν οὐδὲν διαφερόμενοι, ὅμως πολέμιοί εἰσιν, εἰ καὶ τῷ πατρὶ συνδόξειε πάπᾳ, πρός τι τῶν παραλίων ἀφιξόμεθα χωρίων ἐκ συνθήματος, ὃ μέσως ἂν σχοίη ἑκατέροις πρὸς ἀπόστασιν τῶν οἴκοι. καὶ οὕτω συνελευσόμεθα, ἐκεῖνος μὲν τοὺς ἐκ τῆς ἑσπέρας ἔχων ἀρχιερέας, ἐγὼ δὲ τοὺς πατριάρχας καὶ τοὺς ὑπ' αὐτοῖς τελοῦντας ἐπισκόπους. πιστεύω δὲ θεῷ, ὡς ἀπράκτους ἡμᾶς ἐπανελθεῖν οὐκ ἐάσει, ἀλλὰ τῇ σφετέρᾳ χρησάμενος φιλανθρωπίᾳ, ὁδηγήσει ἡμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. ἐπὶ τέλει δὲ καὶ τοῦτο προσετίθει, ὡς, εἰ ἀρεστὸν εἴη πάπᾳ τὴν σύνοδον συγκροτηθῆναι, τάχιστα αὖθις πέμπειν ἀγγελίαν πρὸς αὐτὸν, ὅτι τε συνέθετο μηνύουσαν, καὶ τὸν τόπον καὶ τὸν χρόνον, ἐν ᾧ προσῆκον συνελθεῖν. οὐκ ὀλίγου γὰρ δεήσεσθαι χρόνου καὶ αὐτὸν, τούς τε πατριάρχας μεταπεμπόμενον καὶ τοὺς ἄλλους ἐπισκόπους. τοιαῦτα μὲν ὁ βασιλεὺς πρὸς τὴν πρεσβείαν πάπᾳ ἀπεκρίνατο. καὶ ἐδόκει βέλτιστα τοῖς πρεσβευομένοις ἐπισκόποις, οἳ πολλῶν πρότερόν τε καὶ μέλλοντες ἀναχωρεῖν παρὰ βασιλέως εὐεργεσιῶν τυχόντες, ἀπῆραν πρὸς τὴν οἰκείαν· καὶ παραγενόμενοι πρὸς πάπαν, τήν τε πρεσβείαν ἀπήγγελλον, καὶ πολλοὺς διεξῄεσαν ἐπαίνους ὑπὲρ βασιλέως καὶ τὰς γεγραμμένας ἐφημερίδας ἐπιδεικνύντες. πάπας δὲ καὶ αὐτὸς πρὸς τὴν σύνοδον φάμενος ἡδέως ἔχειν, ἔπεμπε κατὰ τάχος τοὺς ἐροῦντας βασιλεῖ, ὡς δοκοίη καὶ αὐτῷ βελτίστη ἡ παραίνεσις, καὶ τὴν συνέλευσιν τῶν ἐπισκόπων ποιοῖτο περὶ πλείστου. δέον μέντοι τοὺς ὑπ' αὐτὸν ἅπαντας γενομένους ἐν ταὐτῷ, τόπον τε κυροῦν καὶ χρόνον, καθ' ὃν ἔσται. οὐ πολλοῦ δὲ χρόνου παρελθόντος ἐν τῷ μεταξὺ, γράμματα αὖθις ἧκε πρὸς τὸν βασιλέα παρὰ πάπα, τῆς συνόδου τὴν ὑπέρθεσιν μὴ δοκεῖν ὑπ' ἀμελείας γίνεσθαι δηλοῦντα. αὐτὸν μὲν γὰρ προὔργου παντὸς ποιεῖσθαι τῶν ἐκκλησιῶν τὴν ἕνωσιν καὶ τῶν ἀναγκαιοτάτων μάλιστα νομίζειν εἶναι. πολέμου δὲ μεγάλου κεκινημένου κατὰ τὴν Ἰταλίαν, τῶν παρ' αὐτοῖς μεγίστων ῥηγῶν ἀλλήλοις ἐκπολεμωθέντων καὶ μελλόντων μυριάσι πολλαῖς ἀλλήλοις ἐπιέναι, προσήκειν μάλιστα αὐτῷ, πατρί γε ὄντι πνευματικῷ, περὶ εἰρήνης τοῖς μαχομένοις διαλέγεσθαι καὶ πείθειν κατατίθεσθαι τὸν πόλεμον. τούτου δὲ πραχθέντος κατὰ γνώμην, οὐδὲν ἕτερον αὐτῷ μᾶλλον ἔσεσθαι διὰ σπουδῆς, ἢ βουλευσαμένῳ περὶ τῆς συνόδου μετὰ τῶν ὑπ' αὐτὸν, δηλοῦν καὶ χρόνον καὶ τόπον, ἐν ᾧ συνελθόντες, περὶ ὁμονοίας καὶ εἰρήνης πράξουσι ταῖς ἐκκλησίαις. ἐπὶ τούτοις δὲ καὶ ὁ βασιλεὺς τῶν ἐν Γαλατᾷ διατριβόντων φίλων Ἰωάννην ὄνομα, τῆς τάξεως ὄντα τῶν κηρύκων, πρὸς πάπαν πέμψας, χάριτάς τε ὡμολόγει πολλὰς τῆς προθυμίας τε καὶ τῆς σπουδῆς, ἧς περὶ τῶν ἐκκλησιῶν τῆς εἰρήνης ἐπιδείκνυται. καὶ αὖθις ἠξίου τῶν ἴσων ἔχεσθαι, καὶ μὴ διὰ ῥᾳθυμίαν πόλεμον εἰσενηνεγμένον ταῖς ἐκκλησίαις περιορᾷν, δυναμένους καταλύειν.

ιʹ. Τοῦ χρόνου δὲ ἐν τοῖς τοιούτοις τριβομένου, Κλήμης ὁ πάπας ἐτελεύτησεν ἐν τῷ μεταξὺ, καὶ ἡ περὶ τῆς συνόδου αὖθις διελύετο φροντίς. βασιλεὺς δὲ καὶ βασιλέα ἐπαγόμενος τὸν γαμβρὸν, ἐπεστράτευσε Μηδείᾳ τῇ κατὰ τὸν Πόντον παραλίῳ πόλει, ἧς κατὰ τὸν τοῦ πολέμου χρόνον ἄρχων ὁ Τομπροτίτζας ὑπὸ βασιλίδος Ἄννης ἀναδειχθεὶς, οὐδὲ μετὰ τῶν βασιλέων τὴν ὁμόνοιαν ὑπείκειν βασιλεῖ τῷ Καντακουζηνῷ ἠβούλετο, ἀλλὰ χεῖρα λῃστρικὴν πολλὴν περὶ αὐτὸν ἀθροίσας, τὰς περιοίκους πόλεις ἐληΐζετο καὶ ἐκάκου οὐκ ὀλίγα. ὃν πρότερον μὲν ὁ βασιλεὺς ὑπ' ἄλλων ἀναγκαιοτέρων ἐπειγόμενος περιεώρα· ἐπεὶ δὲ ἔβλαπτον αἱ ἐκ Μηδείας λῃστεῖαι οὐ μικρὰ, πρῶτα μὲν ἐκ γῆς καὶ θαλάσσης πέμψας στρατιὰν ἐπολιόρκει, ἔπειτα Μανουὴλ δεσπότην τὸν υἱὸν ἄρχοντα καταλιπὼν ἐν Βυζαντίῳ καὶ τριήρεις κελεύσας ναυπηγεῖσθαι, Φακεωλάτον τὸν πρωτοστράτορα τῷ ἔργῳ ἐπιστήσας, πάνυ γὰρ ξυνεώρα ναυτικῆς δυνάμεως τὴν Ρωμαίων ἡγεμονίαν δεομένην, ἐξεστράτευσεν αὐτὸς, ἔχων καὶ τὸν νέον βασιλέα, καὶ ἐπεὶ ἐγένετο ἐν Μηδείᾳ, λόγους προσῆγε Τομπροτίτζᾳ περὶ τοῦ αὐτῷ ὑπείκειν καὶ τὴν πόλιν παραδιδόναι. ὁρῶν δὲ ἐκεῖνος, ὡς ἀδύνατος εἴη ὅπλα ἀνταίρειν βασιλεῖ, προσεχώρησεν ὁμολογίᾳ καὶ τὴν πόλιν ἐνεχείρισεν. ὃν ὁ βασιλεὺς εὐμενείας τε καὶ προνοίας ἠξίωσε τῆς προσηκούσης, καὶ τοῖς ἐπιφανεστέροις συγκατέλεξε Ρωμαίων. ἐπεὶ δὲ εἶχε Μήδειαν, βασιλέα μὲν τὸν νέον οἴκαδε ἐκέλευεν ἐπανιέναι καὶ τὸ πολὺ διέλυε τῆς στρατιᾶς κατὰ τὰς πόλεις, ἐκεῖνος δὲ ὀλίγους ἔχων, ἐπὶ Ἀδριανούπολιν ἐχώρει δημοσίων ἕνεκά τινων φροντίδων. μεταξὺ δὲ ὁδεύοντι ἠγγέλλετο, ὡς κατὰ τὸν Ἑλλήσποντον στρατιὰ Περσῶν ἱππικὴ περαιωθεῖσα ὀλίγῳ ἐλάσσους δισχιλίων ἐπιλέκτων, ἐτράπετο ἐπὶ λεηλασίαν κατὰ τὰς τῆς Θρᾴκης πόλεις. ἤχθετο μὲν οὖν εὐθὺς ὁ βασιλεὺς ἐπὶ τῆς στρατιᾶς τῇ διαλύσει· μεταπέμπεσθαι γὰρ αὖθις οὐκ ἐνῆν, οὐκ ἐξαρκοῦντος τοῦ χρόνου. ἐδεδίει γὰρ, μὴ ἐν ᾧ τὴν στρατιὰν συλλέγων διατρίβοι, οἱ Πέρσαι μὲν τὴν λείαν ἄγοντες αὖθις περαιωθῶσιν εἰς Ἀσίαν, ὑστερήσῃ δὲ ἐλθών. ὅθεν εἰς ἀνάγκην συνωθούμενος, ἐχώρει μεθ' ὧν εἶχεν ἐπ' ἐκείνους, καὶ εἰς τὴν ἐπιοῦσαν ἐγγὺς ἐγένετο Περσῶν, οἳ ἐστρατοπεδευμένοι ἦσαν κατὰ τὸ τοῦ Λίπικος ὄρος προσαγορευόμενον. συνέβη δὲ ἔν τε δυσχωρίαις τοὺς Πέρσας ἐστρατοπεδεῦσθαι καὶ μηδὲν εἰδέναι περὶ βασιλέως, ὡς ἐγγὺς εἴη συμπλέκεσθαι βουλόμενος. βασιλεῖ δὲ οὐκ ἐδόκει δεῖν ἐν δυσχωρίαις καὶ τάφροις καὶ φάραγξι διατετμημένοις χωρίοις τοξόταις καὶ εὐσταλέσι καὶ κούφοις καταφράκτους ἄγων συμπλέκεσθαι πρὸς μάχην. πρὸς γὰρ τῷ πολλαπλασίους εἶναι καὶ ἡ δυσχωρία οὐκ ὀλίγα συμβαλεῖται πρὸς τὴν νίκην. δι' ἃ ἐκέλευε τὴν στρατιὰν καταζευγνύειν ἐν τόποις μάλιστα συνηρεφέσι καὶ δυναμένοις ἀποκρύπτειν, πολλὴν πρόνοιαν ποιουμένους, μὴ κατάδηλοι γενέσθαι τοῖς βαρβάροις. καὶ διήγαγον οὕτω τὸ λεῖπον τῆς ἡμέρας, τοῖς βαρβάροις ἀντιστρατοπεδευομένοις ἀγνοούμενοι. δύνοντος δὲ ἡλίου ἤδη, οἵ τε βάρβαροι ἐκ τοῦ στρατοπέδου ἄραντες, ἐβάδιζον, ᾗ αὐτοῖς ἐδόκει, ἐπὶ τῷ ληΐσασθαι. καὶ ὁ βασιλεὺς τὴν στρατιὰν ἔχων, ᾔει σχολῇ κατόπιν διὰ πάσης τῆς νυκτὸς, πᾶσαν πρόνοιαν ποιούμενος ἀγνοηθῆναι. τῇ ἐπιούσῃ δὲ ἐν Μεσήνῃ τῇ πόλει συνηνέχθη τὰ στρατόπεδα ἀμφότερα· καὶ γενομένης συμβολῆς, ἐνίκων οἱ Ρωμαῖοι κατὰ κράτος. καὶ τοὺς πλείστους μὲν ἔκτειναν τῶν βαρβάρων, εἷλον δὲ καὶ ζῶντας πολλούς. ἔπεσε δὲ καὶ ὁ ἕτερος τῶν στρατηγῶν κατὰ τὴν μάχην, Καραμαχούμετ προσαγορευόμενος. ὁ δὲ λοιπὸς, Μαρατουμάνος, ὀλίγους τῶν ἐν τῷ αὐτίκα τὸ ἀποθανεῖν διαφυγόντων ἔχων, τῶν ἵππων ἀποβάντες λόφῳ προσεχώρησάν τινι καὶ καταστάντες ἠμύνοντο βάλλοντες συχνοῖς τοῖς βέλεσιν ἀπὸ τοῦ λόφου τοὺς Ρωμαίους, καὶ πολλοὺς ἐτίτρωσκον στρατιώτας τε καὶ ἵππους. κελεύσας δὲ ὁ βασιλεὺς ἀποσχέσθαι μάχης τὸ στρατόπεδον, ἐγγὺς γενόμενος αὐτὸς, ἐκέλευε τοῖς Πέρσαις προσχωρεῖν αὐτῷ, μηδὲν ὑποπτεύοντας δεινόν. ἦν γὰρ αὐτοῖς οὐκ ἄγνωστος, πολλάκις συστρατεύσασι κατὰ τὸν τοῦ ἐμφυλίου πολέμου χρόνον. οἱ δ' ἔφασαν γνώμης μὲν οὕτως ἔχειν, ὡς ἐν τοῖς ὅπλοις ἀποθνήσκειν ἀμυνόμενοι καὶ μὴ καταπροΐεσθαι τὰς τοῦ σώζεσθαι ἐλπίδας· μὴ δ' ἀλλάττεσθαι δουλείαν αἰσχρὰν καὶ ἀγεννῆ ἀντὶ τοῦ μαχομένους γενναίως ἀποθνήσκειν. αὐτοῦ δὲ καλοῦντος καὶ κελεύοντος θαῤῥεῖν, ὡς οὐδὲν ὑπομενοῦντας ἀγεννὲς, προθύμως ἐγχειρίσειν σφᾶς, καὶ προσῄεσαν αὐτίκα, καὶ περιιστάμενοι προσεκύνουν καὶ ἠσπάζοντο τοὺς πόδας, μόνον ἔχοντες ἐν μέσοις. διαλεγομένου δὲ ἐκείνου τοῖς Πέρσαις καὶ τὴν ἀγνωμοσύνην ὀνειδίζοντος, ὅτι τῶν φίλων ὄντες στρατεύσειαν ἐπὶ τὴν ἐκείνου, Νικηφόρος δεσπότης, ὁ βασιλέως γαμβρὸς, μετά τινων ἑτέρων νέων ἐξ εὐπατριδῶν, ἀταξίᾳ χρησάμενοι καὶ ἀβουλίᾳ, ἐν χρῷ κινδύνου κατέστησαν τὸν βασιλέα. ἀθρόον γὰρ τοῖς περιεστηκόσι Πέρσαις ἐπιδραμόντες, ἔκτεινον. ἐκεῖνοι δὲ γυμνώσαντες τὰ ξίφη, ῥᾳδίως μὲν ἂν, εἰ ἐβούλοντο, ἀπέκτενον βασιλέα ἐν μέσοις περιειλημμένον· νομίσαντες δὲ, ὅπερ ἦν, οὐ κατὰ τὴν ἐκείνου γνώμην, ἀλλ' ἀταξίᾳ τῶν στρατιωτῶν γεγενῆσθαι τὴν ἐπιβουλὴν, ἠγνωμόνησαν οὐδέν. βασιλεὺς δὲ ἐπεὶ ἑώρα κτεινομένους, ἐκέλευεν αὖθις εἰς τὸν λόφον ἀνατρέχειν Περσιστὶ καὶ σώζεσθαι· ἄπειρος γὰρ οὐ παντάπασιν ἦν τῆς ἐκείνων διαλέκτου. καὶ ἀνελθόντες αὖθις καθίσταντο εἰς μάχην, ἐννέα κατὰ τὴν ἔφοδον πεσόντων καὶ τοῦ στρατηγοῦ. βασιλεὺς δὲ πρὸς ὀργὴν τόν τε γαμβρὸν καὶ τοὺς στρατιώτας ἀφίστη τῶν Περσῶν, καὶ δίκας τῆς ἀταξίας ἐπετίθει· τοῖς περιλειφθεῖσι Πέρσαις δὲ κατὰ τὸν λόφον παρασχόμενος δωρεὰς, ἐλευθέρους ἀπέπεμπεν εἰς τὴν οἰκείαν, οὐχ ἑαυτοῦ νομίσας εἶναι μὴ διασώζειν τοὺς ἀπολυπραγμόνως πιστεύσαντας ἐκείνῳ τὴν σφετέραν σωτηρίαν. ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ Ματθαῖος ὁ υἱὸς, τῶν κατὰ τὴν Χαλκιδικὴν πόλεων ἔχων τὴν ἀρχὴν, ἑτέραν ἐνίκα στρατιὰν Περσῶν πεζήν. ἣν ναυσὶ περαιωθεῖσαν καὶ τὰ ἐκείνῃ χωρία ληϊζομένην ἐνίκησε συμβαλὼν, οὖσαν οὐκ ὀλίγην· καὶ τοὺς μὲν ἀπέκτεινε κατὰ τὴν μάχην, τοὺς δὲ εἷλε ζῶντας, οὐδενὸς ἀπολειφθέντος. συνηνέχθη δὲ κἀκεῖνον ἐν χρῷ κινδύνου κατὰ τὴν μάχην ἐκείνην γεγονέναι. ἀκρατῶς γὰρ ἐπελαύνων τοῖς πολεμίοις ὑπὸ προθυμίας καὶ κτείνων ἐν ταῖς διεξόδοις καὶ ἀναστροφαῖς, τοῦ ἵππου συμποδισθέντος, ἀπεῤῥύη. περιστάντων δὲ τῶν βαρβάρων, ἠμύνετο πεζὸς, καὶ τοῦ πρώτως ἐγγὺς γεγενημένου τὴν κεφαλὴν ἀπέτεμε τῷ ξίφει ἐπιπλήξας. οἱ δὲ ἄλλοι δείσαντες ὑπεχώρουν, καὶ τῶν οἰκείων στρατιωτῶν ἵππον ἕτερον προσαγαγόντων, ἀπαθής τε ἐπέβη καὶ τὴν νίκην καθαρὰν προσεξειργάσατο. αὐτίκα τε ἔπεμπε πρὸς βασιλέα τὸν πατέρα τοὺς τὴν νίκην ἀπαγγελοῦντας. τὰ ἴσα δὲ καὶ βασιλεὺς ἐποίει πρὸς τὸν υἱόν. καὶ συνέβαινε τοὺς ἀγγέλους τῶν τροπαίων κατὰ μέσην τὴν ὁδὸν ἀλλήλοις ὑπαντᾷν. βασιλεὺς δὲ μετὰ τὴν νίκην ἐκ Μεσήνης εἰς Διδυμότειχον ἐλθὼν, ἐνόσησε τοὺς νεφροὺς ἐφ' ὁλόκληρον ἐνιαυτὸν, καίτοι παρὰ πάντα τὸν βίον ἄχρι τότε μηδέποτε μηδὲν χρόνιον νοσήσας, ἀλλὰ κατὰ περίοδον ὀγδόου ἢ ἑβδόμου ἐνιαυτοῦ ὑπὸ τριταίου πυρετοῦ ὀχλούμενος, ἄχρι τρίτης περιόδου αὐτίκα ἀπηλλάττετο. τότε δὲ καὶ πρὸ τῆς μάχης τῶν νεφρῶν αὐτῷ ὀδυνωμένων, μετὰ τὴν μάχην εὐθὺς ἐπέκειτο λαμπρῶς τὸ νόσημα. ἐδόκει δὲ καὶ αὐτὸς αἰτίαν παρασχεῖν πρὸς τὸ ἄλγημα οὐ τὴν τυχοῦσαν. κατὰ γὰρ τὴν μάχην πολλῷ περιῤῥεόμενος ἱδρῶτι ἐκ τοῦ κατὰ τὸν ἀγῶνα μόχθου, ἄλλως θ' ὅτι καὶ πνῖγος ἦν ἐν θέρους ὥρᾳ, τὰ ὅπλα ἀποθέμενος, ἀνέμοις ἐνετύγχανεν εὐκράτοις καὶ πλέον ἢ προσῆκε ψύχουσιν, ἐξ ὧν ὑπωπτεύετο τὸ νόσημα ἐπιπλέον τὴν αἰτίαν σχεῖν. ἐνόσει μὲν οὖν ὁ βασιλεὺς καὶ ἰατρῶν ἐξήρκει τέχνη οὐδεμία, καίτοι γε τῶν μάλιστα εὐδοκιμεῖν δοκούντων ἰατρῶν ἐκεῖ παρόντων, ἄχρις ἐφ' ἑτέραν ἐνιαυτοῦ περιτροπὴν ἐλύθη αὐτομάτως, τὴν αἰτίαν συνιδεῖν τῶν ἰατρῶν μὴ δυνηθέντων, ἐξ ἧς ἐγένετο ἢ ἐλύθη. ἐτρέφετο δὲ συνήθως, μηδὲν παραβλαπτόμενος ὑπὸ τῆς ἀλγηδόνος τῶν νεφρῶν, καὶ ἐπέβαινεν οὐκ ὀλιγάκις ἵππου, πρὸς τὴν ἐπὶ κλίνης ἀχθόμενος διατριβὴν, δυσχερῶς δὲ καὶ οὐκ ἄνευ ἀλγηδόνων.



ιαʹ. Ἐν ὅσῳ δὲ ἐκεῖνος ἐνόσει ἐν Διδυμοτείχῳ, ὁ παρὰ τῶν ἐν Γαλατᾷ Λατίνων πόλεμος ἀνήπτετο, ἔσχε δὲ τὴν ἀρχὴν ἐξ αἰτίας τοιαύτης. τοῦτο τὸ γένος ἀεὶ μὲν ἐπίβουλον καὶ πολέμιον Ρωμαίοις καὶ πρὸς ἐπιορκίας ἑτοιμότατον, ἂν συνορῴη δυνατὴν τὴν ἐπιχείρησίν τινος· καὶ βασιλέως γὰρ τοῦ νέου Ἀνδρονίκου περιόντος, Φώκαιαν κατέσχον ἐπιορκήσαντες καὶ Μιτυλήνην, εἰ καὶ μηδὲν ἠδυνήθησαν ἀπόνασθαι τῆς πονηρίας, καλῶς καὶ μετὰ τῆς προσηκούσης αὐτοῖς αἰσχύνης ἐξελαθέντες, καὶ μετὰ τὴν ἐκείνου τελευτὴν, καθ' ὃν ὁ συγγενικὸς πόλεμος χρόνον Ρωμαίοις ἦν, Χίῳ ἐπιθέμενοι, ἐκράτησαν ἀμελήσαντες τῶν ὅρκων καὶ τῶν συνθηκῶν τῶν πρὸς Ἄνναν τὴν βασιλίδα· ὕστερον δὲ, ἐπεὶ ἡ εἰρήνη ἦν καὶ βασιλεὺς ὁ Καντακουζηνὸς ἐκράτει τῶν πραγμάτων, ἐδέοντο προσελθόντες παραχωρῆσαί σφισι τοῦ ὑπὲρ τὸ φρούριον χωρίου, πρόφασιν μὲν ὡς μείζω τοῦ φρουρίου τὸν περίβολον ποιήσοντες, τοῦ ὄντος πρὸς οἴκησιν οὐκ ἐξαρκοῦντος, τῇ δ' ἀληθείᾳ τὸ χωρίον βουλόμενοι τειχίσματι διαλαβεῖν, ἵνα μὴ ῥᾴδιοι πολιορκεῖσθαι εἶεν· ἄναντες γὰρ ὂν καὶ οἷον ἐπικρεμάμενόν σφισι κατὰ κεφαλῆς, οὐ μικρὰν παρεῖχε βλάβην, εἴποτε συμβαίη πρὸς πόλεμον Ρωμαίοις καταστῆναι. ἐνενόουν γὰρ οὐδὲν μικρὸν, ἀλλὰ θαλασσοκρατεῖν ἐβούλοντο καὶ Ρωμαίους ἀπείργειν πλεῖν, ὥς σφισι προσηκούσης τῆς θαλάσσης, ἑώρων γὰρ Ρωμαίους τότε μᾶλλον τῶν ἄλλων χρόνων προσχόντας τῇ θαλάσσῃ καὶ ὁλκάδας καὶ ναῦς ἑτέρας φορτηγοὺς οὐκ ὀλίγας κτησαμένους, πολλὴν πρόνοιαν Καντακουζηνοῦ τοῦ βασιλέως ποιησαμένου περὶ τοῦτο, ἃ ὑπενόουν βασιλέα οὐκ ἀνέξεσθαι. διὸ καὶ πρότερον ἢ ἐκφαίνειν, ἃ διενοοῦντο, τοὺς ὑπόπτους ἐβούλοντο προκαταλαμβάνειν τόπους, ἐξ ὧν ᾤοντο βλαφθήσεσθαι. βασιλεὺς δὲ αὐτῶν τὴν ἐπίνοιαν οὐκ ἀγνοῶν, ναῦς τε παρεσκευάζετο, ὡς, εἰ δέοι πολεμεῖν, ἑτοίμους εἶναι, καὶ τοῦ χωρίου τὴν παράληψιν αὐτοῖς ἀπηγόρευε παντάπασιν. ᾔδει γὰρ αὐτοὺς φόβῳ μᾶλλον, ἢ εὐγνωμοσύνῃ καὶ εὐορκίᾳ ἀποσχησομένους τῶν ἀτόπων βουλευμάτων. διὸ καὶ ὑπὸ τῶν ἄλλων Λατίνων ὄνοις παρεικάζεται τὸ γένος τοῦτο. ἐκεῖνός τε γὰρ, ἂν ὁ ἐλαύνων μὴ δύνηται βαρείας πληγὰς ἐντείνειν, οὐκ ὀρθοποδεῖ πρὸς τὴν ὁδὸν, ἀλλὰ παραφέρεται παρατρεπόμενος καὶ τῆς ὁδοιπορίας ἀμελῶν διὰ τὴν ἀδυναμίαν τοῦ ἐλαύνοντος· καὶ οὗτοι, ἂν μὴ τὸν τοῦ κακῶς παθεῖν φόβον ἔχωσιν ἐπηρτημένον, ἐξ οὐδεμιᾶς αἰτίας ἄλλης τὰ δέοντά ποτε βουλήσονται ποιεῖν. βασιλεὺς μὲν οὖν αὐτῶν εἰδὼς τὴν μοχθηρίαν, οὐ παρεχώρει τοῦ χωρίου. ἐκεῖνοι δὲ τάς τε τριήρεις ὁρῶντες κατασκευαζομένας, ἀχθόμενοί τε ὁμοίως πρός τε τὴν ἀποτυχίαν τοῦ χωρίου καὶ πρὸς τὸ πλῆθος τῶν φορτίδων, ἃς ἐκτήσαντο Ρωμαῖοι ναῦς, ἐσκέψαντο πόλεμον κινεῖν, ἵν' ὁμοῦ τε εἴργωσι Ρωμαίους τῆς θαλάττης, καὶ τὸ χωρίον, εἰ δύναιντο, τειχίζωσι, βασιλέως ἄκοντος. καὶ συνέλεγον λίθους λογάδην ἐφ' ἑτέραις δή τισι προφάσεσι, καὶ τὴν ἄλλην ὕλην συνεπόριζον ἐν ἀποῤῥήτῳ. ἐπεὶ δὲ βασιλεὺς νοσεῖν ἐν Διδυμοτείχῳ ἔγνωσται, καιρὸν εἶναι οἰηθέντες ἐπιτηδειότατον αὐτοῖς πρὸς ἐπιχείρησιν, ἀθρόον ἐπιτίθενται νυκτὸς τοῖς κατὰ τὴν περαίαν οἰκοῦσι Ρωμαίοις πρῶτον, καὶ τὰς οἰκίας ἁπάσας ἐνέπρησαν πυρί. εἰς τὴν ὑστεραίαν δὲ τὰς σφῶν τριήρεις ἐφοπλίσαντες, οὔσας παρεσκευασμένας, καὶ ἀκάτια καὶ λέμβους, ὅσα ἦν, τὰς ἔξω τειχῶν παρὰ τὴν θάλασσαν Βυζαντίου οἰκίας ἐνεπίμπρων καὶ ὁλκάδας τὰς μὲν ἐλάμβανον, τὰς δὲ ἐνεπίμπρων· κατέκαυσαν δὲ καὶ τὰς κατασκευαζομένας ἁπάσας τριήρεις πλὴν τριῶν, ἃς, ἐπεὶ τὸ κακὸν πάντα ἐπενέμετο, ἄραντες ἐξ οὗ κατεσκευάζοντο τόπου τοῦ Κοσμιδίου προσαγορευομένου, τοῦ βασιλέως υἱοῦ κελεύσαντος, διὰ τοῦ κατὰ τὴν καλουμένην Πίσσαν διιόντος ποταμοῦ διαγαγόντες, ἀνείλκυσάν τε πρὸς τὴν χέρσον, καὶ φρουρὰν ἑκατέρωθεν ἐπιστήσαντες, ἐφύλαττον. οὕτω μὲν οἱ Λατῖνοι τὸν πόλεμον κατὰ Ρωμαίων φανερῶς ἐξήνεγκαν, καὶ ἐξ ἐκείνου ἤδη τῆς θαλάσσης ἄρχοντες, πάντα ἄνω καὶ κάτω τὰ παράλια παραπλέοντες, ἐκάκουν καὶ πυρὶ τὰ πάντα ἐπενέμοντο, πανδημεί τε ἐξελθόντες, πρῶτα μὲν ἐτείχιζον τὸν λόφον, πύργον ἐγείροντες πρὸς τῇ ἀκρολοφίᾳ, καὶ πᾶσαν ἐπεδείκνυντο σπουδὴν, καὶ ἄνδρες ὁμοίως καὶ γυναῖκες· καὶ οὐδ' οἱ περιφανέστατοι αὐτῶν ἀπηξίουν τὸ τοῖς ἄλλοις συναίρεσθαι πρὸς τὴν οἰκοδομίαν. ἔπειτα καὶ τὸ ἐπίλοιπον τοῦ χωρίου διαλαβόντες διετείχιζον ἄχρις οὗ ἐξήρκεσεν ἡ ὕλη, καὶ εἰς ὕψος τε ἤρετο τὸ τεῖχος ἱκανὸν αὐτοῖς, καὶ ἄλλην πᾶσαν ἐκ κατασκευῆς ἀσφάλειαν ἐπετεχνῶντο. ὅσον δὲ οὐκ ἐξῆν τειχίζειν δι' ὕλης ἀπορίαν, χαρακώμασι μεγάλοις καὶ σταυροῖς περιελάμβανον, καὶ ἐν ὀλίγῳ χρόνῳ τὸ χωρίον ἅπαν εἴχετο. βασιλεὺς δὲ ἐπεὶ ἐπύθετο τὰ παρὰ τῶν ἐν Γαλατᾷ τετολμημένα, ἤλγησε μὲν οὐ μέτρια ἐφ' οἷς τοιαῦτα ἔπασχεν ὑπὸ Λατίνων, τὴν Ρωμαίων οἰκούντων γῆν καὶ δικαίων ὄντων ἀκριβῶς δουλεύειν. ὅμως ὡς εἶχε, καίτοι πιεζόμενος ὑπὸ τῆς νόσου ἔτι, εἰς Βυζάντιον ἀφῖκτο. αὐτίκα δὲ οἱ ἐν Βυζαντίῳ, μάλιστα οἱ περὶ ἐμπορίας ἠσχολημένοι καὶ οἱ ἐν ἐργαστηρίοις διατρίβοντες, ἐν βασιλείοις συνελθόντες, ἐδέοντο βασιλέως, μὴ σφᾶς περιιδεῖν οὕτως ὑπὸ Λατίνων τῶν ἐν Γαλατᾷ περιφρονουμένους καὶ τὰ ἀνήκεστα ὑπομένοντας, ἀλλὰ δίκας τῶν τετολμημένων ἀπαιτῆσαι τριήρεις ἐφοπλίσαντα. αὐτοὺς δὲ ἑτοίμους εἶναι χρήματα παρέχειν πρὸς τὸν πόλεμον, ᾗ ἂν ἕκαστος εὐποροίη. μᾶλλον γὰρ τῶν ἄλλων ἐκείνων ἥψατο ἡ παρὰ Λατίνων φθορὰ γεγενημένη. νῆές τε γὰρ καὶ χρήματα καὶ οἰκίαι αἱ ἐμπρησθεῖσαι, τὰ σύμπαντα σχεδὸν ἐκείνων ἦσαν. βασιλεὺς δὲ πρῶτα μὲν ἐμέμφετο αὐτοῖς, ὡς οὐ χρωμένοις κατὰ καιρὸν τῇ προθυμίᾳ· τότε γὰρ ἔδει παρέχεσθαι τὰ χρήματα προθύμως, ὅτε συνεβούλευεν αὐτὸς, καὶ νῦν Λατίνοις οὐδὲν ἂν τοιοῦτον ἐτολμᾶτο. τοῦτο γὰρ ἐκ τῆς πολυπειρίας τῶν πραγμάτων προορώμενον αὐτὸν, καὶ πρὶν γενέσθαι, συμβουλεύειν, ἅπερ ᾤετο μετὰ μικρὸν τὰ μέγιστα λυσιτελήσειν. ὅμως καὶ αὐτὸς, ἐπεὶ ἐδόκει πρὸς τὸν πόλεμον χωρεῖν, χρήματά τε ἐκέλευεν εἰσφέρειν Βυζαντίους, καὶ Κωνσταντῖνον τὸν Ταρχανειώτην ἐφίστη πρὸς τὴν εἴσπραξιν, καὶ αὐτὸς ἐτρέπετο τριήρεις κατασκευάζειν. τῆς θαλάττης δὲ ὑπὸ τῶν Γαλατίων κατεχομένης, ἐπεὶ ἐν ἀπόρῳ ἦν ξύλα ναυπηγήσιμα κομίζειν ἐκ θαλάττης, ζεύγεσι καὶ ἡμιόνοις ἐκ τῶν κατὰ τὸ Σεργέντζιον ὀρῶν ἐκέλευε κομίζειν. καὶ ἤγοντο μοχθηρῶς ἄγαν καὶ δυσέργως· καὶ πρὸς τῷ λεγομένῳ Κοντοσκαλίῳ νεωρίῳ αἱ τριήρεις ἐναυπηγοῦντο. οἱ ἐν Γαλατᾷ δὲ Λατῖνοι ἤλπιζον μὲν αὐτίκα ἐλθόντα βασιλέα τὸν πρὸς αὐτοὺς ἀπογνόντα πόλεμον, πάντων αὐτοῖς παραχωρήσειν, ὧν ἐβούλοντο, καὶ χωρήσειν πρὸς συμβάσεις, ἄρχοντας καταλιπόντα τῆς θαλάσσης. ὡς δ' ἀπήντα κατὰ γνώμην αὐτοῖς οὐδὲν, ἀλλὰ ναῦς ἑώρων ναυπηγούμενον καὶ παρασκευαζόμενον πρὸς μάχην, μεταβαλόντες πρεσβείαν ἐποιοῦντο καὶ περὶ εἰρήνης διελέγοντο. βασιλεὺς δὲ αὐτοῖς τὴν πονηρίαν καὶ τὴν ἀγνωμοσύνην ὀνειδίσας, ὅτι μηδὲν μήτε πρότερον, μήθ' ὕστερον ὑπ' αὐτοῦ ἀδικηθέντες, μηδὲ πρόφασιν πολέμου παρεσχημένου μηδεμίαν, αὐτοὶ τοσαῦτα ἠγνωμόνησαν καὶ τοσαύτης ἦρξαν ἀδικίας καὶ φθορᾶς. ἔπειτα ἐκέλευε τὸ τειχισθὲν χωρίον καταλείπειν καὶ τὰ τείχη καθαιρεῖν. οὕτω γὰρ ἔσεσθαι σπονδὰς αὐτοῖς καὶ εἰρήνην πρὸς αὐτὸν, συγγνώμην παρασχόμενον, ὧν ἐζημίωσαν κατὰ τὸν πόλεμον. οἱ δὲ οὐδ' ἄκροις κατεδέχοντο ὠσὶν, ἀλλὰ δεῖν ἔφασαν αὐτοῖς τοῦ χωρίου παραχωρεῖν τετειχισμένου, ἢ οὐδενὸς τῶν πρὸς αὐτοὺς ἡκόντων ἀμελήσειν. καὶ ἅμα ἐπετείνετο ὁ πόλεμος, καὶ περιπλέοντες διέφθειρον τοὺς προστυχόντας. ἐπεὶ δὲ τὴν θάλατταν ἄπλωτον ἐποίησαν Ρωμαίοις, ἐφ' ὁλκάδος μυριοφόρου μηχανὴν ἐπιστήσαντες τειχομαχικὴν, ἀφ' ἧς λίθου βάρος, ὅσον εὔρωστος ἀνὴρ ἂν ἄροιτο, ἠφίετο. εἶτα τριήρει περιέλκοντες τὴν ὁλκάδα, λίθους ἠφίεσαν πανταχοῦ τῆς πόλεως, ἔβλαπτον δὲ οὐδέν. βασιλεὺς δ' ἐπεὶ ἐκ τοῦ αὐτίκα ἀντιτάττεσθαι αὐτοῖς οὐκ εἶχεν ἐκ θαλάττης, τριηρέων ἀπορῶν, στρατιὰν ἐκ τῆς ἠπείρου πέμπων, ἐφόδους ἐκέλευε συχνὰς ποιεῖσθαι, καὶ ἔβλαπτον ὅσα δυνατά. οὐ μὴν οὐδὲ τῆς θαλάττης παντάπασιν ἠμέλει, ἀλλὰ πετροβόλους στήσας μηχανὰς τὸ μέγεθος ὑπερφυεῖς, λίθους ἐκέλευεν ἐκ Βυζαντίου ἀφιέναι πρὸς Γαλατᾶν. διικνοῦντο γὰρ καὶ πολλὰς κατέστρεψαν οἰκίας, μάλιστα τὰς παρὰ θάλασσαν, καὶ ταῖς ὁλκάσι τῶν Λατίνων οὐκ ὀλίγα ἐλυμήναντο οἱ λίθοι. τήν τε τὴν μηχανὴν ἀνέχουσαν ὁλκάδα κατέδυσαν βαλόντες, μόλις τῶν ἐπιβατῶν τὸν κίνδυνον διαφυγόντων. οἱ Λατῖνοι δὲ καὶ δὶς καὶ τρὶς περὶ εἰρήνης πρεσβείαν ἐποιήσαντο, οὐκ ἠνέσχετο δὲ ὁ βασιλεὺς, εἰ μὴ τὰ τείχη καθελόντες, τὸ χωρίον καταλίποιεν. ἐν τούτοις δὲ οὐκ ὀλίγου τριβέντος χρόνου, καὶ τῶν τριηρέων ναυπηγηθεισῶν, ναύτας τε κατέλεγεν ὁ βασιλεὺς καὶ ὁπλίτας, καὶ τὰ ἄλλα πάντα ἐξηρτύετο πρὸς μάχην· στρατηγούς τε ἐφίστη, ταῖς μὲν πρὸς τῇ Πίσσῃ τρισὶ τριήρεσι Φακεωλάτον τὸν πρωτοστράτορα, ταῖς δ' ἐν τῷ Κοντοσκαλίῳ ναυπηγηθείσαις Τζαμπλάκωνα τὸν μέγαν δοῦκα. ἐφιλονείκησε δὲ ὁ μέγας δοὺξ φιλοτιμότερον προσεξεργάσασθαι τὰς ἰδίας· ἦσαν γὰρ καὶ μέγισται μεγέθει, καὶ ξυλίνους ἐπιστήσας πύργους καὶ τοὺς ἐρέτας ἄνωθεν ἐρέψας, διπλᾶς ἐποίει τὰς τριήρεις, καὶ πλῆθος ὁπλιτῶν ἐπέστησε καὶ ψιλῶν, ὃ καὶ μάλιστα ἔβλαψε κατὰ τῆς μάχης τὸν καιρὸν, ὡς ὀλίγῳ ὕστερον εἰρήσεται. τῇ προτεραίᾳ δὲ, ἧς ἔμελλον ἀνάγεσθαι αἱ τριήρεις ἐκ τοῦ νεωρίου, ὁλκὰς ἀναπλέουσα ἐφαίνετο ἐκ Γεννούας, πλοῦτον ἄγουσα, ὡς ἐλέγετο, πολύν. ἀπλοίας δὲ, τῶν ἀνέμων παυσαμένων, κατασχούσης, πρὸς Πριγγίπῳ τῇ νήσῳ ὡρμίζετο ἐπ' ἀγκυρῶν. ἐφ' ἣν δύο τῶν βασιλικῶν τριηρέων ἐκ τοῦ νεωρίου ἀνήγοντο νυκτός· παρείποντο δὲ καὶ μονήρεις ἴσαι. καὶ προσβαλόντες τῇ ὁλκάδι, ἐπεὶ ἠμύνοντο οἱ ἔνδον κραταιῶς, πῦρ ἐνίεσαν οἱ τριηρῖται, καὶ οὕτω περιγενόμενοι, ἐπέβησάν τε τῆς ὁλκάδος, οὐκ ὀλίγους τῶν ἀμυνομένων ἀποκτείναντες, καὶ πάντων ἦσαν ἤδη κύριοι. φήμης δὲ ἀδήλως ταῖς τριήρεσιν ἐπιπεσούσης, ὡς τριήρεις ἐπιπλέουσιν ἐκ Γαλατᾶ Λατινικαὶ, ἐτράπησαν εἰς φυγὴν, ὀλίγῳ ἐλάσσους πεντήκοντα τῶν οἰκείων καταλιπόντες ἐπὶ τῆς ὁλκάδος. ἦσαν δὲ παντάπασι ψευδεῖς αἱ φῆμαι. οἱ δὲ καταλειφθέντες Ρωμαῖοι ἐπὶ τῆς ὁλκάδος, αἰσθόμενοι ἀποπλευσάσας τὰς τριήρεις, ἐν ἀμηχανίᾳ καταστάντες, εἰς λόγους ἦλθον τοῖς Λατίνοις νενικημένοις ἤδη κατὰ κράτος. καὶ συνέβησαν ὥστε κοινῇ σβεννύειν κατακαιομένην τὴν ὁλκάδα, ἵνα μὴ συνδιαφθαρῶσι καὶ αὐτοί. εἰς τὴν ἐπιοῦσαν δὲ, ἂν μὲν Ρωμαῖοι ἐπιπλεύσαντες, κύριοι τῆς ὁλκάδος γένωνται, συνδιασώζειν τοὺς ἀπολειφθέντας Ρωμαίους τοὺς Λατίνους ἐξαιτησαμένους παρὰ τῶν ἀρχόντων· ἂν δ' οἱ Λατῖνοι ἐπιπλέωσι καὶ κυριεύωσι τῆς ὁλκάδος, τὰ ἴσα Λατίνους ποιεῖν πρὸς τοὺς Ρωμαίους, ὃ καὶ ἐγένετο ἅμα ἕῳ. ἐπεὶ γὰρ οὔπω πᾶσαι παρεσκευασμέναι ἦσαν αἱ βασιλικαὶ τριήρεις, οἱ Λατῖνοι ἐπιπλεύσαντες, ἡμιφλεγῆ ἀνεῖλκον τὴν ὁλκάδα. διέσωζον δὲ καὶ τοὺς Ρωμαίους κατὰ τοὺς ὅρκους οἱ ἐν τῇ νηΐ. αἱ βασιλικαὶ δὲ τριήρεις ἐπεὶ πᾶσαι παρεσκευασμέναι ἦσαν, καὶ οὐδὲν ἐνέδει ἔτι, ἀνήγοντο ἐκ τοῦ νεωρίου πᾶσαι διαπρεπῶς κεκοσμημέναι, καὶ πλήθει ὁπλιτῶν καὶ λαμπρότητι καὶ μεγέθει παρασκευῆς οὐδενὶ τῶν ἐκ πολλοῦ γεγενημένων Ρωμαίοις στόλων ἐλασσούμεναι. παρείποντο δὲ καὶ μονήρεις οὐκ ὀλίγαι καὶ λέμβοι καὶ ἀκάτια ὁπλίτας ἄγοντα, ἔχθει τῶν Λατίνων προθύμως ἁπάντων συστρατευομένων. οἵ τε Λατῖνοι πρὸς τὸ μέγεθος τῆς παρασκευῆς ἐκπεπληγμένοι, πάντα μᾶλλον ἢ πρὸς τὰς βασιλικὰς τριήρεις διαναυμαχεῖν διενοοῦντο, ἀλλὰ τὰς σφετέρας τριήρεις πεπληρωμένας ἔχοντες, ὡρμίζοντο πρὸ τοῦ φρουρίου, δόκησιν μὲν παρέχοντες, ὡς ἐμβαλοῦντες ἐπιοῦσι τοῖς βασιλικοῖς, οὕτω δὲ ἦσαν παρεσκευασμένοι, ὡς τὰς μὲν τριήρεις καλωδίοις ἀνελκύσοντες, ἂν αἴσθωνται τὰς βασιλικὰς ἐπιπλεούσας, αὐτοὶ δ' ἀμυνούμενοι ἀπὸ τῶν τειχῶν. ἦσαν δὲ φαυλοτάτας ἔχοντες τὰς ἐλπίδας τοῦ καὶ ἐν τοῖς τείχεσι διασωθήσεσθαι. αἱ μὲν οὖν βασιλικαὶ τριήρεις ἀναχθεῖσαι ἐκ τοῦ νεωρίου, αὐτοῦ που πλησίον ηὐλίσαντο τὴν νύκτα, διανοούμενοι, ὡς ἐς τὴν ὑστεραίαν ταῖς μετὰ τοῦ Φακεωλάτου τρισὶ τριήρεσιν εἰς ἓν γενόμενοι, Γαλατίοις ἐπιπλεύσωσι. Φακεωλάτος δὲ καὶ αὐτὸς τὰς τριήρεις ἐφοπλίσας, παρεσκευασμένος ἦν ὡς ἐς τὴν ὑστεραίαν ἐξορμήσων, καὶ ὁ βασιλεὺς ἱππικὴν ἔπεμπε στρατιὰν ἅμα δεσπότῃ τῷ υἱῷ πολλήν τε καὶ ἀγαθὴν, ὡς, τῆς συμβολῆς γενομένης τῶν τριηρέων, καὶ αὐτοὶ προσβάλοιεν ἐκ τῆς ἠπείρου. ἐπεὶ δὲ ἡμέρα ἤδη ἦν, αἱ μὲν ἐκ τοῦ νεωρίου τριήρεις ἀναχθεῖσαι πρὸς τῇ Εὐγενίου καλουμένῃ πύλῃ ἤδη ἦσαν, αἱ δὲ μετὰ Φακεωλάτου τοῦ πρωτοστράτορος καὶ αὐταὶ τοῦ ποταμοῦ ἐξορμηθεῖσαι, ἠπείγοντο ταῖς ἄλλαις ἐν ταὐτῷ γενέσθαι· τοῦ δὲ πάντα ἄγοντος θεοῦ καὶ πᾶσι ταλαντεύοντος δικαίως Ρωμαίους, ὡς ἔοικεν, εἰς πολλῶν ἄλλων ἔκτισιν ἁμαρτημάτων τιμωρουμένου καὶ τοῖς πολλῷ χείροσιν ἡττᾶσθαι παραχωροῦντος, ἀθρόον πνεύματος ἀκρίτου προσπεσόντος, καὶ πρώτας ἀνατρέψαντος τὰς τρεῖς τριήρεις, ἐφ' αἷς οἱ ξύλινοι πύργοι ἦσαν, καὶ οἱ ἄλλοι αὐτοῖς ὅπλοις κατέπιπτον ἀπὸ τῶν νεῶν ἐπὶ τὴν θάλασσαν, καὶ ναῦται ὁμοίως καὶ ὁπλῖται, καὶ ἐν μιᾷ ῥοπῇ χρόνου πᾶσαι ἑωρῶντο κεναὶ ἐπιβατῶν. τῷ αὐτῷ δὲ χρόνῳ καὶ ὧν ὁ Φακεωλάτος ἐστρατήγει, τῶν καταστρωμάτων καὶ αὐτοὶ ἐπὶ τὴν θάλασσαν κατέπιπτον, καὶ ὄλεθρος ἦν παντοῖος ναυτῶν ὁμοῦ καὶ ὁπλιτῶν. οἱ μὲν οὖν πολλοὶ διεσώθησαν, ἐγγὺς τῆς γῆς γεγενημένης τῆς τροπῆς, ἀπέθανον δὲ ἐν τοῖς ὕδασιν ὀλίγῳ ἐλάσσους διακοσίων, καὶ ἐκ τῶν μετὰ τοῦ Τζαμπλάκωνος τεταγμένων τοῦ μεγάλου δουκὸς ὁ Φιλανθρωπηνὸς Μανουὴλ, τῆς ναυαρχίδος ἄρχων, ἀνὴρ κατὰ χεῖρα γενναῖος καὶ τῆς παρὰ βασιλέως εὐμενείας ἀπολαύων μάλιστα. οἱ ἐν Γαλατᾷ δὲ Λατῖνοι ἀναθαρσήσαντες, ἀναχθέντες ἀνεῖλκον τὰς τριήρεις ἀναψάμενοι, κωλύοντος οὐδενὸς, οὐδὲ ἀμυνομένου, καὶ ἀναιμωτὶ τὴν νίκην εἶχον. ἡ δὲ ἐκ τῆς ἠπείρου στρατιὰ μετὰ βασιλέως τοῦ υἱοῦ ἔργου μὲν ἔχεσθαι ἐβούλοντο, οἰόμενοι καὶ τὸ ναυτικὸν ἐκ τῆς θαλάττης ἐμβαλεῖν. ἐπεὶ δὲ ἑώρων τὰς Ρωμαίων ναῦς κενὰς ἀνελκομένας, ἀνεχώρουν καὶ αὐτοί. βασιλεὺς δὲ τὴν τοσαύτην δύναμιν ἐκ προφάσεως οὐδεμιᾶς ὁρῶν ἀπολωλυῖαν, ἐστέναξε μὲν τὴν τοιαύτην κακοπραγίαν τῶν Ρωμαίων, οἵων αἴτιον κακῶν τὸ θεῷ προσκρούειν συνορῶν, οὐδὲν δὲ ὑφῆκε τοῦ φρονήματος, οὐδὲ κατέπεσε πρὸς τὴν ἧτταν, ἀλλ' εὐθὺς ἐπὶ ξυλισμὸν ἐκέλευε χωρεῖν, ὡς τριήρεις ἑτέρας κατασκευάσων αὖθις, καὶ ἐφίστη τοὺς ἐπιμελησομένους πρὸς τὰ ἔργα. οἱ ἐν Γαλατᾷ δὲ εὐτυχεστάτην νομίσαντες ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ τοσούτων νεῶν ἐκράτησαν πολεμίων, οὐδὲν αὐτοὶ εἰσενεγκόντες πρὸς τὴν ἧτταν, ἑώρταζον οὐκ ἐπινίκια μόνον, ἀλλὰ καὶ σωτήρια. πᾶσαι γὰρ αὐτοῖς ἐν στενῷ αἱ περὶ τοῦ σώζεσθαι κατέστησαν ἐλπίδες. ἐς τὴν ὑστεραίαν δὲ πάσας ἐφοπλίσαντες τὰς ἑαυτῶν τριήρεις ἐστεφανωμένας ὡς ἐπὶ νίκῃ καὶ κεκοσμημένας ἐκπρεπῶς, ἀντικρὺ παρέπλεον βασιλείων, σύροντες ἀτίμως καὶ τὰς βασιλικὰς σημαίας, ὥσπερ ἔθος, τὰς νενικημένας. ᾤοντο δὲ βασιλέα πρὸς τὴν δυσπραγίαν καὶ τὴν γνώμην ἡττημένον, αὐτίκα καταθήσεσθαι τὸν πόλεμον καὶ χωρήσειν πρὸς τὴν εἰρήνην, παραχωροῦντα τοῦ χωρίου. ὡς δὲ ἀπήντα κατ' ἐλπίδας αὐτοῖς οὐδὲν, ἀλλ' ἐπυνθάνοντο, βασιλέα αὖθις παρασκευαζόμενον τριήρεις ναυπηγεῖσθαι, πέμψαντες πρεσβείαν ἐκεῖνοι διελέγοντο περὶ εἰρήνης. καὶ πρῶτα μὲν ἐπειρῶντο βασιλέως, εἰ αὐτοῖς παραχωροίη τοῦ χωρίου· ὡς δ' ἑώρων οὐδαμῶς ἐκπεπληγμένον, οὐδὲ τὴν γνώμην ἡττημένον, ἀλλὰ τὴν μὲν δυσπραγίαν ἐκείνην νομίζοντα ἑτέρων τινῶν ἁμαρτημάτων εἴσπραξιν, αὐτὸν δὲ τῆς προτέρας γνώμης ἀκριβῶς ἐχόμενον, καὶ οὐδ' ἂν, εἰ μυρία τοιαῦτα γένοιτο, ἑκόντα εἶναι τοῦ χωρίου παραχωρήσοντα, ἀλλ' ὀργῇ φερόμενον μᾶλλον πρὸς τὴν ἧτταν καὶ προθυμότερον πρὸς τὴν παρασκευὴν, ὥσπερ ἄρτι τότε πρῶτον ἡμμένον τοῦ πολέμου, δείσαντες, μὴ εἰς κακὸν αὐτοῖς ἡ πολλὴ φιλονεικία τελευτήσῃ, συνέθεντο τὸ χωρίον καταλείπειν. καὶ ἐγένετο ἡ εἰρήνη ἐπὶ τούτοις, ὥστε παραδόντας βασιλεῖ αὐτοὺς, ἐπὶ τὸν πρότερον περίβολον χωρεῖν. καὶ γεγενημένων τῶν σπονδῶν, παρεδίδοσαν τὸ νέον φρούριον πρὸς δεσπότην τὸν βασιλέως υἱὸν, ἐλθόντα μετὰ στρατιᾶς. βασιλεὺς δὲ αὐτῶν μεταπεμψάμενος τοὺς ἀρίστους, ἡμέρως τε διειλέχθη καὶ προσηνῶς, καὶ τὸ χωρίον αὐτὸς ἑκὼν εἶναι ἐχαρίζετο. ἔφη γὰρ πρὸς αὐτοὺς, οὐ περὶ γῆς τοσαύτης φιλονεικεῖν, οὐδενὸς ἀξίας οὔσης, ἀλλὰ περὶ τῶν προσηκόντων δικαίων τῇ Ρωμαίων βασιλείᾳ. ἄτοπον γὰρ, ἐπήλυδας ὄντας αὐτοὺς καὶ πολλὰ ὑπὸ τῶν Ρωμαίων βασιλέων εὐηργετημένους καὶ δικαίους ὄντας ἐν δουλευόντων εἶναι μοίρᾳ, ἔπειτα ἀναισχυντεῖν καὶ παρασπᾷν τι τῆς ἡγεμονίας βούλεσθαι ἀκόντων. διὰ ταῦτα ἔλεγε τὸν πόλεμον αἱρεῖσθαι μᾶλλον, οὐ διὰ τὴν κτῆσιν τοῦ χωρίου, καὶ γνώμην ἔχειν, ὡς πολεμήσων διηνεκῶς ἄχρι τοῦ διαφθερεῖν, εἰ μὴ βουληθεῖεν τὰ δίκαια ποιεῖν. ἐπεὶ δὲ αὐτοὶ τῆς ἀγνωμοσύνης ἀποσταῖεν καὶ καταλείποιεν τὰ ἡρπασμένα, μηδ' αὐτὸν μικρολογήσειν οὕτως, ὥστ' ἀποστερεῖν, οὗ τοσοῦτον ἐξέχονται καὶ ποιοῦνται περὶ πλείστου. καὶ αὐτίκα ἐκέλευε τὸν υἱὸν ἐξάγειν τὴν στρατιὰν, τὸ χωρίον τοῖς Γαλατίοις παραδόντα. οἱ δὲ βασιλεῖ πολλὰς ὡμολόγουν χάριτας μετὰ πλείστων τῶν εὐφημιῶν, καὶ πρὸς τὸν βασιλέως υἱὸν ἐλθόντες, ἐπεὶ κατὰ τὸ τοῦ πατρὸς ἐπίταγμα τὸ χωρίον παρεδίδοτο, αὖθίς τε εὐφήμουν βασιλέα, καὶ χρυσίῳ πολλῷ τὴν βασιλικὴν περιέῤῥαινον σημαίαν, ἃ διήρπασαν οἱ στρατιῶται, κελεύσαντος τοῦ δεσπότου, παιδιᾶς ἕνεκα καὶ ἡδονῆς. τοιαύτην μὲν ὁ πόλεμος ἔσχε τὴν ἀρχὴν καὶ εἰς τοῦτο ἐτελεύτησε.



ιβʹ. Βασιλεὺς δὲ κατά τε τὸν τοῦ πολέμου χρόνον βιαίαν τῶν χρημάτων τὴν εἴσπραξιν ἀκούων παρὰ Ταρχανειώτου γεγενημένην, καὶ θορύβων μεστὴν καὶ ὀδυρμῶν τὴν πόλιν δι' ἐκείνην γινομένην, καὶ τοὺς ὑβριστὰς καὶ συκοφάντας προφάσεως λαβομένους καὶ λογοποιοῦντας ἄπιστα, εἴκοσι μυριάδων τὴν εἴσπραξιν χρυσίου γεγενῆσθαι λέγοντας, πολλοὺς δὲ καὶ τριάκοντα, ἐσκέψατο αὐτοῖς ἔργοις τοὺς συκοφάντας ἐπιστομίζειν. καὶ ἐκκλησίαν αὖθις πάνδημον συναγαγὼν, εὐθύνας ᾔτει περὶ τῶν χρημάτων Ταρχανειώτην. καὶ ἀπεδείκνυτο, καὶ τῶν τὰ χρήματα παρασχομένων συνομολογούν των, μὴ πλέον εἰσπεπρᾶχθαι πέντε μυριάδων, ἃ ἀνάλωτο πρὸς τοῦ στόλου τὴν παρασκευὴν, καὶ ἕτερα οὐκ ὀλίγῳ πλείω τούτων ἐκ τῶν δημοσίων καὶ βασιλικῶν. ὁρῶν δὲ τῶν δεόντων πολλὰ διὰ τῶν χρημάτων τὴν ἔνδειαν παραλειπόμενα, καὶ τότε ἐκ τῶν ἰδίων εἰσφέρειν Ρωμαίους οὐ προθυμουμένους, καὶ τὰς δημοσίας προσόδους παντάπασιν ἐκλελοιπυίας, φόρους ἔταττε μὴ πρότερον νενομισμένους, ὥστε πᾶσαν ὁλκάδα σῖτον ἄγουσαν ἐξ ἀλλοδαπῆς ἐωνημένον, ὑπὲρ μεδίμνου ἥμισυ χρυσίου τῷ δημοσίῳ φέρειν, καὶ τῶν ἄλλων καρπῶν ἀναλόγως· τοὺς δὲ περὶ γεωργίαν ἠσχολημένους οἴνου ὑπὲρ πεντήκοντα χοῶν χρυσίον ἓν τελεῖν· τοὺς μέντοι ἐκ τῶν γεωργούντων ὠνουμένους διπλάσιον παρέχειν, οὐ μόνον ὡς εὐπορωτέρους, ἀλλ' ὅτι καὶ ἀμογητὶ ἐκ τῶν ἑτέρων πόνων αὐτοὶ πολλαπλασίω τὰ κέρδη φέρονται. νόμου δὲ ὄντος ἀρχαίου δεκάτας τοὺς ἐμπορευομένους ἅπαντας τελεῖν τῷ δημοσίῳ, πεντηκοστύας ἔταξεν αὐτός. ἐξ ὧν ὀλίγῳ δέουσαι διακοσίων ὁλκάδες προσεγένοντο Ρωμαίοις ἐν ὀλίγῳ χρόνῳ, οὐδέπω ἄχρι τότε γεγενημένον, καὶ μεγάλην δύναμιν ἐκτήσαντο ναυτικὴν καὶ πολλὰ ἐκ τῆς ἐμπορίας ὠφελοῦντο, θαλάσσης ἤδη ἄρχοντες γεγενημένοι. ἐχομένης δὲ τῆς Χίου, ὥσπερ ἱστόρηται ἡμῖν, ὑπὸ τῶν ἐκ Γεννούας ἀδίκως ἐν σπονδαῖς, πρὸς τὸν ἄρχοντα αὐτῆς, δοῦκα ἐγχωρίως προσαγορευόμενον, καὶ τὴν βουλὴν καὶ τὸν δῆμον ὁ βασιλεὺς ἔπεμψε πρεσβείαν, ἀπαιτῶν τὴν νῆσον κατὰ τὰς σπονδὰς καὶ τοὺς ὅρκους, οὓς ἔχουσι μετὰ τῶν Ρωμαίων βασιλέων. δοὺξ δὲ καὶ ἡ βουλὴ καὶ ὁ δῆμος δίκαια μὲν ἔφασαν προκαλεῖσθαι βασιλέα, οὐ κατὰ γνώμην δὲ αὐτοῖς ἔχεσθαι τὴν νῆσον, οὐδὲ ψήφῳ τῆς βουλῆς, ἀλλὰ τῶν παρ' αὐτοῖς εὐπατριδῶν τινας οἰκείοις ἀναλώμασι τὸν στόλον ἐφοπλίσαντας κατασχεῖν, οὓς μὴ δύνασθαι νῦν βιάζεσθαι· δεήσει γὰρ πολλῶν χρημάτων καὶ παρασκευῆς οὐ τῆς τυχούσης, ὥστε ἀκόντων τὴν νῆσον ἀφαιρεῖσθαι· ἀλλὰ τοῦ χρόνου προϊόντος προνοίᾳ μᾶλλον ἀφελομένους καὶ οἰκονομίᾳ ἀποδοῦναι βασιλεῖ ἀναμφιβόλως. τοιαῦτά τε εἶπον πρὸς τοὺς πρέσβεις βασιλέως, καὶ ἅμα Ἑρμίνιον Ἰάκωβον καὶ Πινέλον Ἀνταρὼ, ὄντας ἐκ τῶν παρ' αὐτοῖς ἐπιφανῶν, πρὸς βασιλέα πρέσβεις ἔπεμψαν ἰσχυρισομένους περὶ τῶν αὐτῶν. βασιλεῖ δὲ ἐδόκει ἡ ἀπολογία οὐκ ἀρκοῦσα, ἀλλὰ προθεσμίαν τινὰ ἐζήτει, καθ' ἣν ἀποδώσουσι τὴν νῆσον, ἢ μὴ ἐγκαλεῖν ἐπιορκίαν, ἂν αὐτὸς ἀφέληται δυνηθείς. καὶ συνέβησαν, ὥστε Λατίνους μὲν τὴν κατὰ τὴν νῆσον πόλιν, Χίον καὶ αὐτὴν προσαγορευομένην, ἐπὶ δέκα ἔτεσι κατέχειν καὶ καρποῦσθαι τὰς προσόδους, παρέχοντας ἐνιαύσιον τῷ βασιλεῖ δισχιλίους καὶ μυρίους χρυσοῦς. ἐγείρειν δὲ καὶ σημαίαν βασιλικὴν ἐντὸς τῆς πόλεως κατὰ τὸ ἔθος, καὶ ἀρχιερέα εἶναι ἐκ τῆς ἐν Βυζαντίῳ ἐκκλησίας κεχειροτονημένον, καὶ εὐφημεῖν τοὺς βασιλέας κατὰ τὰ σάββατα, ὡς ἔθος· μνείαν τε αὐτῶν τοὺς ἱερέας ἐν ταῖς ἱεροτελεστίαις ποιεῖσθαι καὶ μηδὲν κωλύεσθαι παρ' οὐδενός. τὴν δὲ ἄλλην νῆσον ἅπασαν καὶ τὰ φρούρια καὶ κώμας ὑπὸ βασιλέως ἔχεσθαι καὶ ἄρχοντα αὐτοῖς, ὃν ἂν ἐθέλῃ, ἐφιστᾷν· τὸν δὲ καὶ τῶν ἐντὸς Χίου τῆς πόλεως Ρωμαίων ἄρχειν. κἂν μὲν Ρωμαίῳ πρὸς Ρωμαῖον ὑπὲρἰδίων ἀδικημάτων ἀμφισβήτησις ᾖ, παρὰ τὸν Ρωμαίων ἄρχοντα δικάζεσθαι· ἂν δὲ Λατίνῳ πρὸς Ρωμαῖον, ἢ τὸ ἔμπαλιν, τοὺς δύο ἄρχοντας συνερχομένους, διαλύειν τὴν ἀμφιβολίαν, ἑκατέρῳ τὸ δίκαιον περισώζοντας, ὁποτέρῳ ἂν προσῇ. μετὰ δὲ τὰ δέκα ἔτη, ἐξ ὅτου βασιλεὺς ὁ Καντακουζηνὸς ἐκράτησε Βυζαντίου ἀριθμούμενα, παντάπασιν ἀφίστασθαι Χίου τοὺς Λατίνους. τοιαῦτα μὲν οἱ ἐκ Γεννούας πρέσβεις συνέθεντο πρὸς βασιλέα. Βενιοῦζος δὲ Συμεὼν, ὃς ἦν διαφορώτατος τῶν τὴν Χίον κατεχόντων, καὶ οἱ ἄλλοι οὐ προσεδέξαντο τὰς συμβάσεις, ἀλλὰ φανερῶς ἀπείπαντο, πολέμιοι μᾶλλον ψηφίζεσθαι τῆς βουλῆς καὶ τοῦ δήμου Γεννούας ἢ Χίου ἀποστῆναι προελόμενοι. ἐν ᾧ δὲ οἱ βασιλέως πρέσβεις χρόνῳ ἐν Γεννούᾳ ἦσαν, Τζυβός τις, ὁ δυνατώτατος τῶν Χίων, Φωκαίας τῆς παλαιᾶς ὑπὸ Γεννουϊτῶν ἄρχων καταστὰς, ὅτε πρὸς αὐτοὺς ἡ Χίος παρεδίδοτο, ὁμολογίᾳ γὰρ προσεχώρησαν, ὥσπερ ἔφημεν, σίτου ἐνδείᾳ πιεσθέντες, πρὸς βασιλέα πέμψας, πρῶτα μὲν συγγνώμην ᾔτει ἐπὶ τῇ παραδόσει Χίου, ὡς οὐ κακίᾳ μᾶλλον, ἢ ἀνάγκῃ πεπραγμένῃ, παρῄνει δὲ μὴ τῆς νήσου ἀμελεῖν, ὡς, εἰ μικρὰν παράσχοιτο ἐπικουρίαν, ῥᾳδίως αὖθις αὐτοῦ Ρωμαίοις ἀνασωσομένου. βασιλεὺς δὲ ἐπῄνει τε τὸν Τζυβὸν καὶ μεγάλα ἐπηγγέλλετο τῆς προθυμίας ἕνεκα. ἐκέλευε δὲ τὸ νῦν ἔχον ἀτρεμεῖν, ἄχρις ἂν οἱ ἐν Γεννούᾳ πρέσβεις ἐπανήξουσιν. ἄδηλον γὰρ εἶναι, εἰ μὴ χωρὶς κινδύνων ἀπολήψεται τὴν νῆσον· ἄλλως τ' οὐδ' αὐτῷ προσῆκον ὂν, περί τε εἰρήνης καὶ σπονδῶν διαλέγεσθαι πρεσβεύοντα καὶ πρὸς ἐπιβουλὰς ἐν ταὐτῷ καὶ πόλεμον χωρεῖν. καὶ ἦν ἂν βέλτιον, εἰ ἐπείθετο τῇ βασιλέως παραινέσει. ὑπὸ δὲ προθυμίας καὶ τῆς πρὸς τοὺς κινδύνους καὶ τὰς μάχας εὐτολμίας μὴ περιμείνας καὶ τὴν ἐκ βασιλέως ἐπικουρίαν, ἀλλὰ μόνῃ τῇ σφετέρᾳ θαῤῥήσας ἀπώλετο δυνάμει. συναγαγὼν γὰρ ὅσους μάλιστα ἐκ Φωκαίας ἐνῆν Ρωμαίους, διέπλευσεν ἐπὶ τὴν Χίον ἀπροσδοκήτως καὶ τοῖς Λατίνοις συμβαλὼν, ἐνίκα κατὰ κράτος καὶ τειχήρεις ἐποίησεν ἐν Χίῳ, πολλῶν πεσόντων καὶ Βενιούζου τοῦ ἄρχοντος τραυματίου γενομένου. τοῦ θεοῦ δὲ ἑτέρως ταλαντεύοντος, συνέβη κατ' αὐτὴν τὴν ἡμέραν, ἐν ᾗ ἡ μάχη ἐγεγένητο, Ἀνδρέαν Πετρίλαν, ἐκ Γεννούας ὄντα καὶ αὐτὸν, ἅμα δυσὶ τριήρεσιν ἐκ Σμύρνης τὴν Χίον παραπλέοντα πρὸς Βυζάντιον ἐπείγεσθαι· πυθόμενον δὲ, ὡς ὑπὸ Τζυβοῦ πολιορκοῖντο οἱ ὁμόφυλοι, ἀποβῆναί τε πρὸς τὴν Χίον καὶ ἐπικουρεῖν τοῖς πολιορκουμένοις. δευτέρας δὲ μάχης γενομένης καὶ τῆς νίκης αὖθις ἀφορώσης πρὸς Ρωμαίους, ὁ Τζυβὸς ἀγωνιζόμενος εὐψύχως ἔπεσε, βέλει τρωθεὶς κατὰ τὴν μάχην, καὶ πάλιν οἱ Λατῖνοι τῆς Χίου κύριοι ἦσαν; τῶν Φωκαέων εἰς τὴν Φώκαιαν περαιωθέντων μετὰ τοῦ στρατηγοῦ τὴν τελευτήν· ἣν καὶ βασιλεῖ παρέδοσαν κατασχόντες πρότερον τελοῦσαν ὑπὸ Γεννουΐταις ὅσον χρόνον καὶ ἡ Χίος. βασιλεὺς δὲ ἔπεμψεν εἰς Φώκαιαν Λέοντα τὸν Καλόθετον ἄρχειν, Χῖον μὲν ὄντα καὶ αὐτὸν, κατὰ δὲ τὸν τοῦ πολέμου χρόνον τῆς νήσου παρὰ Ἀποκαύκου ἐκβληθέντα τοῦ μεγάλου δουκὸς καὶ πολλὴν ὑποστάντα κάκωσιν διὰ τὴν πρὸς Καντακουζηνὸν τὸν βασιλέα εὔνοιαν, Τζυβὸν ἀντ' ἐκείνου καταστήσαντος ἄρχοντα. ὃ καὶ μάλιστα αἴτιον τῆς Χίου ἀπωλείας ἐδόκει γεγενῆσθαι. πολὺ γὰρ ἐκείνου βελτίων ἦν συνέσεως ἕνεκα καὶ προμηθείας καὶ τοῦ διασώζειν εἰδέναι τὴν πιστευθεῖσαν πόλιν ἀπὸ τῶν πολεμίων. ὃς εἰς Φώκαιαν ἐλθὼν, περιεποίησεν αὐτὴν Ρωμαίοις ἄχρι νῦν κατεχομένην.
https://byzantium.gr/


ιγʹ. Ἐπεὶ δὲ καὶ Πελοπόννησος διέφθαρτο παντάπασιν οὐ μόνον ὑπὸ τῶν Περσῶν στόλοις μεγάλοις ἐπιόντων καὶ ὑπὸ Λατίνων τῶν τὴν παρ' Ἕλλησιν Ἀχαΐαν λεγομένην κατεχόντων, ὑπηκόων ὄντων πρίγγιπι, ἀλλὰ καὶ μᾶλλον ὑπὸ σφῶν αὐτῶν, διηνεκῶς ἀλλήλοις ἀντικαθισταμένων καὶ διαρπαζόντων τὰ ἀλλήλων καὶ ἀποκτεννόντων, καὶ κῶμαι μὲν ἀτείχιστοι ὑπὸ τῶν ἔξωθεν ἀνάλωνται πολεμίων, αἱ πόλεις δὲ ὑπὸ τῶν ἐνοικούντων, καὶ παντάπασι προσεδοκῶντο ἐκλιπεῖν· πρόνοιάν τινα αὐτῶν ποιήσασθαι ἐσκέψατο ὁ βασιλεύς. μείζω δὲ οὐκ ἔχων, τὸν υἱὸν ἔπεμψε δεσπότην τὸν Μανουὴλ τριήρεσιν, ἄρξοντα Πελοποννησίων καὶ πρόνοιαν ποιησόμενον τὴν δυνατήν. ὃς ἐλθὼν πρῶτα μὲν τὰς ἐμφυλίους ἔλυσε στάσεις, τούς τε πρώτους ἀρχομένους κολάζων, ὥσπερ δίκαιον, καὶ τοὺς ἄλλους ἐκφοβῶν μὴ τοῖς ὁμοίοις ἐγχειρεῖν. ἔπειτα δὲ καὶ πρὸς Λατίνους θέμενος σπονδὰς, ἀβλαβεῖς τοὺς οἰκείους ἐξ ἐκείνων διετήρει, καὶ πρὸς τοὺς βαρβάρους ἀντικαθιστάμενος καὶ μάχαις πολλαῖς νικήσας, ἔπεισε μὴ πάνυ Πελοποννησίων καταφρονεῖν. ἐξ ὧν αἵ τε πόλεις ἀνεῤῥώννυντο καὶ ὥσπερ ἀναφέρειν ἐκ μεγάλων συμφορῶν ἐδόκουν, καὶ ἡ χώρα συνῳκίζετο, ἀδείας οὔσης τοῖς ἀγροῖς ἐνδιατρίβειν, καὶ ἡ Σκυθῶν ἐρημοτέρα Πελοπόννησος ἐν ὀλίγῳ χρόνῳ ἐφαίνετο γεωργουμένη, καὶ τῆς μελλούσης εὐεξίας οὐκ ἀγεννεῖς παρείχετο ἐλπίδας. οὐ μόνον δὲ ταῖς πόλεσι κοινῇ παρείχετο τὰς εὐεργεσίας, ἀλλὰ καὶ ἰδίᾳ εὖ τοὺς δυνατοὺς ἐποίει τῶν Πελοποννησίων· τοῖς δὲ οὐδὲν τῶν γινομένων ἤρκει, ἀλλὰ πάντα μᾶλλον ἦσαν ἀνεκτὰ, ἢ τὸ μὴ στασιάζειν καὶ τῷ σφετέρῳ χρῆσθαι ἤθει. ὅθεν πρὸς ἀλλήλους μὴ δυνάμενοι διὰ τὸ πρὸς τὸν δεσπότην δέος, μιᾷ γνώμῃ πάντες ἐπ' αὐτὸν συνέστησαν καὶ πόλεμον ἤραντο κοινῇ. συνεσκεύασε δὲ τὴν ἐπιβουλὴν Λαμπούδιός τις ὁ περὶ ταῦτα δεινότατος τῶν Πελοποννησίων· ὃς ἐπειδὴ πρότερον οἱ ἀνθιστάμενοι ἐνίκων, πάντων ὧν εἶχεν ἀποστερηθεὶς, εἰς ἐσχάτην ἤλασε πενίαν, διὰ τῶν τρόπων τὴν μοχθηρίαν καὶ τὸ περὶ τὸ στασιάζειν ἐξησκῆσθαι καὶ ὑπὸ τοῦ δεσπότου παροφθείς. εἶτα προσελθὼν καὶ δεηθεὶς καὶ πίστεις παρασχόμενος, ὡς οὐδὲν οὐδέποτε νεωτερίσειεν, ἀλλ' εὔνους αὐτῷ καὶ τῶν φιλούντων ἄγαν μενεῖ, ἀνελαμβάνετό τε καὶ εἰς τὴν προτέραν τύχην ἤγετο, πολλὰς ἀφορμὰς εἰς τὸ πλουτεῖν παρεχομένου τοῦ δεσπότου. καὶ πρὸς τοὺς ἀντιπάλους ἀξιόμαχος ἤδη ἦν. οὔτε γὰρ κακοπραγία, οὔτ' εὐημερία, οὔτε χρόνος ὁ πάντα λύων διαλύειν δύναται αὐτοῖς τὴν πρὸς ἀλλήλους ἔχθραν, ἀλλὰ διὰ βίου τε πολέμιοί εἰσιν ἀλλήλοις, καὶ μετὰ τελευτὴν ὥσπερ τινὰ πατρῷον κλῆρον καταλείποντες τοῖς παισὶ τὴν πρός τινας διαφοράν. καὶ τῶν Λυκούργου νόμων πάντων ἀμελήσαντες, ἑνὸς μόνου τῶν Σόλωνος ἐξέχονται τοῦ Ἀθηναίου ἀκριβῶς, ὃς ἀτίμους ποιεῖ τῶν πολιτῶν τοὺς ἐν στάσει μηδεμιᾷ μερίδι προσκειμένους. τοῦ δεσπότου δὲ διὰ τὰς λῃστείας τῶν Περσῶν, ἐποιοῦντο γὰρ πολλὰς καὶ συνεχεῖς ἐκ τῆς Ἀσίας περαιούμενοι ὀλίγοι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν, δεῖν οἰομένου τριήρεις κατασκευάζειν ἐφ' ᾧ περιπλέοιεν τὴν νῆσον καὶ κωλύοιεν τοὺς πειρατὰς, ἐπεὶ πᾶσι λυσιτελεῖν ἐδόκει, καὶ ἔδει πάντας χρήματα εἰσφέρειν, ὁ Λαμπούδιος ὑπέρχεται τὴν εἴσπραξιν ἑκοντὶ, πολλὰ τοῦ δεσπότου δεηθεὶς, ὡς τῶν ἄλλων μᾶλλον αὐτὸς καταπραξόμενος βέλτιον διὰ τὴν ἐμπειρίαν καὶ τὴν πρὸς ἐκεῖνον εὔνοιαν. ἀδείας δὲ τυχὼν, τὴν Πελοπόννησον ἅπασαν περιιὼν, ἐξεπολέμου τῷ δεσπότῃ, καὶ πόλεσιν ἁπάσαις καὶ κώμαις τὴν ἐθελοδουλίαν ὀνειδίζων, καὶ τὸ μὴ ἀξίως τῶν προγόνων ἐπὶ τὴν ἐλευθερίαν προθυμεῖσθαι, ἀλλ' ὥσπερ ἀνδράποδα ἀνέχεσθαι ἄγεσθαι καὶ φέρεσθαι ὑπὸ τοῦ δεσπότου, καὶ τέλος πάντας ἔπειθεν ὁμοίως τῷ δεσπότῃ πολεμεῖν, ἰσχυριζόμενος, ὡς ἢ οὐκ ἀντισχήσει κοινῇ πρὸς πάντας πολεμῶν, ἀλλὰ φεύξεται καταλιπὼν τὴν Πελοπόννησον, ἀγαπητὸν ἡγούμενος τὸ σώζεσθαι, ἢ διαφθαρήσεται μένων, πανταχόθεν τοῦ πολέμου περιῤῥέοντος. οὕτω μὲν ἐκείνους ἔπειθε καὶ πᾶσιν ἔδωκε σύνθημα κοινὸν, ἵν' ἐν ἡμέρᾳ τῇ αὐτῇ τοῖς σφισιν ἄρχουσι πάντες ἐπιθέμενοι, πρῶτον μὲν αὐτῶν κρατήσωσιν, ἔπειτα ἐπιστρατεύσωσι δεσπότῃ, ἀσθενεστέρῳ γεγενημένῳ ἤδη. καὶ κατὰ τὴν ἐκείνου παραίνεσιν πάντα ἐτελεῖτο. ἡμέρᾳ γὰρ τῇ αὐτῇ πάντων ἐκράτησαν, ὅσοι πόλεων ἦρχον ἢ κωμῶν· ἔπειτα ἁπανταχόθεν ἀθροισθέντες παμπληθεῖς πεζοί τε καὶ ἱππεῖς ἐπῄεσαν δεσπότῃ, Λαμπουδίου μετὰ τῶν ἄλλων τῶν δυνατωτέρων ἡγουμένου. δεσπότης δὲ τοὺς ἰδίους ἐφοπλίσας, ὅσοι εἵποντο ἐκ Βυζαντίου, περὶ τριακοσίους ὄντας λογάδας πάντας, ἀντεπεξῄει τοῖς Πελοποννησίοις, καὶ μισθοφόρους ἔχων ὀλίγους Ἀκαρνᾶνας. οἱ δὲ οὐδὲ εἰς ὄψιν ὑπομείναντες ἐλθεῖν, εἰς φυγήν τε ἐτράποντο καὶ διελύθησαν κατὰ πόλεις· καὶ οἱ μὲν αὐτίκα προσεχώρουν παραιτούμενοι καὶ ἐτύγχανον συγγνώμης, ὅσοι δὲ ἦσαν τολμηρότεροι πρὸς νεωτερισμοὺς, τὰς πόλεις κατασχόντες, οὐκ ἐδέχοντο δεσπότην ἀνοήτως. οἳ γὰρ ὁμοῦ σύμπαντες ἀντισχεῖν οὐκ ἠδυνήθησαν, οὗτοι κατ' ὀλίγους διαιρεθέντες, ἤλπισαν περιγενήσεσθαι. ὕστερον μέντοι καὶ αὐτοὶ μετὰ πολλὴν κάκωσιν καὶ τὰς συνεχεῖς ἐπιδρομὰς καὶ λεηλασίας τὸ συνοῖσον συνιδόντες, προσεχώρουν τῷ δεσπότῃ δεόμενοι τυχεῖν συγγνώμης. ὁ δὲ παρείχετο πᾶσιν, οὐ μισῶν μᾶλλον, ἢ τῆς ἀνοίας ἐλεῶν, ὅτι ἀκινδύνως σώζεσθαι ἐνὸν, ἀπώλοντο τοῖς ὑπὲρ δύναμιν ἐπιχειροῦντες. ἡσύχασαν δὲ χρόνον οὐκ ὀλίγον, τὴν ὑπὸ δεσπότῃ δουλείαν οὐ μᾶλλον ὑπ' εὐγνωμοσύνης εὐμαρῶς φέροντες, ὅσον ὑπὸ δέους. τοῦ πρὸς ἀλλήλους δὲ τῶν βασιλέων αὖθις πολέμου ἀναῤῥιπισθέντος, καὶ τοῦ νέου βασιλέως τοῦ Παλαιολόγου τῶν πραγμάτων ἄρξαντος, αὖθις οἱ Πελοποννήσιοι διὰ τὸ βασιλέα τὸν πατέρα πεπαῦσθαι τῆς ἀρχῆς δυνήσεσθαί τι πλέον οἰηθέντες, ἄλλως τε καὶ τῶν Ἀσάνη τοῦ Ἰσαακίου υἱῶν ἐναγόντων πρὸς τὸν πόλεμον, οἳ ἦσαν ἐκεῖ ὑπὸ βασιλέως τοῦ νέου ἐπιτροπεύειν πεμφθέντες τῆς Πελοποννήσου, σύμπαντες ὁμοῦ ἀπέστησαν δεσπότου, πλὴν μιᾶς πόλεως, ἧς φρουρὰ κατεῖχε τὴν ἀκρόπολιν ἀνάλωτον οὖσαν διὰ καρτερότητα τήν τε φυσικὴν καὶ τὴν κατεσκευασμένην. ὁ δὲ τῇ σφετέρᾳ χρώμενος δυνάμει μόνῃ, αὖθίς τε ἐκράτει συμπάντων καὶ τοῖς ὅπλοις χρώμενος κατεδουλοῦτο. ἐξ ἐκείνου δὲ παντάπασιν ἀπειπόντες τὸ ἐκείνῳ πολεμεῖν, τήν τε πρὸς ἀλλήλους ἀσπάζονται εἰρήνην καὶ τὴν πρὸς ἐκεῖνον εὔνοιαν, καὶ τὰ μέγιστα ὠφέληνται ἐκ τούτου, ἐπὶ γεωργίας τραπόμενοι καὶ βοσκημάτων ἐπιμέλειαν, καὶ κτήσεις ἐκτήσαντο ἐν τοῖς ἀγροῖς πολλὰς, πρότερον καθ' ὃν ὁ δεσπότης ἀφῖκτο χρόνον οὐδενὸς ὄντος πλὴν τῶν πόλεων, καὶ τούτων ὑπὸ τῶν στάσεων διεφθαρμένων. Λατῖνοι δὲ οἱ πρίγγιπι ὑπήκοοι πρῶτα μὲν καὶ αὐτοὶ ὥρμηντο δεσπότῃ πολεμεῖν καὶ κακῶς ποιεῖν τὰς πόλεις, οὐδὲ πρότερον ἀμελοῦντες. εἰς τοὐναντίον δὲ ἅπαν τὸ τόλμημα ἐν ὀλίγῳ χρόνῳ ἐκείνοις περιέστη. μᾶλλον γὰρ αὐτοὶ κακῶς ἔπασχον κατὰ τὸν πόλεμον. συνιδόντες δὲ αὐτοῖς οὐκ ὀλίγα λυμαινόμενον τὸν πόλεμον, πρεσβείας ποιησάμενοι καὶ πολλὰ δεσπότου δεηθέντες, ἔπεισαν θέσθαι πρὸς αὐτοὺς σπονδὰς εἰρηνικὰς, ὥστε εἶναι ὑπηκόους μὲν πρίγγιπι, αὐτῷ δὲ φίλους καὶ συμμάχους, καὶ ἔνδον τε Πελοποννήσου προθύμως συμμαχεῖν, ᾗ ἂν δέοιτο αὐτῶν, ἐκ τῶν οἰκείων τρεφομένους, καὶ ἐκτὸς ὁμοίως. ὅθεν μαχομένῳ τε πρὸς Πέρσας ναυσὶν ἐπιστρατεύοντας πολλάκις συνεμάχησαν, καὶ πολλῶν αὐτῷ τροπαίων ἐκοινώνησαν κατὰ βαρβάρων, καὶ εἰς Βοιωτίαν συνεισέβαλον πρός τινα τῶν ἐκεῖ δυναστευόντων Λατίνων πολεμοῦντι, Ρουντζέρην Ντελωρίαν προσαγορευόμενον, πολλήν τε εὔνοιαν πρὸς αὐτὸν ἐκτήσαντο διὰ τὴν ἐπιείκειαν καὶ τὸ φιλάληθες. ἐν χρόνῳ γὰρ ἤδη οὐκ ὀλίγῳ οὐδέποτε οὐδὲν ἐφάνη τῶν ἐπηγγελμένων ἐψευσμένος. ὅθεν οὐδὲ ὅρκων δέονται, ἤν τι δέωνται ἐκείνου, ἀλλ' ἀξιόχρεως αὐτοῖς πρὸς πίστιν καὶ λόγος προϊέμενος ἁπλῶς. ἡ μὲν οὖν Πελοπόννησος οὕτως ἄγεται μέχρι νῦν ὑπὸ δεσπότου Μανουὴλ τοῦ Καντακουζηνοῦ πολλὰ ὠφελουμένη ἔκ τε ὧν τοῖς πολεμίοις ἀήττητος ἄχρι νῦν διατετέλεκε, καὶ τοῖς ὑπηκόοις προσηνὴς καὶ κηδεμονικός.

ιδʹ. Βασιλεὺς δὲ καὶ πρὸς τὸν Αἰγύπτου καὶ Συρίας καὶ Ἰουδαίας Σουλτὰν ὑπὲρ τῶν ἐκείνῃ Χριστιανῶν πρεσβείαν ἐποιεῖτο. πρεσβευταὶ δὲ ἦσαν ἔκ τε τῶν Βυζαντίου πολιτῶν ὁ Σεργόπουλος Μανουὴλ καὶ ὁ τῶν Ἱεροσολύμων πατριάρχης Λάζαρος, ὃν ἔδει προστάγματι Σουλτὰν εἰς τὸν θρόνον ἀποκαταστῆναι. ἄλλως γὰρ οὐκ ἔξεστιν οὐδένα τῶν κατὰ τὰς πόλεις ἐπισκόπων, αἳ δουλεύουσι τούτοις τοῖς βαρβάροις, οὕτω συγκεχωρηκότος τοῦ θεοῦ διὰ τὸ πολλὰ ἡμᾶς τοὺς καλουμένους ἀπὸ Χριστοῦ αὐτῷ προσκεκρουκέναι καὶ προσκρούειν ἄχρι νῦν. οὗτος γὰρ δὴ ὁ πατριάρχης, ἔτι βασιλέως Ἀνδρονίκου περιόντος, ὑπὸ τῶν συνεπισκόπων ἐν τῇ ἁγίᾳ πόλει κεχειροτονημένος, ὥσπερ ἔθος, εἰς Βυζάντιον ἔπειτα ἀφῖκτο προβληθησόμενος καὶ παρὰ βασιλέως. Γερασίμου δέ τινος μοναχοῦ ἐκεῖθεν ὡρμημένου καὶ ἄλλων τινῶν πρὸς τὸ τόλμημα συναιρομένων, τοῦ πατριάρχου πρὸς συκοφαντίαν τινὰ αἰτιωμένου, δι' ἃ ἐδόκει δίκαιος ἀποχειροτονεῖσθαι, οὔθ' οὕτως ἔσχεν ὁ βασιλεὺς, ὥστε αὐτίκα διὰ τὸ αἰτιᾶσθαι Γεράσιμον ἀποχειροτονεῖν, οὔτε παντάπασιν ἠπίστει, ἀλλ' ἐν Βυζαντίῳ κελεύσας μένειν ἄχρις ἂν τὰ κατ' αὐτὸν ἐξετασθείη, πρεσβείαν ἐποιεῖτο πρὸς Σουλτὰν, ἅμα μὲν καί τινων πέρι ἀναγκαίων ἄλλων καὶ τῶν ἐν Αἰγύπτῳ Χριστιανῶν, οὐχ ἧττον δὲ καὶ τούτου ἕνεκα τοῦ πατριάρχου· καὶ ἐκέλευε τοῖς πρέσβεσιν ἐν Παλαιστίνῃ γενομένοις, ἐξετάζειν τὰ κατ' αὐτὸν μετὰ τῶν ἐπισκόπων. τοῦ βασιλέως δὲ ἐν τῷ μεταξὺ χρόνῳ τετελευτηκότος, καὶ τοῦ πρὸς βασιλέα τὸν Καντακουζηνὸν πολέμου κεκινημένου, καὶ ὁ πατριάρχης Λάζαρος ὑποπτευθεὶς ᾑρῆσθαι τὰ ἐκείνου, ὑπὸ πατριάρχου τοῦ Ἰωάννου ἐρήμην κατεψηφίσθη, οὔτ' ἐλέγχων, οὔτε συνόδου, οὔτε τινὸς ἑτέρου τῶν νομίμων δεηθέντος· ἀντ' ἐκείνου δὲ ὁ κατηγορῶν Γεράσιμος ἐπίσκοπος τῆς ἁγίας παρανόμως ἐχειροτονεῖτο πόλεως. Λάζαρος δὲ ὁ πατριάρχης οὕτως ἰδὼν ἑαυτὸν ἀτιμωθέντα ἐπ' οὐδεμιᾷ τὸ εὔλογον αἰτίᾳ κεκτημένῃ, ἀλλὰ διὰ τὸ πρὸς βασιλέα μόνον ἔχθος, ἄλλως θ' ὅτι καὶ τῶν ἐπιτηδείων ἐχορήγουν οὐδὲν ὡς ἀπεῤῥιμμένον, καὶ γλίσχρως διέζη καὶ τῶν πρὸς τὴν χρείαν ἐνδεῶς, ἐσκέπτετο πρὸς Καντακουζηνὸν τὸν βασιλέα διαδιδράσκειν μετὰ τὴν ἐπάνοδον εἰς Διδυμότειχον ἐκ τῆς ἑσπέρας. οὕτω δὲ δόξαν, πρὸς Γαλατᾶν τὸ Λατίνων φρούριον διαβὰς, τρόπον ἐπεζήτει, καθ' ὃν ἀφίξεται εἰς βασιλέα. οἱ δὲ ἐν Βυζαντίῳ ἄρχοντες φωράσαντες τὸν δρασμὸν, καὶ πατριάρχης ὁ Ἰωάννης, πέμψαντες εἰς Γαλατᾶν, ἐκέλευον Λατίνους πατριάρχην αὐτοῖς τὸν Ἱεροσολύμων ἐκδιδόναι. οἱ δ' αἵρεσιν αὐτῷ προὐτίθεσαν, ἢ κοινωνεῖν αὐτοῖς πρὸς τῶν δογμάτων τὴν διαφορὰν καὶ τὸν ἐπίλοιπον συνεῖναι χρόνον, ὡς νῦν τε αὐτῶν πολλὴν φιλοτιμίαν περὶ τῆς εἰς αὐτὸν εὐποιίας ἐπιδειξομένων, καὶ τοῦ Ρώμης ἐπισκόπου ὕστερον εὐεργετήσοντος μεγάλα καὶ τοῖς ὑπ' αὐτὸν συναριθμήσοντος ἐπισκόποις, ἢ ἠπείλουν ἐκδιδόναι τοῖς αἰτοῦσιν, ὑφ' ὧν πείσεται ἀνήκεστα. ὁ δὲ οὐ τοσοῦτον ἔδεισε τὰς ἀπειλὰς, ὅσον τῆς ἐκείνων ἀνοίας κατεγέλα, εἰ μικρῶν ἕνεκα καὶ εὐκαταφρονήτων τῆς πατρίου δόξης ἤλπισαν ἀποστήσειν, ἀντηπείλησέ τε καὶ αὐτὸς, ὡς ῥᾷον ἂν αὐτὸς αὐτοὺς τῶν κακῶς μεταστήσειε δεδογμένων, ἢ αὐτὸς συναπαχθείη, ἢ μεγάλαις ἀγαθῶν ἐπαγγελίαις, ἢ τῶν πάνυ φοβερωτάτων ἀπειλαῖς. ἐπεὶ δὲ αὐτὸν ἀμεταθέτως εἶδον ἔχοντα, δεσμώτην ἐξεδίδουν τοῖς αἰτοῦσιν. οἱ δὲ ἤγαγον πρὸς πατριάρχην, προσδόκιμον ὄντα ἀφιλανθρώπως χρήσεσθαι αὐτῷ. ὁ δὲ τὴν ἀρετὴν τοῦ ἀνδρὸς αἰδεσθεὶς, οὐδὲ γὰρ ἠγνόησεν ὅσα ἀντεῖπε τοῖς Λατίνοις ἐπὶ τὴν κοινωνίαν προκαλουμένοις, οὐδ' ὡς μᾶλλον εἵλετο ἀποθανεῖν, ἢ τῆς πατρίου δόξης ἀποστῆναι, προσιόντι τε ὑπανέστη, καὶ προσαγορεύσας ἡμέρως καὶ προσηνῶς, παρεκάθισέ τε καὶ ὁμιλίας ἠξίωσε πρεπούσης φίλῳ, ὁμολογητὴν ἐν ταῖς διαλέξεσιν ἀποκαλῶν. ἔπειτα ἀπέπεμπεν εἰς τὴν οἰκίαν, οὐδὲ ἴχνος ἐπιδεδειγμένος δυσμενείας, προνοίας δὲ ἠξίωσεν οὐδεμιᾶς. διὸ καὶ μετὰ μικρὸν, ἐπεὶ ὑπ' ἐνδείας οὐ μετρίως ἐπιέζετο, ᾤχετο ἀποδρὰς πρὸς βασιλέα, καὶ τόν τε ἐπίλοιπον τοῦ πολέμου χρόνον συνῆν φροντίδος ἀξιούμενος, καὶ μετὰ τὸ πάντων κύριον καταστῆναι εἰς Βυζάντιον ἐπανελθὼν, πολλῆς παρὰ βασιλέως ἀπήλαυε προνοίας. τοῦτον δὴ τὸν πατριάρχην μετὰ Σεργοπούλου ὕστερον πρὸς τὸν Σουλτὰν Αἰγύπτου πέμψας πρεσβευτὴν, ἄλλα τε ἠξίου τὸν Σουλτὰν ποιεῖν, ἃ ἐλυσιτέλει τοῖς ἐκεῖ Χριστιανοῖς, καὶ τὸν πατριάρχην εἰς τὸν θρόνον ἀποκαταστῆσαι, τὸν παρανόμως ἐπισκοποῦντα ἀπελάσαντα Γεράσιμον. Σουλτὰν δὲ τά τε ἄλλα φιλοτίμως πρὸς τὴν βασιλέως πρεσβείαν διετέθη, καὶ πάντα ἐξεπλήρου, ὧν ἐδέοντο οἱ πρεσβευταὶ, πολλὴν χάριν ὁμολογῶν περὶ τῆς εἰς αὐτὸν πρεσβείας. ἦν γὰρ θαυμάσιά τινα περὶ βασιλέως πεπυσμένος, καὶ τοῦ παντὸς ἐτιμᾶτο τὴν πρὸς αὐτὸν φιλίαν, καὶ τὸν πατριάρχην πρὸς τὴν ἁγίαν πόλιν πέμψας, ἐκέλευε τοῖς ἐκεῖσε τῶν βαρβάρων ἄρχουσι τὸν μὲν Γεράσιμον ἀπελαύνειν, Λάζαρον δὲ τὸν πατριάρχην ἄγειν διὰ τιμῆς, καὶ μηδὲν αὐτῷ παρενοχλεῖν τοῖς ἐν Παλαιστίνῃ Χριστιανοῖς ἐπισκοποῦντι. ἔπεμπε δὲ καὶ πρὸς βασιλέα γράμματα οὕτως ἔχοντα ἐν λέξει· «εἰς τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἐλεοῦντος καὶ ἐλεήμονος. μακροημερεύσοι ὁ θεὸς ὁ ὕψιστος πάντοτε τὰς ἡμέρας τῆς βασιλείας τοῦ μεγάλου, τοῦ εὐεργετικοῦ, τοῦ φρονίμου, τοῦ λέοντος, τοῦ ἀνδρείου, τοῦ ἐν πολέμοις ὁρμητικοῦ, εἰς ὃν οὐ δύναταί τις σταθῆναι ἔμπροσθεν αὐτοῦ, τοῦ σοφωτάτου εἰς τὸ δόγμα αὐτοῦ, τοῦ δικαιοτάτου εἰς τὸν τόπον καὶ τὴν χώραν αὐτοῦ, τοῦ θεμελίου τῆς πίστεως καὶ τοῦ δόγματος τῶν Χριστιανῶν, τοῦ κίονος τοῦ ἀσείστου ἁπάντων τῶν βεβαπτισμένων, τοῦ βοηθοῦ τῶν δογμάτων τοῦ Χριστοῦ, τῆς σπάθης τῶν Μακεδόνων, τοῦ Σαμψὼν, τοῦ βασιλέως τῶν Ἑλλήνων, τοῦ βασιλέως τῶν Βουλγάρων, τῶν Ἀσανίων, τῶν Βλάχων, τῶν Ρώσων καὶ τῶν Ἀλανῶν, τῆς τιμῆς τοῦ δόγματος τῶν Ἰβήρων καὶ τῶν Σύρων, τοῦ κληρονόμου τῆς βασιλείας τῆς γῆς αὐτοῦ, τοῦ αὐθέντου τῶν θαλασσῶν καὶ τῶν ποταμῶν τῶν μεγάλων καὶ τῶν νήσων, Ἀγγέλου Κομνηνοῦ Παλαιολόγου τοῦ Καντακουζηνοῦ. πάντοτε ἡ βασιλεία σου τὸ θέλημα αὐτῆς νὰ τὸ ζητῇ ἀπὸ τὴν Σουλτανικὴν ἐξουσίαν μου, καὶ ἀπὸ τὸ ὀσπήτιόν μας τὸ ἡγιασμένον καὶ πεφωτισμένον, καὶ ὡς ἔχομεν πᾶσαν δύναμιν νὰ πληρῶμεν τὴν ἀγάπην τῆς βασιλείας σου, καὶ καθὼς εὑρίσκετο τῶν προγόνων τῆς βασιλείας σου μετὰ τῶν προγόνων τῆς Σουλτανικῆς ἐξουσίας μου, καὶ καθὼς ἐπληροῦτο ἡ ὄρεξις τῶν βασιλέων τῶν προγόνων τῆς βασιλείας σου ἀπὸ τῆς αὐθεντίας μας, καὶ ηὐχαρίστουν μας πάντοτε ἐκεῖνοι, καὶ ἔπεμπαν εἰς τὴν ἡγιασμένην αὐλήν μας, καὶ συνετύγχαινάν μας, οὕτως πάλιν νὰ εὐεργετῆται ἡ ἀγάπη τῆς βασιλείας σου, καὶ νὰ πληροῦται ἡ ὄρεξις αὐτῆς ἀπὸ τῆς αὐθεντίας μας. καὶ διότι ἀπεκόπη καὶ ἐμάκρυνεν ἡ συνήθεια ἐκείνη, ἀπεστάλη ἡ γραφὴ αὕτη ἀπ' ἐμᾶς νὰ ἀναγνωσθῇ ἔμπροσθεν εἰς τὸν μέγαν βασιλέα, εἰς ἔπαινον τῆς προτέρας φιλίας καὶ εἰς παρακίνησιν τῶν ζητημάτων, ὅτι πάντοτε μετὰ χαρᾶς νὰ ἔναι πεπληρωμένα, καὶ περισσότερα νὰ γίνωνται, καὶ τὸ ἦλθεν ἀπ' ἐσᾶς εἰς τὸν πλατυσμὸν τῆς καλοσύνης μας τὸν γλυκύτατον, νὰ τὸ δεχώμεθά με τὴν καλογνωμίαν, καθὼς τὰ ἐδεξάμεθα, καὶ τῶρα καλὰ ἀπὸ τὰ χέρια τοῦ ἀποκρισιαρίου τῆς βασιλείας σου τοῦ ἄρχοντος τοῦ Μανουὴλ, καὶ παρελάβομεν αὐτὰ μετὰ εἰρήνης, καὶ ἐγνωρίσαμεν τὸ ἔγραφεν ἀπέσω. ἐκεῖνο τὸ ἐζήτει, ὅτι νὰ ἔναι ἀγάπη καὶ φιλία τὸ ἦτον μέσον εἰς τὸν πατέρα μου τὸν Σουλτάνον τὸν μέγαν, ὁ θεὸς ὁ ὑψηλὸς νὰ ἁγιάσῃ τὴν ψυχὴν αὐτοῦ, καὶ εἰς τὸν βασιλέα τῶν Ρωμαίων τὸν ἀδελφὸν τῆς βασιλείας σου, ὡς εἶχον συνήθειαν, καθὼς λέγεις, νὰ ἔναι τὰ δύο ὀσπήτια ἓν, καὶ ἤρχοντο ἀπ' αὐτοῦ ἐδὼ ἀποκρισιάριοι, καὶ ἀπ' ἐδὼ πάλιν αὐτοῦ, καὶ τὸ θέλεις νὰ γίνεται. καὶ νὰ ὑπαγαίνουν, καὶ νὰ ἔρχωνται κατὰ τὴν πρώτην συνήθειαν. πάλιν ἐζήτησε διὰ τὰς ἐκκλησίας τῶν Ρωμαίων ἐκείνας ὅπου ἔναι εἰς τὰ Ἱεροσόλυμα τὰ ἅγια, καὶ ἐγνωρίσαμεν καὶ αὐτό. καὶ ὡρίσαμεν νὰ προσέξουν τὰς ἐκκλησίας, δι' ἃς ἐμηνύσατε, καὶ ἐκεῖνο τὸ ἐζητήσατε νὰ ἀκούσωμεν τὸν λόγον τοῦ ἄρχοντος τοῦ ἀποκρισιαρίου τοῦ Μανουὴλ, καὶ νὰ τὸν ἀπολογηθῶμεν, καὶ νὰ πληρώσωμεν τὰς δουλείας του, ἐπληρώσαμεν τὸ ἤθελεν αὐτοῦ, καὶ ὡρίσαμεν ἵνα ἀκουσθῇ ὁ λόγος του. πάλιν ἐζήτησεν ὁ ἀποκρισιάριος, ὅτι χάλασμα ἦν παλαιᾶς ἐκκλησίας εἰς τὴν γειτονίαν τῶν Ρωμαίων ὁ ἅγιος Γεώργιος, νὰ ὁρίσωμεν νὰ κτισθῇ, καὶ ἠκούσαμεν τὸν λόγον του, καὶ ἐπληρώσαμέν τον. πάλιν ἐζήτησεν οὗτος τὸν ὁρισμόν μας τὸν ἅγιον νὰ ὑπάγῃ εἰς τὴν ἁγίαν ἀνάστασιν, νὰ προσκυνήσῃ καὶ ἐκεῖνος, καὶ οἱ εὑρισκόμενοι μετ' ἐκείνου ἀπὸ τῆς βασιλείας σου, καὶ ἠγαπήσαμεν εἴ τι ἐζήτησες, καὶ ἐπληρώσαμέν το, καὶ ἐγράφη ὁρισμὸς εἴ τί μας παρεκάλεσεν ὁ ἀποκρισιάριος νὰ πληρωθῇ εἰς τὴν ἁγίαν ἀνάστασιν. καὶ ὡς ἐζήτησεν νὰ ὑπάγῃ, ἐδώκαμεν ἄρχοντα μετ' αὐτοῦ, καὶ ἀπέσωσέν τον ἐκεῖ, καὶ προσεκύνησεν ὡς ἤθελε, καὶ ἐγύρισε μετ' εὐχαριστίας. πάλιν ἐζήτησεν ὁ ἀποκρισιάριος νὰ γένηται ὁρισμός μας ὑψηλὸς, νὰ φυλάσσωνται οἱ εὑρισκόμενοι Χριστιανοὶ εἰς τὸν ἁγιώτατον τόπον τῶν Ἱεροσολύμων, καὶ τὰ μοναστήρια, καὶ αἱ ἐκκλησίαι, καὶ νὰ ἔχωσιν ἀγάπην, καὶ δεφένδευσιν ἀπὸ τὸν ἀμηρᾶν τὸν εὑρισκόμενον ἐκεῖ, καὶ οὐ μόνον οἱ τοπικοὶ, ἀλλὰ καὶ οἱ κατὰ καιροὺς ἐρχόμενοι εἰς τὴν προσκύνησιν τῆς ἁγίας ἀναστάσεως, καὶ οἱ κατὰ καιροὺς εὑρισκόμενοι δουλευταὶ Μουσουλμάνοι εἰς τὴν ἁγίαν ἀνάστασιν, νὰ μηδὲν ἀφήνουν, νὰ καταφρονοῦν, καὶ νὰ δέρνουν, καὶ νὰ ὀχλῶσι τοὺς κατὰ καιρὸν ἐρχομένους εἰς τὸ αὐτὸ ἅγιον προσκύνημα, ἢ εἰς τοὺς τοπικούς· ἀλλὰ μᾶλλον νὰ τιμῶσι, καὶ νὰ ἀναδέχωνται, καὶ νὰ κυβερνῶσιν αὐτούς. καὶ ὡρίσαμεν καὶ ἐπληρώθη ὑψηλότατος ὁρισμὸς διὰ τὰ ζητήματα αὐτὰ εἰς τὸν τόπον ἐκεῖνον. πάλιν εἰς τὸ ἐνεθύμιζεν ἡ βασιλεία σου ἡ μεγάλη διὰ τὴν ὑπόθεσιν τοῦ πατριάρχου τοῦ Λαζάρου ὅτι εἶχεν ἀποστείλειν αὐτὸν ὁ ἡγιασμένος Σουλτὰν ὁ Μελὴκ Νάσαρ. ὁ θεὸς συγχωρήσοι τὰ κρίματά του εἰς τὰς ἡμέρας τὰς ἁγίας αὐτοῦ. ὁ ἀποκρισιάριος νὰ δείξῃ, καὶ νὰ πληροφορήσῃ τὴν μεγάλην βασιλείαν σου διὰ τὴν τοιαύτην ὑπόθεσιν ὅπως ἐγένετο, καὶ ἀπεπληρώθη ἕνεκεν τοῦ τοιούτου πατριάρχου, ἀπελύθη γοῦν ὁρισμὸς ὑψηλὸς εἰς τὰ ἅγια Ἱεροσόλυμα, νὰ στέργωσι τὸν πατριάρχην τὸν Λάζαρον, καὶ νὰ τὸν φυλάσσωσι καλὰ, καθὼς καὶ τοὺς πρώην πατριάρχας. καὶ ὡρίσαμεν καὶ ἐγένετο ἡ κατάστασις τοῦ τοιούτου πατριάρχου, καὶ ἀπεστάλη καὶ αὐτὸς εἰς τὰ ἅγια Ἱεροσόλυμα μετὰ τοῦ ἀποκρισιαρίου. πάλιν ἐζήτησεν ὁ ἀποκρισιάριος διὰ τοὺς αἰχμαλώτους, οἵτινες εὑρίσκονται ἀπὸ τὴν χώραν τῆς Ρωμανίας, ἵνα ἐλευθερώσωμεν αὐτούς. καὶ ἡμεῖς νὰ γνωρίσῃ ἡ βασιλεία σου, ὅτι τοιαύτην συνήθειαν ἀρχαίαν εἴχομεν διὰ τὰ αἰχμάλωτα, ὅτι νὰ γίνεται ἀνταλλαγὴ, καὶ νὰ ἀπολύωμεν ἡμεῖς ἐξ ὧν ἔχομεν, καὶ ἡ βασιλεία σου πάλιν ἐξ ὧν ἔχει ἀφ' ἡμῶν σκλάβων νὰ πέμπῃ πρὸς ἡμᾶς. ὅμως ὡρίσαμεν καὶ ἐπληρώθη καὶ τὸ ζήτημα τοῦτο, καὶ ἠλευθερώσαμεν ὅσους ἐζήτησεν ὁ ἀποκρισιάριος, καὶ παρέλαβεν αὐτούς. πάλιν ἐζήτησεν ὁ ἀποκρισιάριος νὰ ἔναι ἀσφάλεια, εἰς τοὺς ἐρχομένους ἐδὼ ἀπ' αὐτοῦ πραγματευτὰς, καὶ ἐγροικίσαμέν το, καὶ ἐγένετο ὁρισμὸς, ἵνα ἀναδέχωνται τοὺς τοιούτους πραγματευτὰς, καὶ φυλάσσωσιν αὐτοὺς, καθὼς ἐζήτησεν ὁ ἀποκρισιάριος. καὶ μὲ τὸν ὑψηλότατον ὁρισμὸν, καὶ μὲ τὴν ἀπολογίαν ἐγυρίσαμεν τὸν ἀποκρισιάριον, καὶ ἃς γινώσκῃ τοῦτο ἀληθινὰ ἡ βασιλεία σου. καὶ ὅταν ἔχῃ θέλημα ἄς μας φθάνῃ μανδάτον, νὰ πληρώσωμεν τὸ θέλημα τῆς βασιλείας σου. ἡμεῖς πρότερον ἐγνωρίσαμεν ὅπως ὡς εἰσῆλθεν ἡ βασιλεία σου μὲ τὸν ὁρισμὸν τοῦ θεοῦ, καὶ μετὰ ἰσχύος μεγάλης εἰς τὴν πόλιν, οὐδὲν ἐμνήσθης κακῶν, ἀλλὰ ἐφύλαξες τὸν υἱὸν τοῦ βασιλέως, καὶ ἐσυνεπάθησες τοὺς ἐχθρούς σου, καὶ ἐχάρημεν εἰς τοῦτο πολλὰ, καὶ ἐπαινέσαμεν τὴν βασιλείαν σου. τῶρα πάλιν ἐμάθαμεν τοῦτο πλατύτερα καὶ καθαρώτερα καὶ ἀπὸ τὸν πατριάρχην τὸν Λάζαρον καὶ ἀπὸ τὸν ἄρχοντα τὸν ἀποκρισιάριον τὸν Μανουὴλ, καὶ τὸ πῶς τὸν ἔδωκες τὴν θυγατέρα σου, καὶ ἐποίησες αὐτὸν υἱόν σου καὶ γαμβρόν σου, καὶ εἰς αὐτὸ πλεώτερον ἐχάρημεν, καὶ ὁ θεὸς τὴν καρδίαν σου νὰ τὴν πλατύνῃ, καὶ τὴν χώραν σου εἰς τὸ ἓν ἑκατὸν νὰ τὴν ποιήσῃ, καὶ τὸ σπαθίν σου εἰς τοὺς ἐχθρούς σου φοβερὸν νὰ τὸ ποιήσῃ. ὁ θεὸς ὁ ὕψιστος νά σε διακρατῇ, καὶ νὰ εὐτυχῇς ἀπὸ τοῦ ἐλέους του καὶ ἀπὸ τῆς εὐεργεσίας του. ναὶ ἄμποτε θεὲ ὑψηλέ. ἐγράφη εἰς τὰς δεκαπέντε τοῦ Σααπὰν, τῷ ἑπτακοσιοστῷ πεντηκοστῷ ἔτει τοῦ Μαχούμετ. ἐγράφη κατὰ τὸν ὁρισμὸν τὸν ὑψηλόν. δόξα τῇ μεγάλῃ δόξῃ τοῦ μόνου θεοῦ. εὐχαὶ καὶ προσκυνήματα εἰς τὸν αὐθέντην ἐκεῖνον τὸν Μαχούμετ, μετὰ τῶν μαθητῶν του τὸ ἐντιμότερον πλάσμα τοῦ θεοῦ. εὐχαριστῶ τὸν θεὸν παντοκράτορα ὁποῦ ἐλπίζω εἰς ἐκεῖνον.» καὶ ταῦτα μὲν τὰ τοῦ Σουλτάν.

ιεʹ. Γεράσιμος δὲ ἐπεὶ ἐξηλαύνετο τῶν θρόνων, ὥρμητο μὲν αὖθις, ὡς ἐπὶ Σουλτὰν ἐλθὼν, καταψεύσοιτο τοῦ πατριάρχου καὶ πείσοι τοῦ θρόνου ἐξελαύνειν. μετὰ τρίτην δὲ ἡμέραν τῆς ἐκ τῆς ἁγίας πόλεως ἀποδημίας ἐτελεύτα κατὰ τὴν ὁδὸν, οὕτω τοῦ θεοῦ δικάσαντος, ὡς ἂν δικαίῳ θανάτῳ πειρασμῶν ἀδίκων ὁ δίκαιος ἀπαλλαγείη. χρόνον μὲν οὖν οὕτως οὐ μικρόν τινα ὁ πατριάρχης διήγαγεν ἐπὶ τῶν θρόνων. τοῦ δὲ Σουλτὰν ἐκείνου τετελευτηκότος, ἄρχων ἕτερος ἀνεδείκνυτο, ὃς ὑπ' οὐδεμιᾶς αἰτίας προφανοῦς πρὸς τὸν κατὰ Χριστιανῶν κεκίνητο διωγμὸν, Σειχοῦν τινος τῶν παρ' αὐτῷ δυνατωτάτων ἀρχισατράπου πρὸς τὸ ἔργον μάλιστα ἐνάγοντος καὶ χαλεπωτάτου Χριστιανοῖς γεγενημένου πᾶσι, πλὴν τῶν ἐκ τῆς αἱρέσεως Ἰακώβου, πολλῶν ὄντων μάλιστα ἐν τῇ ἁγίᾳ πόλει καὶ κατ' Αἴγυπτον καὶ Συρίαν καὶ ἀρχιερέα ἰδίᾳ τῆς αὐτῆς αἱρέσεως ἐχόντων. ἐφείδετο δὲ αὐτῶν οὐ μᾶλλον δι' εὐγνωμοσύνην ἢ δέος. λέγεται γὰρ, ὡς πρὸς τὴν Νείλου δίοδον μέγα ἔθνος ἐστὶ κατῳκισμένον τὴν Ἰακώβου πρεσβεῦον αἵρεσιν καθάπαξ, οὓς ἀνάγκην ἔχει θεραπεύειν ὁ Σουλτὰν Αἰγύπτου διὰ τὸ δύνασθαι τὸν Νεῖλον ἐπ' ἄλλην γῆν μετοχετεύειν. ὃ εἰ γένοιτο, σύμπασα ἄρδην Αἴγυπτος καὶ ἡ ἄλλη Συρία ἀπολοῦνται τρεφόμεναι ὑπ' ἐκείνου φιλοτίμως. δι' ἣν αἰτίαν καὶ τότε οἱ βάρβαροι τοῖς Ἰακώβου αἱρεσιώταις μόνοις ἦσαν εὐμενεῖς. τοῖς δ' ἄλλοις ἅπασιν οὕτως ἐπετέθησαν σφοδρῶς, ὡς πολλοὺς μὲν τῷ διὰ μαρτυρίου τέλει παραπέμψαι ποικίλαις καὶ διαφόροις κολάσεων ἰδέαις, οὐκ ὀλίγους δὲ καὶ τῆς εἰς Χριστὸν ἀποστῆσαι πίστεως καὶ τῆς σφετέρας πεῖσαι ἔχεσθαι θρησκείας, ὃ καὶ μάλιστα δακρύων ἄξιον, ὅσοι δῆτα καὶ μετὰ τῆς εἰς Χριστὸν πίστεως συναπήγοντο τῷ πονηρῷ διὰ τῶν ἔργων καὶ τῆς αὐτῆς ἐκείνῳ γεέννης ἦσαν κληρονόμοι. οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν ὀρθοῦ βίου μετὰ τῆς πίστεως ἐχόμενον ναυαγῆσαί ποτε περὶ τὴν πίστιν, τῆς παρὰ θεοῦ ἐπικουρίας ἔρημον γενόμενον. ὅτε δὴ καὶ Λάζαρον τὸν πατριάρχην συλλαβόντες, πρῶτα μὲν πολλαῖς ὑπήρχοντο θωπείαις καὶ παραλύειν τὸν τόνον ἐπειρῶντο καὶ τῆς εἰς Χριστὸν ἀπάγειν πίστεως, νομίζοντες, ἂν τοῦτον ἕλωσι, πάντας ὑπάξεσθαι Χριστιανοὺς πρὸς ἄρνησιν αὐτίκα τοῦ Χριστοῦ, τῷ σφετέρῳ προστάτῃ τῆς πίστεως ἑπομένους, καὶ μὴ ἀναγκασθήσεσθαι ἀποκτιννύναι. μᾶλλον γὰρ ἠβούλοντο μεταστήσαντες τῆς πίστεως ζῶντας ἔχειν, ἢ ἀναιρεῖν, ἐξ ὧνπερ οὐδεμία ὄνησις. ὡς δὲ οὐδεμία τις αὐτοῖς ἐκ τοῦ ἐκεῖνον κολακεύειν ὑπεφαίνετο ἐλπὶς, πάντα γὰρ ἐκεῖνος μᾶλλον ἕτοιμος ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως ὑπομένειν ἦν, καὶ δημίων ἐξεκαλεῖτο χεῖρας, καὶ ξεσμοὺς καὶ στρεβλωτήρια ἐδόκει μᾶλλον ποθεῖν, καὶ «οὐδὲν τῶν ὄντων» ἔλεγε «τῆς εἰς Χριστόν με δυνήσεται πίστεως ἀποστῆσαι,» ἀπεγίνωσκον μὲν οἱ βάρβαροι τὴν μετάθεσιν, καὶ τὸ κολακεύειν ὥσπερ τι τῶν ἀχρήστων ἀπετίθεντο, ἐχώρουν δὲ ἐπὶ τὴν σύντροφον ὠμότητα καὶ φίλην, καὶ Σειχοῦν μὲν θάνατον εὐθὺς κατεψηφίζετο τοῦ πατριάρχου, Σουλτὰν δὲ, ὡς ἐλέγετο, ἐδεῖτο μὴ ἀποκτιννύναι, ἀλλὰ τρόπον ἕτερόν τινα τῆς ἀπειθείας ἕνεκα κολάζειν. οὐ γὰρ τοσοῦτον ἦν βαρὺς Χριστιανοῖς ἐκεῖνος, μᾶλλον δὲ ἐλέγετο καὶ ἄχθεσθαι ἀναιρουμένων, ὅσον Σειχοῦν, τὸ τοῦ πονηροῦ πονηρότερον οἰκητήριον, ὁ τῆς ἀπωλείας υἱὸς, ὃς τῷ ἀνθρωποκτόνῳ πατρὶ πειθόμενος κατάκρας, κόρον οὐδένα κτεινομένων ἐλάμβανε Χριστιανῶν, ἀλλ' ἤχθετο μᾶλλον, ὅτι μὴ ταχέως τὸ τοῦ Χριστοῦ ὄνομα τῆς γῆς ἠδύνατο ἐξελαύνειν. ἡ μὲν οὖν τοῦ ἀποκτείνειν ψῆφος ἐκωλύετο· πληγὰς δὲ ἐκέλευε Σειχοῦν ἐπὶ γυμνῶν τῶν σαρκῶν βουνεύροις ἐντείνειν πεντακοσίας. ᾤετο γὰρ οὐκ ἀντισχήσειν πρὸς τοσοῦτον πλῆθος, ἀλλὰ πρὶν εἰς τέλος ταύτας ἥκειν, ἀπολείψειν αὐτὸν τὸ ζῇν, ὅσον εἰς τὴν ἀνθρωπίνην δύναμιν ἀποσκοπῶν. ἐπεὶ δὲ οἱ δήμιοι διαλαβόντες ᾔκιζον καὶ οἱ μὲν πρὸς τὸ πλῆθος ἔκαμνον τῶν πληγῶν, ὁ ἀθλητὴς δὲ τὸν νοῦν πρὸς ὃν ἐπόθει Χριστὸν εἶχε καὶ τὴν ἐκεῖθεν βοήθειαν ἐξεκαλεῖτο, οὐδὲν ἀγεννὲς οὔτε πράττων, οὔτε φθεγγόμενος πρὸς τὰς πληγὰς, ὁ τύραννος ἔτι μᾶλλον ἐξαπτόμενος ὑπὸ θυμοῦ, καὶ ὥσπερ ἑαυτοῦ μαλακίαν καὶ μικρολογίαν καταγνοὺς, καὶ ἑτέρας τοσαύτας ἐκέλευεν ἐντείνειν. θᾶττον δὲ ἢ λόγος τὰ κεκελευσμένα πραττόντων τῶν δημίων, αἵμασι μὲν τὸ ὑποκείμενον ἅπαν ἔδαφος ἐφοινίσσετο, σάρκες δὲ κατέῤῥεον ἀποσπώμεναι καὶ νεῦρα κατελείπετο καὶ ὀστέα γυμνὰ σαρκῶν. ὁ πατριάρχης δὲ πρὸς τοσαύτην ἀπειπὼν τῶν δεινῶν ἐπιφορὰν, ἔκειτο μικρὸν ἐμπνέων, καὶ τοῖς βαρβάροις ἔκπληξιν ἐνεποίει, ὅτι πρὸς τοσαύτας διαρκέσειεν αἰκίας. ἔπειτα ἠρώτων αὖθις, εἰ μὴ τοῖς Σουλτὰν προστάγμασιν εἴκων, τῆς εἰς Χριστὸν πίστεως ἀποστῆναι βούλοιτο καὶ συμμετέχειν αὐτοῖς πρὸς τὴν θρησκείαν· ὡς δ' ἐκεῖνος μετὰ παῤῥησίας ἀπηγόρευε, καὶ «οὐδέν με τῆς εἰς Χριστὸν» ἔφασκε «πίστεως δυνήσεται ἀποστῆσαι,» ἐπί τι δεσμωτήριον, ὃ τοῖς ἐπὶ θάνατον ἐξῄρητο κατεγνωσμένοις, φέροντες ῥιπτοῦσιν, ὡς, εἰ μὴ νῦν ἐκ τῶν πληγῶν, ἀλλ' ὕστερον τὴν διὰ ξίφους σφαγὴν ὑποστησόμενον. οἱ συνδεσμῶται δὲ, ἦσαν γὰρ οὐκ ὀλίγοι ἐκ βαρβάρων ἐφ' ἑτέραις δή τισιν αἰτίαις κατεψηφισμένοι ἀποθνήσκειν, φιλάνθρωπόν τι παθόντες καὶ τὴν ἀνθρωπίνην φύσιν κατοικτείραντες, πρόνοιάν τε ἐποιήσαντο αὐτοῦ οὐ τὴν τυχοῦσαν· καὶ πρὸς θεραπείας τοιούτων παθημάτων ἐμπείρως ἔχοντες, ἀνεκτήσαντό τε διὰ χρόνου καὶ τῶν ἐκ τῶν πληγῶν ἀπήλλαξαν τραυμάτων. ἦν δὲ ἔτι ὑπὸ τὴν θανατηφόρον δίκην. ὁ δὲ τῶν Ἰακώβου αἱρεσιωτῶν ἀρχιερεὺς, καίτοι πρότερον διὰ τὸ περὶ τὴν δόξαν διαφέρεσθαι ἀπεχθῶς πρὸς ἐκεῖνον ἔχων καὶ ἡδέως ἂν ἰδὼν διεφθαρμένον, ὡς παρὰ δόξαν εἶδεν ὕστερον διασωθέντα, οὐ δυνάμεως ἀνθρωπίνης, θείας δὲ εἶναι τὰ γεγενημένα οἰηθεὶς, ὡς ἀθλητῇ τε προσεῖχεν ἐξ ἐκείνου, καὶ πᾶσαν προσῆγε τιμὴν καὶ θεραπείαν, καὶ τῶν ἐπιτηδείων τὴν χορηγίαν ἐποιεῖτο φιλοτίμως καθ' ὅσον χρόνον ἐδεσμεῖτο. καὶ μετὰ χρόνον οὐκ ὀλίγον Σειχοῦν τὴν ψυχὴν ἀποῤῥήξαντος βιαίως, αὐτὸς τὸν πατριάρχην ἐξῃτεῖτο παρὰ Σουλτὰν, καὶ ἐξῆγε τοῦ δεσμωτηρίου καὶ τὴν ἄδειαν τοῦ ἐμπολιτεύεσθαι τῷ Χριστιανῶν θρησκεύματι παρείχετο. ἦν γὰρ δὴ, ὥσπερ ἔφημεν, ὁ Σουλτὰν οὐκ οἴκοθεν ἐπὶ τὸν διωγμὸν κεκινημένος, ἀλλ' ὑπὸ Σειχοῦν καὶ παρὰ γνώμην ἐναγόμενος. διὸ καὶ μετὰ τὴν ἐκείνου τελευτὴν εὐθὺς ἐπέπαυτο, ἀτιμίαν μόνον Χριστιανῶν κατεψηφισμένος, τῆς τε ἄλλης ἰσοπολιτείας τοῖς βαρβάροις οὐ μεταδιδοὺς, ἀλλ' ἐν δοριαλώτων ἄγων μοίρᾳ καὶ ἐπίσημόν τι χρῶμα φέρειν ἐν ταῖς στολαῖς προστεταχὼς, ἵν' εἶεν ἐκ τοῦ χρώματος κατάδηλοι ὄντες Χριστιανοὶ, τινὰ ὀνειδισμὸν ἐκ τούτου προστρίβεσθαι οἰόμενος αὐτοῖς. τοῖς δὲ οὐκ ἀτιμότερον ἐκεῖνο δοκεῖ τὸ χρῶμα, ἢ τῶν Παύλου διὰ Χριστὸν στιγμάτων, οἷς αὐτὸς ἐκαλλωπίζετο, «τὰ στίγματα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῷ σώματί μου» λέγων «περιφέρω.» Λάζαρος δὲ ὁ πατριάρχης τῆς ἁγίας πόλεως οὐκ ὀλίγον χρόνον μετὰ τὰς αἰκίας τὴν πιστευθεῖσαν ποίμνην διϊθύνας, πρεσβευτὴς ὑπὸ Σουλτὰν ἐπέμφθη πρὸς βασιλέα Ἰωάννην τὸν Παλαιολόγον ὕστερον. τὰ μὲν οὖν κατὰ τὸν Ἱεροσολύμων ἱεράρχην οὕτως ἔσχεν ἄχρι τέλους ἀπ' ἀρχῆς. Ἰσίδωρος δὲ ὁ τὴν Βυζαντίων ἐκκλησίαν μετὰ Ἰωάννην λαχὼν ἰθύνειν, ἄλλους τε οὐκ ὀλίγων πόλεων ἀρχιερεῖς ἐχειροτόνει, καὶ Γρηγόριον τὸν Παλαμᾶν Θεσσαλονίκης. ὃν ἐπεὶ εἰς τὴν λαχοῦσαν ἔδει στέλλεσθαι, ὁ βασιλεὺς γράμμασιν ἐφωδίαζε πρὸς τοὺς ἐν Θεσσαλονίκῃ ἄρχοντας, οἳ ἦσαν πρωτοσέβαστός τε ὁ Μετοχίτης Ἀλέξιος καὶ Ἀνδρέας ὁ ἐπὶ τῆς τραπέζης Παλαιολόγος, κελεύοντα τὸν ἀρχιερέα μετὰ πάσης εὐνοίας δέχεσθαι καὶ τιμῆς. οἱ δὲ οὔτε τοῖς βασιλέως γράμμασιν ἐπείθοντο, οὔτε τὸν ἀρχιερέα εἰσεδέχοντο, ἀλλ' ἀναφανδὸν ἀπεῖπον τὸ ὑπὸ βασιλέα εἶναι, πρόφασιν μὲν, ὡς τῷ Παλαιολόγῳ βασιλεῖ προσκείμενοι καὶ διὰ τοῦτο Καντακουζηνῷ τῷ βασιλεῖ πολεμοῦντες, ἐκεῖνον ἀφῃρημένῳ τὴν ἀρχήν· τῇ δ' ἀληθείᾳ, ἑαυτοῖς ἰδίᾳ τὴν Θεσσαλονίκης ἀρχὴν περιποιοῦντες. συνιδόντες γὰρ, ὡς οὔτε βασιλεῖ ῥᾴδιον αὐτοῖς ἐπιέναι διὰ τὸ Μακεδονίαν πλὴν Θεσσαλονίκης ἤδη πᾶσαν ὑπὸ Κράλη ἔχεσθαι, καὶ μεγάλης δεῖσθαι τῆς παρασκευῆς, εἰ μέλλοι διὰ πολεμίας τε ἰέναι καὶ ἐν μέσῃ στρατοπεδεύεσθαι πολεμίᾳ, αὐτοὺς πολιορκοῦντα, ἃ ἐνόμιζον ἀδύνατα, τόν τε Κράλην οὐ χρήματα μόνον, ἀλλὰ καὶ αὐτὴν, εἰ οἷόντε εἰπεῖν, τὴν φίλην προησόμενον ζωὴν ὑπὲρ τοῦ κύριον Θεσσαλονίκης εἶναι, ἐσκέψαντο βασιλέα μὲν ἀπωθεῖσθαι καὶ μὴ ὑπ' αὐτὸν τελεῖν, ἀπειλεῖν τε, εἰ μὴ ἐῴη ἡσυχάζειν, ὡς παραδώσουσι Τριβαλοῖς τὴν πόλιν, Κράλην δὲ φενακίζειν, ὡς, ἐπειδὴ τοῦ Ρωμαίων βασιλέως ἀφεστήκασι, ῥᾳδίως προσχωρήσουσιν αὐτῷ, καὶ διὰ τούτου πείθειν μὴ μᾶλλον πολεμεῖν, ἢ εὐγνωμοσύνῃ καὶ ἐπιεικείᾳ προσάγεσθαι πειρᾶσθαι, καὶ οὕτως ἑκατέρους δι' ἀλλήλων ἀποκρουομένους, τὴν πόλιν αὐτοὶ καρποῦσθαι· ἃ ἀπέβαινεν αὐτοῖς κατὰ γνώμην ἐπὶ χρόνον. Γρηγόριος μὲν οὖν ὁ Θεσσαλονίκης ἀρχιερεὺς, ἐπεὶ μὴ εἰσεδέχετο παρὰ τῶν ἀρχόντων, εἰς Λῆμνον διέτριβεν ἀναστρέψας, καὶ προνοίας παρὰ βασιλέως τῆς δεούσης ἠξιοῦτο. οἱ δὲ ἐν Θεσσαλονίκῃ ἄρχοντες καὶ μάλιστα Παλαιολόγος, τὸ Ζηλωτικὸν ἔχων περὶ ἑαυτὸν, φοβερὸς τοῖς ἄλλοις πολίταις ἦν ἐκ τῶν πρότερον παραδειγμάτων, καὶ πάντες ὑπεπτήχεσαν καὶ οὐδὲν ἐτόλμων ἀντιγρύζειν. διὸ καὶ μετὰ μικρὸν βασιλέως ἐπιεικείᾳ καὶ εὐεργεσίαις προσάγεσθαι τὴν πόλιν βουλομένου, βιάζεσθαι γὰρ τοῖς ὅπλοις οὐκ ἐξῆν, καὶ θεσπίσματα πέμψαντος ἐπ' εὐεργεσίαις κοιναῖς τε καὶ ἰδιωτικαῖς, ὁ Παλαιολόγος τῶν πάντα τολμώντων συνεφαπτομένων Ζηλωτῶν, ἐπὶ μέσης κατέκαυσε τῆς πόλεως. ταῦτα μὲν οὖν ὕστερον εἰρήσεται ὀλίγῳ.

ιϛʹ. Τότε δὲ ἐπεὶ Ἰσίδωρος ὁ πατριάρχης ἐτεθνήκει, τοῖς θρόνοις ἐπ' ἔτεσι δυσὶν ἐνδιαπρέψας καὶ τὸ ποίμνιον ποιμάνας θεοφιλῶς, τὸν Κάλλιστον ὁ βασιλεὺς τοῖς πατριαρχικοῖς θρόνοις ἐφιστᾷ, τῇ κατὰ τὸν Ἄθω μονῇ τῶν Ἰβήρων μετὰ τὴν ἐκ τοῦ κόσμου ἀναχώρησιν ἐνδιατρίψαντα. ὃν ἐπεὶ ἐπύθετο ἀρετῆς ἀντιποιεῖσθαι καὶ πρὸς τὴν τοιαύτην διακονίαν εἶναι ἐπιτήδειον, ἤγαγεν εἰς Βυζάντιον τριήρη πέμψας. ἀχθομένων δὲ τῶν ἀρχιερέων πρὸς τὴν αἵρεσιν, οὐ πάντων, καὶ ἄλλων ἄλλον προβαλλομένων, σπουδὴν πολλὴν εἰσενεγκὼν, πάντας ἔπειθεν ὁ βασιλεὺς συνθέσθαι· καὶ ἐχειροτονεῖτο τῶν ἄλλων προκριθείς. ὁ βασιλεὺς δὲ καὶ πρότερον καὶ κατὰ τὸν τοῦ πολέμου χρόνον, ἐπεὶ ὑπὸ Ρωμαίων κατεστασιάσθη, ἄκων μὲν καὶ πρὸς ἀνάγκην πολέμοις προσέχων καὶ λεηλασίαις, ἄλλως γὰρ αὐτόν τε καὶ τοὺς συνόντας οὐδαμῶς διασώζεσθαι ἐνῆν, ἡδέως δὲ ἔχων πραγμάτων ἀπαλλάττεσθαι, καὶ τοῦ παντὸς τιμώμενος τὸ συζῇν ἀπραγμοσύνῃ, καὶ ὕστερον μετὰ τὸ τῶν πραγμάτων ἄρξαι ἀχθόμενος πρὸς τὸν θόρυβον τὸν ἀπὸ τῆς ἀρχῆς, καὶ βίου γαληνοῦ καὶ ἀπράγμονος ἐρῶν, ἐσκέψατο μετὰ Εἰρήνης βασιλίδος τῆς γυναικὸς τὴν μὲν βασιλείαν γαμβρῷ τῷ βασιλεῖ παραδοῦναι, αὐτοὺς δὲ ἀναχωρεῖν τῶν πραγμάτων καὶ μοναχῶν ἑλέσθαι βίον. καὶ βασιλίδα μὲν συνέθεντο τὴν Εἰρήνην πρὸς τὸ τῆς Μάρθας προσαγορευόμενον μοναστήριον, ἣ βασιλέως ἦν ἀδελφὴ τοῦ πρώτου τῶν Παλαιολόγων Μιχαὴλ, γενέσθαι, ὡς βασιλεῖ προσῆκον ἐκ πρώτου κλήρου, καὶ μοναχῶν ἐνδυσαμένην σχῆμα, τὸν ἐπίλοιπον βίον διανύειν· βασιλέα δὲ τῷ τῆς Ἡρακλείας ἐπισκόπῳ τῆς ἐν Θρᾴκῃ φιλοθέῳ ὑποτάξαντα ἑαυτὸν, οὐ μόνον διὰ τὴν ἄλλην σύνεσιν καὶ παιδείαν τήν τε ἔξω καὶ τὴν καθ' ἡμᾶς, ἀλλ' ὅτι καὶ τῷ μονήρει βίῳ ἐκ πρώτης ἡλικίας, ὡς εἰπεῖν, ἐκδοὺς, τῇ τε σπουδῇ καὶ τῷ περὶ τὴν ἄσκησιν χρονίῳ πολλὴν περὶ τὰ τοιαῦτα πεῖραν ἔσχεν, ὡς καὶ τῆς ἱερᾶς ἐξηγεῖσθαι λαύρας τῆς ἐν Ἄθῳ παρὰ τῶν ἐκεῖ πατέρων ἐγκριθῆναι, καὶ πρὶν ἐπίσκοπον γενέσθαι, καὶ ἑτέροις ἐδόκει τὰ τοιαῦτα παιδοτριβεῖν εἶναι ἱκανὸς, παρὰ τὸ τοῦ ἁγίου Μάμαντος φροντιστήριον θέσεως ἔχον εὐφυῶς, καὶ ἐρημίας ἀπολαῦον ὡς ἐν πόλει μάλιστα, τῆς ψυχῆς ἐκεῖ φροντίζειν γενομένους, καὶ περὶ τῶν τῇδε πεπραγμένων ἐξιλάσκεσθαι θεόν. συνείποντο δὲ αὐτῷ πρὸς τὴν ἐκ τοῦ βίου ἀναχώρησιν καὶ Καβάσιλας Νικόλαος καὶ Δημήτριος ὁ Κυδώνης, σοφίας μὲν εἰς ἄκρον τῆς ἔξωθεν ἐπειλημμένοι, οὐχ ἧττον δὲ καὶ ἔργοις φιλοσοφοῦντες καὶ τὸν σώφρονα βίον καὶ τῶν ἐκ τοῦ γάμου κακῶν ἀπηλλαγμένον ᾑρημένοι. δι' ἃ καὶ πολλῆς αὐτοὺς ὁ βασιλεὺς ἠξίου εὐμενείας καὶ ἐν τοῖς πρώτοις μάλιστα τῶν φίλων ἦγε καὶ τῶν ὁμιλητῶν. πρῶτα μὲν οὖν ἐδόκει πᾶσι κοινῇ βουλευσαμένοις, παρὰ τὸ τοῦ ἁγίου Μάμαντος φροντιστήριον τὴν κατὰ τὸν βίον φιλοσοφίαν ἐπιδείκνυσθαι καὶ τὸν ἀκύμαντον καὶ θορύβων ἀπηλλαγμένον βίον διανύειν. ἔπειτα μεταβουλευσάμενοι, τὴν Μαγγάνων μᾶλλον εἵλοντο μονὴν, καὶ ἐκεκύρωτο τὸ δόξαν. διὸ καὶ ὁ βασιλεὺς κτήσεις πολλὰς προσῆγε τῇ μονῇ καὶ ὡς μάλιστα ἐπεμελεῖτο, ἵν' ἐκεῖθεν τὴν εὐπορίαν τῶν ἐπιτηδείων ἔχοιεν. ᾔδεσαν μέντοι τὰ πραττόμενα οὐδένες πλὴν τῶν κεκοινωνηκότων τῆς βουλῆς. ἐπεὶ δὲ πάντα παρεσκευασμένα ἦσαν, καὶ ἔδει μόνον εὖ τὰ κατὰ τὴν βασιλείαν διαθέμενον, ἵνα μηδεμία τοῖς παισὶν ἀμφισβήτησις ἐκείνου τῶν πραγμάτων ἀπολίποιτο ἀναχωρήσαντος, μηδὲ πρόφασιν πολέμου αὖθις σχοῖεν ἐμφυλίου διὰ τὸ αὐτὸν ἀναχωρεῖν, καὶ ἔμελλεν ἤδη ἔργου ἔχεσθαι, γράμματα ἀφῖκτο ἐκ Θεσσαλονίκης, τῶν τε ἄλλων πολιτῶν καὶ πρωτοσεβάστου τοῦ Μετοχίτου, τὴν μὲν προτέραν ἀγνωμοσύνην καὶ ἀναισχυντίαν Ἀνδρέᾳ προσάπτοντα, ὡς πάντων αἰτίῳ, τῷ Παλαιολόγῳ, αὐτοῦ δὲ δεόμενα τὴν δυνατὴν καὶ ταχίστην πρόνοιαν ὑπὲρ τῆς πόλεως ποιεῖσθαι, καὶ μὴ περιορᾷν ὑπὸ Τριβαλοῖς ὅσον οὐδέπω ἐσομένην, ἢν μὴ αὐτὸς ἐπικουροίη, μηδ' ἑτερόφθαλμον τὴν Ρωμαίων γεγενημένην ἀνέχεσθαι ἰδεῖν ἀρχὴν, μάλιστα Παλαιολόγου ἐξεληλαμένου, καὶ τῶν ἄλλων πολιτῶν ἁπάντων πλὴν τῶν μάλιστα πονηροτάτων Ζηλωτῶν προθύμως δεχομένων καὶ τὴν πόλιν παραδιδόντων. ὡς γὰρ ἐν μέσῃ πόλει, ὥσπερ ἔφημεν, τὰ βασιλικὰ γράμματα, δι' ὧν κοινῇ τε καὶ ἰδίᾳ πολλὰ τὴν πόλιν εὐηργέτει, κατεφλέχθη ὑπὸ Ζηλωτῶν καὶ Παλαιολόγου, πρωτοσέβαστος ὁ Μετοχίτης ἐν δεινῷ ἐτίθετο καὶ ἀποστασίαν ᾤετο παντάπασι τῆς Ρωμαίων βασιλείας εἶναι. διὸ καὶ τοῖς ἄλλοις πολίταις κρύφα διαλεχθεὶς περὶ τοῦ πεπραγμένου, καὶ συναγανακτοῦντας πάντας εὑρηκὼς, ἔχων καὶ τὴν στρατιὰν αὐτῷ προσέχουσαν, διηνέχθη φανερῶς πρὸς Παλαιολόγον καὶ τοὺς Ζηλωτάς. Παλαιολόγος δὲ ὁρῶν ἐπ' αὐτὸν συνισταμένους τοὺς πολίτας, τοὺς παραθαλασσίους κατελάμβανεν, ὥσπερ καὶ τὸ πρότερον, καὶ πρὸς ὅπλα ἐκέλευε χωρεῖν, ὡς πρωτοσεβάστῳ τε καὶ τοῖς ἄλλοις ἀντικαταστησόμενος πολίταις. ἐκεῖνοι δὲ ἐκ τῶν προτέρων τὰ δέοντα δεδιδαγμένοι, οὐ πρὸς ἀσχολίας ἐτράποντο καὶ μέλλησιν, ἀλλ' ἅμα τε ᾐσθάνοντο μετὰ τῶν παραθαλασσίων ὁπλιζόμενον νυκτὸς, καὶ αὐτοὶ ἐπῄεσαν, μὴ περιμείναντες τὴν ἡμέραν, καὶ περιγενόμενοι, ἐξέωσαν τῆς πόλεως, τήν τε οἰκίαν ἐκείνου διήρπασεν ὁ δῆμος καὶ τὰς παραθαλασσίων· ἀπέθανε δὲ οὐδεὶς κατὰ τὴν μάχην. ὁ μὲν οὖν Παλαιολόγος εὐθὺς πρὸς πᾶσαν πεῖραν ἀπειπὼν, ἐπεὶ ἐξηλαύνετο τῆς πόλεως, πρὸς Κράλην ἦλθεν, ἔπειτα ἐκεῖθεν εἰς Ἄθω τὸν ἱερόν. οἱ Ζηλωταὶ δὲ ἐπεὶ τὸν δῆμον ἄγειν ἠδύναντο οὐκέτι, οὐδὲ διαρπάζειν τὰς οἰκίας τῶν ἐχόντων, τὴν προτέραν ἀποθέμενοι ὑπόκρισιν, ὡς ὑπὲρ βασιλέως ἀγωνίζονται τοῦ νέου, ἔπρασσον, ὅπως ἡ πόλις προδοθείη Τριβαλοῖς. Κράλης γὰρ οὐδαμῶς ἐφείδετο χρημάτων, ἀλλὰ παρεῖχέ τε πολλὰ, καὶ πλείω ἐπηγγέλλετο. ἦν γὰρ καὶ ἄλλως μὲν πρὸς εὐεργεσίας ὁ ἀνὴρ φιλότιμος, μάλιστα δὲ πρὸς τὴν Θεσσαλονίκης αἵρεσιν πάντα δεύτερα ἡγεῖτο, εἰδὼς, ὡς, εἰ γένοιτο κύριος τῆς πόλεως, τά τε ἀναλωθέντα ἀνασώσεται, καὶ μέρος οὐ μικρὸν τῆς Ρωμαίων ἡγεμονίας ἕξει, τηλικαύτην πόλιν ταῖς προκατειλημμέναις τοσαύταις οὔσαις ἐπιθείς. ἀφειδῶς οὖν ἐκκενῶν τὰ χρήματα, τούς τε Ζηλωτὰς καὶ δι' ἐκείνων οὐκ ὀλίγους ἔπεισε τῶν πολιτῶν αὐτῷ προσέχειν, ὥστε καὶ ἀναφανδὸν ἐδικαιολόγουν ὑπὲρ τοῦ δεῖν ἐκείνῳ προσχωρεῖν, βλάπτειν τὰ μέγιστα δυναμένῳ διὰ τὸ τὴν χώραν ἅπασαν ἔχειν ὑφ' ἑαυτὸν καὶ δύνασθαι πολιορκεῖν, καὶ ὠφελεῖν ἐθέλοντι, εἰ προσχωροῖεν. αὐτός τε ὁ Κράλης, ἐκείνων ἐναγόντων, περιεστρατοπεδεύετο καὶ ἐπολιόρκει. ἃ πρωτοσέβαστός τε ὁρῶν καὶ οἱ φιλοῤῥώμαιοι τῶν πολιτῶν, οὔτε περιγίνεσθαι τῶν προδιδόντων ἦσαν δυνατοὶ διὰ τὴν ἔξωθεν ἐπικειμένην δύναμιν, ἄλλως τε καὶ τοῦ δήμου πρὸς τὴν πολιορκίαν ἀχθομένου καὶ λύσιν οἰομένου τῶν κακῶν τὴν ὑπὸ Τριβαλοῖς δουλείαν ἔσεσθαι, οὔτε ἠνείχοντο τήν τε πόλιν Ρωμαίους οὖσαν τηλικαύτην ἀποστερηθῆναι καὶ αὐτοὺς ἐν ἀνδραπόδων μοίρᾳ δουλεύειν τοῖς βαρβάροις. διὰ ταῦτα ἐδέοντο βασιλέως, μὴ σφᾶς περιιδεῖν, ἀλλὰ τὴν ταχίστην ἐπιβοηθεῖν, ὡς εἴσω ὀλίγων ἡμερῶν, εἰ μὴ ἐπικουροίη, τῆς πόλεως ἁλωσομένης. τοιαῦτα μὲν ἐκεῖνοι ἔγραφον. βασιλεῖ δὲ τότε τοιαύτης πόλεως κινδυνευούσης μηδεμίαν πρόνοιαν ποιήσασθαι δεινὸν ἐδόκει, καὶ πρὸς τὸ τῶν δεδογμένων ἀμελήσαντα αὖθις ἐπὶ πολέμους τρέπεσθαι καὶ στρατηγίας ἐδυσχέραινεν. ὅμως τῆς κοινῆς ὠφελείας Ρωμαίων τὴν ἰδίαν δευτέραν θέμενος, αὖθις ἔπραττεν, ὅπως μὴ ἀπόλοιτο Θεσσαλονίκη. καὶ ἔγραφε μὲν ἐκείνοις, ἀνθίστασθαι τοῖς προδιδοῦσι καὶ μὴ ῥᾳθυμεῖν, ὡς καὶ αὐτοῦ τὴν βοήθειαν ὀξεῖαν ποιησομένου. ἔπεμπε δὲ καὶ πρὸς Ὀρχάνην τὸν γαμβρὸν πρεσβείαν, στρατιὰν αἰτῶν πρὸς συμμαχίαν. ὁ δὲ αὐτίκα τὸν υἱὸν ἐκέλευε Σουλιμὰν δισμυρίους ἱππέας ἔχοντα ἐπὶ Τριβαλοὺς συστρατεύεσθαι τῷ βασιλεῖ. ὁ βασιλεὺς δὲ βουλόμενος καὶ βασιλέα τὸν γαμβρὸν ἐπὶ τὴν εἰς Θεσσαλονίκην ἐπάγεσθαι στρατείαν, ἐφώπλιζε τριήρεις, ὡς ἀσφαλῶς ἐν αὐταῖς ἅμα ἐκείνῳ εἰς Μακεδονίαν καταπλεύσων. ᾔδη γὰρ τοὺς βαρβάρους ζηλοτυποῦντας πρὸς τὸν νέον βασιλέα καὶ ῥᾳδίως ἀποκτενοῦντας, εἰ γένοιντο ἐν ἐφικτῷ. νόμος γάρ ἐστιν αὐτοῖς βαρβαρικὸς πάντα τὸν πρὸς τὴν ἀρχὴν ἀμφισβητήσοντα ἀποκτιννύναι, καὶ μηδεμιᾶς φείδεσθαι μήτε ἡλικίας, μήτε συγγενείας. διὸ καὶ κατὰ τὰς ἀρχὰς μάλιστα τῶν βασιλέων τῆς εἰρήνης, μετὰ τὸ τὸν νέον βασιλέα Ἑλένῃ τῇ βασιλίδι συνοικεῖν, νομίσας ὁ Ὀρχάνης φίλα πράττειν βασιλεῖ τῷ κηδεστῇ, εἰ τρόπῳ δή τινι τὸν νέον βασιλέα ἀποκτείνοιεν, ἐκτομίαν τινὰ Μερτζιάνην προσαγορευόμενον, καὶ ἑτέρους οὐκ ὀλίγους ἔχοντα, ἐπὶ ῥώμῃ σώματος καὶ εὐτολμίᾳ παρ' αὐτοῖς θαυμαζομένους, ἔπεμπεν ὡς βασιλέα, πρόφασιν μὲν, ὡς ἀναγκαίων τινῶν πρεσβευσομένους πέρι, τῇ δ' ἀληθείᾳ, ἵν', εἰ δύναιντο, βασιλέα τὸν νέον ἀποκτείνοιεν. ἀπιστεῖν δὲ οὐ χρὴ λογιζομένους, ὡς οὐκ ἐξῆν τοιαῦτα ἀκινδύνως τολμᾷν ἐν μέσοις Ρωμαίοις. ἔθος γὰρ αὐτοῖς οὐ πρὸς ἀλλοφύλους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ὁμοφύλους τοιαῦτα πράττειν, καὶ ἑκοντὶ τὸν θάνατον αἱρεῖσθαι ὑπὲρ τοῦ τὸν πολέμιον τῷ σφετέρῳ δυνάστῃ ἀνελόντας, χάριν μεγίστην καταθέσθαι καὶ παισὶ καὶ τοῖς οἰκείοις τὴν ἐκείνου εὔνοιαν καταλιπεῖν, ὥσπερ δῆτα καὶ ὁ Μερτζιάνης οὗτος σαφέστατα εἰδὼς, ὅτι καὶ αὐτὸς ἀποθανεῖται, ὅμως ὑφίστατο τὴν ἐπιχείρησιν, διὰ τὴν πρὸς τὸν Ὀρχάνην εὔνοιαν τὴν οἰκείαν σωτηρίαν καταπροδιδούς. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς, ἐπεὶ ἠσθάνετο μηνυθεῖσαν τὴν τοῦ παιδὸς ἐπιβουλὴν, ἐκεῖνον μὲν ἐκέλευε μὴ χωρὶς αὐτοῦ προβαίνειν βασιλείων μήτε νῦν, μήθ' ὕστερον, Βυζαντίῳ μάλιστα ἐκ τῶν βαρβάρων πρέσβεων ἐπιδημούντων· Μερτζιάνην δὲ, ταχεῖαν τὴν ἀπόκρισιν ποιησάμενος ἐφ' οἷς ἐπρέσβευεν, ἀπέπεμπε. διὰ ταύτην οὖν τὴν πρὸς τὸν νέον βασιλέα τῶν βαρβάρων δυσμένειαν τὰς τριήρεις ἐφοπλίσας παρεσκευάζετο καὶ αὐτός. γνώμην δὲ εἶχεν, ὡς νῦν μὲν ἐξ ἐφόδου κακουργήσων τε τὰ Τριβαλῶν καὶ Θεσσαλονίκην τῶν κινδύνων ἀπαλλάξων· ἤδη γὰρ καὶ περὶ ἐκβολὰς τοῦ φθινοπώρου ἡ ὥρα ἦν· ἔπειτα βασιλέα μὲν τὸν νέον ἐκεῖσε καταλείπειν, αὐτὸς δὲ εἰς Βυζάντιον ἐπανελθὼν καὶ παρασκευασάμενος τοῦ χειμῶνος, μετὰ μείζονος τῆς παρασκευῆς καὶ χρονισούσης ἐπελθεῖν. ἃ τῇ βασιλίδι Ἄννῃ οὐκ ἤρεσκε παντάπασιν, ἀλλὰ ἐδεῖτο βασιλέως καὶ παρῄνει, μὴ τὸν υἱὸν ἐκεῖσε καταλείπειν, ἀλλ' ἔχοντα ἐπαναστρέφειν. δεδιέναι γὰρ ἔφασκεν οὐ μᾶλλον τοῦ παιδὸς τὴν ἡλικίαν οὖσαν εὐεξαπάτητον, ὅσον τῶν ἑσπερίων τὴν μοχθηρίαν καὶ τὴν ἑτοιμότητα πρὸς νεωτερισμούς· ἃ φυλάττεσθαι παρῄνει, μὴ, ὑπ' ἐκείνων ἐξαπατηθέντος τοῦ νέου βασιλέως, στάσις αὖθις καὶ πόλεμος μεταξὺ Ρωμαίων ἐξαφθῇ, καὶ τοῖς πράγμασι καὶ σφίσιν αὐτοῖς λυμήνηται τὰ μέγιστα. βασιλεὺς δὲ ἐπῄνει τε τῆς παραινέσεως τὴν βασιλίδα, ὡς ἀληθοῦς καὶ δικαίας οὔσης καὶ τῆς πρὸς αὐτὸν φιλίας ἄκρως ἐχομένης καὶ κηδεμονίας τῶν κοινῶν, καὶ παρῄνει καὶ αὐτὸς θαῤῥεῖν, ὡς μετὰ τὴν εἰς Θεσσαλονίκην ἐπιδημίαν, ὅ,τι ἂν δοκοίη μάλιστα λυσιτελεῖν ποιήσοντος. οὐδὲ γὰρ οὐδ' αὐτῷ μάλιστα τῶν ἀγαθῶν δοκεῖν βασιλέα τὸν υἱὸν μόνον καταλείπειν μέλλοντα ἐπιπολὺ ἀπέσεσθαι αὐτοῦ· ἀλλὰ νῦν μὲν ὥσπερ ἔφοδον ποιεῖσθαι διὰ τὸν Θεσσαλονίκης κίνδυνον ὀξὺν ὑποπτευόμενον· ὃν οὐχ ἡ ἀδυναμία τῶν ἐνοικούντων μᾶλλον ἐπήγαγεν, ἢ ἡ μοχθηρία· ἐκεῖσε δὲ γενόμενον καὶ τοὺς προδιδόντας τοῖς Τριβαλοῖς τὴν πόλιν ἐξελάσαντα, βασιλέα μὲν τῇ πόλει καταλείπειν τοῦ χειμῶνος κωλύσοντα τοὺς προδιδόντας, εἴ τινες ὑπολειφθεῖεν ἔτι· οὐ γὰρ δὴ κοινῇ παρόντος αὐτοῦ βουλήσονται αὐτόν τε καὶ τὴν πόλιν προδιδόναι, κἂν εἰς ἄκρον μάλιστα ἐλάσωσι μοχθηρίας· ἔπειτα ἅμα ἦρι μετὰ πλείονος ἐπελθόντα τῆς παρασκευῆς καὶ αὐτὸν, τότ' ἤδη θεοῦ συναιρομένου, οὐ περὶ Θεσσαλονίκης μόνον ποιήσεσθαι τὸν λόγον, ἀλλὰ καὶ περὶ τῆς ἄλλης Μακεδονίας καὶ Θετταλίας καὶ Ἀκαρνανίας, ἃς ἔχουσιν οἱ Τριβαλοὶ κατασχόντες ἐπὶ τὸν τοῦ πολέμου χρόνον. τοιούτοις μὲν δὴ λόγοις ἔπειθε τὴν βασιλίδα, οὐ πάνυ πειθομένην.

ιζʹ. Αὐτὸς δὲ ἐπεὶ ἐπύθετο τὴν Περσικὴν στρατιὰν τὸν Ἑλλήσποντον περαιουμένην, καὶ αἱ τριήρεις παρεσκευασμέναι ἦσαν, ἀπέπλει κατὰ τάχος, καὶ βασιλέα τὸν νέον ἔχων. καὶ γενόμενος ἐν Ἑλλησπόντῳ, βασιλέα μὲν τὸν νέον κατελίμπανεν ἐν ταῖς τριήρεσιν, αὐτὸς δὲ πρὸς τὴν ἤπειρον ἐξελθὼν, συνεμίγνυτο τῆς στρατιᾶς τοῖς ἡγεμόσι, καὶ παρῄνει, ᾗ χρὴ ποιεῖσθαι τὴν ὁδοιπορίαν· πρόνοιάν τε ἐποιεῖτο οὐκ ὀλίγην τοῦ μὴ τὴν Μακεδονίαν διαφθείρειν αὐτῷ ὑπήκοον αὐτίκα ἐσομένην, ἀλλ' ἐπειδὰν εἰς Θεσσαλονίκην ἀφίκωνται, αὐτῷ μελήσειν, ᾗ χρὴ κακοῦν τὴν πολεμίαν. τόν τε Ματθαῖον τὸν υἱὸν ἐκέλευε τὴν Ρωμαίων ἔχοντα στρατιὰν, μετὰ τῶν ἡγεμόνων ἡγεῖσθαι τοῖς βαρβάροις τὴν εἰς Θεσσαλονίκην. σκοπὸς δὲ ἦν αὐτῷ, ὡς ἐκεῖ μὲν βασιλέα τὸν νέον καταλείψοντι ἐν ἀσφαλείᾳ, αὐτὸς δὲ Ρωμαίους, ἅμα καὶ βαρβάρους ἄγων, εἰς τὴν πολεμίαν ἐμβαλεῖν. τὰ μὲν οὖν κατὰ τὴν ἠπειρῶτιν στρατιὰν εὖ διαθέμενος, ὡς ἐδόκει, ἔπειτα ἀνήγετο ἐν ταῖς τριήρεσιν. ὁδοῦ δὲ πάρεργον καὶ τῆς Ἠϊόνος πόλεως παραλίου κατὰ τὴν Θρᾴκην, ἣ νῦν Ἀνακτορόπολις καλεῖται, τῶν τειχῶν ἀπεπειρᾶτο, ἧς ἦρχεν Ἀλέξιός τις ἐκ Βιθυνίας ὡρμημένος ἐκ κώμης τινὸς Βελικώμης προσαγορευομένης· ὃς κατὰ τὸν τοῦ πολέμου χρόνον Ἀποκαύκῳ τῷ μεγάλῳ δουκὶ ἐμισθοφόρησεν οὐκ ὀλίγον χρόνον μονήρους ἄρχων λῃστρικῆς, ὕστερον δὲ μετὰ τὴν ἐκείνου τελευτὴν τοῖς ἄλλοις ὁμοίως καὶ αὐτὸς διὰ τὴν ἀναρχίαν ἐπὶ νεωτερισμοὺς χωρήσας, οὐ τὴν Ἠϊόνα μόνον δὴ ταύτην ἑαυτῷ περιεποίησε κρατήσας, ἀλλὰ καὶ Χριστούπολιν ἐκάκου, ὅσα δυνατὰ, καὶ Θασίοις καὶ Λημνίοις λυπηρὸς ἦν, πάντα ὑφ' ἑαυτῷ βουλόμενος ποιεῖσθαι καὶ τῆς Ρωμαίων ἡγεμονίας ἀποτέμνειν. δι' ἃ ὁ βασιλεὺς καταπλέων ἐπέθετο τῇ Ἠϊόνι, καὶ τειχομαχίας ἐπὶ δύο καὶ τρισὶν ἡμέραις ἐποιήσατο, καὶ τῶν μὲν τειχῶν ἥττων ὤφθη, τῶν περὶ Ἀλέξιον ἀμυνομένων κραταιῶς· πλοῖα μέντοι, ὅσα ἦν, καὶ μονήρεις πειρατικὰς, ἃς αὐτὸς ἐχρῆτο πρὸς λῃστείας, πάντα ἀνάλωσε πυρί. ἔτι δὲ αὐτῷ περὶ ἐκεῖνα διατρίβοντι τὰ μέρη ἠγγέλλετο, ὡς ἡ κατὰ συμμαχίαν ἀφικνουμένη ἀναστρέψειε στρατιὰ Περσῶν. ἐδόκει μὲν οὖν τότε τοῖς πολλοῖς ὑπό τινων Ρωμαίων τοὺς Πέρσας ἀναπεπεῖσθαι ἀναστρέφειν ἔχθει τῷ πρὸς τὸν νέον βασιλέα, ὡς ἂν μὴ ἡ Ρωμαίων αὔξοιτο ἀρχή. τὸ δὲ οὐ τοιοῦτον ἦν, ἀλλὰ παντάπασιν ἡμάρτανον οἱ ὑποπτεύοντες τῆς ἀληθείας. Ὀρχάνης γὰρ μετὰ τὸ τὴν στρατιὰν εἰς τὴν Θρᾴκην περαιωθεῖσαν τῆς εἰς ἑσπέραν ἔχεσθαι ὁδοῦ γράμματα τῷ υἱῷ Σουλιμὰν ἐν ἀποῤῥήτῳ πέμψας, ἐκέλευεν ἀναστρέφειν· ἐπιέναι γὰρ αὐτῷ τῶν ὁμόρων Περσῶν τοὺς δυνατωτάτους, καὶ τὴν στρατιὰν παρεῖναι δέον καὶ ἀμύνεσθαι τοῖς ἐπιοῦσιν. ἐκέλευε μέντοι μὴ κατάδηλον Ρωμαίοις τὴν αἰτίαν τῆς ἀναχωρήσεως ποιεῖν, ἵνα μὴ ὁ βασιλεὺς αὐτῷ ὀργίζοιτο, ἀλλὰ πλασάμενόν τινας αἰτίας ἀναστρέφειν. ἃ Σουλιμὰν ἐποίει ᾗ αὐτῷ ὁ πατὴρ προσέταττε, καί τινα πλασάμενος μὴ ὄντα, ἐκ τοῦ κατὰ τὸν Ἕβρον πόρου πρὸς τὴν Μυσίαν ἐπὶ λεηλασίαν ἀπεχώρει, καὶ πλῆθος ὁμοῦ βοσκημάτων καὶ ἀνθρώπων ἐλάσας αἰχμαλώτων ἐπὶ τὴν Ἀσίαν ἐπεραιοῦτο. Ματθαῖος δὲ ὁ τοῦ βασιλέως υἱὸς ἐπεὶ μὴ τῇ Ρωμαίων μόνῃ στρατιᾷ δυνατὸς ἦν τὴν πρὸς Θεσσαλονίκην ἀπιέναι διὰ πολεμίας, ποταμῶν τε ἀεννάων διιόντων ἐν τῷ μεταξὺ καὶ οὐ ῥᾴδιον τὸν πόρον παρεχομένων, καὶ Τριβαλῶν ἐνεδρευόντων, ὄντων δυνατωτέρων, ἢ καθ' ἣν ἦγεν αὐτὸς Ρωμαίων στρατιὰν, ἀνέστρεφε καὶ αὐτὸς καὶ διέλυε τὸ στράτευμα· βασιλεῖ τε τῷ πατρὶ ἐδήλου τὴν αἰτίαν τῆς κωλύμης. βασιλεὺς δὲ ἠγανάκτει μὲν πρὸς τὰ συμβάντα, πρός τι δὲ λυσιτελέστερον οὐκ ἔχων τρέπεσθαι, ἐχώρει τὴν εἰς Θεσσαλονίκην, ἐκ τῆς Ἠϊόνος ἄρας, καὶ τὴν νύκτα ἐκείνην ὡρμίσατο ἐπ' ἀγκυρῶν Ἀμφιπόλεως ἐγγὺς ὑπὸ Τριβαλῶν κατεχομένης. ἧς ἐπετρόπευε Μπραϊάνης, βασιλεῖ ἐς τὰ μάλιστα φίλος ὢν ἐκ τῆς πρὸς αὐτοὺς διατριβῆς· πρὸς ὃν ἀκατίου ἐπιβὰς νυκτὸς, ἀφίκετο εἰς Ἀμφίπολιν ὁ βασιλεὺς κρύφα καὶ διειλέχθη. ὁ δὲ τά τε πρὸς αὐτὸν εὖ διέθετο βασιλεῖ ἐπαγγειλάμενος πάντα ποιήσειν κατὰ γνώμην, καὶ τοῖς ἄλλοις βασιλέως φίλοις ὑπέσχετο διαλεχθήσεσθαι, ἵν' ἐν καιρῷ προσήκοντι χρήσιμοι ὀφθεῖεν βασιλεῖ, ἀπήγγελλέ τε, ὡς περὶ Στρυμμόνα νῆες ὁρμίζονται δύο καὶ εἴκοσι Περσικαὶ ἐπὶ λεηλασίᾳ ἀφιγμέναι. ὁ μὲν οὖν βασιλεὺς τοιαῦτα ἐπὶ νυκτὸς διαλεχθεὶς, πάλιν εἰς τὰς τριήρεις ἀπεχώρει, πρόνοιαν πολλὴν ποιούμενος τοῦ μὴ φανερὸς εἶναι διειλεγμένος τῷ Τριβαλῷ. ἅμα δὲ ἕῳ ἔπεμπεν ἐπὶ τοὺς Πέρσας καὶ ἐκάλει ἐπὶ συμμαχίαν· οἱ δὲ παρῆσαν οὐδὲν μελλήσαντες. οὓς ἄγων μετὰ τῶν τριηρέων ἀφῖκτο εἰς Θεσσαλονίκην, εὗρε δὲ τὸν δῆμον καὶ τοὺς Ζηλωτὰς πρὸς τοὺς ἀρίστους διαστασιάζοντας, καὶ κοινῇ κακῶς τὴν πόλιν ἔκ τε τῶν ἔξωθεν πολεμίων καὶ τῶν ἔνδον ἐπιβούλων ἔχουσαν. πάντα δὲ εὐθὺς διέλυε τὰ δεινὰ ἐπιφανεὶς, καὶ ἡ πᾶσα πόλις ἐν ἑορταῖς ἦσαν, καὶ μετὰ πολλῆς εὐφημίας ὑπεδέχοντο τοὺς βασιλέας. μικρὸν δὲ μετὰ τὴν ἐπιδημίαν Καντακουζηνὸς ὁ βασιλεὺς ἐκκλησίαν πάνδημον ἐκ τῶν Θεσσαλονικέων συναθροίσας, περί τε τοῦ συμβεβηκότος πρὸς αὐτὸν πολέμου τοῖς Ρωμαίοις διειλέχθη, ὡς οὐκ αὐτοῦ παρασχομένου τὰς αἰτίας, ἀλλὰ τῶν σεσυκοφαντηκότων, καὶ περὶ τῶν ἐν αὐτοῖς Ζηλωτῶν, ὡς οὔτε πρότερον τῆς εἰς βασιλέα τὸν νέον ἕνεκα εὐνοίας τὸν πόλεμον κινοῖεν πρὸς αὐτὸν, ἀλλ' ἐπὶ τῷ διαρπάζειν τὰ τῶν ἐχόντων, ἄποροι ὄντες αὐτοὶ ὡς τὰ πολλά· καὶ νῦν οὐδὲν ἧττον παρὰ Τριβαλῶν χρηματιζόμενοι, οὐ βασιλέα μόνον, ὑπὲρ οὗ ἀγωνίζεσθαι ἰσχυρίζοντο, ἀλλὰ καὶ τὴν πόλιν πᾶσαν προὐδίδοσαν ἰδίας ὠφελείας ἕνεκα, καὶ ἀπεδείκνυεν ἐκ πολλῶν οὐ βασιλεῖ τῷ νέῳ μόνον, ἀλλὰ καὶ πᾶσι Ρωμαίοις καὶ τοῖς πολίταις δύσνους ἐξαρχῆς· καὶ ἐκέλευε συλλαμβάνεσθαι τοὺς μάλιστα ἐν λόγῳ, οὓς καὶ εἰς Βυζάντιον ἤγαγεν ἐπανελθών. τοὺς δ' ἄλλους τῆς πόλεως ἐκέλευεν ἐξωθεῖσθαι· τούς τε Τριβαλοὺς τῶν περὶ τὴν πόλιν φρουρίων ἐξήλαυνε, τοὺς μὲν δραπετεύοντας καὶ πρὸ τῆς συμβολῆς, ἐνίους δὲ καὶ μάχαις, πέμπων στρατιάν· καὶ ἐν ὀλίγῳ χρόνῳ καθαρὰν ἀπεδείκνυ τὴν χώραν πολεμίων. ἦσαν γὰρ πρὶν βασιλέα ἥκειν πᾶσαν τὴν ἔξω πυλῶν χώραν οἱ Τριβαλοὶ διανενεμημένοι.

ιηʹ. Ἐν τούτῳ δὲ ἐκ Βενετίας πρὸς βασιλέα τέτταρες ἀφίκοντο τριήρεις εἰς Θεσσαλονίκην, ἄγουσαι πρεσβευτὴν τῶν παρ' αὐτοῖς ἐπιφανῶν Ἰάκωβον Μπραγαδῖνον· ὃς μεγάλα ἐπηγγέλλετο βασιλεῖ ἐκ τῆς βουλῆς καὶ τοῦ δήμου Βενετίας, εἰ αὐτοῖς πρὸς τοὺς ἐκ Γεννούας Λατίνους συμπολεμοίη. κεκίνητο γὰρ αὐτοῖς διαφορὰ μεγίστη· ἐδέοντό τε εἰς Βυζάντιον ἐπανελθόντα πόλεμον αἱρεῖσθαι πρὸς ἐκείνους μετ' αὐτῶν. ὑπώπτευον γὰρ ἐκ τοῦ προτέρου πολέμου ἀπεχθῶς βασιλέα πρὸς τοὺς ἐν Γεννούᾳ Λατίνους διακεῖσθαι. βασιλεὺς δὲ ἀπηγόρευεν αὐτοῖς τὴν συμμαχίαν, πρὸς Κράλην εἶναι φάμενος αὐτῷ τὸν λόγον, ὃς πόλεις τε οὐκ ὀλίγας καὶ γῆν ἀφείλετο πολλὴν τῆς Ρωμαίων ἡγεμονίας, αὐτῶν ὑπὸ τοῦ ἐμφυλίου πολέμου πρὸς ἀλλήλους ἠσχολημένων. τῶν δὲ ἐπαγγελλομένων, εὖ διαθήσειν αὐτῷ τὰ κατὰ Κράλην· γεγενῆσθαι γὰρ ἕνα τῆς αὐτῶν βουλῆς καὶ ἔχειν ἀνάγκην πείθεσθαι αὐτοῖς· ἐπείθετο οὐδ' οὕτως, ἀλλὰ δῶρα παρασχὼν καὶ φιλοφρονησάμενος, ἀπέπεμψεν. οἱ βάρβαροι δὲ οἱ ταῖς ναυσὶ συστρατευόμενοι οὐ μόνον τὰ κατὰ Μακεδονίαν παράλια διήρπαζον, πρὶν γενέσθαι ὑπὸ βασιλέα, ἀλλὰ καὶ κατὰ τὴν Βοτιαίαν περαιούμενοι, πάντα ἐληΐζοντο καὶ ἐκάκουν· ἐν ᾗ ἄλλους τε ἠνδραποδίσαντο πολλοὺς, καί τινος υἱὸν Μαρζελάτου προσαγορευομένου νομέων τινῶν ἐξάρχοντος, οἳ βοῶν ἔνεμον ἀγέλην τῶν κατὰ τὴν Βέῤῥοιαν Τριβαλῶν· ἦν δὲ γνώριμος τῷ βασιλεῖ, ἐκ τῶν ὑπ' αὐτῷ τελούντων νομάδων τὸ ἀρχαῖον ὤν· ᾧ καὶ μᾶλλον πεπεισμένος, πρὸς βασιλέα εἰς Θεσσαλονίκην ἧκε, καὶ ἐδεῖτο περὶ τοῦ υἱοῦ, πρὸ τῶν ποδῶν τοῦ βασιλέως κυλινδούμενος. βασιλεὺς δὲ ὥσπερ ὑπό τινος κεκινημένος, τῷ ἀνθρώπῳ διελέγετο μόνον παραλαβὼν, ὡς, εἰ βούλοιτο ἀπὸ τῶν βαρβάρων τὸν υἱὸν ἐλευθεροῦν, πρὸς τὴν Βεῤῥοίας αἵρεσιν συμπράττειν, οὐδὲν ἕτερον ἢ νυκτὸς μόνον κλίμακα τοῖς τείχεσιν ἐπιθέντα. ὁ βάρβαρος δὲ τήν τε ἐπιχείρησιν ὑπήρχετο προθύμως, καὶ τὰ μεγάλα ἐπηγγέλλετο συμπράξειν. ἔφασκε δὲ καὶ ῥᾳδίαν μάλιστα αὐτῷ ἔσεσθαι τὴν ἐπιχείρησιν. τῶν γὰρ ἐν Βεῤῥοίᾳ δυνατωτάτων Τριβαλῶν μετά τινων ἑτέρων νέμων βοῦς, μεταξὺ τῶν δύο τειχῶν αὐλίζεσθαι τῆς πόλεως τὴν νύκτα, καὶ μηδεμίαν κατ' αὐτοὺς εἶναι φυλακὴν, ὥστ' εἶναι ῥᾴδιον τοὺς ἑταίρους πείσαντα, πράττειν βασιλεῖ τὰ κατὰ γνώμην. ὁ μὲν οὖν βάρβαρος οὕτω συνθέμενος πρὸς βασιλέα, ἀπεχώρει, ἐκείνου ἐπαγγειλαμένου τὸν υἱὸν ἀπὸ τῶν Περσῶν ἐλευθεροῦν, εἰ συμπράξειε τὰ δυνατὰ πρὸς τὸ Βέῤῥοιαν ἁλῶναι. καὶ βασιλεὺς δὲ παρεσκευάζετο, ὡς εἰς Βέῤῥοιαν ἀφιξόμενος νυκτὸς, καὶ τὰς μὲν τριήρεις ἐκέλευε τοὺς ναυάρχους ἐφοπλίσαντας, ἄγοντας καὶ τοὺς βαρβάρους, ἐπί τινα ποταμὸν τῶν ἀεννάων οὐ πάνυ πόῤῥω ῥέοντα Βεῤῥοίας, ἐκ συνθήματος ἐλθεῖν καὶ περιμένειν βασιλέα. αὐτὸς δὲ τήν τε ἐκ Θεσσαλονίκης ἄγων στρατιὰν, καὶ τῶν ἐκ Βυζαντίου ἑπομένων οὐκ ὀλίγους, αὐτόθεν ἵππους συμπορισαμένους, ἐκ τῆς ἠπείρου πρὸς Βέῤῥοιαν ἐχώρει, βασιλέα τὸν νέον ἐν Θεσσαλονίκῃ καταλιπών. ἐν Βεῤῥοίᾳ δὲ καὶ πρότερον μὲν ἦσαν οὐκ ὀλίγοι Τριβαλῶν ὑπὸ Κράλη κατῳκισμένοι, οὐ στρατιῶται μόνον, ἀλλὰ καὶ τῶν δυνατῶν, διά τε τὴν ἄλλην τῆς πόλεως εὐφυΐαν· οὐδενὸς γὰρ τῶν ὅσα πόλιν εὐδαίμονα ποιεῖ ἐνδεῖ· καὶ διὰ τὸ μεγάλην εἶναι καὶ πολλοὺς τοὺς ἐνοικοῦντας ἔχειν, οὐ δημώδη μόνον ὄχλον, ἀλλὰ καὶ στρατιώτας, καὶ οὐκ ὀλίγους τῶν συγκλητικῶν· ὧν τοὺς πλείους μὲν ἢ πάντας ὁ Κράλης ἐξήλασε κατασχὼν, ὅμως ἔτι τὴν ἀποστασίαν δεδιὼς τῆς πόλεως, στρατιώτας τε ἐγκατῴκισεν οὐκ ὀλίγους, καὶ τῶν παρ' αὐτῷ ἐπιφανῶν τινας· ἀκροπόλεις δὲ οἰκοδομήσας δύο, τὴν μὲν ἀπηρτισμένην πάντῃ φρουρὰ κατέσχε Γερμανῶν τὴν πρὸς τῇ βασιλικῇ καλουμένῃ πύλῃ, ἡ λοιπὴ δὲ ἐνέδει ἔτι. οὐ γὰρ ἀκρόπολις ἦν, ἀλλ' ὥσπερ μικρὰ πόλις ἐν μεγάλῃ. μέρος γὰρ οὐκ ὀλίγον τοῦ περιβόλου τῆς πρώτης πόλεως ἀποτεμόμενος, διετείχιζεν ἐπὶ τὰ ἔνδον τὰς οἰκίας καθαιρῶν, καὶ πύργους ἀνίστη ἐφ' ἑνὶ τῷ μεγίστῳ τρεῖς ἐλάσσους, καὶ τῶν κατὰ τὰ μεσοπύργια τειχῶν πάχος σύμμετρον ἐχόντων, διπλᾶς ἐποίει τὰς ἐπάλξεις, ἵν', εἰ δέοιτο ἐφ' ἕτερον ἰέναι ἐξ ἑτέρου, ῥᾳδία εἴη ἡ διεξαγωγή· κἂν εἰ συμβαίη τὴν ἀκρόπολιν ἁλῶναι, μηδὲν παραβλάπτοιντο οἱ φύλακες ὁμοίως ἀπό τε τῶν ἔξω καὶ τῶν ἔνδον πολεμίων. ταύτην μὲν οὖν τοιαύτην οὖσαν οὐκ ἔφθασεν εἰς τέλος ἀγαγεῖν, ἀλλὰ τοῦ προσήκοντος ὕψους ἀπελείποντο οἱ πύργοι ἔτι. διά τε οὖν τὰς εἰρημένας αἰτίας πολλοὶ Τριβαλῶν ἐνδιέτριβον Βεῤῥοίᾳ καὶ ἀξιόμαχος στρατιά· καὶ τότε διὰ τὴν βασιλέως ἔφοδον οὐκ ὀλίγοι ἐκ τῶν ἐν ταῖς κώμαις κατῳκισμένων συνῆλθον. ὑπώπτευον γὰρ καὶ αὐτοὶ βασιλέα ἐπιχειρήσειν σφίσι, καὶ τῆς τε πόλεως ἐποιοῦντο φυλακὴν καὶ νύκτωρ καὶ μεθ' ἡμέραν οὐ ῥᾳθύμως· καὶ παρεσκευάζοντο πρὸς ἄμυναν, ἤν τις αὐτοῖς ἐπίῃ. ἃ καὶ βασιλεὺς σαφέστατα εἰδὼς, οὐ φανερῶς ἐπεχείρει· ᾔδει γὰρ οὐ δύνατος ἐσόμενος τοσούτους βίᾳ αἱρήσειν μετὰ τῶν τειχῶν· ἀλλ' ἐπὶ κλοπὴν ἐχώρει μᾶλλον, οὐκ ὀλίγα καὶ τοῖς ἐγχωρίοις πεποιθὼς, ὡς συστήσονται ἐπὶ τοὺς πολεμίους, ἢν αἴσθωνται ἔνδον ὄντα, καὶ συγκατεργάσονται αὐτῷ τὸν πόλεμον. ὁ μὲν οὖν πρόνοιαν πολλὴν ποιούμενος τοῦ μὴ κατάδηλος εἶναι Τριβαλοῖς ἐπιστρατεύων, ἦλθεν ἐπὶ τὸν ποταμὸν κατὰ τὸ σύνθημα. αἱ τριήρεις δὲ οὔπω παρῆσαν. γενόμεναι γὰρ πρὸς τὸ στόμα τοῦ ποταμοῦ, οἷα φιλεῖ συμβαίνειν, ὑπό τε τῆς θαλάττης καὶ τοῦ ποταμοῦ ἐξωθουμένης τῆς ἰλύος προσχοῦσθαι τὰ κατὰ τὴν εἰσβολὴν, ἠδυνάτουν πρὸς τὴν δίοδον· καὶ μηχανὴ τοῖς ναυάρχοις οὐδεμία ἐξευρίσκετο, ἀλλὰ μόνον ἤχθοντο τοιαύτης πράξεως ἀπολλυμένης. ᾔδεσαν γὰρ οὐδὲ βασιλέα χωρὶς αὐτῶν ἐπιστρατεύσοντα Βεῤῥοίᾳ, ἀλλ' ἅμα ἕῳ κατάδηλον γενόμενον, ἀναγκασθήσεσθαι εἰς Θεσσαλονίκην ἀναστρέφειν. βασιλεύς τε ὁμοίως ἠγανάκτει ἐφεστὼς τῷ ποταμῷ, ὅτι μὴ παρῆσαν αἱ τριήρεις· τὴν αἰτίαν δὲ τῆς ἀπολείψεως ἠγνόει. καὶ ἀπόλλυσθαι τοιαύτην πρᾶξιν ὑπενόει καὶ αὐτὸς, εἰ ἐπιγένοιτο ἡμέρα. ἐν ὅσῳ δὲ οἱ ἐν ταῖς τριήρεσι περὶ τοῦ ὅ,τι χρὴ πράττειν διηπόρουν, ἀθρόον πλημμυρήσασα ἡ θάλασσα καὶ κυμήνασα ἐπὶ μικρὸν, ἡμέρῳ καὶ προσηνεῖ ῥοθίῳ παρέπεμπε τὰς ναῦς ἐπὶ τὸν ποταμὸν, καὶ ἐν ὀλίγῳ βασιλεῖ συμμίξασαι, διηγοῦντο τὸ κατὰ τὴν διάβασιν, ὥσπερ ἐξαίσιον συμβεβηκός. βασιλεύς τε οὐ κατὰ τύχην, ἀλλὰ προνοίᾳ θείᾳ τὰ τοιαῦτα συνεσκευάσθαι οἰηθεὶς, μᾶλλον ἐπεῤῥώσθη πρὸς τὴν πρᾶξιν, ὡς θεοῦ συναιρομένου· καὶ ᾗ τάχους εἶχε, τούς τε ὁπλίτας καὶ ψιλοὺς καὶ τοὺς βαρβάρους τῶν νεῶν ἐξαγαγὼν, ἐχώρει πρὸς Βέῤῥοιαν σπουδῇ, ἐπὶ τὴν φυλακὴν τῶν νεῶν καταλιπὼν ὅσους ᾤετο ἀρκέσειν. μεταξὺ δὲ πορευομένῳ καὶ ὁ Μαρζελάτος παραγενόμενος, ἐπέσπευδε πρὸς τὴν πορείαν. πάντα γὰρ αὐτῷ ἔφασκεν ἠνύσθαι, καὶ τοῖς ἑταίροις ἐπιτετραφέναι τὴν τῆς κλίμακος κατασκευήν. ἐπεὶ δὲ ἦσαν οὐκ ἄπωθεν τῆς πόλεως, βασιλεὺς μὲν αὖθις ἔπεμπε Μαρζελάτον ἰδεῖν, εἰ κατεσκεύαστο ἡ κλίμαξ. ὁ δὲ ἐπαναστρέψας, μηδεμίαν ἔφασκε κατεσκευάσθαι κλίμακα, καὶ πάλιν ὁ βασιλεὺς ἐν ἀπόροις ἦν. οἱ περὶ αὐτὸν δὲ ξύλα τεμόντες ἐκ τῆς λόχμης τῷ τείχει ἰσομήκη· συνεστρατεύοντο γὰρ Βεῤῥοιωτῶν οἱ μάλιστα ἐν λόγῳ ὑπὸ Κράλη φυγαδευθέντες, πρὸς εὐψυχίαν καὶ τόλμαν οὐδενὸς λειπόμενοι τῶν συνόντων βασιλεῖ· οἳ καὶ μάλιστα προθύμως πρὸς πάντα ὑπηρέτουν, καὶ πρὸς τὴν τῆς πατρίδος ἐσπούδαζον κατάληψιν. ἐπειδὴ ἥλων οὐκ εὐπόρουν, τοῖς ἐκ τῆς βασιλικῆς σκηνῆς χρησάμενοι καλωδίοις, κλίμακας κατεσκεύασαν τέτταρας ἐν βραχεῖ, ὁπλῖται δὲ καὶ ἐκ τῶν ψιλῶν ἄραντες αὐτὰς, Βεῤῥοιωτῶν ἡγουμένων μετὰ Μαρζελάτου, τοῖς τείχεσι προσήρεισαν, μηδενὸς εἰδότος τῶν ἔνδον πολιτῶν· καὶ αὐτοὶ ἀνέβαινον πρῶτοι, ἔπειτα καὶ ἐκ τῶν ὁπλιτῶν καὶ τῶν ψιλῶν. βασιλεὺς δ' ἐπεὶ ᾐσθάνετο ἔνδον ὄντας τοὺς οἰκείους, αὐτίκα τὸ στράτευμα διῄρει, καὶ Ρωμαίους μὲν ἔχων αὐτὸς ἱππέας καὶ πεζοὺς, ἐπὶ τὰς κλίμακας ἐχώρει, τὸ βαρβαρικὸν δὲ μετὰ Ρωμαίων τῶν ἐπιλοίπων ἐπὶ τὴν ἀκρόπολιν ἐκέλευε χωρεῖν, ὥστε καταπλήττειν πολλαχόθεν προσβαλόντας. οἱ ἔνδον δὲ γενόμενοι στρατιῶται, πρῶτα μὲν φύλαξί τισι περιτυχόντες, συνελάμβανον καὶ σιωπᾷν ἐκέλευον, ἢ ἠπείλουν ἀποκτείνειν. ἔπειτα ἐλθόντες ἐπὶ πύλην τὴν Ὀψικκιανὴν προσαγορευομένην, ἑτέροις ἐνέτυχον φύλαξι πολίταις, οὓς ἐκέλευον συμπράττειν σφίσι καὶ καταγνύναι τοὺς μοχλούς· θᾶττον δὲ ἢ λόγος ἐκεῖνοι τὰς πύλας διανοίξαντες, εἰσεδέχοντο βασιλέα. ὁ δὲ, τῶν ἀρίστων ὀλίγους πρὸς ταῖς πύλαις κατασχὼν περὶ αὑτὸν, τοὺς ἄλλους ἔνδον ἐκέλευε χωρεῖν καὶ συμπλέκεσθαι τοῖς πολεμίοις. τοὺς δὲ καὶ μόνοι ἤρκουν διαφθείρειν οἱ ἐγχώριοι. ὡς γὰρ ᾔσθοντο ἔνδον ὄντα βασιλέα, τῆς εὐφημίας πᾶσι ποιούσης δῆλον, ἐπέθεντο αὐτίκα Τριβαλοῖς, καὶ τά τε ὄντα διήρπαζον, καὶ συνελάμβανον εἴ που περιτύχοιέν τινι. οἱ Τριβαλοὶ δὲ ἐπεὶ ᾐσθάνοντο ἑαλωκυῖαν Βέῤῥοιαν, πρῶτα μὲν ἐπὶ τοὺς ἄρχοντας συνέθεον πανταχόθεν ὡπλισμένοι, ὡς ἢ ἀμυνούμενοι, ἂν ἐξῇ, ἢ τὰς πρὸς τῇ ἀκροπόλει πύλας διανοίξαντες ἀποδιδράσκοιεν. τῶν βαρβάρων δὲ ἀλαλαξάντων ἔξωθεν τῆς ἀκροπόλεως, αὐτίκα πᾶσαν ἐλπίδα σωτηρίας ἀπογνόντες, τῶν ἵππων ἀποβαίνοντες, εἰσῄεσαν εἰς τὴν ἀκρόπολιν, παῖδας καὶ γυναῖκας ἔχοντες, τῶν δὲ ἄλλων οὐδένα λόγον ἐποιοῦντο. ὄντων δὲ πολλῶν, τριάκοντα γὰρ ἦσαν τῶν εὐπατριδῶν ἅμα γυναιξὶ καὶ τέκνοις, οἳ στρατιωτῶν πάντες ἦρχον, στρατιῶται δὲ πεντακόσιοι καὶ χίλιοι, ἐπεὶ τὰ τῆς ἀκροπόλεως τείχη καὶ οἱ πύργοι ἦσαν ἀτελεῖς, οἱ μὲν ἄρχοντες ἅμα γυναιξὶ καὶ τέκνοις εἰς ἕνα τῶν πύργων ὕψους ἱκανῶς ἔχοντα εἰσῄεσαν, τὸ δ' ἄλλο τῶν στρατιωτῶν πλῆθος, οἱ μὲν συνελαμβάνοντο αὐτίκα, οἱ δὲ πρὸς τὰς οἰκίας κατεκρύπτοντο παρὰ τοὺς φίλους. οἱ Γερμανοὶ δὲ τὴν ἑτέραν εἶχον ἀκρόπολιν καθ' ἑαυτοὺς, ἣ πρὸς τῇ Βασιλικῇ καλουμένῃ πύλῃ ἦν· ἄλλο δέ τι πλῆθος ἀχθοφορούντων, ὡς ἐλέγετο ὑπὲρ μυρίους ὂν, ἐκ πάσης τῆς ὑπὸ Κράλην γῆς ἠγμένον ἐπὶ τὴν οἰκοδομὴν τῆς ἀκροπόλεως, ἔξω αὐλιζόμενον τειχῶν, ὡς ᾔσθετο τοὺς βαρβάρους, ἔτι δοκῶν μεγάλων προσερηρεισμένων τοῖς τείχεσιν, ἐπὶ λίθων καὶ τῆς ἄλλης ὕλης ἀνολκὴν δι' αὐτῶν εἰσρυέντες, διεσώθησαν ἐντὸς τῆς πόλεως. ὁ βασιλεὺς δὲ ἐπεὶ ᾔσθετο ἤδη κατὰ κράτος τὴν πόλιν ἐχομένην, ἴη καὶ αὐτὸς πρὸς τὴν ἀκρόπολιν εὐφημούμενος ὑπὸ τῶν πολιτῶν καὶ προπεμπόμενος· γενόμενος δὲ ἐκεῖ, πάντα μὲν εὕρισκεν ὑπό τε τοῦ δήμου καὶ τῆς στρατιᾶς διηρπασμένα· τοὺς βαρβάρους δὲ πέμψας ἐκώλυσε, μὴ εἰσελθεῖν ἐντὸς τῆς πόλεως, ἵνα μή τι ὑπ' αὐτῶν κακουργηθῇ, ὡς πολέμῳ τῆς πόλεως ἑαλωκυίας. ἔπειτα τοῖς Τριβαλοῖς τοῖς ἐν τῷ πύργῳ ἐκέλευεν ἐξιέναι δεξιὰν διδοὺς, ὡς οὐδὲν παρ' αὐτοῦ πείσονται δεινόν. οἱ δ' αὐτίκα ἐξιόντες προσεκύνουν. πάντες γὰρ τῶν φίλων ἦσαν. Γερμανοὶ δὲ ἀντεῖχον πρὸς τὸν δῆμον καὶ τοὺς ἐκ τῶν τριηρέων ὁπλίτας μαχομένους ἄχρις οὗ βασιλεὺς ἐγένετο καὶ πρὸς αὐτούς. αὐτίκα δὲ καὶ αὐτοὶ ἐκλιπόντες τὴν ἀκρόπολιν προσεχώρουν. ἦσαν δὲ ἐκεῖνοι, οἳ μετὰ βασιλέως, ὅτε πρὸς Βέῤῥοιαν τὸ πρῶτον ἧκε, Κράλη προστάττοντος, συνεστρατεύοντο, οἷς ὁ βασιλεὺς μεγάλας ᾔδει χάριτας τῆς εἰς αὐτὸν εὐνοίας τότε. οὐ γὰρ ὑπέμειναν, καίτοι ὑπὸ Κράλη κελευόμενοι, ἐκλιπεῖν αὐτὸν ἐν Θεσσαλονίκῃ στρατευόμενον, ἀλλὰ, καίτοι πολλῶν κινδύνων περισχόντων, ὅμως ἄχρι Βεῤῥοίας εἵποντο προθύμως. δι' ἃ αὐτοῖς ὁ βασιλεὺς, καίτοι αἰχμαλώτοις γεγενημένοις, ἡμέρως ἐχρήσατο καὶ προσηνῶς, καὶ ὅπλα παρασχόμενος καὶ ἵππους, ἔτι δὲ καὶ ἀργύριον προσθεὶς, ἀπέπεμπεν ἐπὶ Κράλην. τοὺς δὲ ἄλλους στρατιώτας ἅπαντας πλὴν τριάκοντα τῶν ἀρχόντων· ἠμφιεσμένους ἐκέλευε πεζῇ ἀναχωρεῖν εἰς τὴν οἰκίαν. οἱ γὰρ ἵπποι διηρπάσθησαν ὑπὸ τῆς στρατιᾶς. καὶ τὸ ἄλλο πλῆθος ἅπαν τὸ ἀχθοφορικὸν οἱ στρατιῶται μακρὰν τὴς πόλεως ἀπαγαγόντες, ἀπέλυον, κελεύσαντος βασιλέως, ἵνα μὴ ὑπὸ τῶν βαρβάρων διαρπασθῶσιν. οἱ τριάκοντα δὲ, βασιλέως ἐντίμως βουλομένου ἀπολύειν, ἐδεήθησαν κατέχεσθαι, ἵνα μὴ πρὸς τὸν σφέτερον δυνάστην διαβληθῶσιν, ὡς τὰ βασιλέως ᾑρημένοι, καὶ ἑκόντες ὄντες δόξωσι σφᾶς τε παραδεδωκέναι καὶ τὴν πόλιν. μετὰ μικρὸν δὲ οἱ μὲν ἀπῄεσαν εἰς τὰς οἰκίας, βασιλέως ἐπιτρέποντος, οἱ δ' ἐδόκουν διαδιδράσκειν· ἔνιοι δὲ αὐτῶν ἀχθέντες εἰς Θεσσαλονίκην, ἐκεῖθεν ἀπεδίδρασκον. οὐ γὰρ ἐν δεσμωτηρίοις κατεκλείοντο, ἀλλ' ἐν μοναστηρίοις ἄδετοι μόνον ἐφρουροῦντο. τοιαῦτα μὲν τὰ πρὸς Βέῤῥοιαν συνηνέχθη κρείττω πάσης ἐλπίδος εὐτυχηκότος βασιλέως, καὶ ἐν ἡμέρᾳ μιᾷ τοσούτων πολεμίων ἀναιμωτὶ κυρίου γεγενημένου. τέθνηκε γὰρ οὐδεὶς οὔτε Ρωμαίων, οὔτε Τριβαλῶν πλὴν ἑνὸς βαρβάρου, κἀκείνου, ὡς ἐλέγετο, ὑπὸ Ρωμαίων ἀνῃρημένου. οἱ βάρβαροι δὲ ἐπεὶ ἐκ τῆς ἁλώσεως τῆς πόλεως οὐδὲν ἀπώναντο, οὐ γὰρ εἴασεν ὁ βασιλεὺς ἐντὸς γενέσθαι, τὴν ὑποκειμένην Κράλῃ χώραν ἐδεήθησαν καταδραμεῖν, καὶ βασιλέως ἐπιτρέψαντος, κατέδραμόν τε, καὶ λείαν ἤλασαν πολλὴν μάλιστα ἐκ βοσκημάτων, ἀνθρώπων δὲ ὀλίγων. συνηρεφοῦς γὰρ ὄντος τοῦ τόπου καὶ λοχμώδους, ῥᾳδίως διεδίδρασκον.

ιθʹ. Βασιλεὺς δὲ ἐπεὶ τὰ κατὰ Βέῤῥοιαν ᾗ ἐβούλετο διῴκει, Ἐδέσσῃ ἐπεστράτευσε, πλείους ἄγων, ἢ Βεῤῥοίᾳ ἐπιών. οὐκ ὀλίγοι γὰρ πρὸς τοῖς οὖσι συνείποντο καὶ ἐκ Βεῤῥοίας. οὐ μέντοι τοσοῦτον πρὸς τὴν αἵρεσιν τῆς πόλεως ἐθάῤῥει τῇ συνούσῃ στρατιᾷ, ὅσον Ἐδεσσηνῶν τοῖς δυνατοῖς, οὓς ᾤετο αὐτίκα προσχωρήσειν καὶ τὸν ἄλλον δῆμον πείσαντας. οἱ δὲ τοὐναντίον ἅπαν ὤφθησαν, ἤπερ ᾤετο ὁ βασιλεύς. οὐ μόνον γὰρ αὐτοὶ πολέμιοι ἦσαν φανερῶς, ἀλλὰ καὶ τὸν δῆμον ἔπειθον, ἑστῶτές τε ἀπὸ τῶν τειχῶν ἀπέσκωπτον εἰς βασιλέα, πολλὴν αὐτοῦ φάσκοντες καταγινώσκειν ἀπειρίαν, εἰ Κράλη μετὰ πολλαπλασίου στρατιᾶς ἐν ἑκκαίδεκα ἔτεσι πολιορκοῦντος καὶ πλέον οὐδὲν ἀνύειν δυνηθέντος ἐκ τῶν ὅπλων, εἰ μὴ ἑκόντες προσεχώρουν, αὐτὸς ἤλπισεν ἐν βραχεῖ περιγενήσεσθαι τοσούτους ἄγων. βασιλεὺς δὲ ἤχθετο μὲν πρὸς τὴν ἀποτυχίαν τῆς πόλεως· αὐτίκα τε ἀπεγίνωσκε τὸ τειχομαχεῖν οὐ μόνον διὰ τὴν φυσικὴν ὀχυρότητα τῆς πόλεως καὶ τὴν ἐκ τῶν τειχῶν, ὑπὲρ ἥμισυ γὰρ ὕδασι περικλυζομένη, ἀπρόσιτός ἐστι πολεμίοις διὰ τὴν λίμνην· τὸ δὲ ἐπίλοιπον τείχεσιν ὀχυρωτάτοις καὶ πύργοις μεγάλοις, ἔστι δ' ὅπου καὶ κρημνοῖς καὶ φάραγξιν ἀβάτοις περιέχεται, ἀλλ' ὅτι καὶ στρατιὰ οὐκ ὀλίγη ἦν ἐκ Τριβαλῶν ἐγκαθιδρυμένη πρὸς τῇ πόλει φρουρᾶς ἕνεκα, ὧν ἦρχον τέτταρες τῶν παρ' αὐτοῖς ἐπιφανῶν, οἷς συνηγωνίζοντο προθύμως καὶ τῶν πολιτῶν οἱ δυνατοί. ὅμως ἐδόκει τὴν νύκτα αὐτοῦ αὐλισαμένους, εἰς τὴν ὑστεραίαν ἀναχωρεῖν, καὶ μὴ τρίβειν τὸν καιρὸν ἐπιχειροῦντας ἀδυνάτοις. τὰ ἴσα δὲ καὶ τοῖς ἐν τέλει Ρωμαίων ἐδόκει πᾶσι καὶ τῆς στρατιᾶς τοῖς ἡγεμόσιν. ἀδύνατον γὰρ κἀκεῖνοι ὑπενόουν τειχομαχίᾳ τὴν λῆψιν τῆς πόλεως, ὅσον ἐκ τῆς κατὰ τὰς μάχας πείρας. νυκτὸς δὲ ἐκ τῶν ὁπλιτῶν τινες, οἳ εἵποντο βασιλεῖ ἐκ τῶν τριηρέων, προσελθόντες ἐπυνθάνοντο βασιλέως, εἴ τι σκέπτοιτο περὶ τῆς πόλεως. τοῦ βασιλέως δὲ πρὸς εἰρωνείαν ἐρομένου, τί δ' ἂν αὐτοῖς δοκοίη βέλτιον, ἀποπειρᾶσθαι τῶν τειχῶν, ἢ ἀναχωρεῖν, αὐτοὶ μάχεσθαι παρῄνουν καὶ ἐδέοντο, μὴ διὰ τὴν Ἐδεσσηνῶν ἀγνωμοσύνην ἀπολιπεῖν τὴν πόλιν ὅπλοις ἁλίσκεσθαι οὖσαν δυνατήν. αὐτοί τε ἐπηγγέλλοντο προθύμως ἀγωνιεῖσθαι, καὶ τοὺς ἄλλους τριηρίτας παρέξειν πείσαντες. αὐτίκα τε ἐφαίνετο καὶ βασιλεῖ βέλτιστα τοὺς ὁπλίτας παραινεῖν καὶ ἐπένευε πρὸς τὴν τειχομαχίαν, ἐκέλευέ τε τοῖς μὲν ὁπλίταις κλίμακας κατασκευάζειν, τοῖς δὲ ἡγεμόσι τῆς στρατιᾶς ἅμα ἕῳ ἐφοπλίζειν, ὡς τειχομαχήσοντας, τὴν στρατιάν. ἐπεὶ δὲ ἡμέρα ἤδη ἦν, διέταττε τὴν στρατιὰν, καὶ τὸ μὲν βαρβαρικὸν τοῖς κατὰ τὴν λίμνην τείχεσιν ἐφίστη, ὅθεν ἦν ἀδύνατον ἑλεῖν, ἵν', εἰ καὶ ἁλῶναι Ἔδεσσαν συμβαίη, μὴ ἔχοιεν οἱ βάρβαροι, ὅθεν εἰσελθόντες ἀποκτείνοιέν τινας· αὐτὸς δὲ τὸ κράτιστον ἔχων τῶν ὁπλιτῶν μετὰ τῶν εὐπατριδῶν, πρὸς τὴν ἀκρόπολιν ἀντικαθίστατο, ὅθεν τείχη τε ἦσαν καρτερώτατα, καὶ Τριβαλῶν καὶ τῶν Ἐδεσσηνῶν τὸ κράτιστον ἐφρούρει· τοὺς δὲ ἄλλους ἡγεμόνας μετὰ τῶν ταγμάτων τοῖς λοιποῖς τείχεσιν, ὡς ἕκαστος ἔτυχεν, ἀντικαθίστη, καὶ ἤρχοντο τειχομαχίας ἀρχομένης εὐθὺς ἡμέρας· ἐγένετο δὲ καρτερωτάτη ἄχρι μέσης ἀνενδότως. οἵ τε γὰρ ἔνδοθεν ἀπὸ τῶν τειχῶν ἠμύνοντο καρτερῶς, καὶ οἱ ἔξωθεν τόλμης ἔργα καὶ ἀνδρίας ἐπεδείκνυντο θαυμαστὰ, μάλιστα δὲ οἱ ὁπλῖται καὶ οἱ ἀπὸ τῶν τριηρέων ψιλοὶ ἠφείδουν ἑαυτῶν. ὁ βασιλεὺς γὰρ ἐκήρυξε τῷ πρώτως ἀναθέντι τοῖς τείχεσι σημαίαν τέτταρας μνᾶς ἀριστεῖον ἔσεσθαι χρυσίου, τρεῖς δὲ τῷ μετ' ἐκεῖνον ἀναβάντι, καὶ τῷ τρίτῳ δύο μετ' αὐτούς. κατὰ μέσην δὲ ἡμέραν, πολλῶν ἀπὸ τῶν ἔνδοθεν ἀμυνομένων τραυματιῶν γενομένων, ἐνίων δὲ καὶ ἀποθανόντων, τάς τε κλίμακας προσήρεισαν τοῖς τείχεσιν, ἀδρανῶς ἤδη τῶν ἔνδοθεν ἀμυνομένων, καὶ τῇ πύλῃ τῆς ἀκροπόλεως πῦρ ὑφῆπτον· δαπανηθείσης δὲ, ἐκεῖθέν τε καὶ ἀπὸ τῶν κλιμάκων εἰσεχέοντο, καὶ εἴχετο ἡ πόλις τοῦτο δὴ τὸ λεγόμενον κατάκρας. καὶ ὁ βασιλεὺς, ἐπεὶ κατ' αὐτὸν ἐγένετο ἡ ἅλωσις, ἔνδον γενόμενος, οὐκ εἴα ἀτακτεῖν τοὺς στρατιώτας, πλὴν τῶν πρώτως εἰσελθόντων τινὰ μικρὰ ὠφεληθέντων· ἀπέθανε μέντοι ἐκ τῶν μετὰ βασιλέως Ρωμαίων ἢ βαρβάρων οὐδὲ εἷς· τραυματίαι δὲ ἐγένοντο πολλοί. μετὰ δὲ τὴν ἅλωσιν ὁ βασιλεὺς τοὺς στρατιώτας, ὅσοι ἦσαν Τριβαλοὶ, ἀπέλυσε πρὸς τὴν οἰκίαν ἄνευ ἵππων. τέτταρας δὲ τοὺς ἡγεμόνας εἶχεν ἐν φρουρᾷ, καὶ τῶν πολιτῶν τοὺς τὰ Κράλη ᾑρημένους ἐξήλασε τῆς πόλεως· φρουράν τε πρὸς τὴν ἄκραν διακοσίους ὁπλίτας καὶ ψιλοὺς καταλιπὼν καὶ ἡγεμόνα τῇ πόλει Λυζικὸν Γεώργιον, κράτιστον δοκοῦντα τὰ πολέμια καὶ συνετὸν, εἰς Βέῤῥοιαν ἐπανῄει. προσεχώρουν δὲ καὶ ἀμαχεὶ τὰ περὶ Ἔδεσσαν καὶ Βέῤῥοιαν φρούρια καὶ αἱ πολίχναι, τά τε Σταρίδολα λεγόμενον καὶ ἡ Πέτρα καὶ ὁ Σωσκὸς καὶ ἡ Δεύρη, ἔτι τε ὁ Ὀστροβὸς καὶ τὰ Νότια· καὶ ἐκ τῶν Θετταλίας πολιχνίων τὸ Λυκοστόμιον λεγόμενον καὶ τὸ Καστρίον. ἀναπαύλης δὲ μικρᾶς τινος ὁ βασιλεὺς ἀξιώσας τὴν στρατιὰν, ἐξεστράτευσεν αὖθις κατὰ Σερβίων. πόλις δὲ ταῦτα οὐ μικρὰ, ἐν μεθορίοις Βοττιαίας κειμένη καὶ Θετταλίας· ἧς ἦρχε μετὰ τῆς ἄλλης Θετταλίας Πρεάλιμπος τῶν παρὰ Κράλῃ δυνατῶν, ὃς μάλιστα ἐδόκει συνέσει καὶ εὐτολμίᾳ καὶ τῇ περὶ τὰ πολέμια τῶν ἄλλων προέχειν ἐμπειρίᾳ. κεῖται δὲ ἡ πόλις ἐκείνη ἐπί τινος ἀνάντους τοῦ ὄρους προβολῆς εὐθὺς ἐξαρχῆς αὐτὴ ἑαυτῆς μετεωροτέρα φαινομένη καὶ οὖσα προϊόντι. ἐπ' αὐτήν τε τὴν ἀκρώρειαν καταλήγει τρισὶ διατειχίσμασι διῃρημένη, ὡς δοκεῖν ἔξωθεν τρεῖς εἶναι πόλεις κειμένας ἐπαλλήλους. ἑκατέρωθέν τε φάραγγας περιβέβληται βαθείας. τὸ δ' ἀπὸ τῆς πόλεως ἄχρι τοῦ ἐπιπέδου καὶ τῶν φαράγγων, ὅσον μάλιστα οἰκεῖσθαι ἐπιδέχεται, οἰκιῶν πεπλήρωται καὶ ἀνθρώπων οὐ τῶν πολλῶν μόνον, ἀλλὰ καὶ τῶν ἀρίστων ἐκ τῶν πολιτῶν καὶ ἐκ τῶν στρατιωτῶν, οἳ ἦσαν ἐγχώριοι πολλοί τε καὶ ἀγαθοί· ἥ τε πόλις, ἐπαλλήλους τὰς οἰκίας ἔχουσα διὰ τὴν ἀπὸ τοῦ τόπου θέσιν, ὀλίγας ἔχειν δοκεῖ οἰκίας πολυορόφους. οἰκεῖται δὲ τὰ μὲν δύο τμήματα ὑπὸ τῶν πολιτῶν· τὸ δὲ τρίτον, ἄκρα ὂν, τῷ ἄρχοντι ἀνεῖται. ἔστι δὲ δυσπρόσοδος πανταχόθεν, καὶ οὐ πάνυ ῥᾳδία πρὸς τειχομαχίαν. ᾗ ὁ Πρεάλιμπος ἐνδιατρίβων, τάφρων μὲν οὐκ ἐδεήθη, οὐδέ τινος πρὸς ὀχυρότητα σπουδῆς· ἤρκει γὰρ ἡ προσοῦσα φύσει· τοῖς πολίταις δὲ καὶ πάνυ ἀπιστῶν, τῶν μὲν τὴν πόλιν οἰκούντων παῖδας καὶ χρήματα καὶ γυναῖκας εἰς τὸ δεύτερον διατείχισμα ἀνελάμβανε, τοὺς ἄνδρας δὲ πάντας ἐξήλαυνεν ἐπὶ τὸ τρίτον, καὶ ἐκέλευεν ἀμύνεσθαι βασιλέα ἐπιόντα ὑπὲρ σφῶν αὐτῶν καὶ τέκνων· αὐτὸς δὲ τὴν ἄκραν κατεῖχε, καὶ τῷ δευτέρῳ διατειχίσματι, ἐν ᾧ αἱ γυναῖκες καὶ οἱ παῖδες ἦσαν, φρουρὰν ἐπέστησε Τριβαλικήν. συνῆσαν γὰρ αὐτῷ ὑπὲρ πεντακοσίους, ὡς ἐλέγετο. τοὺς μέντοι τῶν τειχῶν οἰκοῦντας ἔξω οὔτ' αὐτοὺς εἴα εἰς τὴν πόλιν εἰσιέναι, οὔτε παῖδας εἰσεδέχετο καὶ γυναῖκας, ἀλλ' ἐκέλευε πρὸ τῶν οἰκιῶν ἑστῶτας μάχεσθαι, δυσπροσόδου ὄντος τοῦ χωρίου καὶ χαλεπωτάτου τοῖς ἐπιοῦσιν. οὕτω μὲν οὖν ἐκεῖνος παρεσκεύαστο πρὸς τὴν πολιορκίαν. ἐλέγετο δὲ καὶ ὡς ἄκων κατασχεθείη πρὸς τῇ πόλει. μᾶλλον γὰρ ἐβούλετο φυγομαχεῖν ἐπὶ τὰς τῆς Θετταλίας πόλεις. οἱ συνόντες δὲ παρῄνουν μὴ τὴν πόλιν ἐκλιπεῖν, ὡς, εἰ ταύτης περιγένοιτο, καὶ Θετταλίαν πᾶσαν καθέξοντος βασιλέως ἀσφαλῶς. οἷς πειθόμενος ὑπέμεινε τὴν πολιορκίαν. βασιλεὺς δὲ ἐπεὶ ἐγγὺς τῆς πόλεως ἐστρατοπεδεύετο, πρῶτα μὲν ἐπὶ λεηλασίαν ἔπεμπε τὴν στρατιὰν, ὀλίγους ἐν τῷ στρατοπέδῳ κατασχών· καὶ ἔκ τε αὐτῶν Σερβίων καὶ τῶν περικειμένων κωμῶν πολλὴν λείαν ἄγοντες ἐπανῆκον Ρωμαῖοί τε καὶ βάρβαροι ὁμοίως. ἔπειτα ἐγγύτερον γενόμενοι παρεσκευάζοντο πρὸς τὴν τειχομαχίαν. οἱ ἐπὶ τῆς ἔξω δὲ Σερβίων συνοικίας, τήν τε βασιλέως δεδοικότες ἔφοδον, καὶ τῶν Τριβαλῶν εἰς τὴν πόλιν οὐ προσδεχομένων, ἄλλως τε καὶ τὰ βασιλέως μᾶλλον ᾑρημένοι, κοινῇ τε πάντες ἐκ συνθήματος προσεχώρουν βασιλεῖ, καὶ τὴν στρατιὰν ἐδέχοντο καὶ ἐξένιζον ἐπὶ τῶν οἰκιῶν. οἱ δὲ ἔνδον καὶ αὐτοὶ μὲν τὰ βασιλέως μάλιστα ᾑροῦντο, ἐχομένων δὲ τῶν παίδων καὶ τῶν γυναικῶν, ἀναγκαίως προσεῖχον Τριβαλοῖς. εἰς τρίτην δὲ ἡμέραν παρασκευασάμενοι ἐτειχομάχουν, καὶ τῶν ἐγχωρίων μάλιστα ἐφελκομένων καὶ οὐκ ἀδύνατον ἐπαγγελλομένων τὴν παράληψιν. ἐπεὶ δὲ οὐ πανταχόθεν ἐξῆν προσβάλλειν ἀποκρότων ὡς ἐπιπλεῖστον καὶ σκληρῶν τῶν τόπων ὄντων, ἔνθα μάλιστα ἐξῆν προσβαίνειν τὸ κράτιστον τῶν τοξοτῶν ἐπιστήσας ὁ βασιλεὺς, ἐκέλευε τοῖς τόξοις χρῆσθαι καὶ ἀνείργειν τοὺς ἀμυνομένους. ἄλλοι δὲ ἀσπίδας ὑποδύντες προσέβαλλόν τε τοῖς τείχεσι καὶ διώρυττον. ἔτυχε δὲ τὸ διόρυγμα ἐντὸς οἰκίας εἶναι κενῆς ἀνθρώπων· ἐπεὶ δὲ ἤδη διορώρυκτο, καὶ ἔμελλον εἰσιέναι, ἡ τῆς οἰκίας δεσπόζουσα ἐκείνης κατὰ τύχην εἰσελθοῦσα καὶ ἁλισκομένην τὴν πόλιν αἰσθομένη, βοῇ τε ἐχρῆτο καὶ συνεκάλει τοὺς ἀμυνομένους. οἱ δὲ παρῆσαν ἅμα τῷ αἰσθέσθαι, καὶ τοὺς διορύττοντας βάλλοντες, ἀφίστων τῶν τειχῶν. ἅμα δὲ καὶ ὄμβρων ῥαγδαίων ἐπενηνεγμένων ἐν αὐτῇ μάλιστα τῆς μάχης τῇ ἀκμῇ, ἥ τε ἄλλη στρατιὰ ἐπέπαυτο καὶ ἀνεχώρει πρὸς τὸ στρατόπεδον, οὐ δυναμένη πρός τε ὄμβρους ὁμοῦ καὶ πολεμίους μάχεσθαι ἀσφαλῶς ἑστῶτας ἐπὶ τῶν τειχῶν, αὐτοὶ διολισθαίνοντες τὰ πολλὰ πρὸς τὸν πηλόν. καὶ ὁ βασιλεὺς ἐπεὶ διημάρτανε τῆς πόλεως πρὸς τὴν πρώτην ἐπιχείρησιν, τό,τε βιάζεσθαι τοῖς ὅπλοις ἀπογνοὺς, καὶ πρὸς τὸ πολιορκεῖν διὰ τοὺς ὄμβρους καὶ τὸν χειμῶνα ἀδυνάτως ἔχων, αὖθις ἀνέστρεφεν εἰς Βέῤῥοιαν· εἵποντο δὲ καὶ οἱ ἐκ τῆς ἔξω Σερβίων συνοικίας πλὴν ὀλίγων πάντες, ὅσοι μάλιστα ἐν λόγῳ ἦσαν, ἅμα γυναιξὶ καὶ τέκνοις, ὀλίγα ἔχοντες ἐκ τῆς οὐσίας, ὅσα φέρειν ἦσαν δυνατοὶ, οὐ μόνον διὰ τὴν πρὸς βασιλέα εὔνοιαν, ἀλλ' ὅτι καὶ ἐκ Τριβαλῶν οὐδὲν διὰ τὴν ἀποστασίαν ἤλπισαν ἐπιεικὲς, εἰ γένοιντο ἐπ' αὐτοῖς. ἔτι δὲ ἐν Βεῤῥοίᾳ βασιλέως διατρίβοντος, ἐκ τῶν μάλιστα ἐπισήμων πόλεων αἳ Ρωμαίων μὲν ἦσαν ὑπήκοοι τὸ ἀρχαῖον, χρόνον δὲ ἐδούλευσαν οὐκ ὀλίγον Τριβαλοῖς, ἧκον διαλεγόμενοι κρύφα καὶ δεόμενοι ἥκειν παρ' αὐτοὺς, ὡς εἰσδεξόμενοι ἐκβαλόντες Τριβαλούς. οὐ μόνον δὲ ἐκ τῶν ἄλλων, ἀλλὰ καὶ ἐξ αὐτῆς Σκοπιᾶς, ἣ δοκεῖ βασίλεια Κράλη εἶναι ἀπὸ τοῦ βασιλέως τοῦ πρώτου τῶν Παλαιολόγων Μιχαὴλ τῆς Ρωμαίων ἀρχῆς ἐκτετμημένη, πρέσβεις ἧκον ἀναφανδὸν ἀπὸ τῆς πόλεως κοινῇ βασιλέα καλοῦντες ἥκειν ἐπ' αὐτοὺς, ὡς παραδώσοντες τὴν πόλιν. ὁ Κράλης γὰρ ἐπὶ Παίονας ἐστρατευμένος τότε, ὡς ἐπύθετο βασιλέα ἐπιόντα, καίτοι στρατιὰν πλείστην περὶ αὑτὸν ἠθροισμένην ἔχων, ἀντικαθίστασθαι πρὸς βασιλέα οὐκ ἐθάῤῥει, ἀλλὰ πάντα προέμενος ἐβούλετο φυγομαχεῖν. ὅθεν καὶ τῶν Σκοπιᾶς πολιτῶν πρεσβευσαμένων πρὸς αὐτὸν καὶ τὴν ἔφοδον ἀπαγγελλόντων βασιλέως καὶ δεομένων βοηθεῖν, πρῶτα μὲν ἐλπίδας παρείχετο ὡς βοηθήσων, ἂν ἐπίωσιν αὐτοῖς Ρωμαῖοι· ὡς δὲ μᾶλλον προσέπιπτον αἱ φῆμαι φοβερώτεραι τῶν ἐπιόντων Ρωμαίων καὶ βαρβάρων, φανερῶς ἀπεῖπε τὴν ἐπικουρίαν τοῖς ἐκ τῆς Σκοπιᾶς· ἐκέλευέ τε σώζειν ἑαυτοὺς ὡς ἂν οἷοίτε ὦσιν. αὐτὸν γὰρ μὴ δύνασθαι τὸ νῦν ἔχον ἥκειν πρὸς αὐτούς. οἳ βουλευσάμενοι κοινῇ καὶ πολλῆς ἀνοίας εἶναι κρίναντες ἀντικαθίστασθαι οἷς ὁ σφῶν δυνάστης τοσαύτην ἔχων δύναμιν οὐκ ἐτόλμα, ἥκουσι πρὸς βασιλέα καὶ τὴν πόλιν παρεδίδουν πρὶν διαφθαρῆναι. ὕστερον δὲ ἐπεὶ οἱ φόβοι διελύοντο, ἐπὶ δίκην καταστάντες ὑπὸ Κράλη καὶ διωκόμενοι ἀποστασίας, ῥᾷον ἀπελύσαντο τὰ ἐγκλήματα, τοῦ παρ' αὐτοῖς ἀρχιεπισκόπου διαιτῶντος· ὃς ἐπεψηφίζετο αὐτοὺς μηδὲν ἠδικηκέναι, εἰ, ἐπικουρεῖν μὴ βουλομένου Κράλη, ἀλλὰ καὶ παραινοῦντος σώζειν ἑαυτοὺς, συνετά τε ἅμα καὶ σωτήρια σφίσιν ἐβουλεύσαντο, δουλεύειν τοῖς δυνατωτέροις ψηφισάμενοι. οὕτω πᾶσαι πόλεις κατεσείσθησαν τῷ φόβῳ τότε καὶ προσχωρεῖν ἐβούλοντο ἑκοῦσαι βασιλεῖ, πρὶν ἀναρπασθῆναι. οὐχ αἱ πόλεις δὲ μόνον, ἀλλὰ καὶ τῶν Τριβαλῶν οἱ δυνατώτατοι, καὶ πρότερον εὔνως περὶ βασιλέα διακείμενοι, καὶ μᾶλλον ὑπ' ἐκείνου ᾑρημένοι βασιλεύεσθαι, τότε καὶ μᾶλλον ὑπὸ δέους κρύφα διελέγοντο καὶ παρώξυνον ἥκειν ἐπὶ σφᾶς, ὡς πάντων τὰ δυνατὰ βουλησομένων συνεργεῖν. ἧκον δὲ καὶ αὐτόμολοι δύο ἐξ αὐτῶν· ὧν ἅτερος τῶν μάλιστα ἦν ἐπιφανῶν, κατὰ γένος προσήκων Κράλῃ, Χλάπαινος ὠνομασμένος, στρατιάν τε ἔχων ὑφ' ἑαυτὸν οὐκ εὐκαταφρόνητον καὶ πολλὴν περιουσίαν· ὁ λοιπὸς δὲ οὐ τῶν πάνυ περιδόξων ἦν, πλὴν κἀκεῖνος ἀρχάς τε πόλεων ἐγκεχειρισμένος καὶ στρατοπέδων ἡγεμονίας, ὄνομα Τολίσθλαβος. καὶ ἄμφω δὲ ἐκ τῶν ἄλλων δυνατῶν λόγους ἐκόμιζον πρὸς βασιλέα, ὡς, ἢν ἐπίῃ Κράλῃ, καὶ αὐτοὶ συμπολεμήσουσιν ἀποστάντες. βασιλεῖ δὲ ἀξιόμαχον στρατιὰν οὐκ ἔχοντι οὐκ ἐδόκει δεῖν ταῖς ἀποστασίαις θαῤῥοῦντα μόνον, ἑαυτὸν εἰς τοὺς κινδύνους εἰσωθεῖν, ἀλλὰ παρασκευασάμενον ἐπιστρατεύειν ἐπικαίρως. τότε δὲ ἄρχοντα ἐν Βεῤῥοίᾳ Διπλοβατάτζην τὸν πρωτοβεστιαρίτην καταλιπὼν, πραγμάτων τε δυσκολίαις καὶ μεταβολαῖς εἰδότα χρῆσθαι καὶ πρὸς μάχας τολμητὴν, ταῖς τε κατὰ Θετταλίαν προσχωρησάσαις Νικηφόρον ἐπιστήσας τὸν Σαραντηνὸν, ἐπανέζευξεν εἰς Θεσσαλονίκην.
https://byzantium.gr/

κʹ. Μετὰ μικρὸν δὲ τήν τε ἱππικὴν καὶ τὴν πεζὴν δύναμιν ἀναλαβὼν, ἔχων καὶ βασιλέα τὸν γαμβρὸν συστρατευόμενον, ἐπεστράτευσε Γυναικοκάστρῳ, ὃ φρούριόν ἐστι καρτερώτατον ὑπὸ βασιλέως Ἀνδρονίκου τοῦ νέου οἰκοδομηθὲν αὐταῖς κρηπῖσιν, ἡμέρας ὁδοῦ μῆκος ἔλαττον ἀφεστηκὸς Θεσσαλονίκης. εἴχετο δὲ ὑπὸ Τριβαλῶν μετὰ τῶν ἄλλων αὐτὸ ἑλόντων. οὐκ ὀλίγα τε ἔβλαπτε Θεσσαλονίκην, στρατιὰν ἔκ τε Ρωμαίων τῶν προσκεχωρηκότων καὶ Τριβαλῶν ἔχον ἐγκαθιδρυμένην. Βέλκος δὲ ὁ τοῦ φρουρίου ἄρχων, ὡς ἐπύθετο βασιλέα ἐπιόντα, τοῖς ὅπλοις δείσας μὴ ἁλῷ, πέμψας ἐπηγγέλλετο προσχωρεῖν ἑκών. πίστεως δὲ ἕνεκα καὶ τὰ ἐν κόλποις ἅγια παρείχετο, ὅρκους μονονοὺ ὑπὲρ τοῦ τὸ φρούριον ἐγχειρίσειν παρεχόμενος. βασιλεῖ τε ἐδόκει βέλτιστον τὸ φρούριον ἔχειν ἄνευ φόνων καὶ κινδύνων· ἐκέλευέ τε Βέλκον ἥκειν παρ' αὐτόν. ἐπεὶ δὲ ἧκε πρὸς τὸ στρατόπεδον πρὸς βασιλέα, ὅρκους μὲν παρείχετο ἐπὶ τῷ βασιλεῖ τε αὐτὸν προσχωρεῖν καὶ τὸ φρούριον παραδιδόναι· ἐδεῖτο δὲ μὴ τὸ νῦν ἔχον ἢ αὐτὸν εἰσιέναι, ἢ φρουρὰν εἰσάγειν· τήν τε γὰρ οὐσίαν αὐτῷ πλείστην οὖσαν καὶ διεσκεδασμένην ἀπολεῖσθαι ὑπὸ Τριβαλῶν διαρπασθεῖσαν, καὶ τοὺς συγγενεῖς αὐτῷ καὶ οἰκείους Κράλην ἄρδην διαφθερεῖν διὰ τὴν πρὸς αὐτὸν ἀπέχθειαν· ἀλλὰ περιμείναντα ἡμέρας πεντεκαίδεκα, ἄχρις ἂν οἰκείους τε καὶ χρήματα μεταπέμψηται, οὕτω τὸ φρούριον παραλαμβάνειν. τούτοις μὲν οὖν ὁ βασιλεὺς πεισθεὶς, καὶ ὅρκους ἐπὶ τοῖς εἰρημένοις ἐκείνου παρασχομένου, ἀνέστρεφεν εἰς Θεσσαλονίκην. Βέλκος δὲ τὰ ὀμωμοσμένα δῆθεν ἐκπληρῶν, τούς τε οἰκείους ἐκ Τριβαλῶν μετεπέμπετο καὶ βοσκήματα καὶ τὴν ἄλλην περιουσίαν, ἔπεμπέ τε καὶ εἰς Θεσσαλονίκην οὐκ ὀλίγα, δεῖγμα τῆς πρὸς βασιλέα εὐνοίας καὶ τῆς φυλακῆς τῶν συνθηκῶν. Κράλης δὲ ἤδη πεπυσμένος, ὡς ἡ μὲν ἐκ τῆς ἠπείρου στρατιὰ καὶ Ρωμαίων καὶ βαρβάρων τοσαύτη οὖσα ἀναστρέψειε, βασιλεὺς δὲ ταῖς τριήρεσι μόναις καὶ βαρβάροις πεζοῖς ὀλίγοις ἀφιγμένος εἰς Θεσσαλονίκην Βέῤῥοιάν τε εἷλε καὶ Ἔδεσσαν καὶ ἄλλας πολίχνας οὐκ ὀλίγας, ἀνεθάρσησέ τε καὶ στρατιὰν ἀναλαβὼν οὐ πολλὴν μὲν, πολὺ δὲ ὅμως ὑπερέχουσαν τῆς βασιλέως, ἤλαυνε σπουδῇ ἐπὶ Θεσσαλονίκην. καὶ Βέλκος μὲν αὐτίκα ὑπ' ἐκεῖνον ἦν, καὶ συνεστρατεύετο μετὰ τῶν ὑπ' αὐτὸν, τῶν πρὸς βασιλέα συνθηκῶν καὶ ὅρκων ἀμνημονήσας. Κράλης δὲ ἐγγὺς γενόμενος Θεσσαλονίκης, πρεσβείαν ἔπεμπε πρὸς βασιλέα καὶ πρῶτα μὲν ὠνείδιζε τὴν εἰς αὐτὸν ἀγνωμοσύνην, ὅτι ἀμνημονήσας ὧν εὖ ὑπ' αὐτοῦ πρότερον πεπόνθει, καιροῦ τυχὼν αὐτοῦ ταῖς πόλεσιν ἐπιστρατεύσειε, καὶ τοὺς φρουροῦντας κατασχοίη ἐκβαλὼν, καὶ χρημάτων ἀποστερήσειεν οὐκ ὀλίγων· ἃ οὐκ ἐχρῆν ποιεῖν, ἀλλὰ τῶν εἰς αὐτὸν γεγενημένων ἀπομνημονεύοντα, τὴν φιλίαν διασώζειν πρὸς αὐτόν. ἐπεὶ δὲ ἃ μὴ ἔδει εἴργαστο, κατηγορεῖν μὲν αὐτὸν, οἴεσθαι δὲ καὶ πάντα ὁντινοῦν. ἀναλύεσθαι δὲ ὄντων ἀδυνάτων τῶν γεγενημένων, βούλεσθαι μάλιστα αὐτὸν, εἴγε καὶ αὐτῷ δοκοίη, ἀλλήλοις συνελθεῖν, καὶ διαλεχθέντας περὶ τῶν διαφορῶν, συμβάσεις θέσθαι καὶ τὸν πόλεμον καταθέσθαι, ἀνανεωσαμένους τὰς σπονδὰς καὶ τὴν εἰρήνην. τοιαῦτα μὲν ἐπρέσβευεν ὁ Κράλης, βασιλεῖ τε ἐδόκει βέλτιστα, καὶ συνέθεντο ἡμέραν ῥητὴν, ἐν ᾗ ἔδει γενομένους ἐν ταὐτῷ λύειν τὰς διαφορὰς, σπονδὰς θεμένους. ἐπιστάσης τε τῆς προθεσμίας, οἵ τε βασιλεῖς ἀμφότεροι ἐξῄεσαν ὡπλισμένοι καὶ οἱ συνόντες. Κράλης τε ὁμοίως μετὰ τῶν περὶ αὐτὸν ὡπλισμένοι ὄντες ἧκον ἐγγὺς Θεσσαλονίκης καὶ συνεγένετο τοῖς βασιλεῦσι. μετὰ δὲ τὴν προσαγόρευσιν ὁ Κράλης πρῶτος ἥπτετο πρὸς βασιλέα λόγου, «Ἀδικεῖς,» εἰπὼν, «ὦ βασιλεῦ, πολέμου ἄρχων. ἐγὼ δὲ ᾤμην εἶναι μηδὲν τῶν ὄντων, ὅ σε πρὸς ἐμὲ πεῖσαι δυνήσεται ἀγνωμονεῖν. οἶσθα γὰρ αὐτὸς τῶν ἄλλων μᾶλλον, ὡς πολεμηθεὶς ὑπὸ τῶν ὁμοφύλων καὶ τῆς Ρωμαίων γῆς ἀπελαθεὶς, ἀδίκως μὲν, οὐ γὰρ ἂν ἀρνηθείην οὐδ' αὐτὸς, ὅμως δ' οὖν ἀπελαθεὶς, ἧκες παρ' ἡμᾶς, οὔτ' ἀμοιβάς σοι προτέρων εὐεργεσιῶν ὀφείλοντας, οὔτ' ἀγανακτοῦντας ὑπὲρ σοῦ ἀδικουμένου, ἀλλ' εἰ δεῖ τἀληθὲς εἰπεῖν, καὶ τὴν ὑμῶν πρὸς ἀλλήλους διαφορὰν ἐν εὐτυχίας μέρει λογιζομένους τῷ τὰ ἴδια εὖ τίθεσθαι. ἐγὼ δὲ, καίτοι τῶν σοὶ πολεμούντων πολλὰς πρεσβείας πεποιημένων καὶ χρήματα παρεχομένων καὶ πόλεις πολλὰς καὶ τῆς Ρωμαίων ἡγεμονίας ἀπόμοιραν προϊεμένων οὐκ ὀλίγην, καὶ φίλον ἔχειν καὶ σύμμαχον ὑπισχνουμένων, καὶ μίαν τούτων ἁπάντων χάριν ἀπαιτούντων τὸ σὲ δεσμώτην παρασχεῖν, ἢ αὐτὸν κατέχειν συλλαβόντα, οὐκ ἠθέλησα αὐτὸς, ἀλλὰ καὶ χρημάτων πολλῶν καὶ πόλεων τοσούτων καὶ χώρας πολλῆς καὶ ἀγαθῆς τὴν σὴν φιλίαν προειλόμην, καὶ οὐ μόνον οὐ προδέδωκα τοῖς πολεμίοις, καίτοι ῥᾷστά γε δυνάμενος, οὐ γὰρ οὐδ' αὐτὸς ἀγνοεῖς, ἐν ὅτοις ἦσθα τότε, ἀλλὰ καὶ τό γε εἰς ἐμὲ ἧκον, καὶ δὶς καὶ τρὶς ἐπὶ συμμαχίᾳ παρεσχόμην στρατιάν. ὧν ἐνόμιζον ἁπάντων μεμνημένον, οὐδέποτε βουλήσεσθαι, κἂν δυνήσῃ τὰ μεγάλα, τὰς ὑπ' ἐμὲ τελούσας πόλεις κακουργεῖν. σὺ δ', ὡς ἔοικεν, ἐκείνων ἁπάντων ἐπιλελησμένος, ἥκεις νῦν βαρβάρους ἄγων, ὡς ἐπὶ πολέμιον καὶ τὰ μέγιστα ἠδικηκότα, καὶ πόλεις τὰς μὲν τοῖς ὅπλοις εἷλες, ἑτέρας δὲ κλοπῇ, οὐκ ὀλίγας δὲ καὶ ὑπὸ δέους προσχωρησάσας. καὶ τοὺς ἐνοικοῦντας στρατιώτας καὶ τῶν ἐπιφανῶν πολλοὺς τοὺς μὲν ἀπέκτεινας κατὰ τὰς μάχας, τοὺς δὲ ἄλλους ἀνδραποδίσας, ἐν εὐεργεσίας μέρει τὴν ἐλευθερίαν τῶν σωμάτων, ὅτε σοι βέλτιον ἐφαίνετο, παρείχου, οὐ μᾶλλον ἥδεσθαι ποιῶν τυγχάνοντας ἐλευθερίας, ἢ ὅσον ἐξανδραποδιζόμενος ἐλύπεις· χρημάτων τε ἀπεστέρησας καὶ βοσκημάτων, οὐδὲ ἀριθμητῶν. ἃ πάντα ἄχθεσθαι ποιεῖ καὶ πολλήν σου κατηγορεῖν ἀγνωμοσύνην. ὅμως μέντοι, καίτοι τοσαῦτα ὑπὸ σοῦ ἠδικημένος, οὐ πολέμιος, ἀλλὰ φίλος καὶ σύμμαχος, ὥσπερ καὶ πρότερον, αἱροῦμαι εἶναι σός. καὶ πᾶσαν ἀποθέμενον παραινῶ μικροψυχίαν, τὴν προτέραν φιλίαν καὶ τὰς σπονδὰς ἀνανεοῦσθαι, ἔχοντας ἃ ἔχομεν ἑκάτερον. εἰ δέ σε λυπεῖ τὸ καὶ αὐτὸν ἐκ τῆς Ρωμαίων ἡγεμονίας μοῖράν τινα παρῃρημένον ἔχειν, ἀλλ' ἐκεῖνο ἐννοεῖν χρὴ, ὡς αὐτὸς ἔχεις πολλαπλάσιον λαβὼν ἐκ τῆς αὐτῆς ἑτέρῳ προσηκούσης. οἷς προσῆκον ἀγαπᾷν ἑκάτερον, καὶ σπονδὰς θεμένους εἰρήνην ἄγειν. εἰ δὲ μὴ ταῦτα φίλα σοι δοκεῖ, ὅρα μή σοι πρὸς τῷ μηδὲν πλέον ἠνυκέναι καὶ ἀπληστίας καὶ ἀχαριστίας πρὸς τοὺς φίλους καὶ τοὺς εὖ πεποιηκότας ἔγκλημα προσέσται.» τοιαῦτα μὲν ὁ Κράλης διειλέχθη πρὸς βασιλέα, πολλῶν παρόντων. βασιλεὺς δὲ ἐπισχὼν μικρὸν, τοιαύτην πρὸς Κράλην ἐποιήσατο ἀπολογίαν· «οὐδὲν οὕτως οἴομαι λυμαίνεσθαι τῷ βίῳ τῶν ἀνθρώπων ἐξαρχῆς, οὐδὲ μᾶλλον αἴτιον τῶν μεγάλων διαφορῶν καὶ τῶν πολέμων γεγενῆσθαι, ἢ τὸ μὴ δικαίως ἕκαστον ἑαυτῷ τε καὶ τοῖς ἄλλοις διαιτᾷν, ἀλλ' ἑαυτῷ μὲν καὶ τὰ ἀτοπώτατα πολλάκις συγχωρεῖν, τοὺς δ' ἄλλους καὶ ὑπὲρ τῶν ἐλαχίστων μεγίστας ἀπαιτεῖν εὐθύνας. καὶ τοῦτό ἐστιν, ὃ πολλῆς ἐμπέπληκε τὸν βίον ταραχῆς, καὶ οὐ πόλεσι μόνον καὶ οἰκίαις μεγάλας ἐνειργάσατο συμφορὰς, ἀλλὰ καὶ ὅλας διέφθειρεν ἡγεμονίας, ἢ αὐτούς τινας ὑπ' ἀπληστίας ἑτέρους διαφθείραντας πολέμων ἄρχοντας ἀδίκων, ἢ ὑπὸ τῶν ἀδικουμένων διαφθαρέντας, δικαίως καὶ καλῶς ἀμυνομένων. ὅπερ οἴομαι καὶ σοὶ συμβεβηκέναι νῦν. εἰ γὰρ δικαίως καὶ καλῶς ἐμοί τε καὶ σαυτῷ διῄτεις, οὐκ ἂν σὺ μὲν ἐκσπόνδως καὶ παρὰ τοὺς ὅρκους τοσαύτας ἔχων Ρωμαίων πόλεις, καινὸν ᾤου μηδὲν ποιεῖν, ἐμὲ δ' ὅτι ἐκ πολλῶν ἀπέλαβον ὀλίγα, ἐδίωκες ἀγνωμοσύνης καὶ ἀχαριστίας καὶ τὸ τούτων ἔτι θαυμασιώτερον, ἀπληστίας. ὡς μὲν οὖν ὑπὸ τῶν ὁμοφύλων πολεμηθεὶς ἀδίκως καὶ τῆς Ρωμαίων γῆς ἀπελαθεὶς, πρὸς σὲ ἀφῖγμαι, πολλοὺς ἄγων καὶ τῶν οἰκείων καὶ τῶν φίλων καὶ χρήματα οὐκ ὀλίγα, καὶ ὡς αὐτὸς οὔτε χρημάτων ἐπιθυμίᾳ τοσούτων ὄντων τῶν τε παρ' ἐμοὶ καὶ τῶν ὑπὸ τῶν πολεμίων παρεχομένων, οὔτε πόλεων καὶ χώρας τοσαύτης προϊεμένων ἐπὶ τῷ κακῶς ποιεῖν ἐμὲ, οὐδενὸς ἡττήθης, ἀλλὰ πάντων τὴν εἰς ἐμὲ φιλίαν προὔθηκας, οὐκ ἂν ἀρνηθείην οὐδ' αὐτός. ἀδικοίην γὰρ ἂν τὰ μέγιστα σέ τε ὁμοίως καὶ τοὺς ἄλλους, οἷς ἐξῆν τοιούτοις παραδείγμασι καλοῖς χρωμένοις ἐπὶ τὸ τὰ βελτίω πράττειν προθυμεῖσθαι. τὸ γὰρ μηδὲν, ὥσπερ ἔφης καὶ αὐτὸς, πρὸς ἀντίδοσιν εὐποιίας προοφείλοντα καὶ κατὰ συμφορὰν εἰσδεδεγμένον, ἔπειτα μήτ' οἴκοθεν ὁρμηθῆναι πρὸς πλεονεξίαν, μήθ' ὑπ' ἄλλων ἐναγόμενον καὶ καταναγκαζόμενον, μήτ' ἄδικον, μήτ' ἀγεννὲς βουλεύσασθαι περὶ ἐμὲ, ἀλλὰ πάντων ἐκείνων τῶν δοκούντων πρὸς τὴν ἀρχὴν λυσιτελεῖν τὴν τοῦ καλοῦ καὶ δικαίου αἵρεσιν προῖκα προτιμῆσαι, οὐ μεγαλοψυχίαν μόνον καὶ φιλοτιμίαν, ἀλλὰ καὶ δικαιοσύνην καὶ εὐβουλίαν σοὶ συμμαρτυρεῖ, καὶ τούτων ἁπάντων ἐγώ σοι πολλὰς ὀφείλειν δίκαιος εἶναι χάριτας ὁμολογῶ, οὐ μόνον διὰ τὸ μηδὲν ἠδικηκέναι μάλιστα δυνάμενον, ἀλλ' ὅτι καὶ τὴν εἰς ἐμὲ τιμὴν μείζω ἢ πρὸς φίλον ἐπεδείξω. σχεδὸν γὰρ παρ' ὅσον χρόνον σοὶ συνῆν, τῆς ἀρχῆς ἐμοὶ τῆς σῆς ἐξέστης, οὐκ αὐτὸς μόνον τῶν πρωτείων ἀεὶ παραχωρῶν, ἀλλὰ καὶ τοὺς ὑπηκόους ἅπαντας ὡς αὐτῶν βασιλεύοντι προσέχειν κελεύων καὶ πᾶσαν αἰδῶ παρέχειν καὶ τιμήν. δι' ἅ σοι καὶ μείζους οἶδα χάριτας, ἢ τῆς σωτηρίας. τότε μὲν γὰρ σωθεὶς, πάντως ὕστερον ἀποθανοῦμαι, ἡ τιμὴ δὲ καὶ μετὰ τελευτὴν διαμενεῖ ὑπὸ πάντων ᾀδομένη καὶ τῶν εἰς ὕστερον ἐσομένων. οὐ σὲ δὲ μόνον ἐπὶ τούτοις δίκαιος ἂν εἴην ἐπαινεῖν, ἀλλὰ καὶ τὴν σὴν γυναῖκα μάλιστα αἰτιωτάτην ὀφθεῖσαν τῶν γεγενημένων εἰς ἐμέ. αὐτὴ γὰρ καὶ ἐβουλεύσατο καὶ ἔπεισέ σέ τε ὁμοίως καὶ τοὺς ἄλλους τοὺς ἐν τέλει, μὴ μικρολογεῖν, μηδ' εἶναι ἀγαθοὺς ἐπὶ μισθῷ, ἀλλὰ προῖκα καὶ κατὰ φιλοτιμίαν, μέγιστον κέρδος αὐτὸ τοῦτο ἡγουμένους τὸ τὰ καλὰ καὶ δίκαια αἱρεῖσθαι· οἵ τε ἐν τέλει πάντες καὶ ἡ ἄλλη στρατιὰ οὐ διὰ τὸ σὲ βούλεσθαι μόνον καὶ κελεύειν, ἀλλὰ καὶ οἴκοθεν ὡρμημένοι, μεγάλην ἐπεδείξαντο τὴν ἐπιείκειαν καὶ τὴν εὐγνωμοσύνην εἰς ἐμέ. ὧν ἁπάντων αὐτός τε χάριτας ὀφείλω, καὶ οἱ ἄλλοι ἐπαινέσονται, ὅσοις εἰς ἀκοὰς ἀφίξεται καὶ μετὰ χρόνον τὸ διήγημα. τί οὖν ἔστιν εἰπεῖν, ὅτι τῶν τοσούτων ἀγαθῶν ἀμνήμων ἐγὼ γεγενημένος, ἐξ οὐδεμιᾶς αἰτίας εἱλόμην πολεμεῖν καὶ κακοῖς ἀμείβεσθαι τοὺς εὐηργετηκότας; πάντων μεντἂν εἴη ἀτοπώτατον, γλώττῃ μὲν οὕτως εἰδέναι χάριν τοῖς εὐπεποιηκόσι, καὶ μὴ συγκρύπτειν αἱρεῖσθαι τἀγαθὰ, ἔργοις δὲ ἀχαριστεῖν καὶ ἑαυτῷ φαίνεσθαι ἐναντιώτατον, ὃς οὐδὲ πρὸς τοὺς πολλὰ προσκεκρουκότας καὶ μεγάλων γεγενημένους αἰτίους συμφορῶν τοιαύτην οὐδέποτε γνώμην ὤφθην ἔχων. ἀλλὰ καὶ τῆς τοιαύτης διαφορᾶς καὶ τοῦ κεκινημένου πρὸς ἡμᾶς νυνὶ πολέμου αὐτοὶ τὰς αἰτίας ἐξαρχῆς καὶ ἄχρι νῦν παρέσχεσθε, καὶ τοῦτο πειράσομαι ποιεῖν ἐκ τῶν πραγμάτων ἐναργές. ὡς γὰρ διατρίβοντί μοι παρ' ὑμῖν ἐδόκει σπονδὰς καὶ ὅρκους ἐπὶ συμμαχίᾳ τίθεσθαι, καὶ οὕτω παρέχεσθαι πειρᾶσθαι τὴν ὠφέλειαν, σὺ μὲν μισθὸν τῆς συμμαχίας ᾔτεις πόλεις πολλὰς καὶ χώραν τῇ Ρωμαίων προσήκουσαν ἡγεμονίᾳ, ἐγὼ δὲ οὐδ' ἑνὸς τῶν φαυλοτάτων τινὸς φρουρίου παρεχώρουν, ἀλλ' ἠξίουν προῖκα βοηθεῖν. οὐ γὰρ ὑμῖν εἶναι μόνον ἀγεννὲς καὶ ἀνελεύθερον καὶ ἀδοξίαν προστριβόμενον πολλὴν, μὴ διὰ φιλοτιμίαν καὶ φιλίαν, ἀλλὰ μισθῷ δουλεύειν, ἀλλὰ καὶ ἐμοὶ τῶν πάντων ἀδυνατώτατον, διὰ τὴν ἐμαυτοῦ καὶ τῶν συνόντων σωτηρίαν καταπροΐεσθαι Ρωμαίους, εἰ καὶ ἀγνωμονοῦντες ἐκεῖνοι τὸν πόλεμον κεκινήκασι τὸν πρὸς ἐμέ. οὐ γὰρ καταδουλοῦν, ἀλλ' ἐλευθεροῦν ἀπὸ τῶν πολεμίων μᾶλλον ἐξαρχῆς τε εὐθὺς καὶ ἄχρι νῦν μάλιστα σπουδὴν ποιοῦμαι, εὐθύς τε ἀπεφαινόμην, ὡς, εἰ μὲν δοκοίη, διὰ φιλίαν μόνην καὶ φιλοτιμίαν βοηθεῖν· εἰ δὲ μὴ, ἀλλ' αὐτόν γε καταπράξεσθαι ἀνελεύθερον οὐδὲν, οὐδὲ προδότην φανεῖσθαι Ρωμαίων τῶν ὁμοφύλων, ἀλλ' αἱρήσεσθαι μᾶλλον αὐτὸς ἀπόλλυσθαι καὶ τέκνα καὶ οἰκείους, ἢ διὰ τὴν ἐν τῷ παρόντι χρείαν ἀδοξίας ἀείμνηστα μνημεῖα τοῖς εἰσέπειτα Ρωμαίοις καταλείπειν. ἃ ἐδόκει καὶ σοὶ μετὰ γυναικὸς βουλευομένῳ καὶ τῶν ἐν τέλει δίκαιά τε εἶναι καὶ πολλὴν οἴσοντα φιλοτιμίαν ἐμοί τε ὁμοίως καὶ ὑμῖν· καὶ συνεθέμεθα τὰς σπονδὰς καὶ τοὺς ὅρκους ἐπὶ τούτοις, ὥστε φίλους ἀλλήλοις εἶναι καὶ συμμάχους διὰ βίου, καὶ βοηθεῖν ἑκάτερον ἑτέρῳ, ὡς ἂν μάλιστα ἔχοι καλούσης χρείας· πόλεις δὲ καὶ χώραν τὴν ὑπὸ Ρωμαίοις, ὅσης μὲν αὐτὸς βασιλέως ἔτι περιόντος Ἀνδρονίκου ἢ οἱ πρόγονοι ἀφείλοντο ἐκ τῶν προτέρων βασιλέων, ταύτην ἔχειν ἀσφαλῶς, καὶ μηδένα πόλεμον ἐμὲ κινεῖν περὶ αὐτῆς, κἂν δύνωμαι ἀφαιρεῖσθαι· τὰς ἔτι δὲ ὑπολειπομένας ἄχρι τότε μηδενὶ τρόπῳ, μήτε τέχνῃ, μήτε μηχανῇ μηδεμιᾷ πειρᾶσθαι ἀφαιρεῖσθαι, ἀλλ' ἐμοὶ τὴν Ρωμαίων ἡγεμονίαν συγκατακτᾶσθαι ἄχρι καὶ τοῦ δυνατοῦ πολεμοῦντα τοῖς ἐμοὶ ἀνθεστηκόσι, καὶ τὰς μὲν ἁλισκομένας ἢ προσχωρούσας ἐμοῦ παρόντος, ταύτας ἔχειν ἐμὲ ἀνενδοιάστως· εἰ δέ ποτε συμβαίη καὶ ἀπόντος, ἢ αὐτὸν, ἢ τῶν ὑπὸ σὲ τελούντων δυνατῶν τινα πόλιν κατασχεῖν ὑπήκοον Ρωμαίοις, ἢ προδοσίᾳ, ἢ πολιορκίᾳ, ἢ διαφθείραντα τοὺς ἔνδον χρήμασιν ἢ τρόπῳ δή τινι ἑτέρῳ, πάσας ἐμοὶ ἀποδιδόναι, καὶ μηδεμίαν πρόφασιν ἀρκεῖν ἐπὶ μηδεμιᾶς ἀποστερήσει, καὶ τούτων ἔξεστιν ἀπόδειξιν παρέχειν ἐναργῆ ἐκ τῶν ἐγγράφων ὅρκων τουτωνὶ, οὓς ἐποιήσω τότε πρὸς ἐμὲ ἐν ταῖς συνθήκαις, παρόντος ἀρχιεπισκόπου τοῦ σοῦ καὶ τῶν νυνὶ παρόντων ἐνθάδε τουτωνὶ τῶν ὑπὸ σὲ ἐπιφανῶν. σκεψώμεθα δὴ οὖν, ὁπότερος ἐνέμεινε τοῖς ὅρκοις τούτοις, ἆρ' ὁ πολλὴν ἀγνωμοσύνην καὶ ἀχαριστίαν κατηγορούμενος ἐγὼ καὶ κακὸς περὶ τοὺς φίλους καὶ ἀπληστίας δίκην φεύγων, ἢ σὺ ὁ τῶν ἀλλοτρίων μηδενὸς ἐπιθυμῶν, ἀλλὰ βέβαιος περὶ τοὺς φίλους, καὶ ὥσπερ πολιτείαν διὰ βίου μετιὼν τὸ μὴ συμμεταβάλλεσθαι ῥᾳδίως τοῖς καιροῖς, μηδὲ τὰ εἰσάπαξ ἐψηφισμένα τρόπων εὐκολίᾳ διαλύων. ἐμοὶ μὲν δοκεῖ, μήτ' εὐορκίας ἐμὲ καὶ βεβαιότητος περὶ τοὺς φίλους καὶ εὐγνωμοσύνης μηδὲν δεῖγμα παραλείπειν, μήτε σὲ ἀπληστίας καὶ ἐπιορκίας καὶ περὶ τοὺς φίλους ἀπιστίας. ὡς γὰρ ἐγενόμην ἐν Βεῤῥοίᾳ, καί τινες πολίχναι προσεχώρουν περὶ αὐτὴν καὶ Θετταλία, ἐγὼ μὲν ἐκ τῶν ἐνόντων ἐπειρώμην αὔξειν τὴν ἀρχὴν, καὶ στρατιὰν ἠθροικὼς ὅσην μάλιστα ἐξῆν, ἔχων καὶ Γερμανοὺς τοὺς παρὰ σοῦ, ἧκον εἰς Θεσσαλονίκην ὑπὸ τῶν φίλων κεκλημένος· σὺ δὲ αὐτίκα ἐπεβούλευες μηδεμίαν αἰτίαν, μηδὲ πρόφασιν πρὸς τὸν πόλεμον παρασχομένῳ, καὶ τοῖς τε Θεσσαλονικεῦσι συνεβούλευες ἐπεξιέναι, καὶ Γερμανοὺς τοὺς σοὺς ἀνεκαλοῦ ἀπ' αὐτῆς τῆς παρατάξεως σχεδόν· ἃ εἰ μὴ πολεμιωτάτου, εἰ μὴ σύ γε, ἀλλ' οἱ παρόντες ἅπαντες ἐροῦσι. ἀναστρέφοντι δὲ ἐκεῖθεν στρατιὰν ἔπεμψας ἐπὶ τὸν Ἀξειὸν κωλύουσαν πρὸς τὸν πόρον, καὶ μονονουχὶ τοῖς πολεμίοις αὐτοχειρίᾳ παρεδίδους. ἐς τοσαύτην γὰρ κατέστησας ἀνάγκην, ὥστ' εἰ μὴ θεὸς ἄνωθεν ὑπερέσχε χεῖρα πρὸς τὴν διάβασιν τοῦ ποταμοῦ, ἀπωλόμεθ' ἂν πάντες ἀκλεῶς ὑπὸ τῶν περιχυθέντων ὁμοῦ Ρωμαίων καὶ βαρβάρων. οὕτω τοὺς ὅρκους διετήρησας ἀκριβῶς, καὶ ταῦτα οὐ πρὸ πολλοῦ τοῦ χρόνου γεγραμμένους. οὐ μὴν ἠρκέσθης ἀφανῶς ἐπιβουλεύειν μόνον, ἀλλ' Ἀποκαύκου τοῖς κόμποις καὶ τοῖς πλάσμασι πεισθεὶς, χρήματά τε, ὡς ἐλέγετο, παρ' ἐκείνου εἰληφὼς, πολέμιον ἐμὲ ἐψηφίσω φανερῶς, ὃν ἐν τοῖς ὅρκοις γράφεις διὰ βίου σύμμαχον καὶ φίλον ἕξειν· οὐδ' αὐτὸς ἂν, οἶμαι, φαίης εὐορκῶν. καὶ γράμματα ἔπεμπες ἐμοὶ τὴν εἰρήνην καὶ τὴν συμμαχίαν φανερῶς ἀπαγορεύοντα καὶ πόλεμον καταγγέλλοντα ἀκήρυκτον· ἃ καὶ νῦν ἔξεστιν ὁρᾷν εἰς δεῦρο διασωθέντα παρ' ἐμοί. καὶ ἐξ ἐκείνου οὐ διέλιπες φανερῶς τε πολεμῶν καὶ ἀφανῶς ἐπιβουλεύων. ἐμοί τε γὰρ εἰς Διδυμότειχον ἐπανήκοντι μετὰ Ἀμοὺρ, ἐπεὶ ἐκεῖνος ἦν εἰς τὴν Ἀσίαν, τὴν ὑπόσχεσιν Ἀποκαύκῳ ἐκπληρῶν, τὸ κράτιστον τῆς στρατιᾶς ἔχων ἐπεστράτευες, καὶ προῆλθες ἄχρι Μυγδονίας φανερῶς ἐπιὼν ἐμοί. Περσῶν δὲ πεζῶν περιτυχόντων, ὧν τὰς ναῦς αἱ Λατινικαὶ ἐνέπρησαν τριήρεις, καὶ πολλὰ τῇ στρατιᾷ λυμηναμένων, ἣν ἔπεμπεν ἐπ' αὐτοὺς, ἀνεχώρεις καὶ αὐτὸς εἰς τὴν οἰκίαν πληγεὶς ἀπροσδοκήτως. καὶ Μανουὴλ δεσπότην τὸν υἱὸν ἐπὶ τῆς Βεῤῥοίας τὴν ἀρχὴν καὶ τῶν ἄλλων πολιχνίων καταλελειμμένον ὑπ' ἐμοῦ φανερῶς τε ἐπολιόρκεις πέμπων στρατιὰν, καὶ τοὺς ἔνδον οὐκ ἠμέλεις διαφθείρων χρήμασιν, ἄχρις οὗ πείσας ἐκείνῳ δυσνοεῖν, ἐκεῖνον μὲν ἐξήλασας εἰς Θετταλίαν, αὐτὸς δὲ τὴν πόλιν εἶχες. καὶ Φερὰς ὁμοίως ἐπὶ συχνὸν πολιορκήσας χρόνον, ἐμοῦ δεομένου καὶ τῶν ὅρκων ἀναμιμνήσκοντος, ἐπεὶ μὴ ταῖς πόλεσιν εἶχον ἐπιδημεῖν ὑπὸ τοῦ ἐμφυλίου κατεχόμενος πολέμου, οὐδένα λόγον ἐποιοῦ, ἀλλ' ἐνδείᾳ πιέσας καὶ συχνῇ πολιορκίᾳ, τέλος ἔπεισας προσχωρεῖν, κἀκεῖ τοὺς δυνατωτέρους διαφθείρας χρήμασι. καὶ μετὰ τοῦτο Θετταλίᾳ καὶ Ἀκαρνανίᾳ ἐπεστράτευσας Ρωμαίοις οὔσαις ὑπηκόοις, πλῆθος πεζῶν τε καὶ ἱππέων ἄγων, καὶ τὴν μνημονευομένην ἐκείνην φθορὰν εἰργάσω, ὑφ' ἧς εἰς τοσαύτην ἀνάγκην Ἀκαρνᾶνες ἦλθον ὑπὸ τοῦ λιμοῦ, ὡς ἑκοντὶ πρὸς τὰ παράλια γινόμενοι, προκεῖσθαι τοῖς ἀνδραποδισταῖς βαρβάροις κέρδος ἄπονον, καὶ δεῖσθαι ἐφ' ἑτέραν γῆν μετενεχθέντας δουλεύειν μᾶλλον διὰ βίου, ἢ ἐν τῷ αὐτίκα διαφθείρεσθαι ὑπὸ λιμοῦ. ὕστερον δὲ Ἀγγέλου τοῦ ἐμοῦ τετελευτηκότος ἀνεψιοῦ, ὃς ἦρχεν ὑπ' ἐμοῦ πεμφθεὶς, ἁρπάσας τὰς ἐπαρχίας ἔχεις· καὶ πρὸς τούτοις ἑτέρας πόλεις τῆς Μακεδονίας οὐκ ὀλίγας, αἱ ὑπὸ τὴν Ρωμαίων ἡγεμονίαν ἦσαν, ὅτε πρὸς ἀλλήλους ἡμῖν ἐγίνοντο οἱ ὅρκοι. πότερον οὖν ταῦτα φιλοῦντος καὶ εὐορκοῦντος καὶ μισοῦντος τὴν ἀπληστίαν καὶ τὴν ἁρπαγὴν, ἢ τοὐναντίον ἅπαν; ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλὰ καὶ Ἀμοὺρ ἐνταῦθα πρὸς ἐμὴν ἐπικουρίαν γενομένου, τετρακισχιλίους ἐπὶ δισμυρίοις ἄγοντος βαρβάρους, οἳ τὴν σὴν ἡγεμονίαν πᾶσαν ἀνατρέπειν ἦσαν δυνατοὶ, αὐτὸς ἐποιησάμην πᾶσαν πρόνοιαν, μηδὲν τὴν ὑπὸ σὲ ζημιωθῆναι χώραν, καίτοι πρόφασιν εὐπρόσωπον ἔχων τοῦ πολέμου τὰς προτέρας ἐπιβουλὰς καὶ τὸ φανερῶς ἐκπεπολεμῶσθαι καὶ ἔργοις καὶ τούτοις δὴ τοῖς παρὰ σοῦ πεμφθεῖσι γράμμασιν ἐπὶ ἀπαγορεύσει τῆς εἰρήνης καὶ τῶν ὅρκων, μάλιστα καὶ τῶν βαρβάρων δεομένων. ἀλλ' ἄτοπον ἐνόμισα δεινῶς καὶ οὐδὲ ἐμοὶ προσῆκον, διὰ τὴν σὴν μικροψυχίαν καὶ τὴν ἀστασίαν περὶ τὰ καλὰ ἀχάριστον καὶ ἄπιστον φανῆναι πρὸς τοὺς φίλους, εἰ τῷ τοσούτων ἀγαθῶν ὑπάρξαντι μηδεμίαν ἀποδοίην ἀμοιβὴν, ἀλλ' ἀνεκτῶν τινων χάριν αἰτιῶν οἷα πολεμίῳ χρησαίμην διὰ βίου. καὶ μετὰ ταῦτα πολλάκις δυνηθεὶς ἀμύνεσθαι, οὐκ ἠθέλησα, ἀλλὰ πρεσβείας πέμπων, καὶ πρὶν Βυζάντιον ἑλεῖν καὶ μετὰ ταῦτα, τὰ δίκαια ποιεῖν ἐδεόμην, οἷα φίλον, καὶ μὴ τοὺς ὅρκους παραβαίνειν. σὺ δὲ τῶν μὲν δικαίων καὶ προσηκόντων ἔπραττες οὐδὲν, λόγοις δὲ ἀπατηλοῖς καὶ περιέργοις παράγειν ἐπειρῶ. ἐγὼ δὲ καίτοι σαφέστατα εἰδὼς, ὡς ἀπατῶμαι, οὐκ αὐτίκα ἐπεστράτευον, ἀλλ' ἐπειρώμην ἀεὶ, μὴ αὐτὸς ὑπὸ μικροψυχίας ὡρμημένος πρὸς τὸν κατὰ σοῦ πόλεμον φανῆναι. ἐπεὶ δὲ ἑώρων ἀνήνυτα πονῶν, καὶ μὴ μεγαλοψυχίαν ἤδη καὶ εὐγνωμοσύνην, ἀλλ' ἀμέλειαν τῶν ὁμοφύλων καὶ προδοσίαν οὖσαν τὴν μέλλησιν σχεδὸν, οὐδ' οὕτως ἐπὶ τὴν σοὶ προσήκουσαν ἥκω γῆν, ἀλλὰ τὰς ἀφῃρημένας πόλεις ἀνασώζεσθαι πειρῶμαι, ἐφ' αἷς αὐτὸς ἀδικίαν καὶ πλεονεξίαν ἐγκαλεῖς, παραπλήσιον ποιῶν τῇ παροιμίᾳ, ἥ φησι προσεγκαλεῖν τοὺς φῶρας, καὶ ὥσπερ τι τῶν δικαίων προβαλλόμενος, ἀπληστίαν ὀνειδίζεις, ὅτι τὸ πλεῖστον τῆς ἀρχῆς Ρωμαίων ἔχων αὐτὸς, σοὶ τοῦ ἐλάττονος οὐ βούλομαι παραχωρεῖν. τοῦτο δὲ, ὦ βέλτιστε, οὐδὲ ὀλίγου δεῖ τοῦ λόγον ἔχειν πρὸς τὸ εἶναι εὐπρεπὲς καὶ δίκαιον. οὐ γὰρ δὴ τὴν Μυσῶν ἀρχὴν, ἢ Παιόνων, ἤ τινων ἄλλων διειλόμεθα, ἣ προσῆκεν οὐδ' ἑτέρῳ, ἀλλὰ τῆς ἐμοὶ προσηκούσης Ρωμαίων ἡγεμονίας οὐκ ὀλίγον μέρος ἀφελόμενος, καὶ χάριν ἀξιοῖς εἰδέναι περὶ τοῦ ὑπολειφθέντος. ἐγὼ δ' ὅτι μὲν καὶ πρὶν εἰς τοῦτο ἥκειν σχήματος Ρωμαίων ἦρχον, ἀποφαίνειν οὐκ ἀνάγκη, πάντων σαφέστατα εἰδότων. πλὴν ἀλλ' εἰ καὶ ἀφανείᾳ πολλῇ τὸ πρότερον συζῶν, ἀθρόον ἑωρώμην Ρωμαίων βασιλεὺς, οὕτως ἂν ἠξίουν τῶν προβεβασιλευκότων ἔχειν τὴν ἀρχὴν, ὥσπερ τινὰ πατρῷον κλῆρον, καὶ παντί τῳ δίκαιος ἂν ἦν, οὐ περὶ τοσούτων μόνον, ὅσων ἀπεστέρησας αὐτὸς, ἀλλὰ καὶ περὶ ἐλαττόνων καὶ τῶν τυχόντων ἀμφισβητεῖν καὶ πόλεμον κινεῖν, εἰ μὴ ἐβούλετο τὰ δίκαια ποιεῖν. ἐμοὶ δὲ οὐ τοῦτο μόνον πρόσεστι δικαίωμα, ἀλλὰ καὶ οἱ ὅρκοι, οὓς αὐτὸς ἐποιήσω πρὸς ἐμὲ, καίτοι μηδέπω τὴν ἡγεμονίαν πᾶσαν ἔχοντα Ρωμαίων. ἄτοπον γὰρ τότε μὲν μήτε τὴν περισχοῦσαν δυσπραγίαν, μήτε τὸ Ρωμαίους ἐμοὶ τοσοῦτον ἐκπεπολεμῶσθαι, μήθ' ὅτι πρὸς τὴν σὴν ἐπικουρίαν ἀφεώρων, ὥστε δυνήσεσθαι τῶν ἄλλων εἶναι κύριος, μήτ' ἄλλο μηδὲν τῶν φαινομένων τότε δυσχερῶν, σοὶ πεῖσαι τῶν Ρωμαίοις ὑπηκόων πόλεων παρακεχωρηκέναι, ἀλλ' αἱρεῖσθαι μᾶλλον ἀποθνήσκειν, ἤ τι πράττειν ἀγεννὲς, σὲ δὲ μᾶλλον τὰς Ρωμαίοις ὑπηκόους πόλεις ἐμοὶ πεῖσαι ψηφίσασθαι προσήκειν· νυνὶ δ' ὅτε τῆς ἀρχῆς ἁπάσης κύριος αὐτὸς κατέστην καὶ δύναμιν ἀνακαλεῖσθαι τὰ ἀφῃρημένα ἔχω, ἢ φρονήσειν οὕτω δοῦλα, ὥσθ' ἑκοντὶ παραχωρεῖν τῶν πόλεων, ἢ σὲ λόγον οἴεσθαι λέγειν ἔχοντα τοιαῦτα ἀξιοῦντα. ὡς μὲν οὖν οὐκ ἀδικῶν, οὐδὲ ἐπιορκῶν αὐτὸς οὔτε πρότερον φαίνομαι, οὔτε νῦν, ἐκ τῶν εἰρημένων πᾶσιν εἶναι οἴομαι καταφανές. εἰ μὲν οὖν, εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν γοῦν τὰ δίκαια ποιεῖν ἐθέλεις καὶ αὐτὸς, καὶ Ἀκαρνανίαν ἀποδιδόναι καὶ Θετταλίαν καὶ τὰς ἄλλας, ἃς ἔχεις, τῆς Μακεδονίας πόλεις, τῆς προτέρας ἀδικίας ὀλίγον ποιήσομαι τὸν λόγον, τῆς φιλίας ἀμειβόμενος καὶ τῆς φιλοτιμίας, ἧς ἡνίκα ἐδεόμην ἐπεδείξω, καὶ τὰς προτέρας ἀνανεωσάμενος σπονδὰς καὶ τοὺς ὅρκους, αὖθις σύμμαχον καὶ φίλον ἕξω, καὶ πειράσομαι ἐμαυτὸν ἀποδεικνύναι αὖθις ἐξαρχῆς ἄξιον τῆς παρὰ σοῦ φιλοτιμίας καὶ σπουδῆς. εἰ δ' αὖθις οὐδὲν δίκαιον ποιεῖν διανοῇ, ἀλλ' ἀδικεῖν εἰσάπαξ ἔγνως καὶ ἐπιορκεῖν, ἐγὼ μὲν τῶν προσηκόντων τῇ Ρωμαίων βασιλείᾳ οὐδενὸς παραχωρήσω, θεὸν δὲ μαρτυράμενος τὸν ἔφορον τῶν ὅρκων, καὶ ἀνθρώπους, οἳ τότε τε παρῆσαν ἐν τοῖς ὅρκοις καὶ νῦν πάρεισιν, ἐμοῦ τὰ δίκαια προκαλουμένου καὶ καταλύειν τὸν πόλεμον ἐθέλοντος, ἂν μὴ τυγχάνω τῶν δικαίων, πειράσομαι τοῖς ὅπλοις τήν τε οὖσαν διασώζειν, καὶ τὴν ἀφῃρημένην ἀρχὴν ἀνακαλεῖσθαι· ἢν δέ τινα συμβαίνῃ δυσχερῆ διὰ τὸν πόλεμον, μὴ ἐμοὶ τὴν αἰτίαν, ἀλλὰ σαυτῷ τῶν γινομένων μὴ εὔορκα ποιεῖν προσλογίζεσθαι ἐθέλοντι.»

καʹ. Τοιαῦτα μὲν Καντακουζηνὸς ὁ βασιλεὺς ἐφ' οἷς ἐγκαλεῖν ὁ Κράλης ἐπεχείρει, ἀπεκρίνατο· ὁ Κράλης δὲ ἀντειπεῖν οὐκ ἔχων πρὸς οὐδὲν, συνῄδει γὰρ αὑτῷ καὶ ἀδικίαν καὶ παράβασιν τῶν ὅρκων, ὀλίγον μὲν ἐπέσχε σιωπήσας· ἔπειτα ἐδεῖτο βασιλέως, τῶν ἄλλων ἀποστάντας μόνοι διαλέγεσθαι ἐφ' ἑαυτοὺς περὶ τῶν διαφορῶν. ἐπεὶ δὲ ἐπείθετο ὁ βασιλεὺς καὶ ἀφίσταντο τῶν ἄλλων, ἐπιορκεῖν μὲν ὁ Κράλης ὡμολόγει καὶ παρασπονδεῖν, τὰς Ρωμαίων κατέχων πόλεις, οὐκ ἐβούλετο δὲ ἀποδιδόναι, ἀλλ' ἐδεῖτο βασιλέως τῶν εἰς αὐτὸν γεγενημένων ἀπομνημονεύοντα, ταύτην τὴν χάριν καταθέσθαι, τὸ ἔχοντας ἑκάτερον, ἃ ἔχουσιν ἐν τῷ παρόντι, τίθεσθαι σπονδάς. βασιλέως δὲ οὐδὲ τῶν φαυλοτάτων οὐδενὸς παραχωροῦντος, διελύθησαν ἀσύμβατοι. καὶ Κράλης μὲν εἰς τὸ στρατόπεδον, βασιλεὺς δὲ εἰς τὴν πόλιν ἐπανῆλθον, εἰς τὴν ὑστεραίαν αὖθις ἐπαγγειλάμενοι ἀλλήλοις συντυχεῖν. καὶ ἐς τὴν ὑστεραίαν συνελθόντες, λόγους ἐποιοῦντο περὶ τῶν ὁμοίων, καὶ οὔτε βασιλεὺς περὶ τῶν κατεχομένων ἐνεδίδου πόλεων, οὔθ' ὁ Κράλης ὑπέμενεν ἀφίστασθαι. καίτοι γε ἔλεγε Κράλης, ἐς τοσοῦτον δέους πρὸς βασιλέα καθεστάναι, ὡς καὶ ἐν ὀνείροις εἴ ποτε ὁρᾷν συμβαίη, τοῦ ὕπνου ἀφίστασθαι αὐτίκα, καὶ πρὶν ληφθῆναι ὕπνῳ, ἄϋπνον διανυκτερεύειν, εἰ λογίζοιτο περὶ ἐκείνου, ὅπως χρὴ πολεμεῖν, ἐν ἀπόροις ὑπὸ δέους καθεστώς. οὐ μὴν οὐδὲ πρὸς τοὺς ἔξω τὸ πάθος ἀπεκρύπτετο, ἀλλ' ἀναφανδὸν καὶ πρὸς Τριβαλοὺς καὶ Ρωμαίους τοὺς συνόντας μηδένα ἀνθρώπων ἔλεγε διὰ βίου, μήτε πρότερον, μήθ' ὕστερον ὥσπερ Καντακουζηνὸν τὸν βασιλέα ἐκπεπλῆχθαι καὶ δεδοικέναι. καὶ ἐν τῇ συνουσίᾳ δὲ ἐκείνῃ, ἐρομένου βασιλέως, ὅτου χάριν τοσαύτην ὑπομείνειεν αἰσχύνην τοῖς τῆς Βενετίας βουλευταῖς συγκαταλέξας ἑαυτὸν, μείζονα καὶ περιφανεστέραν συμπάντων ἐκείνων ἔχων αὐτὸς ἀρχὴν, διὰ τὸν ἐκείνου φόβον, ἀπεκρίνατο καὶ προσετίθει, μηδὲν εἶναι θαυμαστὸν, εἰ τοιαῦτα ὑπομείνειε. τοὐναντίον μὲν οὖν, ὅτι μὴ καὶ πρός τι χεῖρον καὶ πολλῷ φαυλότερον ἐξετράπη καίπερ δὲ οὕτω δέους ἔχων, καὶ οὐδὲ πρὸς πάντας αἰσχυνόμενος ὁμολογεῖν, ὅμως ἀφίστασθαι τῶν πόλεων οὐκ ἤθελεν, ἀλλ' ἐδεῖτο μόνον βασιλέως χωρεῖν πρὸς τὰς συμβάσεις Βέῤῥοιαν μόνην ἔχοντα καὶ Ἔδεσσαν καὶ τὰ ἄλλα φρούρια καὶ τὰς πολίχνας, ὅσαι προσεχώρησαν. ἰσχυρίζετο δὲ καὶ ὅρκους τοῖς λόγοις προστιθεὶς, ὡς οὐ πλεονεξίας μᾶλλον ἢ αἰσχύνης ἕνεκα τῶν πόλεων ἀντιποιοῖτο. αἰσχύνεσθαι γὰρ οὐ τοὺς οἰκείους μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους ὁπουδήποτε δυνάστας, εἰ φαίνοιτο τοσοῦτον ἡττημένος πρὸς τὸν βασιλέως φόβον, ὥστε τοσούτων πόλεων ἀμαχεὶ παραχωρεῖν, ἃς ἐπὶ τοσοῦτον χρόνον κτώμενος, χρήματά τε ἀναλώκει πλεῖστα, καὶ τοσούτους πόνους καὶ κινδύνους ὑπομεμενήκει μετὰ τῆς στρατιᾶς. βασιλεὺς δὲ ἐπεὶ ἑώρα ἀσυμβάτως ἔχοντα, «τὴν μὲν ἐμὴν» εἶπε «πρὸς σὲ εὐγνωμοσύνην, καὶ ὡς οὐδὲν τῶν φίλῳ προσηκόντων οὔτε πρότερον, οὔθ' ὕστερον ἐνέλιπον, καὶ ὁ παρελθὼν μὲν χρόνος, οὐχ ἥκιστα δὲ καὶ ὁ νυνὶ παρὼν ἀξιόχρεως συμμαρτυρεῖν. σοῦ δὲ μηδὲν ἐθέλοντος τῶν δικαίων ποιεῖν καὶ προσηκόντων, ἀνάγκη πρὸς τὸν πόλεμον χωρεῖν, ταὐτὸν τοῖς θηρίοις πάσχοντα. καὶ γὰρ ἐκεῖνα βαλλόμενα καὶ ἐλαυνόμενα ὑπὸ τῶν θηρευτῶν, πρῶτα μὲν φεύγουσι καὶ τὴν πρὸς ἀνθρώπους μάχην, ὅση δύναμις, ἐκκλίνουσιν. ἐπειδὰν δὲ εἰς ἀνάγκην καταστῶσι καὶ τὸν κίνδυνον αἴσθωνται ἐφεστηκότα, στρεφόμενα ἀμύνονται, καὶ οὕτω μετὰ σφοδρότητος, ὡς τῆς σφετέρας ἀφειδεῖν παντάπασι ζωῆς. τοῦτο δὴ καὶ αὐτὸς νυνὶ ποιήσω. μάλιστα μὲν γὰρ ἐβουλόμην μὴ πόλεμον κινεῖν πρὸς σὲ, ἀλλὰ φίλον καὶ σύμμαχον ἔχειν, ὥσπερ δίκαιον, καὶ τῶν ὑπηργμένων ἀγαθῶν, ᾗ ἂν μάλιστα δυναίμην, ἐκτίνειν ἀμοιβάς. ἐπεὶ δ' αὐτὸς τῶν δικαίων ᾕρησαι ποιεῖν οὐδὲν, οὐδὲ τῶν Ρωμαίοις πόλεων ἀφίστασθαι, ἃς ἔχεις ἀδίκως κατασχὼν, ἀνάγκη καὶ αὐτὸν ἃ νομίζω συμφέρειν Ρωμαίοις πράττειν, καὶ μὴ περιορᾷν ἀδίκως οὕτω καταδουλωθέντας Τριβαλοῖς. ἀλλὰ νῦν μὲν ἐπεὶ μὴ καὶ ἡ παρεσκευασμένη στρατιὰ ἀφῖκτο, εἰς Βυζάντιον καὶ αὐτὸς ἐπανελεύσομαι, καὶ παρασκευασάμενος τοῦ χειμῶνος, ἅμα ἦρι ὡς μάλιστα ἔχω μετὰ πολλῆς δυνάμεως καὶ μεγάλης τῆς παρασκευῆς ὑμῖν ἐπιστρατεύσω, γνώμην ἔχων, ὡς ἢ μαχόμενος πεσεῖσθαι, ἢ πρὸς τῷ Ρωμαίους ἐλευθεροῦν καὶ αὐτὸν καὶ ὑπηκόους ἐξανδραποδίζεσθαι καὶ διαφθείρειν καὶ καταδουλοῦσθαι. ἃ εἰδότα καὶ αὐτὸν ὡς ἀληθῆ, παρασκευάζεσθαι ὡς ἀμυνούμενον καὶ διαγωνιούμενον περὶ τῶν ὅλων.» Κράλης δὲ ἀκούσας βασιλέως οὕτως ἐμβριθῶς διειλεγμένου περὶ τοῦ πολέμου, καὶ ὁρῶν ἀμετάθετον τὴν γνώμην ἔχοντα, καὶ γενόμενος περιδεὴς, ἐδεῖτο βασιλέως μὴ οὕτω πρὸς ὀργὴν ἐπὶ τὸν πόλεμον ἐξάπτεσθαι, ἀλλὰ λύσιν τινὰ ἐξευρίσκειν τῶν κακῶν, ὅθεν ὅ,τε πόλεμος καταλυθήσεται, καὶ μηδ' αὐτὸς παντάπασι μηδὲν τῶν τε πόνων καὶ τῶν κινδύνων, ὧν ὑπέμεινε τὰς πόλεις κτώμενος, ἀπόναιτο. ἐπέτρεπέ τε πάντα βασιλεῖ καὶ συνετίθετο στέργειν πᾶν, ὅ,τι ἂν αὐτῷ δοκοίη βέλτιον καὶ λυσιτελοῦν ἑκατέροις. βασιλεὺς δὲ τό,τε πάντα ἔχειν ὁρῶν ἀπονητὶ ἀδύνατον, καὶ τό τινων ἀποστερούμενον ὀλίγων μὴ συγκατατίθεσθαι πρὸς τὴν εἰρήνην, ἀλλὰ περὶ τῶν ὅλων διακινδυνεύειν βούλεσθαι ἀβουλίας, ἀδήλου μάλιστα τοῦ μέλλοντος ὄντος, καὶ τοῦ πολέμου πολλὰς ἐν τῷ μεταξὺ δυναμένου δέχεσθαι μεταβολὰς, ἄλλως θ' ὅτι καὶ βαρβάρους ἔμελλεν ἐπάγειν ἐνθυμούμενος, οἳ πλεῖστα καὶ Ρωμαίους βλάπτουσιν, οἷς δοκοῦσι συμμαχεῖν, καὶ τὴν ἐσομένην Τριβαλῶν φθορὰν καὶ τοὺς φόνους καὶ τοὺς ἀνδραποδισμοὺς, ὧν ἐκήδετο, καίτοι πολεμίων ὄντων, διὰ τὴν θρησκείαν, τὸ μὲν ἀληθὲς, εἶπε, καὶ δίκαιον, πρὸς Κράλην, καὶ ὃ πᾶς ὁστισοῦν ἂν ἐπιψηφίσαιτο δικαίως διαιτῶν, οὐδὲν εἶναι ἕτερον, ἢ ἐξίστασθαι Ρωμαίοις τῶν πόλεων τῶν τοῖς ὅρκοις περιειλημμένων. ἐπεὶ δ' αὐτὸν ὁρᾷ πάνυ περιεχόμενον τῶν πόλεων, καὶ τῆς ζωῆς οὐ μικρὸν μέρος ἡγούμενον ἀφαιρεθήσεσθαι, εἰ τούτων ἀποστερηθείη, ἀδικήσειν μὲν Ρωμαίους, πλὴν διελόμενον τὰς πόλεις, ὡς ἂν αὐτῷ δοκοίη, καὶ παραχωρήσαντα ὅσων ἂν ἐθέλοι, εἰ μὲν καὶ αὐτῷ δοκοίη καὶ πείθοιτο αὐτοῦ τῇ ψήφῳ, τίθεσθαι εἰρήνην ἐπὶ τούτοις καὶ σπονδάς. εἰ δὲ μὴ βούλοιτο, ἐξεῖναι αὖθις πολεμεῖν τὰς πάσας ἔχοντι. καὶ αὐτίκα Ἀκαρνανίαν μὲν καὶ Θετταλίαν, Σέρβιά τε καὶ τὰς ἐντὸς τούτων πρὸς θάλασσαν πολίχνας, καὶ Βέῤῥοιαν καὶ Ἔδεσσαν, Γυναικόκαστρόν τε καὶ Μυγδονίαν μετὰ τῶν κατῳκισμένων πόλεων, καὶ τὰς περὶ Στρυμμόνα κώμας ἄχρι τῶν Φερῶν ὁρίων, καὶ Ταντεσάνου ὄρη προσαγορευόμενα, ἀπένεμε Ρωμαίοις, Ζίχνα δὲ καὶ Φερὰς καὶ Μελενίκον καὶ Στρύμβιτζαν καὶ Καστορίαν καὶ τὰς ἄλλας Μακεδονικὰς κώμας καὶ πολίχνας, αἳ τῶν εἰρημένων ὅρων ἐκτὸς ἦσαν, Κράλην ἔχειν· καὶ συμμαχίαν ἐπὶ τούτοις ποιεῖσθαι καὶ σπονδὰς, καὶ μηδὲν ἀλλήλους ἀδικεῖν. οὕτω μὲν ὁ βασιλεὺς διῄρει τὰς πόλεις· καὶ ἐδόκει καὶ Κράλῃ καλῶς ἔχειν, καὶ συνέβησαν ἐν τούτοις, καὶ πάντες ἥδοντο, καὶ Τριβαλοὶ καὶ Ρωμαῖοι, πρὸς τὴν εἰρήνην. ὅ,τε βασιλεὺς εἱστία φιλοτίμως Κράλην καὶ τοὺς συνόντας ἐπ' αὐτοῦ τοῦ τόπου, οὗ αἱ συμβάσεις ἐγεγένηντο, παρόντος καὶ τοῦ νέου βασιλέως καὶ συμφιλοτιμουμένου βασιλεῖ τῷ κηδεστῇ.

κβʹ. Μετὰ δὲ τὸ ἄριστον συνέθεντο, ὥστε εἰς τὴν ὑστεραίαν βασιλέα μὲν ἐπιλέξασθαι πέντε Ρωμαίων τῶν ἐν τέλει, καὶ τούτοις ἐπιτρέψαι τὴν παράληψιν τῶν πόλεων· Κράλην δὲ ἐκ τῶν οἰκείων ἴσους παρασχεῖν, ὥστε παραδοῦναι. καὶ συνταξάμενοι ἀλλήλοις, ἐπεὶ τέλος εἶχον αἱ συμβάσεις, ὁ μὲν εἰς τὸ στρατόπεδον, οἱ βασιλεῖς δὲ εἰς τὴν πόλιν ἀπεχώρουν. ἐπελθούσης δὲ νυκτὸς, τινὲς τῶν συνόντων βασιλεῦσι κρύφα ἐλθόντες πρὸς τὸν Κράλην, συνεβούλευον τὰς πόλεις μὴ παραδιδόναι, ἀλλὰ πόλεμον αἱρεῖσθαι μᾶλλον πρὸς Καντακουζηνὸν τὸν βασιλέα, ὡς βλάπτειν δυνησόμενον ὀλίγα ἢ οὐδέν. νῦν μὲν γὰρ ἀξιόμαχον οὐκ ἔχειν στρατιάν· ἂν δὲ ἐπανήκῃ εἰς Βυζάντιον ὡς παρασκευασόμενος, τὸν Παλαιολόγον βασιλέα πείσειν συνθήσεσθαι πρὸς αὐτὸν, ᾗ ἂν μάλιστα δοκῇ καθ' ἡδονὴν, καὶ κοινῇ τὸν πόλεμον πρὸς ἐκεῖνον ἀνελέσθαι. ἡγεῖσθαι γὰρ αὐτοὺς οὐκ ἀνεκτὸν ἐκεῖνον ἄρχειν, βασιλέα τῆς πατρῴας ἀποστερήσαντα ἀρχῆς. καὶ ὁ Κράλης αὐτίκα ἔνθους ἦν ὑφ' ἡδονῆς, καὶ πολλὰς ὡμολόγει χάριτας τοῖς ἀπαγγείλασι, βασιλεῖ τε ἐπηγγέλλετο προθύμως τῷ Παλαιολόγῳ συμμαχήσειν κατὰ κηδεστοῦ τοῦ βασιλέως καὶ πᾶσαν ἐπιδείξεσθαι σπουδὴν καὶ εὔνοιαν πρὸς αὐτόν· ἅμα τε ἕῳ, ἐπεὶ ἡμέρα ἦν, πέμψας πρὸς βασιλέα, ἀπηγόρευε τὴν ἐπὶ τοῖς εἰρημένοις εἰρήνην· ἀλλ' εἰ βούλοιτο τὰς ἄρτι ληφθείσας πόλεις μόνας ἔχειν, μᾶλλον δὲ καὶ ἐξ ἐκείνων ἀποδόντα, οὕτω πείθειν αὐτὸν μὴ πολεμεῖν. εἰ δὲ μὴ βούλοιτο, παρασκευασάμενον πρὸς μάχην ἐξελθεῖν· αὐτὸν γὰρ παντὶ σθένει πολεμήσειν. τῶν μὲν οὖν Κράλη λόγων ὁ βασιλεὺς ὀλίγον ἐποιεῖτο λόγον. ᾔδει γὰρ ὡς δυνησόμενος αὐτὸν καταναγκάζειν καὶ ἄκοντα τὰ δίκαια ποιεῖν. σφόδρα δὲ ἤχθετο κατὰ Ρωμαίων τῶν ἐπιβουλευόντων οὐ γὰρ ἠγνόησεν, ὅθεν ἡ μεταβολὴ, καὶ τὴν διόρθωσιν τῶν πραγμάτων ἀπεγίνωσκε, πολέμων αὖθις ἐμφυλίων καὶ στάσεων μεγάλων τὰ τοιαῦτα οἰόμενος. ἀρχήν. ὅμως καὶ οὕτως ἔχων, ἐπηγγέλλετο εἰς τὴν ὑστεραίαν ἐξελεύσεσθαι πρὸς μάχην. Κράλης δὲ καὶ αὐτὸς παρεσκευάζετο, καὶ παραθαῤῥύνων τοὺς οἰκείους πρὸς τὸν βασιλέως πόλεμον. οὐ χρὴ δεδοικέναι, ἔφασκε, Καντακουζηνὸν τὸν βασιλέα, ἄχρις ἂν ὑπὸ τῶν οἰκείων πολεμῆται, ἀλλὰ βεβαίας ἔχειν ἐλπίδας τοῦ περιέσεσθαι καὶ τὰς ἡρπασμένας Ρωμαίων πόλεις καθέξειν ἀσφαλῶς. ἐοικέναι γὰρ ἔφασκεν ἐκεῖνον ἐν ὕδασιν ἀνθρώπῳ καταβεβαπτισμένῳ, τοὺς οἰκείους δὲ ἐφεστῶτας, εἴ ποτε δυνηθείη ἀνακύψαι, πιέζοντας αὖθις καταβαπτίζειν καὶ μήθ' ἑαυτῷ χρήσιμον, μήτ' ἐκείνοις γίνεσθαι ἐᾷν. ἂν μέντοι τῶν οἴκοι διαφορῶν ποτε ἀπαλλαγείη, τότ' ἤδη πάντων αὐτῷ ἐξίστασθαι ἑκόντας, καὶ πολλὴν πρόνοιαν ποιεῖσθαι φίλον ἔχειν. ἀντικαθίστασθαι γὰρ πρὸς πόλεμον, ἂν τῶν οἴκοι δυσχερῶν ἀπαλλαγείη, οὔτ' αὐτὸν λυσιτελεῖν ἡγεῖσθαι, οὔτ' ἐκείνοις συμβουλεύειν. οὕτω μὲν ὁ Κράλης οὐ τῇ σφετέρᾳ μᾶλλον θαῤῥῶν δυνάμει, ἢ ταῖς διχοστασίαις καὶ διαφοραῖς Ρωμαίων, αὖθις ὥρμητο πρὸς πόλεμον, καὶ ἐς τὴν ὑστεραίαν ἅμα ἕῳ συντάξας ἐπὶ φάλαγγας τὴν στρατιὰν, ἐχώρει πρὸς Θεσσαλονίκην ἐκ τοῦ στρατοπέδου. καὶ ὁ βασιλεὺς ὁμοίως τήν τε πεζὴν καὶ ἱππικὴν δύναμιν ἀντιπαρέταττεν ἐξαγαγών· οὐδέτερος δὲ ἐπεχείρει πολέμου ἄρχειν, ἀλλ' ἐπιπολὺ ἀτρεμοῦντα ἀντικαθίστατο ἀλλήλοις τὰ στρατόπεδα. Κράλης δὲ πρὸς βασιλέα πέμψας, ἢ τὴν εἰρήνην ἔφασκεν αἱρεῖσθαι, ἂν ἐθέλῃ, ἔχοντας ἃ ἔχουσιν ἑκάτερον, ἢ μὴ μέλλειν, ἀλλ' ἄρχειν συμβολῆς. βασιλεὺς δὲ τὰ τῇ προτεραίᾳ εἰρημένα καὶ αὖθις ἔφασκεν αἱρεῖσθαι, καὶ φίλον ἐθέλειν μᾶλλον ἔχειν, ἢ πολέμιον, τὰς πόλεις ἀποδόντα· ἂν δ' αὐτὸς τὸν πόλεμον αἱροῖτο, πρῶτον μᾶλλον αὐτὸν ἄρχειν συμβολῆς μικρὸν προβάντα, ὡς οὕτω καὶ αὐτὸν ὡς ἀμυνόμενον καὶ οὐκ ἄρχοντα πολέμου ἀγωνιούμενον προθύμως, ἐπιμαρτυρόμενον καὶ ἀνθρώπους καὶ θεὸν, ὡς οὐκ ἀδικεῖ, ἀλλὰ μᾶλλον ἀδικεῖται, οὐδὲ ἐπιορκεῖ καὶ κακὸς εἶναι βούλεται περὶ τὸν φίλον, ἀλλ' ἀνάγκῃ ἐφ' ἃ μὴ βούλοιτο χωρεῖ. ἂν δ' αὐτοῦ κινουμένου πρώτου, ἔφασκε, μὴ τὸ στράτευμα ἀντεπάγῃ καὶ αὐτὸς, τὴν νίκην ἐκεῖνον ἔχειν, ὡς αὐτοῦ φυγομαχήσαντος. Κράλης δὲ ἐπεὶ ἐπύθετο τοὺς βασιλέως λόγους, πέμψας αὖθις, ἔφασκε μηδ' αὐτὸς βούλεσθαι τὴν μάχην· ἂν δὲ φαίνοιτο κινῶν τὰς φάλαγγας μετὰ μικρὸν, μὴ νομίζειν ἐπιέναι, ἀλλ' ἀναχώρησιν εἶναι τὴν κίνησιν πρὸς τὸ στρατόπεδον. τοιαῦτα ὁ Κράλης εἶπε· καὶ μετὰ μικρὸν ἀναστρέψας αὖθις ηὐλίσατο πρὸς τὸ στρατόπεδον τὴν νύκτα. καὶ βασιλεὺς ὁμοίως εἰσήλαυνεν εἰς τὴν πόλιν μετὰ τῆς στρατιᾶς. Κράλης δὲ εἰς τὴν ὑστεραίαν διαβὰς τὸν Ἀξειὸν, τὰ περὶ Ἔδεσσαν κατέδραμε καὶ περιστρατοπεδευσάμενος ἐπολιόρκει. βασιλεύς τε ἐπεὶ μὴ ἐδόκει ἔτι μέλλειν ἐν Θεσσαλονίκῃ, πράττειν γὰρ ἔτι ἀξιόλογον οὐδὲν ἐξῆν, παρεσκευάζετο ὡς εἰς Βυζάντιον πλευσούμενος. μέλλων δὲ ἀπαίρειν ἤδη, πολλὰ βασιλεῖ τῷ νέῳ περὶ τοῦ μὴ πείθεσθαι παρῄνει Κράλῃ. ᾔδει γὰρ ἐπιχειρήσοντα ἐκεῖνον, αὖθις τὸν πρὸς ἀλλήλους πόλεμον κινεῖν Ρωμαίων, ἵν' αὐτῷ ἐξῇ τὰς πόλεις ἔχειν, ἐκείνων ἀσχολουμένων πρὸς ἀλλήλους. καὶ συνεβούλευε φυλάττεσθαι τὴν ἐπιβουλήν. οὐδὲ γὰρ εἶναι περὶ μικρῶν, ἀλλὰ περὶ τῆς ἀρχῆς αὐτῆς ἐπιβουλεύειν, καὶ τὴν βλάβην οὐκ αὐτῷ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἔσεσθαι Ρωμαίοις· καίτοι γε ἐκεῖνον τῶν ὄντων τὰ ἐναντία καταψεύσεσθαι, φάσκοντα προθύμως συμμαχήσειν ἐπὶ τῷ τὴν πατρῴαν ἀνασώζεσθαι ἀρχὴν ἀφῃρημένην, καὶ ἀμύνεσθαι τὸν ἠδικηκότα, ἄδηλον ὂν, εἰ μὴ μόνον οὐκ ἀποδώσει τὴν ἀρχὴν, ὥσπερ ἐπαγγέλλεται, ἀλλὰ καὶ περὶ τῆς ζωῆς ἐπιβουλεύσει. τούτων δὲ αὐτῷ πείθεσθαι μηδὲν σαφῶς εἰδότα, ὡς ἀπάτῃ πάντα συσκευάζεται, ἵνα μᾶλλον ἀφέληται αὐτὸς τὴν οὖσαν ἀσφαλῶς. εἰ δ' ἀμελήσας τῶν παραινέσεων πείθοιτο αὐτῷ, τότε εἴσεται τὴν βλάβην, ὅτε μήτ' αὐτῷ μηδὲν, μήτε τοῖς ἄλλοις ὄφελος ἐκ τοῦ εἰδέναι ἔσται. οὐδὲ γὰρ οὐδὲ τοῖς πρωτοπλάστοις συνήνεγκε τοῦ παραδείσου ἐκβληθεῖσι τὸ εἰδέναι, ὡς ἠπάτηνται τῷ ὄφει. τοιαῦτα καὶ ἕτερ' ἄττα πλείω παραινέσας καὶ συνταξάμενος, ἀπέπλει, Ἀσάνην Ἀνδρόνικον τὸν κηδεστὴν μετὰ βασιλέως τοῦ νέου καταλιπών. Κράλης δὲ ὀλίγῳ ὕστερον ἢ ὁ βασιλεὺς ἀπῇρεν ἐκ Θεσσαλονίκης, Ἔδεσσαν ἐπόρθησεν, ἑλών τινων προδοσίᾳ τῶν τἀκείνου ᾑρημένων. συντέθειτο γὰρ αὐτοῖς κλίμακας κατασκευασάμενον, ἐπὶ τειχομαχίαν ἥκειν, αὐτοὺς δὲ σημεῖον ἄραντας ἐπὶ τῶν τειχῶν, ἐφ' ὧν ἑστᾶσιν, ἥκειν ἐπ' ἐκείνους μετὰ τῶν κλιμάκων. ἄδειαν δὲ ἐκείνων παρεχομένων καὶ ἀμυνομένων τοὺς ἔνδον μᾶλλον, ῥᾳδίαν ἔσεσθαι τὴν ἅλωσιν. ὅπερ δὴ καὶ ἐγίνετο κατὰ τὸ σύνθημα. καταστάντων γὰρ εἰς τὴν τειχομαχίαν, τοῖς τε προδιδοῦσιν ἤρετο τὸ σημεῖον ἀπὸ τῶν τειχῶν, καὶ ὁ Κράλης τὰς κλίμακας ἔχων, ἐχώρει πρὸς ἐκείνους· ἀδείας δὲ τυχόντες, ἀνέβαινον ἐπὶ τὰ τείχη, καὶ καθῄρουν αὐτίκα προσπεσόντες, ἕως ἐποίησαν καὶ ἵπποις βάσιμα· ἦν γὰρ οὐδὲ ὕψους ἔχοντα ἱκανῶς. Λυζικὸς δὲ ὁ τῆς πόλεως ἄρχων, αἰσθόμενος τὴν προδοσίαν, ἐχώρει μὲν ἐπ' ἐκείνους ἔχων τοὺς περὶ αὐτὸν, ἤνυε δὲ οὐδὲν, καθῃρημένων ἤδη τῶν τειχῶν· ἀλλ' ἀναστρέψας ἔσπευδεν ἐπὶ τὴν ἄκραν. καὶ οἱ ἐκ Βυζαντίου παρὰ βασιλέως καταλελειμμένοι διακόσιοι φρουροὶ, ὡς ᾐσθάνοντο τὴν πόλιν ἑαλωκυῖαν, ἀνεχώρουν καὶ αὐτοὶ ἐπὶ τὴν ἄκραν. Κράλης δὲ ἐπεὶ τὴν πόλιν εἶχεν, ἐχώρει ἐπ' ἐκείνους τεθορυβημένους ἔτι ἀπὸ τῆς τροπῆς. καθισταμένων τε πρὸς μάχην, ὁ Λυζικὸς ἐτέτρωτο βέλει τὸν μηρὸν, ἀμυνόμενος ἀπὸ τοῦ πύργου. ἦν γὰρ ἀνεπισκεύαστος ἡ ἄκρα. καὶ αὐτίκα ἡ φρουρὰ τὰ ὅπλα παρεδίδουν, πίστεις λαβόντες ἐπὶ τῷ μηδὲν ἀνήκεστον παθεῖν. ἐπεὶ δὲ καὶ ἡ ἄκρα εἴχετο, τὴν μὲν φρουρὰν καὶ Μακροδούκαν τὸν ἄρχοντα ἀπέλυεν ὁ Κράλης κατὰ τοὺς ὅρκους, τὰ ὅπλα μόνον ἀφελόμενος, Λυζικοῦ δὲ τὸ γένειον ἐπ' αὐτοῦ τίλλεσθαι ἐκέλευεν, οὐ μόνον διὰ τὸ ἀντιστῆναι τότε, ἀλλ' ὅτι καὶ βασιλέως Ἀνδρονίκου περιόντος, ἐν Καστορίᾳ μεγάλων αἴτιος αὐτῷ κατέστη συμφορῶν. ἔπειτα ἐκέλευε δεθέντα ἄγεσθαι τὴν ἐπὶ Σκοπιὰν, ὡς ἐκεῖ τῶν τολμημάτων δίκας δώσοντα. ὁ δὲ ὑπὸ τοῦ τραύματος ἀμεληθέντος καὶ τῆς ἄλλης δυσπραγίας ἐτελεύτησε μεταξὺ ἀγόμενος. Κράλης δὲ ἐφῆκε τὴν πόλιν τοῖς στρατιώταις διαρπάζειν· καὶ ἐπόρθησάν τε καὶ ἐνέπρησαν τὰς οἰκίας· τῶν οἰκητόρων δὲ τὸ μὲν πλεῖστον καὶ ἄριστον ἐξήλασε γυμνὸν μάλιστα ἐν ἀκμῇ τοῦ χειμῶνος, Ἰανουαρίου ἄρτι ἱσταμένου, καὶ διεσκεδάσθησαν κατὰ Βέῤῥοιαν καὶ τὰς ἄλλας πόλεις. ὁ δὲ ἄπορος παντάπασι καταλέλειπτο ἐκεῖ ἐπὶ τὰς ὑπολειπομένας καταφυγὼν οἰκίας. αὐτὸς δὲ ἐπεὶ καὶ χειμὼν ἐπεγένετο ἐξαίσιος, φρουρὰν ἐπὶ τὴν ἀκρόπολιν καταλιπὼν, πρὸς τὴν οἰκίαν ἀνεχώρει. ἐλέγετο δὲ ὑπὸ χειμῶνος στρατιώτας τε καὶ τῶν σκευοφόρων ὑποζυγίων πλεῖστα τῷ στρατοπέδῳ ἐναποθανεῖν. βασιλεὺς δὲ εἰς Βυζάντιον ἐπανελθὼν ἐπυνθάνετο περὶ τοῦ Μυσῶν βασιλέως Ἀλεξάνδρου, ὅτι πλεῖστα ἀνιῷτο διὰ τὴν τῶν βαρβάρων ἔφοδον ἀπροσδόκητον γεγενημένην καὶ μέγιστα κακώσασαν τὴν γῆν αὐτοῦ. ὑπώπτευε δὲ οὐκ ἀφ' ἑαυτῶν τοὺς βαρβάρους ἐπελθεῖν, ἀλλὰ βασιλέως πέμψαντος, ὃ καὶ μάλιστα ἠνία, ὅτι, μηδεμίαν πρόφασιν αὐτοῦ πρὸς τὸν πόλεμον παρεσχημένου βασιλεῖ, παρασπονδῶν αὐτὸς κακῶς ποιεῖ τὴν χώραν. πέμψας δὲ ὁ βασιλεὺς πρεσβείαν πρὸς αὐτὸν, πρῶτα μὲν περὶ τῶν βαρβάρων τῆς ἐφόδου ἀπελογεῖτο, μὴ κατὰ γνώμην ἐκείνῳ γεγενῆσθαι, ἀλλ' αὐτοὺς ἀφ' ἑαυτῶν μεγάλα δυναμένους, ἅττα ἂν δοκῇ ποιεῖν. τοῦτο δὲ συμβαίνειν οὐ μᾶλλον διὰ τὴν ἐκείνων δύναμιν, ἢ διὰ τὸ μὴ αὐτοὺς ἐθέλειν τῆς πλεονεξίας ἀποστάντας καὶ τῶν ἀλλοτρίων τῆς ἐπιθυμίας, ἀλλήλοις ὅση δύναμις ἐπιμαχεῖν καὶ ἀνείργειν τοὺς βαρβάρους, ῥᾷστα δυναμένους, εἰ συμφωνήσαιεν. εἰ γὰρ ἐβούλετο Κράλης τὰς ἡρπασμένας πόλεις ἀποδιδόναι καὶ τὰ δίκαια ποιεῖν κατὰ τοὺς ὅρκους, οὐκ ἂν αὐτῷ ἐδέησε βαρβάρων πρὸς τὴν συμμαχίαν πάντων μάλιστα ἀπεχθῶς πρὸς αὐτοὺς διακειμένῳ, ἀνάγκῃ δὲ χρωμένῳ, ἵνα τά τε ὄντα διασώζοι καὶ τὰ ἡρπασμένα, εἰ δύναιτο, ἀνακαλοῖτο. πρὸς μὲν οὖν ἐκεῖνον ποιήσειν, ὅ,τι ἂν δοκῇ μάλιστα λυσιτελεῖν, αὐτῷ δὲ συμβουλεύειν, συναίρεσθαι αὐτῷ πρὸς τὸ κωλύειν τοὺς βαρβάρους ἀδεῶς, ὅταν δοκῇ, πρὸς τὴν Θρᾴκην περαιοῦσθαι. τοῦτο δ' ἂν γένοιτο, εἰ χρήματα παρέχοιτο τακτὰ πρὸς τῶν τριηρέων τὴν παρασκευήν. αὐτὸν μὲν γὰρ εὐπορεῖν τῆς ναυτικῆς δυνάμεως, δεῖσθαι δὲ χρημάτων, ἐξ ὧν ἂν τραφείη· ὧν εἰ καὶ αὐτὸς παράσχοιτο ὅσα δυνατὰ, τριήρεις ἐπιστήσει κατὰ τὸν Ἑλλήσποντον, αἳ παραπλέουσαι οὐκ ἐάσουσι τοὺς βαρβάρους περαιουμένους βλάπτειν. καὶ τοῦτον τὸν τρόπον τῆς ἐκείνων ἀπηλλάχθαι περιέσται βλάβης. ἂν δὲ μὴ Κράλης ἐθέλῃ ποιεῖν τὰ δίκαια πρὸς ἀμφοτέρους, εἰδέναι γὰρ καὶ αὐτὸν ὑπ' ἐκείνου ἀδικούμενον οὐ μικρά τινα, εἰ μὴ ἡ παροῦσα δύναμις ἐξαρκεῖ ἐκεῖνον καταναγκάζειν τὰ δέοντα ποιεῖν, τότε χρήσεσθαι καὶ τοῖς βαρβάροις τοσούτους ὑπ' αὐτῶν περαιουμένους, ὅσους ἄγεσθαι οἷ ἂν ἐθέλωσι, καὶ μὴ πολλοὺς ὄντας, ἀφοβίᾳ τρέπεσθαι ἐπὶ σφᾶς καὶ διαφθείρειν. τοιαῦτα μὲν ὁ βασιλεὺς πρὸς τὸν Ἀλέξανδρον ἐπρεσβεύετο. καὶ ἐδόκει κἀκείνῳ ἡ βασιλέως παραίνεσις λυσιτελεῖν, καὶ συνετίθετο πρὸς τὴν πρᾶξιν· συμβὰν δέ τι καὶ τοιοῦτον ἐπέῤῥωσε μᾶλλον πρὸς τὸ ἔργον. ἑορτῆς γάρ τινος δημοσίας ἀγομένης ἐν Τρινόβῳ τοῖς αὐτοῦ βασιλείοις, καὶ ὄχλου πλείστου συνεῤῥυηκότος, ἐπεὶ παρῄει δι' ἐκείνων, καὶ τῶν βασιλέως ἑπομένων πρέσβεων, τῇ σφετέρᾳ διαλέκτῳ πάντες ἐπεβόων, ὡς δεῖ Καντακουζηνῷ τῷ βασιλεῖ πάντα ποιεῖν τὰ κατὰ γνώμην καὶ τὴν εἰρήνην ἐκ παντὸς τρόπου τὴν πρὸς αὐτὸν αἱρεῖσθαι, ἵνα μὴ ἐκπολεμωθέντος, ἀπόλωνται αὐτοὶ διαφθαρέντες ὑπὸ τῶν βαρβάρων, καὶ ἐδέοντο πείθεσθαι αὐτοῖς. Ἀλεξάνδρου δὲ τῶν πρέσβεων πυνθανομένου, εἰ τῶν εἰρημένων ἐπαΐουσιν, ἐπεὶ ἀγνοεῖν ἐκεῖνοι ἔφασαν, ἡρμήνευεν αὐτὸς ἑλληνιστὶ, καὶ τεκμήριον ἐποιεῖτο μέγιστον τοῦ ὄχλου τὴν ἀξίωσιν τοῦ σφίσι μάλιστα λυσιτελεῖν τὴν πρᾶξιν, ὅτι καὶ μηδ' ὑφ' ἑνὸς ἐρωτώμενοι, τὰ σφίσι συμβουλεύουσι συνοίσοντα. αὐτίκα τε ἐπιψηφισάμενος, καὶ αὐτὸς ἐξέπεμπε τοὺς πρέσβεις. βασιλεὺς δὲ πυθόμενος, ὡς προθύμως δέξαιτο Ἀλέξανδρος τὴν παραίνεσιν καὶ βούλοιτο παρέχεσθαι χρήματα πρὸς τὴν παρασκευὴν, ὑπερήσθη τε, δυνήσεσθαι νομίσας ἀπείργειν τοὺς βαρβάρους τοῦ μὴ Ρωμαίους καὶ Μυσοὺς ἐπιόντας διαφθείρειν, καὶ ὥρμητο παρασκευάζεσθαι ἤδη πρὸς τὸ ναυτικὸν συστήσασθαι ἐπὶ κωλύσει τῶν βαρβάρων. τό,τε νεώριον τὸ πρὸς τῷ Ἑπτασκάλῳ ἐν ἐκείνῳ τῷ ἔτει ἐξεκάθηρεν, ὑπὸ πολλῶν ἐτῶν ἰλύος ἐπιγενομένης προσχωσθὲν καὶ μὴ δυνάμενον εὐπετῶς εἰσδέχεσθαι ὁλκάδα φόρτον ἄγουσαν, μέγα ἔργον καὶ πλεῖστα λυσιτελοῦν τῇ πόλει, καὶ πολλῷ πόνῳ καὶ ἀναλώμασι κατορθῶσαι δυνηθείς. ἔληγον δὲ εἰς οὐδὲν αἱ τοῦ Μυσοῦ ἐπαγγελίαι. ὕστερον γὰρ ὀλίγῳ πρὸς βασιλέα πρεσβείαν πέμψας, ἀπηγόρευε τὴν εἰσφοράν. Κράλην γὰρ ἔφασκε πυθόμενον, οὐ μετρίως αὐτοῦ κατηγορεῖν, ὅτι φόρους Ρωμαίοις παρέχειν ὑποσταίη ἑκοντὶ, καὶ ἃ μὴ τοῖς ὅπλοις δύναιτο βιάζεσθαι βασιλεὺς ὁ Καντακουζηνὸς, ταῦτα πείσειε παραγαγών. δι' ἃ μηδ' αὐτὸν τὰ ὑπεσχημένα δύνασθαι ποιεῖν, τοσαύτην αἰσχύνην προστριβόμενα αὐτῷ καὶ γένει. ἐφ' οἷς οὐ μετρίως ἀγανακτῶν ὁ βασιλεὺς, ἐπεχείρει πείθειν, ὡς μᾶλλον αὐτῷ λυσιτελοίη ἡ αὐτοῦ παραίνεσις, ἢ Κράλη. φθονοῦντα γὰρ ἐκεῖνον καὶ ἐπιβουλεύοντα ἀεὶ ταῦτα πειρᾶσθαι διαλύειν, ἃ πολλὴν αὐτῷ καὶ τοῖς ὑπηκόοις οἴσει τὴν ὠφέλειαν. οὐ γὰρ παρέχειν φόρους, ὥσπερ ἐκεῖνος ἀπατᾷ, ἀλλ' ἀναλίσκειν εἰς δέον ὑπὲρ τῆς ἀρχῆς, πλὴν εἰ μὴ καὶ τὰ τοῖς σφετέροις στρατιώταις παρεχόμενα φόρους ὀνομάσει. ἀλλ' ἦν οὐδὲν ἀξιόχρεων τῶν λεγομένων εἰς πειθώ. βασιλεὺς δὲ τὴν ἐσομένην αὐτῷ φθορὰν ὑπὸ τῶν βαρβάρων προειπὼν καὶ διαμαρτυράμενος, ὡς τότε τῆς νυνὶ μεταμελήσει ἀβουλίας, ὅτε μηδὲν ἀπόνασθαι ἐξέσται τῆς μεταμελείας, ἐπέπαυτο πρὸς τὴν ἐπιχείρησιν καὶ αὐτός. ἃ εἰς ὕστερον ἅπαντα ἐξέβαινε.

κγʹ. Μετὰ τοῦτο δὲ ὁ βασιλεὺς σύγχυσιν δεινὴν καὶ ἀταξίαν ὁρῶν ἐν τῇ ἐκκλησίᾳ γινομένην, καὶ τῆς κοινωνίας τῶν λοιπῶν ἀφισταμένους τοὺς τὰ Βαρλαὰμ καὶ Ἀκινδύνου ᾑρημένους, πολλούς τε τούτοις συναπαγομένους, διαστροφήν τε τῶν ὀρθῶν δογμάτων ἐγκαλοῦντας τῇ ἐκκλησίᾳ καὶ τὴν δίκην ἐπιβοωμένους καὶ παρενοχλοῦντας ὁσημέραι καὶ δεομένους ἀντικαθίστασθαι πρὸς τὴν ἐξέτασιν, Καλλίστου τε ὁμοίως τοῦ πατριάρχου καὶ τῶν ἄλλων ἀρχιερέων καὶ τῶν λογάδων τῶν μοναχῶν, ὅσοι τοῖς ἀποσχισταῖς ἐναντία ἐφρόνουν ἐν τοῖς δόγμασι, δεομένων καὶ αὐτῶν ὁμοίως σύνοδον συγκροτεῖν καὶ τῶν δογμάτων τὴν ἐξέτασιν ποιεῖσθαι, δίκαιον εἶναι οἰηθεὶς μὴ τοιαῦτα γινόμενα περιορᾷν, ἀλλὰ τῆς κατὰ τὴν ἐκκλησίαν εἰρήνης προνοεῖσθαι ὅση δύναμις, ἐπέτρεπε τὴν σύνοδον γενέσθαι. καὶ τούς τε ἄλλους μετεπέμπετο ἀρχιερέας γράμμασι καὶ τὸν Θεσσαλονίκης Γρηγόριον τὸν Παλαμᾶν, καίτοι βασιλεὺς εὐθὺς ἐξαρχῆς μετὰ τὸ πεπαῦσθαι τὸν συγγενικὸν πόλεμον καὶ πᾶσαν ὑπ' αὐτῷ τὴν Ρωμαίων ἡγεμονίαν γεγενῆσθαι, ἀναγκαῖον οἰηθεὶς ὥσπερ τὰς κοσμικὰς διαφορὰς, οὕτω δὴ καὶ τὰς τῆς ἐκκλησίας παύεσθαι, τὸν Ἀκίνδυνον Γρηγόριον ἔτι περιόντα, ὅστις τῆς τοιαύτης διαφορᾶς μετὰ Βαρλαὰμ μάλιστα προέστη, οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις μετεπέμψατο, καὶ ἐκέλευε τῶν ἀντικαθισταμένων ἀναφανδὸν κατηγορεῖν, εἴ τι ἔχοι. μάλιστα γὰρ αὐτὸν, εἰς λόγους ἀλλήλοις ἐλθόντων τῶν μερῶν, βούλεσθαι εἰδέναι τἀληθὲς, ἐκ τῶν πρὸς ἀλλήλους ἀντιλογιῶν γινομένου ἐναργοῦς. Ἀκίνδυνος γὰρ αὐτὸς μὲν παῤῥησιάζεσθαι οὐκ ἐθάῤῥει, ἑτέρους δέ τινας προσπέμπων τοὺς αὐτῷ φρονοῦντας ἴσα, βασιλεῖ δι' ὄχλου γίνεσθαι παρέπειθε, καὶ τὴν δίκην ἐξαιτεῖσθαι, ὡς ἀδικουμένους καὶ διαστροφὴν ἐγκαλουμένους τῶν ὀρθῶν δογμάτων, τῶν περὶ Παλαμᾶν μᾶλλον τοιούτων ὄντων καὶ δικαίων ἐξωθεῖσθαι. δι' ἃ ὁ βασιλεὺς Ἀκινδύνῳ μᾶλλον παῤῥησίας μετεδίδου, καὶ ἐκέλευε μὴ αὐτὸν κρυπτόμενον δι' ἑτέρων τὴν διαφορὰν ἀνακινεῖν, ἀλλ' αὐτὸν ἐν φανερῷ τοῖς ἐναντίοις ἀντικαταστάντα, ἢ νικᾷν, ἂν φαίνηται μᾶλλον αὐτὸς εὐσεβέστερα πρεσβεύων, ἢ ἡττώμενος διορθοῦσθαι, καὶ μὴ ἀναισχυντεῖν, ἐφ' οἷς αὐτὸς ἀδικεῖ μᾶλλον ἑτέροις τὴν παρατροπὴν τῆς ἀληθείας ἐγκαλῶν. Ἀκίνδυνος δὲ, ἀπηγγελμένων αὐτῷ τῶν βασιλέως λόγων, μάλιστα μὲν ἔφασκε βούλεσθαι ἀντικαθίστασθαι τοῖς ἀντιλέγουσι, δεδοικέναι δὲ, μὴ φανερὸς γενόμενος δίκας ἀπαιτῆται, ὧν καὶ αὐτὸς παρὰ τὸν τοῦ πολέμου χρόνον τῷ πατριάρχῃ Ἰωάννῃ συναιρόμενος προσέκρουσε πρὸς βασιλέα. καὶ ὁ βασιλεὺς αὐτίκα θέσπισμα ἐξετίθει, ὥστε μηδεμίαν Ἀκίνδυνον βλάβην ὑφορᾶσθαι, ἀλλὰ παῤῥησίᾳ περὶ τῶν δογμάτων λέγειν ὅσα οἴεται εἶναι ἀληθῆ. ὁ δὲ καὶ μετὰ τὴν τοσαύτην ἄδειαν μᾶλλον ἀφανὴς ἦν καὶ τὸν ζόφον ᾑρημένος ἄχρι τελευτῆς. καὶ μετὰ τὴν ἐκείνου τελευτὴν οἵ τε πρότερον τὰ ἴσα ᾑρημένοι, διαδεξάμενοι τὴν διαφορὰν, ἔτι τε ὁ τῆς Ἐφεσίων πρόεδρος καὶ ἄλλοι, ὅσοι αἱρεθήσεσθαι ἐλπίζοντες ἐπὶ τῶν πατριαρχικῶν θρόνων ἠγανάκτουν διὰ τὴν ἀποτυχίαν, προσθέμενοι ἐκείνοις, καίτοι Βαρλαάμ τε καταψηφισάμενοι τὴν ἀρχὴν καὶ ὕστερον κατὰ Ἰωάννου τοῦ πατριάρχου καὶ Ἀκινδύνου πνεύσαντες σφοδρὸν, καὶ ψήφοις ἁπάσαις ἐκεῖνον καθελόντες τῆς ἀρχῆς δι' οὐδὲν ἕτερον, ἢ τὸ τὰ Βαρλαὰμ καὶ Ἀκινδύνου πεπρεσβευκέναι, ἐθορύβουν τε ὕστερον καὶ τῆς ἐκκλησίας κατηγόρουν, ὡς παρὰ τῶν θεολόγων τὴν παράδοσιν περὶ τῶν τῆς πίστεως δογμάτων καὶ πρεσβευούσης καὶ τοὺς ἄλλους διδασκούσης. δι' ἃ ὁ βασιλεὺς ᾠήθη δεῖν σύνοδον ἀθροίσας, ἐξέτασιν ποιεῖσθαι περὶ τῶν δογμάτων. ἐπεὶ δὲ συνῆλθον οἱ ἑκασταχόθεν προστάται τῶν ἐκκλησιῶν, ἀμφοτέρων τῶν μερῶν γενομένων ἐν βασιλείοις τοῖς τῶν Βλαχερνῶν λεγομένοις, καὶ βασιλέως τοῦ Καντακουζηνοῦ παρόντος καὶ τῶν ἐν τέλει Ρωμαίων τῶν μάλιστα ἐπιφανῶν, ἐπὶ τέσσαρσιν ἡμέραις τῶν ἀμφισβητουμένων τὴν ἐξέτασιν ἐποιήσαντο. ὅσα μὲν οὖν ἀλλήλοις ἀντεῖπον Παλαμᾶς τε ὁ Θεσσαλονίκης πρὸς ἐκεῖνον γὰρ μάλιστα ὁ λόγος ἦν, καὶ οἱ τὰ Ἀκινδύνου ᾑρημένοι, ὧν ἦν κεφάλαιον ὅ,τε Ἐφέσου καὶ ὁ Γάννου μητροπολῖται, καὶ Γρηγορᾶς καὶ Δεξιὸς, οὐκ ἀναγκαῖον διηγεῖσθαι. εἰ γάρ τῳ τὰ τοιαῦτα προὔργου μαθεῖν, τῷ περὶ τούτων γεγραμμένῳ τόμῳ κατὰ μέρος ἅπαντα διηγουμένῳ ἐντυχόντι, πάντα ἀκριβῶς εἰδέναι περιέσται. ἐκεῖνο δὲ μόνον ἀναγκαῖον εἶναι ἡγησάμεθα προσκεῖσθαι τῇ ἱστορίᾳ, ὡς ἑάλωσαν ἐπ' αὐτοφώρῳ οἱ τὰ Ἀκινδύνου ᾑρημένοι τὰς ἴσας δόξας Βαρλαὰμ περὶ τῶν δογμάτων ἔχοντες τῆς ἐκκλησίας. διὸ τῶν μὲν ἀρχιερέων ἡ σύνοδος Ἐφέσου καὶ Γάννου καθαίρεσιν κατέγνω, Βαρλαάμ τε καὶ Ἀκινδύνου διαῤῥήδην χωρισμὸν ἀπὸ τοῦ λοιποῦ τῆς ἐκκλησίας σώματος, ὡς μέλη νενοσηκότα ἀνιάτως καὶ μηδεμίαν μετὰ τελευτὴν διόρθωσιν ἐπιδεχόμενα, τῶν δ' ἄλλων εἰ μέν τις ἐπιστρέψας σύνθηται τοῖς ὑγιαίνουσι τῆς ἐκκλησίας δόγμασιν, ἐκείνων πολλὴν ἀσέβειαν καταγνοὺς, δέχεσθαι τὴν ἐκκλησίαν καὶ ὡς οἰκείου μέλους προνοεῖν, μηδὲν μήτε ἐγκαλοῦσαν τῶν προτέρων, μήτε ὀνειδίζουσαν· εἰ δέ τις μένοι διὰ τέλους ἀδιόρθωτος, τοῖς αὐτοῖς ἐπιτιμίοις ὑποκεῖσθαι Βαρλαὰμ καὶ Ἀκινδύνῳ. καὶ ἐπὶ τούτοις ἐγένετο τόμος τρίτος ἐπὶ δυσὶ τοῖς πρότερον γεγενημένοις. ὅ,τε γὰρ ἐπὶ καθαιρέσει πατριάρχου τοῦ Ἰωάννου γεγενημένος, ὃν καὶ ὁ τῶν Ἱεροσολύμων πατριάρχης ὑπογέγραφε, πολλὴν ἀσέβειαν Βαρλαὰμ καὶ Ἀκινδύνου κατηγορεῖ καὶ τῶν ὀρθῶν δογμάτων διαστροφὴν, δι' ἃ καὶ πατριάρχης ὁ Ἰωάννης καθῃρέθη, ὡς ταὐτὰ φρονήσας Βαρλαὰμ, καὶ ὁ πρώτως ἐπὶ τῇ διαγνώσει βασιλέως Ἀνδρονίκου τοῦ νέου γεγενημένος, ἡνίκα καὶ ὁ πατριάρχης Ἰωάννης τῆς συνόδου προστάτης ἦν, ὃν καὶ αὐτὸς ὑπεσημήνατο χερσὶν οἰκείαις, οὐ μόνον Βαρλαὰμ καὶ Ἀκινδύνου καταψηφίζεται, ὡς ἀδίκως κατηγορηκότων τῶν μοναχῶν, ἀλλὰ καὶ εἴ τις, φησὶν, ἕτερός τι τῶν ὑπὸ τοῦ Βαρλαὰμ βλασφήμως καὶ κακοδόξως κατὰ τῶν μοναχῶν, μᾶλλον δὲ κατὰ τῆς ἐκκλησίας αὐτῆς λαληθέντων ἢ συγγραφέντων φανείη πάλιν τῶν μοναχῶν κατηγορῶν, ἢ ὅλως ἐν τοῖς τοιούτοις καθαπτόμενος, τῇ αὐτῇ καταδίκῃ παρὰ τῆς ἡμῶν μετριότητος καθυποβάλλεται, καὶ ἀποκήρυκτος ἔσται καὶ αὐτὸς καὶ ἀποτετμημένος καὶ τῆς ἁγίας τοῦ Χριστοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας καὶ τοῦ ὀρθοδόξου τῶν Χριστιανῶν συστήματος. οὕτω μὲν καὶ ὁ τρίτος τόμος ἀκόλουθος τοῖς δυσὶ προτέροις ἐγεγόνει, καὶ τὰ αὐτὰ κατεψηφίσατο τῶν τὰ Βαρλαὰμ καὶ Ἀκινδύνου ᾑρημένων. ὃν πατριάρχης τε ὁ Κάλλιστος μετὰ τῶν ἀρχιερέων ὑπογέγραφε καὶ βασιλεὺς πρὸ αὐτῶν ὁ Καντακουζηνός· ὕστερον δὲ καὶ ὁ Παλαιολόγος Ἰωάννης βασιλεὺς ὁ νέος σύμψηφος γενόμενος τῇ ἐκκλησίᾳ, ἐρυθροῖς καὶ αὐτὸς γράμμασιν ὑπεσημήνατο. ἐπεὶ δὲ πάντα εἶχε τέλος τὰ περὶ τὴν ἐξέτασιν τῶν δογμάτων, καὶ ὁ τόμος οὐδενὸς ἐδεῖτο ἔτι, Καλλίστου τοῦ πατριάρχου ἐν τῷ νεῷ τῆς τοῦ θεοῦ σοφίας τὴν θείαν ἐπιτελοῦντος μυσταγωγίαν μετὰ τῶν λοιπῶν ἀρχιερέων, καὶ βασιλεὺς ὁ Καντακουζηνὸς πᾶσαν σκευὴν βασιλικὴν ἐνδὺς καὶ τῶν ἀδύτων ἐντὸς γενόμενος, πατριάρχῃ καὶ τῇ λοιπῇ τῶν ἀρχιερέων ἐκκλησίᾳ τὸν τόμον ἐπιδέδωκεν. μετὰ τοῦτο δὲ οἱ τὰ Βαρλαὰμ καὶ Ἀκινδύνου ᾑρημένοι ὑπὸ βασιλέως καὶ πατριάρχου τοῦ Καλλίστου ἐκελεύσθησαν μηδὲν περὶ δογμάτων μήτε λέγειν, μήτε γράφειν, ἵνα μὴ διαφθείροιεν τοὺς ἀκεραιοτέρους ἐξαπατῶντες. οἱ μὲν οὖν αὐτῶν ἐπείθοντο καὶ ἦγον ἡσυχίαν, τοῖς δὲ οὐκ ἤρκει σιωπᾷν, ἀλλὰ καὶ διαλεγόμενοι πολλοὺς προσδιέφθειρον καὶ γράφοντες. διὸ καὶ δεσμωτήριον ὑπὸ βασιλέως κατεκρίθησαν καὶ ᾤκησαν ἐπὶ χρόνον· ὅσοι δὲ αὐτῶν ἦσαν ἐπιφανέστεροι, ἐν ταῖς ἰδίαις οἰκίαις εἴργοντο μηδέσιν ἔρχεσθαι εἰς λόγους. καὶ οὕτω δείσαντες ἐπαύοντο τοῦ κακουργεῖν· εἰ δέ τινες αὐτῶν καὶ μετὰ τὸ περιῃρῆσθαι τὴν τοῦ πᾶσιν ἐντυγχάνειν ἄδειαν ἔγραφόν τισιν, ἢ διελέγοντο περὶ τῶν δογμάτων, ἀλλὰ κρύφα καὶ πολλὴν τοῦ λανθάνειν πρόνοιαν ποιούμενοι.

κδʹ. Γρηγορᾶς δὲ ὁ Νικηφόρος οὔτε πρότερον, οὔθ' ὕστερον ἐπέπαυτο, ἀλλὰ πρῶτα μὲν Τραπεζουντίοις ἔγραφε τοῖς ἐπιτηδείοις καὶ τῆς Βυζαντίων ἐκκλησίας παρατροπὴν τῶν ὀρθῶν δογμάτων κατηγόρει, ἐδίδασκέ τε ἀδεῶς, ὡς χρὴ ταύτης ἀποτέμνεσθαι νενοσηκυίας· ἔπειτα δὲ καὶ τοῖς ἐν Κύπρῳ φίλοις, τῶν ἄλλων δὲ μάλιστα Λαπίθῃ Γεωργίῳ τινὶ, πρὸς ὃν οὐ κοινῇ τῆς ἐκκλησίας μόνον κατηγόρει, ἀλλὰ καὶ ἰδίᾳ τῶν προεστηκότων. ἔγραφε δέ ποτε πρὸς οὐδένα ὑγιὲς οὐδὲν, ἀλλ' ἐξεπίτηδες ψεύδη πλάττων καὶ συκοφαντίας, τὰ μήτε ὄντα, μήτε λαληθέντα περὶ τῶν δογμάτων κατηγόρει. ἐπεὶ δὲ τὰ τοιαῦτα τολμώμενα λανθάνειν οὐκ ἐνῆν, βασιλεῖ τε ὁμοίως καὶ πατριάρχῃ δεινὸν ἐδόκει τὸ μὴ μόνον αὐτὸν ἑαυτῷ, ἀλλὰ καὶ πολλοῖς ἑτέροις τῆς ἴσης ἀπωλείας αἴτιον εἶναι, τοῖς ἐν τῇ μονῇ τῆς ἀχωρήτου χώρας τοῦ σωτῆρος Χριστοῦ προσαγορευομένης προσέταττον μοναχοῖς, ἐπεὶ καὶ Γρηγορᾶς αὐτοῖς χρόνον συχνὸν συνῆν, μηδένα πρὸς αὐτὸν φοιτᾷν ἐᾷν, κωλύειν τε ὁπόση δύναμις, μὴ τοῖς ἔξω γράμματα πέμπειν καὶ διαφθείρειν τοὺς πολλοὺς ἐξαπατῶντα. ἐπεὶ δὲ ἐκωλύετο τὰ κατὰ γνώμην πράττειν, οὐχ ἧττον κατὰ βασιλέως, ἢ τῆς ἐκκλησίας ἐκμανεὶς, ἔγραφε κατ' ἀμφοτέρων. καὶ τῆς μὲν κατὰ τῆς ἐκκλησίας ὕβρεως τὴν τοῦ γενομένου κατὰ τὴν τρίτην σύνοδον τόμου περὶ τῆς Ἀκινδύνου καὶ Παλαμᾶ διαφορᾶς προεστήσατο κατηγορίαν, μεγάλα μὲν ἀεὶ ἐπαγγελλόμενος καὶ δεινὰ ἀπελέγξειν καταψευδόμενον καὶ τοῖς θεολόγοις ἐναντία περιέχοντα, οὐδέποτε δὲ οὐδὲν τῶν ἐπηγγελμένων ἐκπληρῶσαι δυνηθείς. ὅταν γὰρ ἐπ' αὐτὴν μάλιστα τὴν ἀκμὴν τῶν ἀποδείξεων τοῦ ζητουμένου καταστῇ, ὥσπερ ἐκλαθόμενος τῶν ἐν χερσὶν, ἐφ' ἕτερά τινα μὴ προσήκοντα ἐξάγεται, ἤ τινων ὕβρεις καὶ συκοφαντίας, ταῦτα γὰρ μάλιστα αὐτῷ φίλα κατὰ πᾶσαν συγγραφὴν, ἢ διηγήματά τινα μηδὲν προσήκοντα, καὶ παραπαίει εἰκῇ καὶ μάτην λογομαχῶν καὶ μηδὲν καίριον φθεγγόμενος. βασιλέως δὲ ἐπεὶ μὴ αὐτοπροσώπως εἶχε καταφέρεσθαι, τῶν τε Παλαιολόγων βασιλέων πρὸς ἀλλήλους πόλεμον ἐνστησάμενος ὑπόθεσιν τοῦ λόγου, καὶ τὰ μὲν ἀγνοίᾳ τῶν πραγμάτων, τὰ δ' εὐνοίᾳ τὴν ἀλήθειαν παραφθείρας, καὶ κατὰ πᾶσαν ἐξουσίαν ὥσπερ ἐν πλάσματι καταψευσάμενος, ἔπειτα καὶ καθ' εἱρμὸν ἐπὶ τὸν ἐφ' ἡμῶν πρὸς Καντακουζηνὸν τὸν βασιλέα πόλεμον κεκινημένον προϊὼν, πολλὰ μὲν αὐτοῦ καὶ ἄλλα κατηγορεῖ, ἀνδραποδισμοὺς καὶ φόνους καὶ σφαγὰς καὶ λεηλασίας καὶ ὅσα δυσχερῆ ἐν τῷ τοῦ πολέμου χρόνῳ συμπέπτωκε Ρωμαίοις, αὐτῷ προσάπτων, καὶ διὰ φιλαρχίαν καὶ τιμῆς βασιλικῆς ἐπιθυμίαν τῶν δεινῶν ἐκείνων οὐδένα λέγων πεποιῆσθαι λόγον. ὃ δὲ μάλιστα αὐτοῦ καθάπτεται καὶ ὡς ἐπιπλεῖστον διατρίβει, ἐκεῖνό ἐστιν, ὅτι, περιόντος τε ἔτι βασιλέως Ἀνδρονίκου, τῆς Ρωμαίων βασιλείας ἐρῶν ὑπερφυῶς καὶ μὴ δυνάμενος τυχεῖν, ἐπὶ τοὺς ἐν Ἄθῳ μοναχοὺς δοκοῦντας ἀρετῆς ἀντιποιεῖσθαι καὶ μυστήρια θεοῦ εἰδέναι ἐφοίτησε, πευσόμενος περὶ τῶν μελλόντων, καὶ εἰ πρὸς αὐτὸν ἡ βασιλεία Ρωμαίων ἥξει. ἔπειτα ἐπὶ τοὺς μοναχοὺς τραπόμενος, πολλὰ καὶ δεινὰ κατηγορεῖ, οὐ μόνον Μασσαλιανοὺς καὶ περὶ τὰ ὀρθὰ δόγματα διεφθαρμένους λέγων, ἀλλὰ καὶ περὶ πότους καὶ οἰνοφλυγίας ἀκρατεῖς· «ἐσθίουσι γάρ» φησιν «ὑπὲρ χοίρους, καὶ πίνουσιν ὑπὲρ ἐλέφαντας. ἐπειδὰν δὲ ἀνανήψωσι τῆς πολλῆς μέθης, μυστήρια θεοῦ εἰδέναι διατείνονται καὶ περὶ μελλόντων προφητεύουσι.» καὶ ἕτερ' ἄττα κατηγόρηκεν ἐκείνων, ὧν πᾶς τις ἂν ἀπέσχετο πλὴν αὐτοῦ. ἔπειτα διηγησάμενος τὰ κατὰ τὸν πόλεμον μάλιστα φιλοψευδῶς, καὶ γενόμενος ἐν ᾧ τὰ κατὰ τῆς ἐκκλησίας τὴν διαφορὰν διηγεῖσθαι ἔμελλε, κακοδοξίαν βασιλέως κατηγορεῖ καὶ τῶν πατρίων ἀθέτησιν δογμάτων. δι' ἃ οὐδὲ τὴν δίκην οἴεται δεῖν στέργειν τὴν παρ' ἐκείνου δικασθεῖσαν, ὡς ἐκδεδιῃτημένην διὰ τὸ ἐκεῖνον Παλαμᾷ προσκεῖσθαι καὶ τὴν ἴσην ἐν τοῖς δόγμασι διαστροφὴν ᾑρῆσθαι. ἃ ἐπεὶ ἀνέγνω βασιλεὺς, ἧκε γὰρ αὐτῷ εἰς χεῖρας, περὶ μὲν τοῦ τόμου τῆς κατηγορίας οὐδένα ποιήσεσθαι λόγον εἶπεν, ὑπὲρ ἑαυτοῦ ἀπολογεῖσθαι δυναμένου μάλιστα. εἰ γὰρ ἐκείνου τῆς ὀρθότητος καὶ τῆς ἀληθείας σαφὴς ἀπόδειξις τὸ τοῖς ἁγίοις σύμφωνα λέγειν θεολόγοις καὶ τοῖς ὑπὸ τῶν θείων πρότερον συνόδων περὶ τῆς ὀρθῆς πίστεως κεκυρωμένοις, τοῦτο δ' ἐκείνῳ σπουδάζεται διαπαντὸς καὶ πολλὴν τούτου τοῦ μέρους πρόνοιαν ποιεῖται, ἑτέρας ἀποδείξεως οὐκ ἂν δεηθείη περὶ ἑαυτοῦ, τῆς προσούσης ἐξαρκούσης. ἀξιόχρεως δ' ἂν εἴη καὶ ὁ κατηγορῶν αὐτὸς, ἐν ἄλλοις αὐτοῦ συγγράμμασι τὰ Βαρλαὰμ διεφθορότα δόγματα κακίζων καὶ ὅλην γλῶτταν ἐπαφιεὶς, ἡνίκα βασιλέα τὸν νέον Ἀνδρόνικον τετελευτηκότα μονῳδῶν, πρὸς τοῖς ἄλλοις ἐγκωμίοις καὶ τοῦτο τέθεικεν· «οἱ τῆς ἐκκλησίας ἱεροὶ προστάται, ζητήσατε τὸν διάπυρον σπουδαστὴν καὶ συλλήπτορα τῶν δογμάτων, οἱ ἐν ὄρεσι καὶ σπηλαίοις, τὸν πρόβολον καὶ προασπιστὴν τῆς ὑμετέρας εὐκλείας καὶ δόξης, οἱ τῶν θείων ἀσκητηρίων ἡγήτορες, τὴν τῆς ὑμετέρας ἰσχύος ἀκρόπολιν. μνήσθητε τοὺς ὑπὲρ ὑμῶν τελευταίους ἀγῶνας αὐτοῦ, πῶς, πεπονηκότος ἤδη καθάπαξ τοῦ σώματος ἔκ τε τῶν πολεμικῶν τραυμάτων, ἔκ τε τῶν ἰατρικῶν καυτήρων, καὶ πρὸς θάνατον ἐντεῦθεν ἐλαυνόμενος, κατεφρόνησέ τε τοῦ σώματος, καὶ τῆς ἑαυτοῦ ζωῆς ἀφειδήσας, προθύμως ἐπὶ τὸ βῆμα καὶ τοὺς ἱεροφάντας ἧκε, καὶ οὐ πρότερον ἐκεῖθεν ἀπήλλαξε, πρὶν τοὺς ὑμῶν ὑβριστὰς καὶ τὰ ἐκείνων διεφθορότα δόγματα καὶ παρέγγραπτα τῆς ἐκκλησίας ναυάγια συντρίψαι τε καὶ ὅλοις δοῦναι φθορᾶς καὶ ἀπωλείας βυθοῖς τε καὶ κύμασι.» τοιαύτας καὶ αὐτὸς πρὶν διαφθαρῆναι τὰς δόξας εἶχε περὶ τῶν δογμάτων. οὐ γὰρ ἔστιν εἰπεῖν, ὡς ἕτερα μὲν ἦσαν, ὧν κατέγνω βασιλεὺς δικάζων καὶ διαφθορὰν κατεψηφίσατο καὶ παρατροπὴν τῆς ἀληθείας, ἕτερα δ' ὁ ἐπ' ἐμοῦ γεγενημένος τόμος ἐξήλασε τῆς ἐκκλησίας, καθ' οὗ τὴν θαυμαστὴν ἐπεδείξατο σπουδὴν, ἀλλὰ ταὐτὰ παντάπασιν. ὡσαύτως δὲ καὶ περὶ τῶν ἐν Ἄθῳ ἁγίων, ὧν μέθας καὶ ἀδδηφαγίας καταψεύδεται, τοῦ βίου λαμπρότερον παντὸς φωτὸς τὴν ἐκείνων ἀρετὴν καὶ οἰκειότητα πρὸς θεὸν ποιοῦντος ἐναργῆ. τοσοῦτον γὰρ ἀπέσχοντο μέθης καὶ κραιπάλης διὰ βίου, ὅσον ἀληθείας ὁ κατηγορῶν. Ἕλληνες μὲν οὖν φασιν ἐν μύθοις, Ἄτλαντά τινα, τῶν μετὰ Κρόνου θεῶν καθῃρημένων, ταύτην ὑπὸ τῶν ἀρξάντων τὴν δίκην κατεψηφίσθαι τοὺς τῆς γῆς ἀνέχειν κίονας, ὡς ἂν πιέζοιτο τοσούτῳ βάρει. ἐγὼ δὲ τούτους φαίην ἂν, καὶ τῆς ἀληθείας ἐμοὶ συμμαρτυρούσης, ταύτην τὴν τιμὴν λαχεῖν τοῦ βίου τῆς πολλῆς φιλοσοφίας ἕνεκα παρὰ θεοῦ τὸ τὴν γῆν ἀνέχειν, εὐχαῖς ἱλεουμένους αὐτῇ τὸ θεῖον. ὅτι δ' αὐτὸς ἐν αὐτοῖς γενόμενος, ἔτι βασιλέως περιόντος, περὶ τῆς Ρωμαίων βασιλείας προφητεύειν ἐδεόμην, εἰ ἥξει πρὸς ἐμὲ, ψεύδεται σαφῶς. καὶ τούτου γε ἀπόδειξις ἐναργεστάτη, οὐχ ἧττον μὲν καὶ τοῦτ' αὐτὸ τὸ ἐκεῖνον τοιαῦτα λέγειν ψευδόμενον, ὡς τὰ πολλὰ καὶ περὶ τἄλλα, ὥσπερ δὴ καὶ περὶ τοῦτο. μάλιστα δὲ καὶ Ἄννα ἡ βασιλὶς τἀληθῆ συμμαρτυρήσειε πάντων μάλιστα ἐμοὶ τὰ τοιαῦτα συνειδυῖα. οὐχ ἧττον γὰρ ἢ βασιλεὺς καὶ αὐτὴ τότε τοῦ τὰ βεβουλευμένα ὑπερθέσθαι μοι ἐγένετο αἰτιωτάτη. οὐ γὰρ ὥσπερ ἐκεῖνος κατεψεύσατο, ἐπὶ προφητείας ἧκον ἐγὼ τότε καὶ μελλόντων ἀποβάσεις ἐπὶ τοὺς ἐν Ἄθῳ μοναχοὺς, ἀλλὰ μάλιστα μὲν δεησόμενος ἐκείνων ὑπὲρ τῆς βασιλέως ὑγιείας, ἧς οὐδὲν ἐμοὶ βέλτιον, οὔτε τιμιώτερον ἐν βίῳ ἦν, ἔπειτα καὶ τὸ θεῖον ἵλεων εὐχαῖς ἐμοὶ ποιεῖν πολλὰ προσκεκρουκότι ἐν τῷ βίῳ καὶ τὴν ἐκεῖσε τῶν ἐνθάδε βεβιωμένων εὐθύνην δεδοικότι. πρὸς τούτοις δὲ ἐπεὶ ἐδόκει καὶ τῶν τοῦ βίου θορύβων ἀναχωρεῖν, εἰς κόρον ἀπολαύσαντι καὶ δόξης ἀνθρωπίνης καὶ εὐημερίας καὶ τρυφῆς, ἐσκεπτόμην, ἐν τίνι τῶν φροντιστηρίων βέλτιον οἰκεῖν καὶ τὸν ἐπίλοιπον βίον ἐν ἀταραξίᾳ διανύειν, τῶν τοῦ βίου ματαίων ἀποστάντα θορύβων καὶ ταραχῶν. καὶ ἐδόκει τὸ Βατοπεδίου αἱρετώτερον, αὐτίκα τε τοῖς ἐκεῖσε μοναχοῖς ἐκέλευον, ἀναλώματα παρέχων, οἰκήσεις ἐμοὶ ποιεῖν, αἳ καὶ εἰς δεῦρο διασώζονται ἀπόδειξις ἐναργὴς τῆς παρ' ἐμοὶ πρεσβευομένης ἀληθείας. τοῦ δὲ μὴ τότε αἴτιον ἐκεῖ καταλειφθῆναι καὶ σχῆμα μοναχῶν ἀναλαβεῖν, ἀλλ' αὖθις πρὸς βασιλέα καὶ τὸν θόρυβον τῶν πραγμάτων ἐπανήκειν, οὔθ' ἡ φιλοκοσμία ἦν, οὔθ' ἡ ῥᾳθυμία περὶ τὰ καλὰ, ἀλλὰ βασιλεὺς αὐτὸς ἀτόπως ἐξεχόμενος καὶ οὐδὲ βιωτὸν ἡγούμενος αὐτῷ τὸν βίον ἐμοῦ διεστηκότος. ὡς γὰρ ἐπυνθάνετο τὴν αἰτίαν, ἥ με ἄγει πρὸς τὸν Ἄθω, καὶ τῆς ἐν βίῳ φιλοσοφίας ἤκουεν ἐπιθυμίαν καὶ θορύβων καὶ πραγμάτων ἀπαλλαγῆς, πολλὴν ἀφιλίαν κατηγόρει, ὅτι τὰ δοκοῦντα λυσιτελεῖν ζητῶν ἰδίᾳ, τῶν κοινῶν καταμελῶ, καὶ μόνον καταλείπων ἐπὶ τοσοῦτον πραγμάτων ὄχλον, αὐτὸς βούλομαι ἀναχωρεῖν καὶ ἀπολαύειν τῆς γαλήνης. ἠγανάκτει τε καὶ ἀδικίαν τὸ πρᾶγμα ἀπεκάλει καὶ τῆς πρὸς αὐτὸν ἀθέτησιν φιλίας. ἐμοῦ δὲ τὸ περὶ ψυχῆς τὸν λόγον πεποιῆσθαι ἰσχυριζομένου, καὶ μηδὲν ἀξιοῦντος ἡγεῖσθαι προτιμότερον, καὶ μᾶλλον ἐκεῖνον ἀποδεικνύντος ἀδικεῖν, εἰ βουλομένῳ ταύτης πρόνοιαν ποιεῖσθαι καί τινα εὐπρόσωπον ἀπολογίαν ἐπὶ τοῦ φοβεροῦ ἐκείνου βήματος, ἐφ' οἷς προσκέκρουκα θεῷ, πορίζειν ἐμαυτῷ αὐτὸς φαίνοιτο κωλύων, ἐπεὶ μὴ πείθειν ἐκεῖνος εἶχεν, ἀλλ' ἰσχυρῶς ἐχόμενον ἑώρα τῶν προτέρων λογισμῶν, καὶ βασιλίδι τῇ γυναικὶ χρησάμενος συμμάχῳ, ἔπεισαν ἄμφω πολλοῖς χρησάμενοι λόγοις καὶ παραινέσεσι, μὴ τὸ νῦν ἔχον πράττειν τὰ κατὰ γνώμην. φίλον δὲ τἀληθὲς, οὐδ' αὐτὸν δυνάμενον διαστῆναι βασιλέως ὑπὸ τῆς ἄκρας συνηθείας, καίτοι μάλιστα βουλόμενον, οὐ μὴν παντάπασι τῶν λογισμῶν ἐκείνων ἀπεσχόμην, ἀλλὰ τότε μὲν αὖθις ἀναστρέφειν ἐπηγγελλόμην, ὥσπερ ἐκεῖνοί γε ἠξίουν. καὶ ἀνέστρεφον εἰς Θεσσαλονίκην πρὸς ἐκείνους μετὰ τὸ τοὺς ἁγίους ἐκείνους προσειπεῖν, καὶ τὴν δεξομένην ἐν ὑστέρῳ οἴκησιν οἰκοδομεῖσθαι ἐν Βατοπεδίῳ παρασκευάσαι. γνώμην δὲ εἶχον, ὡς, εὖ διαθέμενος τὰ κατ' ἐμὲ, αὖθις ἐπανήξων καὶ συνεσόμενος τοῖς ἐκεῖσε μοναχοῖς, τὸν ἴσον βίον ἑλόμενος αὐτοῖς. ὀλίγῳ δὲ ὕστερον τετελευτηκότος βασιλέως, ἐπεὶ πράττειν ἑτέρως οὐκ ἐξῆν, τῆς ὅλης διοικήσεως τῶν πραγμάτων ἐπ' ἐμὲ καταλειφθείσης, καὶ ἄκων κατεσχόμην, τῶν συκοφαντῶν δὲ ἐκείνων τὸν πόλεμον κεκινηκότων καὶ τὸν περὶ τοῦ ζῇν κίνδυνον ἐμοί τε καὶ τοῖς συνοῦσιν οὕτως ἀθρόον ἐπενεγκόντων, οὐ τῆς ἐμαυτοῦ μᾶλλον ἢ τῶν ὅλων σωτηρίας ἕνεκα τὸ βασιλεὺς Ρωμαίων εἱλόμην εἶναι, καὶ τοσοῦτον ὑπέμεινα κακῶν ἐσμὸν, ἀνημέρως οὕτω πολεμηθεὶς ἐπὶ τοσοῦτον χρόνον. δι' ἃ μάλιστα ψεύδεται Γρηγορᾶς οὐκ ἀνεξέλεγκτα, ἀλλὰ πάντων μάλιστα εὐελεγκτότατα. ὅτι δέ μέ φησι τῇ Παλαμᾶ προσκείμενον μερίδι ἄδικον ψῆφον ἐπενεγκεῖν, καὶ διὰ τοῦτο μηδ' αὐτὸν πείθεσθαι ἐθέλειν, ὡς τὸν αὐτὸν ὄντα καὶ δικαστὴν καὶ ἀντικαθιστάμενον πρὸς τὴν δίκην τοῖς κρινομένοις, εὐχερέστατα ψευδόμενον ἀπελέγξω. τοὐναντίον γὰρ μᾶλλον Βαρλαὰμ, ὃς τῆς τοιαύτης ἦρξε διαφορᾶς, προσεκείμην ἐξαρχῆς αὐτός. αὐτόν τε γὰρ εἶχον ἐπὶ τῆς ἐμῆς οἰκίας διατρίβοντα καὶ τοὺς ἀδελφοὺς, καὶ πολλῆς ἠξίουν τῆς προνοίας, καὶ ἐν τοῖς μάλιστα τῶν φίλων ἦγον, καὶ μᾶλλον ἐπ' ἐκείνου χώραν εἶχε τὸ ἐμὲ προκατειλῆφθαι. ἐκεῖνος γὰρ ἀεὶ συνῆν καὶ τὰ παρ' ἑαυτοῦ ἐξετίθει ἀκριβέστατα καὶ ὑφηγεῖτο συνεχῶς. ὅθεν οὐδ' ἔστι σκήψασθαί τινα, ὡς ἃ μὲν Παλαμᾶς περὶ ὧν πρεσβεύει καὶ διαβεβαιοῦται, ᾔδειν, τὰ τῶν ἀντιλεγόντων δὲ ἠγνόουν. ἀλλ' εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐκείνοις μᾶλλον ἐνέτυχον προτέροις, καὶ μετὰ τοῦ πολέμου τὴν κατάλυσιν, ἐπεὶ τῶν Ρωμαίων ὑπ' ἐμοὶ πᾶσα ἡ ἡγεμονία ἦν, τοσοῦτον ἀπέσχον τοῦ μᾶλλον προσκεῖσθαι τοῖς ἑτέροις ὑπ' ἀκρισίας, ὥστε πατριάρχην τὸν Ἰωάννην οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις ἐπὶ τὴν δίκην προὐκαλούμην μέλλοντα ἐν τοῖς αὐτοῖς τούτοις ἐξετάζεσθαι. τὰ ἴσα γὰρ ἐνεκαλεῖτο. καὶ μετ' ἐκεῖνον αὖθις τὸν Ἀκίνδυνον, ἐπεὶ κρυπτόμενος αὐτὸς ἑτέρους προσέπεμπε καὶ παρέπειθε θορυβεῖν, ὡς ἀδίκως ὑπὸ τῆς ἐκκλησίας διαστροφὴν τῶν δογμάτων ἐγκαλοῖντο, αὐτοὶ μᾶλλον κακῶς περὶ αὐτῶν φρονοῦντες, οὐ περιεῖδον, ἀλλ' ἐπὶ τὴν ἐξέτασιν ἐκέλευον χωρεῖν καὶ τυγχάνειν τῶν δικαίων, καὶ πίστεις παρεῖχον ἐπὶ τῷ πείσεσθαι προσδοκᾷν μηδὲν δεινόν. δεδοικέναι γὰρ ἔλεγε, μὴ εἱρχθῇ. αὐτὸς δὲ οὐδὲν ἧττον καὶ μετὰ τὰς πίστεις ἀπεκρύπτετο καὶ ἠγνοήθη μέχρι τελευτῆς. χρόνῳ δὲ ὕστερον ἐπεὶ αὐτός τε Γρηγορᾶς καὶ ἄλλοι ἀνεφύησαν τῆς Βαρλαὰμ καὶ Ἀκινδύνου αἱρέσεως διάδοχοι καὶ τὴν ἐκκλησίαν ἐθορύβουν καὶ τὸ δικαστήριον ἐπεβοῶντο, οὐ περιεῖδον αὖθις, ἀλλὰ σύνοδόν τε ἐκ πολλῶν ἀρχιερέων συνεκρότουν, καὶ τὸν Θεσσαλονίκης Γρηγόριον τὸν Παλαμᾶν μετεπεμπόμην λόγον, περὶ ὧν ἐνεκαλεῖτο, δώσοντα, καίτοι δίκαιος ὢν τὰ δὶς ἐψηφισμένα στέργειν πρότερον. βασιλεύς τε γὰρ Ἀνδρόνικος ὁ ἀοίδιμος μετὰ τῆς συνόδου κατεδίκασεν ἁπάσαις ψήφοις οὐ Βαρλαὰμ τότε μόνον, ἀλλὰ καὶ εἴ τις ὕστερον φαίνοιτο φρονῶν τὰ ἴσα, καὶ μετὰ ταῦτα, ἐμοῦ ἀπόντος, Ἄννα ἡ βασιλὶς μετὰ τῶν ἀρχιερέων, ἡνίκα πατριάρχην τε καθεῖλον τὸν Ἰωάννην διὰ τὴν κακοδοξίαν καὶ τοὺς φρονοῦντας τὰ ἴσα αὖθις ἢ φρονήσοντας, ὅτε καὶ τῶν ὕστερον ἀντιλεγόντων οἱ πλείους ἦσαν σύμψηφοι, ἢ προστάται τῶν γινομένων μᾶλλον. δίκαιος οὖν, ὥσπερ ἔφην, τὰ ἐψηφισμένα στέργειν ὢν, οὐχ ὑπέμεινα, μὴ καὶ ἐπ' ἐμαυτοῦ τὴν ἐξέτασιν ποιήσασθαι τῶν λεγομένων, καὶ τὸν τοῦ δικαίου λόγον οὐ παρεῖδον, ἀλλ' ἐξήνεγκα τὴν ψῆφον ἀληθῆ καὶ δικαίαν, οὔτε φιλίαν, οὔτε ἔχθραν, οὔτε τῶν ὄντων οὐδὲν ἕτερον τῆς ἀληθείας προτιμήσας. ὃς γὰρ οὐδ' ἐπὶ μικροῖς τισι καὶ εὐκαταφρονήτοις τινῶν διαφερομένων τὸ δίκαιον παρεῖδον, ἀλλ' ἀληθῶς καὶ δικαίως ἐδίκασα πᾶσι, σχολῇ γ' ἂν περὶ δογμάτων τῆς δίκης οὔσης, ἔνθα τὸ κινδυνευόμενον θεὸς, τῆς ἀληθείας ἕτερόν τι προειλόμην· ἀλλ' ὡς ἐπ' αὐτοῦ θεοῦ τὴν ἐξέτασιν τῶν δογμάτων σαφῆ καὶ καθαρὰν πεποιημένος, Παλαμᾶν μὲν εὕρισκον καὶ τοὺς τὰ ἴσα ᾑρημένους τοῖς ἁγίοις καὶ θεολόγοις ἄκρως συμφωνοῦντας, καὶ κατ' ἴχνος ἑπομένους φανερῶς, Γρηγορᾶν δὲ καὶ τοὺς ἄλλους, οἳ ἀντικαθίσταντο, τὰ Βαρλαὰμ καὶ Ἀκινδύνου δοξάζοντας ἀπαραποιήτως, ἃ ὅτι τῆς ἀληθείας ἔκφυλα καὶ τῆς περὶ τῆς εὐσεβοῦς ὑπὸ τῶν ἁγίων πατέρων παραδοθείσης πίστεως ἐναντία, ἐξῆν μὲν καὶ τοῖς προτέροις τόμοις χρήσασθαι διδασκάλοις. οὐ μὴν ἀλλὰ καὶ αὐτοὶ τοῖς ὑπὸ τῶν διδασκάλων τῆς ἐκκλησίας παραδοθεῖσιν, ὥσπερ κανόσι, παραθέντες, τὴν διαστροφὴν εὕρομεν σαφῆ καὶ καθαράν. οὗ ἕνεκα καὶ αὐτὸς, καὶ τῶν ἄλλων ἁπάντων ἀρχιερέων συνεπιψηφιζομένων, ἐκείνους μὲν ὡς ὀρθῶς φρονοῦντας ἐδικαίωσα, τούτων δὲ κατεψηφισάμην· τὸ δὲ ἑξῆς, ὥσπερ ἦν δίκαιον, τοῖς μὲν νενικηκόσι πάντα τρόπον ἐπεκούρησα, τοῖς ἡττημένοις δὲ ἀναισχυντοῦσι καὶ μήτ' ἐπιστρέφειν πρὸς τὴν ἀλήθειαν βεβουλημένοις, μήτε ἡσυχίαν ἄγειν, τῇ σφετέρᾳ μόνον ἀγαπῶσιν ἀπωλείᾳ, ἀλλὰ πρὸς τὸ ἴσον βάραθρον καὶ ἄλλους ἐκκαλουμένοις, καὶ πρὸς ὕβρεις χωροῦσιν ἀνερυθριάστως καὶ πᾶσαν ὑπερβολὴν ἀναισχυντίας ἐπιδεικνυμένοις, ὥσπερ ἔθος ἐξαρχῆς τοῖς ἐχθροῖς τῆς ἀληθείας καὶ τῆς ἐκκλησίας πολεμίοις, καὶ δίκην τὴν προσήκουσαν ἐπέθηκα, μᾶλλον δὲ καὶ τῆς ἀξίας ἀποδέουσαν πολύ. οὐδὲ γὰρ τοῦ κακῶς ἐκείνους πάσχειν πρόνοιαν ἐποιησάμην, ἀλλὰ τοῦ μὴ δύνασθαι κακῶς ποιεῖν. ἔστι δὲ, οἶμαι, νόμος καὶ ἐπὶ τῶν ἄλλων τῶν βιωτικῶν, καὶ δημοσίων καὶ ἰδίων, ἐγκλημάτων, τὸν δικαστὴν πρὶν μὲν εἰς λόγους ἀντικαταστῆναι τοὺς ἀλλήλοις διαφερομένους, μηδενὸς καταψηφίζεσθαι ἐρήμην, εἰ μὴ βούλοιτο ἐκδιαιτᾷν· ἐπειδὰν δὲ ἥκοιεν εἰς λόγους, καὶ ἡ νίκη χωρήσοι πρὸς τὸν ἕτερον, πᾶσα γὰρ ἀνάγκη, καὶ αὐτὸν τῷ τὸ πλέον ἔχοντι προστίθεσθαι καὶ καταναγκάζειν τὸν ἀδικοῦντα τὰ δίκαια ποιεῖν. οὐ δὴ διὰ τοῦτο πᾶς τις ἀδικῶν παραγράψεται τὸν δικαστὴν καὶ ἀδικίαν ἐπικαλέσει, ὅτι τῷ ἠδικημένῳ προσετέθη. ἃ Γρηγορᾶς νυνὶ ποιῶν, οὐ μᾶλλον ψευδολογίας, ἢ ἀνοίας καὶ μοχθηρίας δόξαν ἀποφέρεται. ὅτι δ' αὐτὸς τὴν διαστροφὴν παθὼν τῆς ἀληθείας καὶ τὴν πάτριον εὐσέβειαν ἐξομοσάμενος καὶ συναπαχθεὶς τοῖς αἱρετικοῖς Ἀκινδύνῳ καὶ Βαρλαὰμ ὑπὸ μοχθηρίας τρόπων καὶ ἀποτυχίας, ὧνπερ ἤλπισεν, ἀφειδήσας καὶ ψυχῆς αὐτῆς, ἵνα μόνον ἀμύνηται τοὺς δόξαντας λελυπηκέναι, ἐμοὶ τὰ ἴσα ἐγκαλεῖ, θαυμαστὸν οὐδέν. ὃς γὰρ οὐκ ἐφείσατο θεοῦ, ἀλλὰ διὰ τὴν πρός τινας ἀπέχθειαν ἐκείνου ψευδῆ πολλὰ κατεῖπε, σχολῇ γ' ἂν ἀπέσχετο βασιλέως, καὶ ταῦτα δόξαντος λελυπηκέναι. ὅτι δ' εὐσεβὴς ἐγὼ καὶ τῆς ὀρθῆς καὶ πατρίου δόξης ἐξεχόμενος ἀκριβῶς, καὶ πᾶσα μὲν ἡ τῶν ὀρθοδόξων ἐκκλησία συμμαρτυρήσειε, χάριτι θεοῦ βεβαίως ἡδρασμένη περὶ τὴν ἀλήθειαν καὶ τῶν ἀποστολικῶν παραδόσεων ἐχομένη ἀκριβῶς· οὐχ ἧττον δὲ καὶ Γρηγορᾶς αὐτὸς ὁ νυνὶ τοιαῦτα ἐγκαλῶν, παρὰ πάντα τὸν τοῦ πολέμου χρόνον οὐ μόνον ἐγκώμια πολλὰ διεξιὼν ἐμοῦ, ἀλλὰ καὶ τὰ ἔσχατα ὑπομένειν ὑπὲρ τῆς εἰς ἐμὲ εὐνοίας ᾑρημένος, ὅτε τὰ αὐτὰ ἐφρόνουν οἷα καὶ νυνί. τῇ γὰρ ὑπὸ βασιλέως ἐξενηνεγμένῃ καταδίκῃ Βαρλαὰμ καὶ αὐτὸς συνεπεψηφισάμην, καὶ μετὰ τὴν ἐκείνου τελευτὴν αὖθις Ἀκίνδυνον κατεδίκασα, Ἰωάννου τότε πατριάρχου τὴν σύνοδον συγκροτοῦντος καὶ οὐ μέτρια ἀγανακτοῦντος, ἐφ' οἷς Ἀκίνδυνος Παλαμᾶ καὶ τῶν ἄλλων μοναχῶν ἀδίκως κατηγόρει, Βαρλαὰμ συνηγορῶν.

κεʹ. Τοιαῦτα μὲν βασιλεὺς ὁ Καντακουζηνὸς ὕστερον, ἐπεὶ εἰς χεῖρας αὐτῷ τὰ Γρηγορᾶ συγγράμματα ἥκει, ἀπελογεῖτο περὶ ἑαυτοῦ, καὶ ψευδῆ καὶ ἀπίθανα συγγεγραφέναι ἀπεδείκνυεν ἐκεῖνον. ἔπειτα καὶ τῶν Ρωμαίων τοὺς ἐν λόγῳ μάλιστα καὶ ἐπιφανεστέρους ἐξεπίτηδες συγκαλεσάμενος, εἰς ἐπήκοον ἀναγινώσκεσθαι παρεῖχε πάντων, καὶ πολλὴν αὐτοῦ πάντες κατεγίνωσκον ψευδολογίαν καὶ ἀναίδειαν καὶ κουφότητα, ὅτι περὶ δημοσίων πραγμάτων, ἃ πολλοὶ, μᾶλλον δ' ἅπαντες συνίσασι, γράφειν προείλετο οὐκ ἀληθῆ, ἐφ' οἷς ἔμελλε ῥᾷστα ἀπελέγχεσθαι ψευδόμενος. πυθόμενος δὲ ὁ Γρηγορᾶς ἃ δράσειε βασιλεὺς τὰ ἐκείνου θριαμβεύσας πλάσματα, οὐ μετρίως ἠνιάθη, ὅθεν καὶ συντυχὼν ὕστερον, ὠνείδιζε τὸν θρίαμβον, ὡς ἐπ' ἐκείνου τῇ αἰσχύνῃ εἰργασμένον. ἔφασκέ τε τὴν μὲν πρὸς τὸν τόμον ἀντιλογίαν ἰδίαν εἶναι, τὰ δὲ κατ' αὐτοῦ συγγεγραμμένα, ὅτου εἴη, ἀγνοεῖν· βούλεσθαι δὲ ἀφανίζειν ἐντυχόντα καὶ αὐτόν· ἃ εἰ καὶ πρότερον ἐπέμφθη πρὸς αὐτὸν, πυρὶ παρεδίδου ἂν πρὶν εἰς ἑτέρας ἥκειν ἀκοάς. βασιλεὺς δ' ἔφασκεν, οὐ συνορᾷν αὐτῷ τοὺς λόγους εἰς ὅ,τι τείνει. εἰ μὲν γὰρ μὴ τὰ συγγεγραμμένα ἤθελεν εἶναι φανερὰ, ἀλλ' ἀφανείᾳ πολλῇ κατέχεσθαι τὸν πάντα χρόνον, ἀνθ' ὅτου συντιθεὶς τοσοῦτον πόνον ἤνεγκεν; εἰ δ' ὅπερ δίκαιον, μᾶλλον εἶναι φανερὰ ἐβούλετο, καὶ μεγάλας ἂν εἴη χάριτας εἰδέναι δίκαιος, ὅτι ἐπὶ τοσούτων καὶ τῶν ἐπιφανεστέρων μάλιστα καὶ θαυμάζειν λόγων δύναμιν εἰδότων παρέσχετο ἀναγινώσκεσθαι, ἵν' ἐπαινοῖτό τε καὶ τὰς ἐπικαρπίας κομίζοιτο τῶν πόνων ζῶν, μάλιστα καὶ τῶν ἐπαίνων αἰσθανόμενος. νεκροὺς γὰρ οὔτ' ἔπαινος, οὔτε ψόγος ἡδύνειν ἢ ἀλγύνειν οἶδεν. εἰ δὲ διὰ τὸ πεφωρᾶσθαι τὰ ψευδῆ, ἃ ἐξ οὐκ ὄντων αὐτὸς παρ' ἑαυτοῦ πλάττεται, ἀλγεῖ, οὐκ αὐτὸς ἂν εἴη τῆς ἀλγηδόνος αἴτιος αὐτῷ, εἴπερ μηδὲ πέπεικεν αὐτὸς φαῦλον εἶναι καὶ τῆς ἀληθείας καταψεύδεσθαι. δέον μέντοι καὶ πρὸς τοῦτο μὴ πάνυ δάκνεσθαι. ὀλίγῳ γὰρ ὕστερον ἀπολιπὼν τὸν βίον, οὔτε τῶν ἐπαινούντων αἰσθήσεται, ἢ τῶν ὑβριζόντων, ἄν τε δίκαιοι καὶ ἀληθεῖς αἱ μέμψεις ὦσιν, ἄν τε μὴ, ὥσπερ καὶ ὧν αὐτὸς κατηγόρηκε πολλὰ καταψευδόμενος. ἐκεῖνο δὲ μᾶλλον δίκαιον λυπεῖν καὶ οὐκ ὀλίγην ἐμποιεῖν φροντίδα, μὴ ἐν τῷ μέλλοντι δικαστηρίῳ, ὥσπερ καὶ τῶν ἄλλων ἐγκλημάτων τῶν κατὰ τὸν βίον καὶ τοῦ ψεύδους καὶ τῆς συκοφαντίας δίκας δῶμεν, καὶ μάλιστα εἰ μηδεμίαν πρόφασιν ἑτέραν ἔχοι, ἢ ἄδικον ἀπέχθειαν. ταῦτα μὲν οὖν ὕστερον βασιλεῖ τῷ Καντακουζηνῷ ἐπράχθη τε καὶ εἴρητο μετὰ τὸ τῆς ἀρχῆς βασιλεῖ τῷ γαμβρῷ παρακεχωρηκέναι καὶ καθ' ἡσυχίαν βιοτεύειν, ὑποδύντα σχῆμα μοναχῶν. τότε δὲ ἐπεὶ τὰ κατὰ τὴν σύνοδον ἀπήρτιστο πάντα καὶ τέλος εἶχε, καὶ οἱ τὰ Ἀκινδύνου ᾑρημένοι ἠλέγχοντο ἀσεβοῦντες φανερῶς, ἐπὶ τὰς πολιτικὰς ἐτρέπετο πάλιν πράξεις· καὶ παρεσκευάζετο ὡς ἐπιστρατεύσων Τριβαλοῖς. ἐν τούτῳ δὲ τοῖς ἐν Γαλατᾷ Λατίνοις δέκα καὶ τέτταρες ἐκ Βενετίας ἐπέπλευσαν τριήρεις. νυκτός τε ἐπελθόντες ἀπροσδόκητοι, ἀπέβησάν τε οὐ προαισθομένων, καὶ ἐγένοντο ἐντὸς τειχῶν, ἦσαν γὰρ αἱ πύλαι τοῦ φρουρίου νυκτὸς ἀνεῳγμέναι ὑπ' αὐθαδείας καὶ θρασύτητος τῶν ἐνοικούντων, καὶ ἐκάκωσαν οὐκ ὀλίγα. ὡς γὰρ ᾐσθάνοντο οἱ φύλακες τὴν ἅλωσιν, βοῇ τε ἐχρῶντο καὶ συνεκάλουν ἐπὶ τὴν ἄμυναν τοὺς ἐγχωρίους. οἱ δὲ ἐκ τῶν οἰκιῶν ἄοπλοι ἐπὶ τὴν θάλασσαν κατιόντες, βουλόμενοι, ὅ,τι εἴη τὰ δρώμενα μαθεῖν, ἐτιτρώσκοντό τε καὶ ἀπέθνησκον πολλοί. ἔπειτα ὡς ᾔσθοντο ἀναθαρσήσαντες καὶ ὁπλισάμενοι, ἐξήλασαν τοὺς πολεμίους αὖθις, οὐδὲν γενναῖον εἰργασμένους, ἀλλὰ φαυλότατα ἠγωνισμένους· ὅμως διεσώθησαν πάντες ἐπὶ τὰς τριήρεις, οὐδενὸς πεσόντος, τραυματιῶν δὲ ὀλίγων γενομένων, ἀναγόμενοί τε τοῦ λιμένος, καὶ ὁλκάδας εἵλκυσαν κενάς τινας καὶ ἐκυρίευσαν. ἐπεὶ δὲ ἡμέρα ἤδη ἦν, δὶς μὲν καὶ τρὶς ἐπεχείρησαν πῦρ ἐνεῖναι ταῖς ὁλκάσιν οὔσαις πλείσταις ἐπὶ τοῦ λιμένος, ἀπεκρούσθησαν δὲ ὑπ' ἐκείνων, οὐδ' ἐγγὺς γενέσθαι δυνηθέντες. ἔπειτα παραπλέοντες ἐκάκουν, καί τινων ἐκράτησαν ὁλκάδων ἐκ Πόντου καταπλεουσῶν. ἐν ταύταις δὴ ταῖς ὁλκάσι καὶ πρέσβυς ἐκ Βενετίας ἀφῖκτο Δελφὶν ὠνομασμένος πρὸς βασιλέα, καὶ ἐδεῖτο συμμαχεῖν αὐτοῖς πρὸς τὸν κατὰ τῶν ἐκ Γεννούας πόλεμον, μεγάλα τέ τινα ἐπηγγέλλετο τὸν δοῦκαν Βενετίας καὶ τὴν βουλὴν Ρωμαίους ὠφελήσειν, εἰ πείθοιτο αὐτοῖς συμμαχεῖν ὁ βασιλεύς. τὰ ἴσα δὲ καὶ ὁ ῥὴξ Ραουήνας πρὸς βασιλέα διὰ γραμμάτων ἐπρεσβεύετο, καὶ μεγάλα ἐπηγγέλλετο, καὶ ἐδεῖτο βασιλέως τοῖς ἐκ Βενετίας συμμαχεῖν, οἷς καὶ αὐτὸς σύμμαχός ἐστι. βασιλεὺς δὲ ἀπηγόρευεν αὐτοῖς, ὥσπερ καὶ πρότερον, τὴν συμμαχίαν ἐν Θεσσαλονίκῃ. ἔφασκε γὰρ ἀδικεῖν μηδὲν, εἰ πρὸς τῷ μηδὲν αὐτοῖς ἐμποδὼν εἶναι πρὸς τὸν πόλεμον, μηδὲ πρὸς ἐκείνους πολεμοίη. ὡς μὲν γὰρ αἰτίας ἐκεῖνοι πολλὰς παρέσχοντο πολέμου, καὶ οὐδεὶς ἂν αὐτῷ μέμφοιτο δικαίως ἀμυνομένῳ τῶν προτέρων ἕνεκα ἀδικημάτων, οὐδεὶς ἂν ἔχοι ἀντειπεῖν· πρὸς μέντοι τὴν αὐτῶν φιλίαν ἐνστήσεσθαι οὐδὲν, εἰ αὐτὸς ἑκὼν εἶναι τοῖς προσκεκρουκόσι παρέχοιτο συγγνώμην. ὁ μὲν οὖν βασιλεὺς οὕτως εὐφυῶς ἀπεσκευάζετο τὸν πόλεμον. μᾶλλον γὰρ ἐδόκει εἶναι ἄριστον ἑκατέρων ἀποσχόμενον προσέχειν τῇ ἠπείρῳ καὶ τὰς δεδουλωμένας Ρωμαίων πόλεις ἐλευθεροῦν ἀπὸ τῶν πολεμίων. ὁ ἐκ Βενετίας δὲ πρεσβευτὴς καὶ ἄλλοι οὐ μετρίως ἠγανάκτουν, πρὸς τὴν συμμαχίαν αὐτοῖς ἀπαγορεύοντος βασιλέως. οἵ τε ἐκ Γαλατᾶ ὁμοίως εἰδότες, ὡς οἱ πολέμιοι σφίσι δέονται βασιλέως συμμαχεῖν, πρεσβείας καὶ αὐτοὶ συχνὰς ποιούμενοι, ἐδέοντο μὴ σφᾶς περιιδεῖν, ἀλλὰ συγγνώμην τε παρέχειν, εἴ τι πρότερον ἠγνωμονήκασι, καὶ νῦν μὴ συμμαχεῖν τοῖς πολεμίοις. ἐπηγγέλλοντό τε εἰσαῦθις μηδέποτε ἀγνωμονήσειν, ἀλλὰ πάντα ποιήσειν τὰ κατὰ γνώμην βασιλεῖ καὶ δουλεύειν ἀκριβῶς. ἅμα δὲ καὶ χρήματα παρείχοντο οὐκ ὀλίγα. βασιλεὺς δὲ τὸ μὲν μὴ πολεμήσειν ἐπηγγέλλετο, εἰ τὰ ἐπαγγελλόμενα καὶ αὐτοὶ ἀληθῆ ἐπὶ τῶν ἔργων ἀποδείξαιεν, τὰ δὲ χρήματα οὐκ ἐλάμβανεν, οὐκ αὐτῷ πρέπουσαν οἰόμενος εἶναι τὴν μικρολογίαν, οὐδὲ δοκεῖν ἐπὶ χρήμασι τὰ κοινῇ λυσιτελοῦντα προΐεσθαι Ρωμαίοις. οἱ ἐκ Βενετίας δὲ ὡς βασιλεὺς ἀσυμβάτως ἔχει συνορῶντες πρὸς αὐτοὺς, οὐδὲ γὰρ ᾤοντο οὐδὲν λόγου ἄξιον αὐτοὶ δυνήσεσθαι, μὴ βασιλέως συνεφαπτομένου πρὸς τὸν πόλεμον, δεινὰ μὲν ἐποιοῦντο καὶ ἠγανάκτουν· φανερῶς μέντοι κινεῖν πρὸς βασιλέα πόλεμον ὡρμημένοι οὐκ ἐφαίνοντο, ἀλλ' ὑποψίας παρεῖχον μόνον. αἱ γὰρ πρὸς Ρωμαίους αὐτοῖς σπονδαὶ ἐπ' ἐξόδῳ ἔτυχον οὖσαι τότε. ἔχουσι γὰρ πρὸς Ρωμαίους οὐ διηνεκεῖς, ἀλλ' ἐπ' ἔτεσι ῥητοῖς ἀπὸ τῶν Μιχαὴλ τοῦ πρώτου τῶν Παλαιολόγων βασιλέως χρόνων. ἐπειδὰν δὲ ἐν ἐξόδῳ αἱ συμβάσεις γένωνται, ἔξεστιν ὁποτερῳοῦν πόλεμον, εἰ βούλοιτο, κινεῖν· εἰ δ' ἑκατέροις λυσιτελεῖν δοκοίη μᾶλλον ἡ εἰρήνη, αὖθις τὰς σπονδὰς ἀνανεοῦσι καὶ τοὺς ὅρκους. ἐπεκράτησε δὲ παρὰ Ρωμαίοις καὶ τοῖς ἐκ Βενετίας Λατίνοις τὸ τοιοῦτον ἔθος ἐκ τοιαύτης μάλιστα αἰτίας. βασιλεὺς ὁ πρῶτος Μιχαὴλ, ἐπεὶ Βυζάντιον ἀνεσώσατο Ρωμαίοις καὶ Θρᾴκην καὶ Μακεδονίαν καὶ τὴν ἄλλην ἅπασαν ἑσπέραν ἑξήκοντα ὀλίγῳ πλείω ἔτη δουλεύσαντα Λατίνοις, πεζὴν μὲν καὶ ἱππικὴν δύναμιν μεγάλην εἶχε καὶ ἀξιόμαχον πρὸς πάντας πολεμίους, ναυτικὴν δὲ οὔπω τοσαύτην παρεσκευασμένος ἦν, ὅσην ὕστερον· ὅθεν καὶ τοὺς θαλασσοκρατοῦντας ἐδεδίει καὶ ἐθεράπευε, τῷ καιρῷ προσήκοντα ποιῶν· δεῆσαν μέντοι πρὸς ἑκάστους τίθεσθαι σπονδὰς, τοῖς μὲν ἄλλοις, ὅσοι κατ' ἐμπορίαν εἰς Βυζάντιον ἢ ἑτέρας παραλίους πόλεις Ρωμαίοις ὑπηκόους καταπλέουσι, φόρους ἔταττε καὶ ἀργύριον ῥητὸν τῷ δημοσίῳ· καὶ ἐπείθοντο ἀδύνατοι ὄντες ἀντιλέγειν. ἄχρι γὰρ καὶ νῦν παρέχονται τοὺς φόρους. οἱ ἐκ Βενετίας δὲ καὶ Γεννούας μέγα δυνάμενοι καὶ τὸν Ἰώνιον καὶ Αἰγαῖον καὶ τὸν Εὔξεινον στόλοις μεγάλοις παραπλέοντες, ὧν τὰ παράλια πάντα μάλιστα, ἢ τὰ πλείω ὑπήκοα Ρωμαίοις τότε ἦσαν, οὐκ ἐπείθοντο παρέχειν φόρους, ἀλλ' ἠξίουν ἐν πᾶσιν ἐμπορίοις τὴν βασιλέως ἀτέλειαν καρποῦσθαι. βασιλεὺς δὲ τότε πείθειν οὐκ ἔχων, καὶ βιάζεσθαι τοῖς ὅπλοις μὴ δυνάμενος, τοῖς μὲν ἐκ Γεννούας ἔθετο σπονδὰς διηνεκεῖς ἐπὶ τῷ ἐκείνους μὲν εἶναι ἀτελεῖς παντάπασιν ἐν πάσαις πόλεσι καὶ ἐμπορίοις, ἅ εἰσιν ὑπήκοα Ρωμαίων, καταπλέοντας, αὐτοὺς δέ τινα τρόπον ὑπὸ βασιλέα τελεῖν, τριήρεις τε παρέχειν κατὰ συμμαχίαν, εἰ δέοιτο, πεντήκοντα ἐφωπλισμένας, βασιλέως μόνου ναύταις καὶ ὁπλίταις μισθὸν παρέχοντος. εἰ δὲ κενῶν δέοιτο τριηρέων, τὰς ἴσας παρέχειν μετὰ τῶν ὅπλων μόνων καὶ ἀρχόντων, συμμαχεῖν τε βασιλεῖ καθ' ὁποίου ἄν ποτε πολεμῇ, καὶ φίλους εἶναι αὖθις καὶ συμμάχους, οἷς ἂν ἐκεῖνος φίλοις χρῷτο. τοῖς ἐκ Βενετίας δὲ ἀσυμβάτως εἶχε καὶ ἐβούλετο πολεμεῖν. ἑτέρου δὲ πολέμου μείζονος ἐπικειμένου τοῦ ῥηγὸς Καρούλου, προσεδοκᾶτο γὰρ ἐκεῖνος στόλῳ μεγάλῳ ἐπιπλεύσειν Βυζαντίοις, καὶ παρασκευαζομένου βασιλέως πρὸς ναυμαχίαν ἐπ' ἐκεῖνον, ἐδόκει δεῖν ἀνακωχὰς πρὸς τοὺς ἐκ Βενετίας τίθεσθαι, καὶ ἔθετο ἐπ' ἔτεσι ῥητοῖς, ἵν', εἴ ποτε ἀπαλλαγείη τοῦ πρὸς Κάρουλον πολέμου, ἐξείη πολεμεῖν αὐτοῖς, τῶν σπονδῶν ἐξηκουσῶν. τὸ δὴ τοιοῦτον ἐξ ἐκείνου ἄχρι νῦν ἐπικρατῆσαν ἔθος, τὸν ἴσον τρόπον αἱ πρὸς Ρωμαίους αὐτοῖς γίνονται σπονδαί. ἐπειδὰν δὲ ἥκωσιν εἰς τέλος, ἀνανεοῦνται αὖθις. εἰ δὲ δοκοίη θατέρῳ πολεμεῖν, ἔξεστι μηδὲν ἐγκαλουμένῳ. ἐν ἐξόδῳ τοίνυν τῶν πρὸς τοὺς ἐκ Βενετίας σπονδῶν, ὥσπερ ἔφημεν, οὐσῶν, ἐπεὶ μὴ βασιλέα πείθειν εἶχον συμμαχεῖν αὐτοῖς ἐπὶ τοὺς πολεμίους, φανερῶς μὲν οὐ κατήγγελλον τὸν πόλεμον, τὸν δὲ ἄρχοντα τῶν ἐν Βυζαντίῳ οἰκούντων ὑπηκόων αὐτοῖς ἐν ταῖς τριήρεσιν ἀναλαβόντες, ἀπεχώρουν, δόκησιν δὲ παρεῖχον, ὡς ἀμυνοῦνται βασιλέα τοῦ μὴ συμμαχεῖν, εἴ ποτε λάβοιντο καιροῦ.

κϛʹ. Οἱ ἐν Γαλατᾷ δὲ ὁρῶντες ἐκείνους ἀποχωροῦντας, οὐκ ἐνόμισαν ὅπερ ἦν, ὡς πρὸς τὴν ἐκείνων χάριν ἀπαγορεύσειεν αὐτοῖς ὁ βασιλεὺς τὴν συμμαχίαν, ἀλλ' ᾤοντο μεγάλα τινὰ ἀλλήλους ἀπαιτεῖν, δι' ἅπερ ἀσυμβάτως ἐσχηκέναι, ἄλλως τε καὶ τοὺς εὐεργετοῦντας ἀεὶ κακοῖς ἀμείβεσθαι εἰωθότες, ὥσπερ τοὺς πάλαι Λακεδαιμονίους λέγουσιν, ἵνα μηδενὸς δοκῶσι δεῖσθαι, μηδ' ἥττους εἶναι μηδενὸς, ὑπ' ἄκρας αὐθαδείας καὶ φυσήματος, ἐν ἡμέρᾳ μέσῃ, καὶ μηδεμίαν αὐτοῖς αἰτίαν πολέμου παρεσχημένου βασιλέως, λίθον ἀφῆκαν ἐπὶ τὸ Βυζάντιον διὰ τῆς μηχανῆς. ἐπεὶ δὲ ἐπύθετο τὸ συμβὰν ὁ βασιλεὺς, πρὸς τὸν ἐκείνων ἄρχοντα πέμψας καὶ τὴν βουλὴν, τὴν αἰτίαν ἐπυνθάνετο, δι' ἣν ἄρχονται πολέμου. ἐκείνων δὲ ὑποκρινομένων ἀγνοεῖν καὶ τὴν αἰτίαν τῆς ἀτοπίας τῷ ἐπὶ τῆς μηχανῆς ἀνατιθέντων τεταγμένῳ, ἐκέλευον οἱ πρέσβεις ἐκεῖνόν τε καὶ τοὺς συναραμένους κολάζειν. ἀδύνατον γὰρ μὴ καὶ πολλοῖς ἑτέροις χρῆσθαι συνεργοῖς. οὕτω γὰρ ἦν αὐτοῖς προστεταγμένον ὑπὸ βασιλέως. οἱ δὲ ἐπηγγέλλοντο προθύμως. ἐς τὴν ὑστεραίαν δὲ ἅμα ἕῳ καὶ λίθον ἕτερον ἐπὶ Βυζάντιον ἀφῆκαν. νομίσας δ' ὅπερ ἦν ὁ βασιλεὺς, ὡς διὰ τὸ τοὺς ἐκ Βενετίας ἀνακεχωρηκέναι θρασυνθέντες αὐτοὶ περιφρονοῦσι καὶ πολέμου ἄρχουσιν, αὐτοῖς μὲν αὐτίκα πόλεμον κατήγγελλε πέμψας, καὶ ἐκέλευεν ἡμέραις ὀκτὼ διαλυσαμένους, ὅσα πρὸς Ρωμαίους ἔχουσι συμβόλαια ἐπ' ἐμπορίας ἢ χρέα ἢ ἑτέρας τινὰς προφάσεις, καθίστασθαι πρὸς πόλεμον. τοὺς δὲ ἐκ Βενετίας μετεπέμπετο. οἱ δ' ἀνέστρεφον αὐτίκα χαίροντες, καὶ ἐτίθετο πρὸς αὐτοὺς συμμαχίαν καὶ σπονδὰς, ἥττους μὲν ὧν ἔμελλε πρότερον ποιεῖν παραπολὺ, μεγάλα γάρ τινα καὶ μάλιστα λυσιτελῆ Ρωμαίοις ἐπηγγέλλοντο, περιπλείστου ποιούμενοι τὴν βασιλέως συμμαχίαν, τότε δὲ, ἐπεὶ ἑώρων ἀδυνάτως ἔχοντα ἑτέρως πράττειν, ἤδη γὰρ οἱ ἐν Γαλατᾷ ἐκπεπολέμωντο, ἀφῄρουν πολλὰ τῶν πρότερον ἐπηγγελμένων. ὅμως δ' οὖν γεγενημένων τῶν σπονδῶν, ὁ πρὸς τοὺς ἐκ Γεννούας αὖθις ἤρχετο πόλεμος τῷ βασιλεῖ. αἰτία δὲ ἦν τοῖς ἐκ Βενετίας καὶ Γεννούας τοῦ πολέμου τούτου, ὃς ἀμφοτέροις συμφορῶν μεγάλων αἴτιος ἐγένετο, ὅτι, πρὸς Τάναϊν ἐπ' ἐμπορίᾳ πλεόντων ἀμφοτέρων, συμβέβηκέ τινι τῶν ἐκ Βενετίας πρὸς Σκύθην τινὰ διενεχθῆναι, καὶ τὴν διαφορὰν μέχρι φόνου προελθεῖν, ἀμυνομένων δὲ ὑπὲρ τοῦ ὁμοφύλου τῶν Σκυθῶν, τῶν τε Λατίνων ὁμοίως ὑπὲρ τοῦ οἰκείου, δημοσία τῶν γενῶν ἑκατέρων ἐγένετο ἡ μάχη, καὶ ἔπεσον μὲν πολλοὶ Λατίνων παρὰ τὴν μάχην, διπλασίους δὲ καὶ περαιτέρω τῶν Σκυθῶν. ἔπειτα ἐπὶ τὰς ναῦς τῶν Λατίνων ἀναχωρησάντων, ἐπεὶ μηδὲν οἱ Σκύθαι βλάπτειν ἦσαν δυνατοὶ, ἀθάλαττοι ὄντες παντελῶς, ἐπεστράτευσαν Καφᾷ, ὃ Λατίνων τῶν ἐκ Γεννούας φρούριόν ἐστι τοῖς παραλίοις τῆς Σκυθίας κατῳκισμένον, καὶ ἐπολέμησαν ἐπ' ἔτεσι δυσὶ, μηδεμίαν ἐνδιδόντες ἀνακωχήν. ἐν οἷς αὐτοί τε τῶν οἰκείων πολλοὺς ἀπέβαλον κατὰ τὰς μάχας καὶ τοῖς Λατίνοις αἴτιοι πολλῶν κατέστησαν ἀναλωμάτων. τῶν μὲν γὰρ τειχῶν ἦσαν ἥττους, τῶν ἔνδον κραταιῶς ἀμυνομένων, ἐμπορικῶν δὲ χρημάτων κατὰ τὴν Σκυθίαν ἐκράτησαν πολλῶν, καὶ κατὰ τὸν πόλεμον ἀναγκάζοντες τρέφειν μισθοφορικὸν ἐπὶ φρουρᾷ τοῦ πολιχνίου, οὐκ ὀλίγα ἐζημίωσαν. ἐπεὶ δὲ αὐτοῖς ἀνήνυτος ἐφαίνετο ἡ ἐπιχείρησις, διέλυον τὸν πόλεμον, θέμενοι σπονδάς. μετὰ δὲ τοῦ πολέμου τὴν κατάλυσιν ἠξίουν οἱ ἐκ Γεννούας, μηδένα μήτε Ρωμαῖον, μήτε ἐκ Βενετίας ἔμπορον πλέειν ἐπὶ Τάναϊν, μήτ' ἐκ σφῶν, πρόφασιν μὲν, ὡς μὴ καὶ αὖθις ἀναγκάζοιντο ἔκ τινος αἰτίας Σκύθαις πολεμεῖν, τῇ δ' ἀληθείᾳ, προσόδων μεγάλων ἀφορμὰς σφίσιν αὐτοῖς κατασκευάζοντες. διενοοῦντο γὰρ, ὡς, εἰ κοινὸν ὁ Καφᾶς ἐμπόριον τοῖς ἁπανταχόθεν κατασταίη, μεγάλα ὠφελήσεσθαι αὐτοὺς ἁπανταχόθεν ἀργυρολογοῦντας· ἢ εἰ μὴ τούτοις, ἔφασαν, ἀγαπῷεν, τὰς κατὰ τὸν πόλεμον συνεκτινέτωσαν δαπάνας. Βενετικοῖς δὲ τό,τε Τανάϊδος παντάπασιν ἀποσχέσθαι ἐδόκει ἥκιστα λυσιτελεῖν, καὶ τὸ τὰ χρήματα συνεκτίνειν ἀνεκτὸν οὐδ' ἄκροις ἦν ὠσὶν, ἀλλ' ἔφασαν, μηδένα ἂν κωλύσειν πλέειν, ὅποι ἂν δοκῇ λυσιτελεῖν· καὶ ἅμα ἐπεχείρουν πλέειν ἐπὶ Τάναϊν, ἀκόντων Γεννουϊτῶν· οἱ δ' ἐκώλυον πρὸς βίαν καὶ ἐζημίωσαν εἰς χρήματα, ἐμπόροις ἐπιθέμενοί τισι καὶ κρατήσαντες ὁλκάδων. ἐκ δὲ τούτου εἰς τὸν πόλεμον κατέστησαν, καὶ μέγας ἀνεῤῥιπίσθη, καὶ χρήματα οὐκ ὀλίγα καὶ τριήρεις ἀπώλοντο ἀφ' ἑκατέρων. τότε δ' οὖν ἐπεὶ καὶ βασιλεὺς Βενετικοῖς συνεξώρμητο πρὸς τὸν πόλεμον, τριήρεις τε ἐπλήρου καὶ τῆς θαλάττης ἐκράτει μετὰ τῶν ἐκ Βενετίας, καὶ ἐκ τῆς ἠπείρου πέμψας στρατιὰν, ἐπολιόρκει. καὶ πρῶτα μὲν ἑκατέρωθεν ἥ τε ναυτικὴ καὶ ἱππικὴ δύναμις προσβαλόντες, τὰς ἔξω Γαλατᾶ ἐνέπρησαν οἰκίας πάσας πλὴν ὀλίγων, αἳ ὑπὸ τοῖς τείχεσιν αὐτοῖς ἦσαν, ἔπειτα ἡ μὲν ἠπειρῶτις συχνὰς καθημέραν ποιουμένη τὰς ἐφόδους, ἀκριβῶς ἐπολιόρκει καὶ οὐδὲ προβαίνειν εἴα τειχῶν ἔξω τοὺς Λατίνους. τὴν ναυτικὴν δὲ ὁ βασιλεὺς εἰς δύο διελὼν, τὴν μὲν αὐτοῦ κατέλιπε τὸ φρούριον πολιορκεῖν, τὴν ἑτέραν δὲ ἔπεμπεν ἐπὶ Πόντον, τὰ Γεννουϊτῶν κακώσουσαν· καὶ ἐκάκωσαν ἐπιπλεῖστον. χρημάτων τε γὰρ ἐκράτησαν καὶ ἐμπόρων οὐκ ὀλίγων, καὶ ὁλκάδας ἐνέπρησαν πολλάς. ἐπεὶ δὲ ἐπανῆκον ἐκ τοῦ Πόντου, παρεσκευάζοντο πρὸς τὴν τειχομαχίαν, καίτοι μάλιστα βασιλέως ἀπαγορεύοντος καὶ μὴ δεῖν οἰομένου τείχεσιν ὀχυρωτάτοις καὶ πολλοὺς τοὺς ἀμυνομένους ἔχουσιν ἐφεστηκότας προσβάλλειν, οὐδεμιᾶς ἐλπίδος οὔσης περιγίνεσθαι τοῖς ὅπλοις, ἀλλὰ μᾶλλον χρονίῳ κατεργάζεσθαι πολιορκίᾳ, καὶ τῷ τῶν Βενετικῶν ναυαρχοῦντι Νικολάῳ τῷ Πισσαίῳ παραινοῦντος. τῷ δὲ ἐδόκει μᾶλλον τειχομαχεῖν ὑπ' ἀπειρίας, καὶ τῶν Ρωμαίων ἐῴκει ὁμαλῶς καθάπτεσθαι, ὡς διὰ τὴν ἀτολμίαν σφῶν Γαλατᾶ ἀναλώτου μένοντος, ῥᾷστα δυναμένου, εἰ αὐτοῖς καὶ Ρωμαῖοι συμπροθυμηθεῖεν. δι' ἃ ὁ βασιλεὺς, καίτοι μάλιστα εἰδὼς, ὡς οὐ προσήκουσιν ἔμφρονι καὶ δεινῷ στρατηγῷ ἐπιχειρεῖ, ὅμως ἐπείθετο διὰ τὸ φύσημα τοῦ Λατίνου καὶ τὸ μὴ δοκεῖν ὑπ' ἀτολμίας προΐεσθαι τὰ δυνατά. καὶ ἄλλα τε παρεσκευάζοντο ἐπιτήδεια πρὸς τὴν τειχομαχίαν, καὶ ὁλκάδας μυριοφόρους συζεύξας δύο καὶ, ὡς μάλιστα ἐνῆν, δοκοῖς μεγάλοις ἐφαρμόσας, ἔπειτα πύργον ξύλινον ἐπέστησεν ἐπὶ τοσοῦτον ὕψους ἥκοντα, ὥστε εἶναι τῶν Γαλατᾶ μετεωρότερον τειχῶν. ὀροφάς τε εἶχε τρεῖς, ἐξ ὧν ἔμελλον ἑστῶτες οἱ ὁπλῖται μάχεσθαι. ἀπὸ δὲ τοῦ πύργου προβεβλημέναι ἦσαν δύο κεραῖαι μέγισται μεγέθει, ἃς ᾤοντο διικνεῖσθαι ἄχρι τῶν τειχῶν, ἐφ' ἃς σανίσιν οἱ δημιουργοὶ, ὥσπερ ἀναβάσεις, θέμενοι, ὁδόν τινα κατεσκεύασαν ἀπὸ τοῦ πύργου φέρουσαν ἐπὶ τὰ τείχη. ᾤοντο δὲ, ὡς, τῶν ἀπὸ τοῦ πύργου μαχομένων ἄδειαν παρεχομένων καὶ ῥᾳστώνην πρὸς τὴν δίοδον, δι' αὐτῆς τῶν εὐψύχων τινὲς συμβαλοῦσι τοῖς ἐπὶ τοῖς τείχεσι καὶ κρατήσουσι βαλλομένους καὶ ἀπὸ τοῦ πύργου. ὃ κἂν προὐχώρησε κατὰ τὴν ἐπίνοιαν αὐτοῖς, εἰ αἱ κεραῖαι ἄχρι ἀφικνοῦντο τῶν τειχῶν. ἀποδέουσαι δὲ ὀφθεῖσαι οὐκ ὀλίγον, ἄπρακτον τὸ μηχάνημα ἐποίουν. ταύτῃ δὲ ὁμοίαν, πλὴν τοῦ πύργου, καὶ Φακεωλάτος ὁ πρωτοστράτωρ κατεσκευάζετο, βασιλέως προστεταχότος, μηχανὴν ἐφ' ὁλκάδος καὶ αὐτὸς μεγάλης. ἐπ' ἄκραις δὲ ἐκεῖνος ταῖς κεραίαις ἐσχάραν ἐπέθηκε ξυλίνην· οὕτω δὲ ἦν ἡ ἐσχάρα κατεσκευασμένη, ὥστε κινεῖσθαι καλωδίοις δή τισι καὶ δοκοῖς, ἐφ' οἷς ἐπέκειτο· ἔπειτα ὕλην συμφορήσας τρέφειν δυναμένην πῦρ, ἐπέθηκε τῇ ἐσχάρᾳ. γνώμην δὲ εἶχεν, ὡς ἑνὶ τῶν Γαλατᾶ πύργων ἐπιθήσων ἐξαφθεῖσαν, ἦσαν γὰρ οὐκ ὀλίγοι ξύλοις ἄνωθεν ἐπεσκευασμένοι, ὥστε διὰ τοῦ πύργου καὶ ταῖς οἰκίαις ἐπελθεῖν τὸ πῦρ, ἀνέμου πνεύσαντος. ἀνύειν δὲ οὐδὲν οὐδ' ἡ ἐκείνου ἐπίνοια ἐδύνατο, ἀποδεουσῶν τῶν κεραιῶν. καὶ τρίτην δὲ οἱ Βενετικοὶ προσεξειργάσαντο, ὥσπερ κλίμακα ἀπὸ τῆς νεὼς ἐπὶ τὰ τείχη τῶν πολεμίων. ἐπεὶ δὲ τὰ ἐκ θαλάττης πάντα ἦσαν παρεσκευασμένα, καὶ ἐκ τῆς ἠπείρου τὰ δέοντα προσεπορίζοντο καὶ κλίμακάς τε κατεσκεύαζον καὶ σιδήρια, οἷς χρῆσθαι ἔμελλον ἐπὶ τῷ τὰ τείχη διορύσσειν, ὕλης τε φάκελοι ἐκομίζοντο ἐφ' ἁμαξῶν, αἷς ἔμελλον πρός τε τὴν διάβασιν τῆς τάφρου χρήσεσθαι, αὐταῖς ἁμάξαις εἰσωθήσαντες, καὶ πρὸς ταῖς πύλαις, εἰ δέοι, ἐνιέναι πῦρ. καὶ ἐπεὶ οὐδὲν ἐνέδει ἔτι, ἡ πεζὴ καὶ ἱππικὴ δύναμις ἐξήγετο, ὧν ἐστρατήγει δεσπότης Μανουὴλ Ἀσάνης, ὁ βασιλίδος τῆς Εἰρήνης ἀδελφὸς, ὑποστράτηγον ἔχων τὸν πρωτοστράτορα Φακρασῆν, καὶ περιεστρατοπέδευε Γαλατᾶν. καὶ ἡ ναυτικὴ ἤδη παρεσκεύαστο, ὡς εἰς τὴν ὑστεραίαν ἅμα ἕῳ τοῖς τείχεσιν ἐμβαλοῦντες. καὶ οἱ ἐν Γαλατᾷ δὲ παρεσκευάζοντο, ὡς ἀμυνούμενοι. τάς τε γὰρ ὁλκάδας καὶ τριήρεις, ὅσας εἶχον, κατέδυσαν πρότερον εἰς τὴν θάλασσαν, κατὰ μίαν ἐφεξῆς πρὸ τῶν τειχῶν ἀνάψαντες τοῖς καλωδίοις ἀπὸ τῶν ἐπάλξεων, ὅσον μὴ παντάπασι καταδύεσθαι, ἀλλ' ἀνάγεσθαι εἶεν εὐχερεῖς καιροῦ καλοῦντος, καὶ ἄλλα, ὅσα πρὸς ἀποτροπὴν ἐδόκει λυσιτελήσειν τῶν μηχανημάτων. συνήνεγκε δὲ αὐτοῖς ἐς τὰ μάλιστα τῶν ὁλκάδων ἡ κατάδυσις. αὐταί τε γὰρ ἀνάλωτοι ἦσαν τῷ πυρὶ διὰ τὸ ὕδωρ, καὶ ταῖς πολεμίαις ναυσὶν ἀπόβασιν οὐ παρεῖχον, τάς τε μηχανὰς ἐκώλυον ἐγγὺς τειχῶν ἰέναι. ὁ μὲν οὖν βασιλεὺς μετὰ τῆς ἐκ τῆς ἠπείρου στρατιᾶς διενυκτέρευσεν ἐλθών· πρωτοστράτορα δὲ τὸν Ταρχανειώτην, ὃς τῶν βασιλικῶν τριηρέων ἐστρατήγει, καὶ τὸν τῶν Βενετικῶν ἄρχοντα Νικόλαον ἅμα ἕῳ ἐμβαλεῖν ἐκέλευεν ἀπὸ θαλάττης, ὡς καὶ τῆς πεζῆς καὶ ἱππικῆς δυνάμεως ἐκ τῆς ἠπείρου ἐμβαλούντων. τριήρεις δὲ ἦσαν αἱ σύμπασαι Ρωμαίων καὶ Λατίνων κατ' ἐκείνην τὴν μάχην δύο καὶ τριάκοντα. συνέβη δὲ τῆς αὐτῆς νυκτὸς ἐκ Βενετίας τριήρη πρὸς Νικόλαον ἀφῖχθαι, ἣ ἐμήνυεν, ἑβδομήκοντα τριήρεις ἐκ Γεννούας ἀνηγμένας ἰέναι ἐπ' αὐτοὺς, ἐκέλευόν τε ἡ βουλὴ καὶ ὁ δοὺξ, πρόνοιαν αὐτοῦ καὶ τῶν τριηρέων ποιεῖσθαι, μὴ ὑπὸ τοῦ πολεμίων στόλου ἐγκαταληφθεὶς ἀπόληται. ὁ γὰρ ἐν Γεννούᾳ δῆμος οὐκ ὀλίγῳ χρόνῳ πρότερον πρὸς τοὺς παρὰ σφίσι πολεμήσαντες δυνατοὺς, τοὺς μὲν ἐξήλασαν, περιγενόμενοι τῶν ἀρίστων καὶ ἀειφυγίαν καταψηφισάμενοι, τοὺς δ' ἀτίμους εἶχον, μήτε βουλῆς ἀξιοῦντες, μήτ' ἀρχῆς μηδεμιᾶς, ἀλλὰ πάντα τρόπον ἐπίεζον καὶ ἐταπείνουν. δημοκρατεῖσθαι γὰρ ἐβούλοντο μᾶλλον, ἢ ὑπ' ἐκείνων ἄρχεσθαι. τοῦ δήμου δέ τινα προστησάμενοι Σίμωνα Μπουκανέγραν προσαγορευόμενον, ἄρχειν ἐφῆκαν τῶν πραγμάτων, καὶ τοῦ δήμου καὶ τῆς βουλῆς συνεπιψηφιζομένης. τοῦ Βενετικοῦ δὲ πολέμου τουτουῒ κεκινημένου, ἐπεὶ ἑώρων ἀντικαθίστασθαι ὄντες ἀδύνατοι αὐτοὶ, μὴ καὶ τῶν δυνατῶν συναιρομένων, οἷα δὴ πολλῶν χρημάτων καὶ μείζονος δεομένου τοῦ πολέμου τῆς παρασκευῆς, τῶν τε φευγόντων ἀρίστων κάθοδον ἐψηφίσαντο καὶ τῆς παρὰ σφίσι μετέδοσαν βουλῆς καὶ τῶν πραγμάτων ἅπτεσθαι ἐκέλευον. οἱ δυνατοὶ δὲ ὁρῶντες, ὡς, ἢν αὐτοὶ πρὸς ὀργὴν τὰς πρὸς τὸν δῆμον διωθῶνται καταλλαγὰς, οὐδὲν ἕτερον ὑπολείπεται, ἢ, ἐκείνων διαφθειρομένων ὑπὸ τῶν ἐκ Βενετίας, καὶ αὐτοὺς συγκινδυνεύειν, καὶ δεινὸν ἡγούμενοι καὶ τῶν αἰσχίστων, διὰ τὴν τοῦ δήμου πρὸς αὐτοὺς ἀγνωμοσύνην ἑκοντὶ προδιδόναι τὴν ἐλευθερίαν καὶ δουλεύειν τοῖς πολλῷ χείροσιν αἰσχρῶς καὶ ἀγεννῶς, ὠνείδισαν μὲν τῷ δήμῳ τὴν ἀγνωμοσύνην καὶ τὴν ἀκρισίαν, ὅτι τοὺς ἀρίστους οὕτω προπηλακίζουσιν εὐχερῶς, μηδὲν ἕτερον ἔχοντες ἐγκαλεῖν, ἢ ὅτι βελτίους τῶν πολλῶν εἰσιν, ὑφίσταντο δὲ τὸν πόλεμον προθύμως ὑπὲρ τοῦ κοινοῦ, καὶ χρήματα παρασχόμενοι καὶ ὅπλα καὶ τὴν ἄλλην συντέλειαν, ὅσην ἔδει· τόν τε στόλον τῶν ἑβδομήκοντα νεῶν παρεσκευάσαντο, καὶ Παγανὴν ἐπιστήσαντες στρατηγὸν ἐκ τοῦ τῶν Ὀρίων γένους τὸν ἐπιφανέστατον, καὶ συνέσεως καὶ τόλμης ἕνεκα καὶ ἐμπειρίας ὑπερέχοντα τῶν ἄλλων, ἐξέπεμψαν ἐπὶ τὸν πόλεμον. Νικόλαος δὲ ὁ τῶν Βενετικῶν τριηρέων στρατηγὸς, ἐπεὶ ἐπύθετο τὴν περὶ τοῦ τῶν πολεμίων στόλου ἀγγελίαν, καὶ πρότερον ἀτολμότατος πρὸς μάχας ὢν, τότε μᾶλλον ἐξεπέπληκτο καὶ εὐθὺς ἀπεῖδε πρὸς φυγήν· ἵνα δὲ μὴ ἡ παρεσκευασμένη τειχομαχία κωλυθῇ, βασιλεῖ μὲν οὐδὲν ὧν ἐπύθετο ἀπήγγελλε, τὰς σφετέρας δὲ τριήρεις ἔχων καὶ τὴν ἐπὶ τῆς ὁλκάδος μηχανὴν, ὅσον μὴ βάλλεσθαι παρατεταγμένος, μόνον ἐν τοῖς ὅπλοις ἦν, δόκησιν παρέχων, ὡς μαχούμενος, ἔργου δὲ παντάπασιν ἀπείχετο. Ρωμαῖοι δὲ κατὰ τὸ ἐπίταγμα βασιλέως ἅμα ἕῳ τοῖς τείχεσι προσέβαλον τῶν πολεμίων καὶ ταῖς τριήρεσι καὶ ταῖς ἀπὸ τῶν ὁλκάδων μηχαναῖς. αἱ μὲν οὖν μηχαναὶ τῶν τειχῶν μὴ ἐφικνούμεναι, ἄπρακτοι ἐλείποντο. ὅμως ἐγγὺς γενόμενοι οἱ ἐν αὐταῖς ὁπλῖται ἔβαλλον τοὺς ἀπὸ τῶν τειχῶν καὶ πλείστους ἐτραυμάτισαν· ὁμοίως καὶ οἱ ἀπὸ τῶν τριηρέων. ἐτραυματίσθησαν δὲ οὐκ ὀλίγοι καὶ ἀπὸ τῶν βασιλικῶν, καὶ ἔπεσόν τινες. ἐτρώθη δὲ καὶ ὁ στρατηγὸς Ταρχανειώτης τὸν δεξιὸν ἀγκῶνα βέλει, καὶ διήλασεν ἀμφοτέρας τὰς ἐπιφανείας, καίτοι τεθωρακισμένον· μετὰ τοσαύτης προσέπεσε τῆς ῥύμης· ἐξ οὗ μάλιστα μὲν ἦλθε τοῦ ἀποθανεῖν ἐγγὺς, προνοίᾳ δὲ θεοῦ περιεσώθη, πολλὰς καὶ ἀνυποίστους ἀλγηδόνας ἐνεγκών· μόλις γὰρ ἐν ἔτεσι δυσὶν οὐλὴν ἐδέξατο τὸ τραῦμα. βασιλεύς τε ἐκ τῆς ἠπείρου προσβάλλειν τε ἐκέλευε τῇ στρατιᾷ καὶ τῇ τάφρῳ ἐμβάλλειν τὰς ἁμάξας, ὡς ἂν τοῖς τείχεσι τὰς κλίμακας ἐρείσωσι, διαβατῆς γεγενημένης. καὶ ἐνέβαλλον οὐ πάσας. ἔτι δὲ τοῖς στρατιώταις περὶ ταῦτα ἠσχολημένοις, οἱ ἐν Γαλατᾷ τὴν ἐκ θαλάττης μάχην ἀποσκευασάμενοι, ἔθεον ἐπὶ τὸ μάλιστα πονοῦν τῶν κατὰ τὴν ἤπειρον τειχῶν, καὶ τὰς πύλας διανοίξαντες, ἐξεχέοντο καὶ πῦρ ἐνίεσαν τῇ ὕλῃ καὶ πᾶσαν κατέφλεξαν αὐταῖς ἁμάξαις. ἐτραυμάτισαν δὲ καὶ ἀπὸ τῶν τειχῶν βάλλοντες πολλοὺς ἀνθρώπους τε καὶ ἵππους· οὐκ ἐλάττους δὲ καὶ αὐτῶν ἐτραυματίσθησαν. ὁ βασιλεὺς δὲ ἤδη τὴν ἐπιχείρησιν ὁρῶν ἀδύνατον, καίτοι καὶ πρότερον εἰδὼς, ἀπήγαγε τὴν στρατιὰν, καὶ τὴν μὲν πεζὴν ἐκέλευεν ἀναχωρεῖν αὐτίκα, αὐτὸς δὲ τὴν ἵππον ἔχων ἔμεινεν ἐπὶ τοῦ στρατοπέδου καὶ ηὐλίσατο τὴν νύκτα. εἰς τὴν ὑστεραίαν δὲ ὡπλισμένην ἀγαγὼν τὴν στρατιὰν, ἔστησε πρὸ τῶν Γαλατᾶ πυλῶν ἐφικανὸν, οὐδεὶς δὲ Λατίνων ἀντεπεξῆλθεν, οὐδὲ βέλος ἀφῆκεν ἐπ' αὐτούς. ἐκεῖθεν δὲ, ἐπεὶ μηδεὶς ἀντεπεξῄει, εἰς Βυζάντιον ἀνέστρεφε. Νικόλαος δὲ ὁ τῶν Βενετικῶν ἄρχων τὴν αἰτίαν ἀποκρύψας, δι' ἣν τῆς τε μάχης ἀπέσχετο παντάπασι καὶ βούλοιτο ἀναχωρεῖν, μόνον δὲ τοῦτο εἰπὼν, ὡς παρὰ τῆς βουλῆς καὶ τοῦ δουκὸς ἀποπλέειν κελευσθείη, πρὸς Βενετίαν ἀπεχώρει συνταξάμενος, τὸν πρὸς τοὺς ἐκ Γεννούας πόλεμον μόνῳ βασιλεῖ καταλιπὼν, ὃς τριήρεσί τε ἐκ θαλάττης ἐπολιόρκει ταῖς ἰδίαις καὶ ἐκ τῆς ἠπείρου συχνὰς ἐποιεῖτο τὰς ἐφόδους, πέμπων στρατιὰν, καὶ πάντα ἔπραττεν, ἐξ ὧν ἐκείνους πάσχειν ἦν κακῶς, καὶ ἔβλαπτεν οὐ μέτριά τινα. Νικόλαος δὲ πρὸς Βενετίαν ἀποπλέων, τῷ τῶν πολεμίων στόλῳ περιέτυχε, προαισθόμενος δὲ ἔφευγεν, ᾗ τάχους εἶχεν, ἐπεδίωκόν τε οἱ πολέμιοι, φθάσας δὲ αὐτοὺς πρὸς τῇ κατὰ τὴν Εὔβοιαν πολίχνῃ, ἣ αὐτοῖς ἐστιν ὑπήκοος, τάς τε τριήρεις διέσωσεν οὐδεμίαν ἀπολέσας, καὶ περιεποίησε τὴν πολίχνην, ῥᾷστα ἂν ἑαλωκυῖαν, εἰ μὴ φθάσαντες αὐτοὶ εἰσῆλθον.

κζʹ. Ἐν τούτοις δὲ τῶν πραγμάτων ὄντων, καὶ ὁ τῶν βασιλέων πόλεμος αὖθις ἤρχετο καὶ ἐλάμβανεν αἰτίας οὐ μικράς. οἱ γὰρ ἐν Θεσσαλονίκῃ μετὰ βασιλέως ὑπολελειμμένοι τοῦ νέου Ἰωάννου οὐκ ἠγάπων τοῖς παροῦσιν, ἀλλὰ νεωτέροις ἐπεχείρουν καὶ βασιλέα τὸν νέον ἐξεπολέμουν βασιλεῖ τῷ κηδεστῇ, καίτοι οἱ πολλῆς εὐμενείας παρὰ Καντακουζηνῷ τῷ βασιλεῖ τυγχάνοντες καὶ τῶν εὔνων καὶ οἰκείων μάλιστα δοκοῦντες εἶναι. ἔφασαν γὰρ ἀγανακτεῖν ὑπὲρ αὐτοῦ ἀδικουμένου καὶ τῆς πατρῴας ἡγεμονίας ἀποστερουμένου. καὶ γὰρ οὐ τοῦτο μόνον εἶναι τὸ δεινὸν, ὅτι σύμπασαν ἐκεῖνος ἔχων τὴν ἀρχὴν, ὄνομα μόνον βασιλείας καταλέλοιπεν αὐτῷ κενὸν πραγμάτων, ἀλλὰ καὶ ὥσπερ ὑπερορίαν καταψηφισάμενος, ἀγαγὼν ἐν μέσοις πολεμίοις καταλέλοιπεν, οὐδεμιᾶς προνοίας ἀξιώσας, ὥσπερ ἐπηγγέλλετο ἀπαίρων, ἀλλὰ πολέμους προφασιζόμενος, τὴν Ρωμαίων κάθηται αὐτὸς ἡγεμονίαν ἔχων, αὐτὸν δὲ ὥσπερ τι τῶν ἀχρήστων προεῖτο, ἢ ὑπὸ Τριβαλῶν ἐκπολιορκηθησόμενον, ἢ προδοθησόμενον ὑφ' οὕτως ἀτάκτου δήμου καὶ τολμῶντος πάντα εὐχερῶς· ἃ χρὴ συνορᾷν αὐτὸν καὶ σκοπεῖν, ὅπως τῆς πατρῴας αὖθις ἐγκρατὴς γένοιτο ἀρχῆς ῥᾷστά γε δυνάμενος· Κράλης τε γὰρ δυνάμει πάσῃ βοηθήσει, ἐν τοῖς πολεμιωτάτοις ἐκεῖνον ἄγων καὶ βουλησόμενος αὐτῷ μάλιστα συναίρεσθαι, καὶ αὐτοὶ ὑπὲρ αὐτοῦ πάντα κίνδυνον ὑπομενοῦσι καὶ προθύμως συναγωνιοῦνται καὶ χρήμασι καὶ ὅπλοις καὶ σώμασι· καὶ μὴ κατοκνεῖν πρὸς τὴν ἐπιχείρησιν παρῄνουν. ἐνήγοντο δὲ ἐκεῖνοι πρὸς τὸ κινεῖν τῶν βασιλέων πρὸς ἀλλήλους πόλεμον οὐχ ἧττον μὲν καὶ τρόπων φαυλότητι καὶ μοχθηρίᾳ, ᾗ καὶ πρὸς τὰ αἴσχιστα ἐξήγοντο ἑτοίμως, μάλιστα δὲ καὶ χρήμασι διεφθάρησαν πρὸς Κράλη, εἰ τὸν πρὸς ἀλλήλους Ρωμαίων αὖθις πόλεμον κινοῖεν. οἷς ὁ νέος βασιλεὺς, ἅτε δὴ πρὸς πανουργίας καὶ διαφθορὰς καὶ βίων καὶ λόγων παντάπασιν ἀπείρως ἔχων καὶ δίκαια βουλεύεσθαι καὶ συμφέροντα νομίσας καὶ τὴν σπουδὴν ὑπὲρ αὐτοῦ ποιεῖσθαι, ἐπείθετό τε καὶ ἐν τοῖς μάλιστα τῶν φίλων ἔταττε τοὺς πολεμιωτάτους ὡς ἀληθῶς καὶ κέρδους μικροῦ καὶ λήμματος αὐτόν τε καὶ σύμπασαν ἡγεμονίαν προδιδόντας, καὶ ἐσκέπτετο σὺν αὐτοῖς, ὅθεν τε καὶ ὅπως τὸν πρὸς βασιλέα τὸν κηδεστὴν πόλεμον ἀνακινοίη. ἐδόκει δὴ δεῖν, πρὶν ἔκπυστα γενέσθαι τὰ βεβουλευμένα, Ἀσάνην τὸν Ἀνδρόνικον ἀφιστᾷν Θεσσαλονίκης. ὑπώπτευον γὰρ ἐκεῖνον τὰ μέγιστα ἐναντιώσεσθαι, οὐ μόνον ἀντικαθιστάμενον πρὸς τἄλλα, ἀλλὰ καὶ βασιλεῖ τῷ νέῳ παραινοῦντα τῶν ἀτόπων ἀπέχεσθαι ἐπιχειρήσεων καὶ μὴ διαφθείρειν τὴν ἡγεμονίαν ἑκοντὶ, ἧς ἔσοιτο κύριος μετὰ μικρὸν, εἰ πρὸς βασιλέα τὸν κηδεστὴν εὐγνωμονοίη. καὶ προσελθόντες ἐν προσχήματι φιλίας πρῶτα μὲν ὅρκους ἀπῄτουν, ὥστε καταδήλους μὴ ποιεῖν, μέλλοντας ἐκκαλύπτειν τὰ μάλιστα ἀπόῤῥητα τῷ νέῳ βασιλεῖ. ἔπειτα, ἐπεὶ ἐλάμβανον τὰς πίστεις καὶ ἦσαν ἐν πεποιθήσει δῆθεν, βασιλέα τὸν νέον ἔλεγον συνθέσθαι Κράλῃ ἐπὶ τῷ πόλεμον κινεῖν κατὰ βασιλέως τοῦ κηδεστοῦ, καὶ οὐδενὸς ἔτι ἐνδεῖν πρὸς τὰς συμβάσεις, Κράλην δὲ προθυμότατα μὲν ἐθέλειν βασιλεῖ τῷ νέῳ συμμαχεῖν καὶ πᾶσαν ὑπὲρ αὐτοῦ καὶ σπουδὴν ἐνδείκνυσθαι καὶ προθυμίαν, δεινὸν δὲ ὄντα ταράξαι καὶ συγχέαι πράγματα καὶ χρήσασθαι προσηκόντως τοῖς καιροῖς καὶ τοῦτ' ἐπινενοηκέναι, ἵν' ἀσυμβάτως μᾶλλον ἔχειν παρασκευάσῃ τοὺς βασιλέας, τὸ σὲ βούλεσθαι ὥσπερ ὅμηρον λαβεῖν· καὶ σκήπτεται δῆθεν ἀπιστεῖν τῷ νέῳ βασιλεῖ, μὴ τῇ στρατιᾷ ἐπιβουλεύσει, ἣν παρέξει συμμαχήσουσαν, καὶ διαφθερεῖ, τὰς διαφορὰς διαλυσάμενος πρὸς βασιλέα. ὧν ἕνεκα ἐγκείμενος βασιλεῖ τῷ νέῳ σὲ λαβεῖν αἰτεῖ. βασιλεὺς δ' ἐπεὶ ἔγνω τὸν πόλεμον κινεῖν καὶ μάλιστα τῇ Τριβαλῶν προσέχειν συμμαχίᾳ, συνέθετο ἐξ ἀνάγκης ἐκδιδόναι. ἃ σκέπτεσθαι χρεὼν καὶ μηχανήν τινα ἐξευρίσκειν, ἐξ ἧς αὐτός τε καὶ τὰ παρόντα πράγματα διασωθήσεται. ἐκεῖνοι μὲν οὖν οὕτω πιθανὴν συσκευασάμενοι προσῆγον τὴν ἐπιβουλὴν, Ἀσάνης δὲ ἀγνοήσας τὴν ἀπάτην, ᾔδει γὰρ ἐκείνους πρότερον τὰ Καντακουζηνοῦ τοῦ βασιλέως μᾶλλον ᾑρημένους, ἄλλως θ' ὅτι καὶ φῆμαι πάντοθεν προσέπιπτον αὐτῷ καὶ βασιλεὺς ὁ νέος ἐμηνύετο πόλεμον βούλεσθαι κινεῖν πρὸς βασιλέα τὸν κηδεστὴν, ἐπίστευέ τε τοῖς εἰρημένοις καὶ σφοδρῶς ἐθορυβεῖτο, χάριν δὲ πολλὴν ὁμολογῶν αὐτοῖς τῆς εἰς βασιλέα καὶ αὐτὸν εὐνοίας, ἔπειτα ἐδεῖτο καὶ τρόπον ὑποθέσθαι, οἷ τραπόμενος τὰ προσδοκώμενα ἐκφεύξεται κακά. οἱ δ' οὐδὲν ἔφασαν λυσιτελέστερον, ἢ τάχιστα ἀπαίρειν εἰς Βυζάντιον, ὡς ἅμα τε ἐν τούτῳ ἐκφευξόμενον τὸν κίνδυνον καὶ βασιλεῖ δηλώσοντα περὶ τῶν πραττομένων, ἵν' αἰσθόμενος τὸν κίνδυνον ἐκεῖνος, ὀξεῖαν τὴν βοήθειαν ποιοῖτο καὶ μὴ παρέργως, μηδὲ ῥᾳθύμως οἰόμενος κινδύνων ἔξω τὰ τῇδε πράγματα ἑστάναι. ἢν δ' ὁ νέος βασιλεὺς ἐπιχειρῇ κατέχειν, ἀλλ' αὐτοὺς συμπράξειν τὰ μέγιστα πρὸς τὴν ἀποδημίαν, παραινοῦντας αὐτῷ καὶ πείθοντας μηδὲν πρὸς βίαν πράττειν, μηδ' ἐνίστασθαι πρὸς τὴν ὁρμήν. τοιαῦτα μὲν ἐκεῖνοι ἔπεισαν ἐξαπατήσαντες, Ἀσάνης δὲ, ἐπεὶ τριήρης παρεσκευασμένη ἔτυχεν ἐκεῖ, δείσας τὰ ἠπειλημένα, ἀπέπλεεν εἰς Βυζάντιον καὶ ἀπήγγειλε βασιλεῖ, ὅσα παρ' ἐκείνων πύθοιτο, ἰσχυρίζετό τε, ὡς βασιλεὺς ὁ νέος πρὸς τὸν πόλεμον ἐκτραπείη φανερῶς. ἐκεῖνοι δὲ οἱ πράττοντες τὸν πόλεμον, ἐπεὶ Ἀσάνης ἀπεχώρει, πολλῆς ἐπιλαβόμενοι ἀδείας, πείθουσι τὸν νέον βασιλέα πρεσβείαν ποιήσασθαι πρὸς Κράλην. ὁ δ' ἐδέχετο ἀσμένως καὶ μεγάλα ἐπηγγέλλετο, καὶ στρατιᾷ ἐπαγγελλόμενος καὶ χρήμασι καὶ πάσῃ δυνάμει βοηθήσειν ἐπὶ βασιλέα τὸν κηδεστὴν καὶ τὴν ἀφῃρημένην ἀνασώσεσθαι ἀρχὴν, ἔπραττέ τε πάντα καὶ ὑπετίθει, ὅσα ᾤετο τὸν πρὸς ἀλλήλους τῶν βασιλέων πόλεμον τηρήσειν ἄλυτον, συμβάσεις πρότερον πρὸς βασιλέα θέμενος, ἃς ἐνόμιζε μάλιστα αὐτῷ πρὸς τὴν ἀρχὴν λυσιτελεῖν. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς δεινὰ ἐποιεῖτο τὰ ἀπαγγελλόμενα, ἐμηνύετο γὰρ παρὰ τῶν φίλων κρύφα ὁσημέραι, καὶ δεῖν ᾤετο ἐκεῖ παραγενόμενον, διαλύειν τὰς ἐπ' αὐτὸν συστάσεις. τοῦ Λατινικοῦ δὲ τότε ἀκμάζοντος πολέμου, οὔτ' ἀφίστασθαι ἐξῆν, οὔθ' ἑτέραν δύναμιν παρασκευάζειν, ὡς τῆς παρεσκευασμένης ἀναγκαίως πρὸς τὸν πόλεμον κατεχομένης. ἐπεὶ δὲ αὐτὸν ἐπὶ Μακεδονίαν ἀδυνάτως πλέειν ἔχοντα ἑώρα, Ἄνναν τὴν βασιλίδα ἔπεμπε πρὸς τὸν υἱὸν, ὡς πείσουσαν ἀποσχέσθαι τῶν ἀτόπων καὶ διαλλάξουσαν αὐτῷ, οὐκ ἀγνοεῖν φάμενος πρὸς ἐκείνην οὔτ' αὐτὴν, οὔθ' ἕτερον οὐδένα, οἵων κακῶν αἴτιος καὶ συμφορῶν ὁ συγγενικὸς κατέστη πόλεμος Ρωμαίοις, οὐ τοῖς ἀρχομένοις μόνον, ἀλλὰ καὶ τοῖς ἄρχουσιν αὐτοῖς. οὗ καταλυθέντος διὰ χρόνου, καὶ τῶν τε κοινῶν καὶ ἰδιωτικῶν πραγμάτων πάντων πρὸς τὸ βέλτιον μεταδιδόντων, βάσκανός τις δαίμων ἠρεμεῖν οὐκ εἴασεν, ἀλλ' αὖθις φθόρους ἀνθρώπους καὶ συκοφάντας ἀναστήσας καὶ τρόπων οὐδὲν ἄμεινον φαυλότητι διακειμένους τῶν προτέρων, χαλεπώτερον πόλεμον ἀνακινεῖν ἐπιχειρεῖ. βασιλέα γὰρ τὸν υἱὸν πολλὰ καταψευσάμενοι καὶ παραγαγόντες, οἷα νέον καὶ τῶν πανουργιῶν καὶ τῶν δόλων καὶ τῶν ἐφ' ἑκάτερα μεταβολῶν τῶν ἀνθρώπων ἄπειρον παντάπασιν, ἔπεισαν προσέχειν σφίσιν, ὡς φιλοῦσι καὶ κηδομένοις καὶ πάντα πράττουσιν ὑπὲρ αὐτοῦ, ὅπως τὴν πατρῴαν ἀνασώσωνται ἀρχὴν, δυσμενέστατοι ὡς ἀληθῶς ἐκείνῳ τε καὶ πᾶσι Ρωμαίοις ὄντες, ἐμὲ δὲ ἐπίβουλον ἡγεῖσθαι καὶ πολέμιον τὸν ὡς ἀληθῶς φιλοῦντα καὶ πάντα πραγματευόμενον, οὐχ ὥστε μόνον τὴν πατρῴαν ἡγεμονίαν ἔχειν, ἀλλὰ καὶ μείζω καὶ βελτίω, ἂν ἐξῇ. καὶ πολέμου ἤδη ἦρξε, συμβάσεις θέμενος πρὸς Κράλην ἐπὶ τῷ στρατιὰν ἐκεῖθεν λαβὼν Τριβαλικὴν ἐμοὶ ἐπάγειν· ἃ οὔτ' ἐκείνῳ οἴομαι λυσιτελήσειν, οὔτε τοῖς ὑπηκόοις, οὔθ' ἡμῖν. τὰ μὲν οὖν προσδοκώμενα δεινὰ οὕτω χαλεπά· οἴομαι δὲ οὐδένα ἕτερον ταῦτα δυνήσεσθαι ῥᾷστα διαλύσειν, ἢ ἡμᾶς. εἰ μὲν οὖν μὴ ὁ παρὼν οὑτοσὶ Λατινικὸς πόλεμος ἄκουσιν ἐπέκειτο ἡμῖν, ῥᾷστα ἂν αὐτὸς διέλυσα τὰς συστάσεις ἐπελθὼν, οὐχ ὅτι γε ὀφθεὶς τοῖς ἐπιβουλεύουσιν ἐκείνοις καὶ τὸν πόλεμον κινοῦσιν, ἀλλὰ καὶ ἀκουσθεὶς μόνον, ὅτι ἐπ' αὐτοὺς βαδίζειν ὥρμημαι. οὐ γὰρ ἂν ὑπέμειναν μὴ οὐχὶ κυνῆν, ὅ φασιν, ᾅδου ὑποδύντες διαδιδράσκειν τὸν κίνδυνον πειρᾶσθαι. ἐπεὶ δ' ἀνάγκην ἔχω πρὸς τὴν παρασκευαζομένην αὐτὸς παρεῖναι μάχην, δέον αὐτὴν εἰς Θεσσαλονίκην ἀποπλεύσασαν διαλύειν τὰς διαφορὰς καὶ τὸν προσδοκώμενον πόλεμον παύειν, διδάξασαν μὲν τὸν υἱὸν, ὅσῳ χαλεπὸν τὴν ἡγεμονίαν αὐτὸν ἑκόντα διαφθείρειν, ἧς μετὰ μικρὸν ἔσται κύριος αὐτὸς ἄνευ πολέμων καὶ πραγμάτων, αὐτὸς γὰρ, εἰ μὴ ὁ πρὸς Τριβαλοὺς πόλεμος κεκίνητο, καὶ νῦν ὁ Λατινικὸς οὑτοσὶ ἀκουσίως ἐπελθὼν, πάλαι ἂν ἐκείνῳ ἐνεχείρισα τὰ πράγματα, μοναχῶν σχῆμα ὑποδὺς αὐτὸς, ὥσπερ καὶ μικρὸν αὖθις ὕστερον παρεσκεύασμαι ποιεῖν, τοὺς δὲ στασιαστὰς ἐκείνους καὶ τὴν κοινὴν Ρωμαίων δυστυχίαν πράττοντας ἐπιπλήττουσαν καὶ ἀπειλοῦσαν τὰ δεινότατα καὶ πάντα τρόπον πειρωμένην ἀφιστᾷν τῆς μοχθηρίας. τοιαῦτα μὲν Καντακουζηνὸς ὁ βασιλεὺς πρὸς Ἄνναν τὴν βασιλίδα διειλέχθη, πείθων πρὸς Θεσσαλονίκην ἀποπλέειν ἐπὶ τῷ τὴν κινουμένην ἤδη στάσιν διαλύειν· ἡ δὲ πρῶτα μὲν ἠρέμα καθήπτετο βασιλέως, ὡς οὐ πειθομένου τὰ βέλτιστα παραινούσης καὶ δεομένης, μὴ καταλείπειν ἐν Θεσσαλονίκῃ μόνον τὸν υἱὸν, ἔτι νέον ὄντα καὶ ῥᾳδίως δυνάμενον ἐξαπατᾶσθαι καὶ ἐξάγεσθαι τοῦ μετρίου, καὶ ταῦτα τοῖς πονηροτάτοις συνδιατρίβοντα ἐκείνοις, οἳ κἂν καὶ τοῦ δεινοτάτου περιγένοιντο καὶ πολλὴν πεῖραν τῶν πανουργιῶν αὐτῶν καὶ τῶν δόλων ἐσχηκότος, πολλαῖς ἀπάταις χρώμενοι καὶ κολακείαις. ἐπεὶ δ' οὕτω συνεσκευάσθη, καὶ τὰ μὴ λυσιτελοῦντα μᾶλλον αἱρετώτερα ἐφάνη, προθύμως ἐπὶ τὸν υἱὸν πλευσοῦμαι, εἶπε, καὶ πάντα διαλύσω τὰ δυσχερῆ ὀφθεῖσα. καὶ ὁ βασιλεὺς, ἐπεὶ ἐπείθετο, τριήρεις παρέσχετο ἐκ τῶν ἐφωπλισμένων, καὶ κατέπλεεν εἰς Θεσσαλονίκην. γενομένη δὲ ἐκεῖ, τόν τε πόλεμον εὕρισκε λαμπρῶς ἐξαφθέντα ἤδη, πᾶσαι γὰρ αἱ πρὸς Κράλην συμβάσεις ἀπηρτισμέναι ἦσαν, ἐφ' αἷς ἔδει συμμαχεῖν τῷ νέῳ βασιλεῖ, καὶ Κράλης αὐτὸς μετὰ τῆς γυναικὸς ἐγγὺς ἐστρατοπεδεύοντο Θεσσαλονίκης, τὸν πρὸς ἀλλήλους τῶν Ρωμαίων πόλεμον ἐπισπεύδοντες. πάνυ γὰρ ἐδόκει σφίσι λυσιτελεῖν Καντακουζηνὸν τὸν βασιλέα δεδιόσι, καὶ μεγάλας ἐπεδείξαντο πρὸς βασιλέα τὸν νέον τὰς φιλοτιμίας, βουλόμενοι πείθειν αὐτὸν ἐκ τούτου, ὡς φιλοῦσί τε καὶ κήδονται αὐτοῦ ἀδικουμένου. τοὐναντίον δ' ἅπαν ἐσπουδάζετο. ὑπὲρ γὰρ τοῦ πολλῶν καὶ μεγάλων ἀποστερεῖν φαῦλά τινα καὶ οὐδενὸς ἄξια παρεῖχον. ταῦτα μὲν οὖν ἅπαντα ἀραχνίων δίκην διέλυεν ἡ βασιλὶς ἐπιφανεῖσα. τῷ τε γὰρ υἱῷ τὰ δέοντα παρῄνει καὶ ἔπειθεν εἰδότα τιμᾷν γονέας καὶ πάντα ὑπείκειν, ὅσα ἐκεῖνοι, πάντων μάλιστα φιλοῦντες, συμβουλεύουσι, καὶ πρὸς τοὺς στασιαστὰς ὀργῇ ἐφέρετο καὶ ἐξεφόβει καὶ κατηνάγκαζεν ἀπέχεσθαι τῶν ἀτόπων, τὰ ἔσχατα διαθήσειν ἀπειλοῦσα. πρός τε Κράλην ἐξελθοῦσα καὶ διαλεχθεῖσα μετὰ τῆς γυναικὸς, ἀδίκοις καὶ παρανόμοις ἀπεδείκνυεν ἐπιχειροῦντας, καὶ κεραυνοὺς ἐπανετείνετο καὶ ἄλλας ἐξ οὐρανοῦ πληγὰς, ὅτι πρὸς τῷ Ρωμαίους τοσαῦτα ἀδικεῖν ἐπιορκοῦντας καὶ παρασπονδοῦντας ἔτι καὶ πολέμους αὐτοῖς ἐμφυλίους ἐπεγείρουσιν, ἐξ ὧν ἐκεῖνοι μὲν διαφθαρήσονται ἀλλήλοις περιπίπτοντες, αὐτοῖς δ' ἐξέσται τὴν ἐκείνων καρποῦσθαι ἀδεῶς· καὶ τέλος ἔπειθεν ἀποχωρεῖν ἀπράκτους, ὥσπερ αἰσχυνθέντας φανερῶς τῶν εἰργασμένων τὴν ἀτοπίαν. βασιλεὺς δὲ ὁ νέος βασιλίδι μὲν τῇ μητρὶ ἐπείθετο τὰ βέλτιστα παραινούσῃ, Αἶνον δὲ ᾐτεῖτο παρὰ βασιλέως τοῦ κηδεστοῦ καὶ τὰς τῆς Χαλκιδικῆς πόλεις, ἃς Ματθαῖος ὁ τοῦ βασιλέως υἱὸς εἶχεν, ὥστε αὐτῷ ἰδίαν ἡγεμονίαν εἶναι, πάντα μέντοι αὖθις ὑπείκειν βασιλεῖ τῷ κηδεστῇ. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς ἐπεὶ ἐπύθετο τὴν ἀξίωσιν τοῦ νέου βασιλέως, θαυμάζειν μὲν ἔφασκεν αὐτοῦ, εἰ τοῦ παντὸς κύριος μετὰ μικρὸν ἐσόμενος, ὀλίγων τινῶν ἄρχειν βούλεται ὑπὸ μικροψυχίας, ὅμως παρείχετο ἑτοίμως, καὶ αὐτόν τε ἐκέλευε τοὺς παραληψομένους τὰς πόλεις πέμπειν· κἀκεῖνος ἔπεμπε τοὺς παραδώσοντας. ὁ μὲν οὖν προσδοκώμενος τῶν βασιλέων πόλεμος οὕτω τότε διελύθη ὑπὸ βασιλίδος Ἄννης.

κηʹ. Παγανὴς δὲ ὁ τῶν ἐκ Γεννούας στρατηγὸς νεῶν, ἐπεὶ ὑστέρει πρὸς τὴν δίωξιν, καὶ αἱ ἐκ Βενετίας μετὰ Νικολάου νῆες ἦσαν ἐν ἀσφαλεῖ, Εὐβοίᾳ καὶ αὐτὸς προσχὼν, Νικόλαον ἐπολιόρκει καὶ τειχομαχίας ἐποιεῖτο πολλὰς καὶ καρτεράς. ἤνυε δὲ οὐδὲν, εὐρώστως τῶν ἔνδοθεν ἀμυνομένων, ὄντων ἀξιομάχων. ἐπεὶ δ' ἐπιχειροῦντες ἀδυνάτοις συνεώρων, ἄραντες ἐκεῖθεν, ἔπλεον ἐπὶ Ρωμαίους. ἤδη γὰρ ἦσαν πεπυσμένοι, ὡς καὶ βασιλεὺς εἴη πολέμιος αὐτοῖς καὶ πολιορκοίη Γαλατᾶν. προσχόντες δὲ τῇ κατὰ Θρᾴκην Ἡρακλείᾳ καὶ ὁρμισάμενοι ἐπ' ἀγκυρῶν τὴν νύκτα, εἰς τὴν ὑστεραίαν ἀνήγοντο ὡς εἰς Βυζάντιον πλευσούμενοι· ἀνέμων δὲ σφοδρῶν ἀντιπνευσάντων, ἀναστρέψαντες αὖθις ἐπὶ μοίρᾳ κακῇ τῶν Ἡρακλεωτῶν, τῷ σφῶν λιμένι προσέσχον καὶ ἀπέβαινον· διεσκεδάννυντό τε πρὸς λαχανισμὸν οἱ ναῦται ἐν τοῖς πρὸ τῆς πόλεως κηπίοις, ὧν ἐξ ἐφόδου οἱ Ἡρακλεῶται δύο συλλαβόντες, ἀπέτεμον τὰς κεφαλὰς αὐτίκα, οἱ δὲ ἐν ταῖς τριήρεσιν ὀργῇ φερόμενοι ὑπὲρ τῶν ὁμοφύλων ἐχώρουν πρὸς τὰ ὅπλα καὶ ἐδέοντο τοῦ στρατηγοῦ ἐπάγειν σφᾶς τῇ πόλει, ποινὰς τῆς ἀδικίας ληψομένους. Παγανὴς δὲ καταστέλλειν ἐπειρᾶτο καὶ ἀποτρέπειν τῆς τειχομαχίας, οὐ σωφρονούντων εἶναι φάσκων ἐπὶ δυσὶ τοῖς ἀπολλυμένοις καὶ πολλοὺς προσαπολλύειν ἄλλους, τείχεσι προσβάλλοντας, οἷ πολλοὺς ἀνάγκη ἀποθνήσκειν ἡμῶν τε καὶ τῶν πολεμίων. τοὺς μὲν γὰρ οἱ πεσόντες παραβλάψουσιν οὐδὲν, ἑτέρους δυναμένους ἐκ τῶν ἄλλων ἄγειν πόλεων καὶ πλείους καὶ βελτίους· ἐφ' ἡμῶν δὲ οὐχ ὁ ἴσος λόγος. ἂν γὰρ ἀποβάλωμέν τινας τῶν ὄντων, ἑτέρους ἀντεισάγειν ἐξέσται οὐδαμόθεν, καὶ συμβήσεται ἡμῖν τὴν δύναμιν ἀσθενεστέραν εἶναι, ἣν δεῖ φυλάττειν σώαν μάλιστα καὶ ἄθικτον, μέλλοντας πρὸς δύναμιν τοσαύτην Ρωμαίων ὁμοῦ καὶ Κατελάνων καὶ τὴν ἐκ Βενετίας μάχεσθαι. ταῦτα δὲ ἔλεγεν ὁ στρατηγὸς, ἅμα μὲν καὶ σώφρονος καὶ ἄρχειν ἐμπείρου κεχρημένος λογισμοῖς, ἅμα δὲ καὶ τὰ Ρωμαίων οὐ βουλόμενος κακοῦν διὰ τὴν πρὸς Καντακουζηνὸν τὸν βασιλέα εὔνοιαν· ἦν γὰρ τῶν φίλων. Παγανὴς μὲν οὖν οὕτω πείθειν ἐπειρᾶτο τὸ στρατόπεδον ἀπέχεσθαι τῆς πρὸς Ἡρακλεώτας μάχης, οἱ δ' οὐκ ἐπείθοντο, ἀλλ' ἠγανάκτουν κωλυόμενοι. Μαρτῖνος δὲ Ντεμόρω, τριήρεως ἄρχων καὶ αὐτὸς, εἰς μέσους παρελθὼν, ἐμαρτύρετο ἀδικεῖν καὶ προδιδόναι σφᾶς τὸν στρατηγόν. τὴν μὲν γὰρ τοσαύτην παρασκευὴν καὶ τὴν δαπάνην οὐδενὸς ἑτέρου γεγενῆσθαι, ἢ ὅπως κακώσουσι τὰ πολεμίων· νυνὶ δὲ δυναμένους μάλιστα τὴν Ἡράκλειαν ὅπλοις κατασχεῖν καὶ τά τε Ρωμαίων διαφθείρειν καὶ αὐτοὺς τὰ μέγιστα ὠφελεῖσθαι, διὰ τὴν πρὸς βασιλέα εὔνοιαν κωλύεσθαι ὑπὸ τοῦ στρατηγοῦ· ἐκέλευέ τε τὸν γραμματέα τὰ εἰρημένα γράφειν, ὡς ἐπὶ τοῦ δήμου σφῶν καὶ τοῦ δουκὸς γραψόμενος τὸν στρατηγὸν ἠδικηκότα δημοσίᾳ. τοιαῦτα μὲν ἠπείλησε Μαρτῖνος· δείσας δὲ ὁ στρατηγὸς, μὴ ἐπὶ τοῦ δήμου κατηγορηθεὶς ἁλίσκηται καὶ δίκας τὰς ἐσχάτας δῷ, ἐφῆκε τὴν τειχομαχίαν. καὶ αὐτίκα πᾶν τὸ στράτευμα τῶν τριηρέων ἐξεχεῖτο ὡπλισμένον, καὶ περισχόντες τὴν πόλιν ἐτειχομάχουν· πολλαχῇ δὲ τῶν πρὸς τὴν ἤπειρον τειχῶν ὄντων εὐαλώτων, οὐ γὰρ ἤλπισαν ἐπιθήσεσθαί τινα ἐκ τῆς ἠπείρου, καὶ τῶν πολιτῶν ἀόπλων καὶ ἀπαρασκεύων καὶ πρὸς τοσαύτην δύναμιν ἀντισχεῖν οὐ δυνηθέντων, ἡλίσκετο ἡ πόλις τοῖς Λατίνοις κατακράτος, καίτοι παρ' αὐτὴν τὴν πρὸς τὰ τείχη προσβολὴν ἔκ τε Βυζαντίου στρατιὰ ἱππέων ἧκεν, ἣν ἔπεμψεν ὁ βασιλεὺς ὑπὲρ τῆς πόλεως ἀμυνουμένην, ὑπώπτευσε γὰρ τὸ μέλλον, ὡς ἐπύθετο τὸν στόλον πρὸς Ἡράκλειαν κατάραντα, καὶ Νικηφόρος δεσπότης ὁ τοῦ βασιλέως γαμβρὸς, τῶν κατὰ τὸν Ἑλλήσποντον Θρᾳκικῶν πόλεων ἄρχων, ἧκε μετὰ στρατιᾶς Ἡρακλεώταις βοηθήσων, καὶ ἐκ Βιζύης ὁ τῆς βασιλίδος Εἰρήνης ἀδελφὸς Ἀσάνης δεσπότης ὁ Μανουὴλ ἔπεμπε καὶ αὐτὸς στρατιὰν πρὸς συμμαχίαν. ὤνησαν δὲ οὐδὲν ἐπ' αὐτὴν τῆς μάχης τὴν ἀκμὴν ἐλθόντες. ἐρειπίων γὰρ ἐκ τῆς προτέρας συνοικίας πρὸ τῶν τῆς πόλεως πυλῶν τινων περισωζομένων, ἐνταῦθα οἱ Λατῖνοι τὸ κράτιστον τάξαντες τῶν σφετέρων τοξοτῶν, ἀπεῖργον τοὺς ἱππέας μὴ παριέναι εἰς τὴν πόλιν ἄχρις οὗ ὑπὸ τῶν ἐπιλοίπων ἑάλω μαχομένων. Ἡρακλεῶται δὲ ἐπεὶ ᾐσθάνοντο ἑαλωκότες, ἐφ' ἁρπαγὴν τῶν Λατίνων πρὸς τὰς οἰκίας τραπομένων, πυλίδα τῆς πόλεως μίαν διανοίξαντες, ἐξεχώρουν, καὶ διεσώθησαν πολλοὶ μάλιστα τοῦ δήμου πρὸς τὸ ἱππικὸν, τῶν Λατίνων ἔξω τῆς πόλεως ἐπιδιώκειν οὐ τολμώντων διὰ τοὺς ἱππέας. τὸ δὲ ἄριστον τῆς πόλεως μάλιστα ἑάλω, ὅσον ἐν γυναιξὶ καὶ παιδίοις, καὶ χρημάτων πολύ τι πλῆθος. ἦν γὰρ Ἡράκλεια ἐκ τῶν Ἀνδρονίκου τοῦ πρώτου τῶν Παλαιολόγων βασιλέως χρόνων οὐδέποτε ὑπ' οὐδενὸς ἑαλωκυῖα. Λατῖνοι δὲ ἐπεὶ τὰ χρήματα διήρπασαν, τὰς μὲν πρὸς τὴν ἤπειρον ἀπῳκοδόμησαν πάσας πύλας, ἔπειτα τῶν πολιτῶν ἀπολεξάμενοι τοὺς ἀρίστους καὶ ἄνδρας καὶ γυναῖκας, τριήρεις τε καταλιπόντες, ὅσας ᾤοντο ἀρκέσειν πρὸς φρουρὰν τῇ πόλει, ταῖς ἄλλαις εἰς Γαλατᾶν ἦλθον, ἔχοντες τοὺς αἰχμαλώτους. σίτῳ δὲ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις, ὅσα μὴ ἀνάλωντο κατὰ τὴν ἅλωσιν, ἐχρήσαντο κατὰ τὸν τοῦ πολέμου χρόνον οὐκ ὀλίγον γεγενημένον· ὃ καὶ μάλιστα τὴν διατριβὴν αὐτοῖς ἄλυπον ἐποίησεν, ἐκεῖθεν τὰ ἐπιτήδεια ποριζομένοις. βασιλεὺς δὲ, τοῦ στόλου ἐπιόντος, ὁλκάδας τε πάσας καὶ τὰς τριήρεις, αἳ πρὸς τὴν πολιορκίαν ἦσαν ὡπλισμέναι Γαλατᾶ, πρὸς τῷ ἐν Ἑπτασκάλῳ νεωρίῳ ἐκέλευεν εἰσάγειν, πρότερον, ὥσπερ ἔφθημεν εἰπόντες, ἐκκεκαθαρμένῳ ὑπ' αὐτοῦ καὶ δυναμένῳ οὐ τὰς οὔσας μόνον, ἀλλὰ πλείους δέχεσθαι ἑτέρας. οὗ δὴ ἕνεκα Βυζαντίους βλάπτειν οὐδὲν ἠδύναντο Λατῖνοι. βασιλεὺς δὲ καὶ πρὶν τὸν στόλον ἥκειν καὶ μετὰ τοῦτο τῶν δεόντων οὐδενὸς ἠμέλει, ἀλλὰ τά τε πρὸς τῇ θαλάσσῃ τείχη ἄριστα ἐπεσκεύασε, τά τε πεπονηκότα ἀνακτώμενος καὶ τοῖς ἐνδέουσιν ὕψος προστιθείς· καὶ ἐκ τῶν Εὐγενίου πυλῶν ἄχρι τῆς Ξυλίνης λεγομένης πύλης τάφρον περιήλασε βαθεῖαν, πάσας τὰς οἰκίας κελεύσας εἰσάγειν ἐντὸς τειχῶν· καὶ τὴν ἐκ τῆς Θρᾴκης στρατιὰν μετεκαλεῖτο, οὖσαν οὐκ ὀλίγην, καὶ πάντα παρεσκευάζετο, ὡς, ἢν ἐπίωσιν οἱ Λατῖνοι, ἀμυνούμενος. Μαρτῖνος δὲ Ντεμόρω αὖθις τῷ στρατηγῷ σφῶν καὶ τοῖς τριηράρχαις συνεβούλευε καὶ τῶν Βυζαντίου τειχῶν ἀποπειρᾶσθαι. ἀντεῖπε δὲ ὁ στρατηγὸς ἀναφανδὸν, ἀλυσιτελῆ βουλεύεσθαι εἰπὼν Μαρτῖνον. οὐ γὰρ ὁμοίαν ἔχειν δύναμιν Βυζαντίους τοῖς Ἡρακλεώταις· καίτοι γε εἰ καὶ πρὸς Ἡράκλειαν ἡ ἐπὶ συμμαχίαν ἀφιγμένη δύναμις ἠδυνήθη παρελθεῖν, οὐ μόνον ἀνάλωτον ἐκείνην διετήρησεν, ἀλλὰ καὶ ἡμᾶς πολλῶν καὶ ἀγαθῶν ἀπεστέρησεν ἂν ἀνδρῶν. τὰ Βυζαντίων δὲ οὐ τοιαῦτα, ἀλλὰ τά τε τείχη, ὡς ὁρῶμεν, ἄριστα ἐπεσκεύαστο καὶ οὐδὲν ἠμελήθη τῶν δεόντων, καὶ πλῆθος ὁπλιτῶν τε καὶ ἱππέων τῶν ἀμυνουμένων παρεσκεύαστο, οἷς καὶ χωρὶς τειχῶν ἔργον ἦν ἀντικαθίστασθαι πρὸς μάχην. ἐπὶ τούτοις δὲ πᾶσι πάρεστι καὶ βασιλεὺς, ὃν ἀκούομεν συνέσεώς τε καὶ ἐμπειρίας τῆς πρὸς τοὺς πολέμους οὐδενὸς ἀπολειπόμενον τῶν καθ' ἡμᾶς. οὐ δὴ σωφρονούντων ἀνθρώπων εἰς προῦπτον κίνδυνον ἐμβάλλειν ἑαυτοὺς ἐπ' οὐδενός τινος ἐλπίδι κέρδους, ἀλλὰ διασώζειν τὴν δύναμιν ἐπικαίρως ὀλίγῳ ὕστερον χρησίμην ἐσομένην. τοιαῦτα μὲν ὁ στρατηγὸς αὐτός τε ᾤετο λυσιτελεῖν καὶ τοὺς ἄλλους ἔπειθε πλὴν Μαρτίνου. ἐκεῖνος γὰρ πάντα ἔπραττε καὶ παρώξυνε πρὸς μάχην τὸ στρατόπεδον, ῥᾳδίαν ἔσεσθαι φάσκων αὐτοῖς οὖσι τηλικούτοις τὴν παράληψιν τοῦ Βυζαντίου. Παγανὴς δὲ ἔργοις αὐτοῖς ἐθέλων ἀμαθῶς καὶ θρασέως ἀποδεικνύναι περὶ τοῦ πολέμου βουλευόμενον Μαρτῖνον, ἐκέλευεν ὁπλίζεσθαι τὴν στρατιὰν, ὡς μαχουμένους. ἐπεὶ δὲ ἦσαν ὡπλισμένοι, παρέπλεόν τε καὶ ἀπεπειρῶντο τῆς δυνάμεως Ρωμαίων· καὶ πᾶσιν ἔδοξεν ὅμοια τῷ στρατηγῷ, ὡς οὐ μαχητέα εἴη πρὸς τοσαύτην δύναμιν, καὶ πολλὴν Μαρτίνου κατεγίνωσκον ἀβελτηρίαν. ὡς γὰρ μόνον ἐκεῖνοι ἐκινήθησαν ἐκ τοῦ λιμένος, οὐ μόνον ἐπὶ τῶν τειχῶν ἐφαίνοντο πολλοὶ Ρωμαίων ὡπλισμένοι, ὡς δοκεῖν ὑπὸ τῆς στενοχωρίας συνωθεῖν ἀλλήλους, ἀλλὰ καὶ ἐπὶ θάλασσαν πρὸ τῶν τειχῶν ἀπὸ τῶν Εὐγενίου πυλῶν ἄχρι τῆς Ξυλίνης, ὡς ἐπὶ μιᾶς φάλαγγος, ἱππεῖς τε οὐκ ὀλίγοι καὶ πλῆθος ὁπλιτῶν καὶ ψιλῶν ἦσαν παρατεταγμένοι. αὐτίκα μὲν οὖν ὁ τῶν Λατίνων στρατηγὸς ἀνέστρεφε καὶ καθώρμιζε τὰς ναῦς πρὸς τῷ λιμένι.
https://byzantium.gr/

κθʹ. Βασιλεὺς δὲ τοσοῦτον στόλον οὐκ ἂν οἰηθεὶς ἀργὸν καθῆσθαι ἀνασχέσθαι, ἀλλὰ ταῖς κατὰ τὸν Πόντον Ρωμαίοις ὑπηκόοις πόλεσιν ἐπιχειρήσειν, ἔδεισέ τε ὑπὲρ αὐτῶν, μὴ οὐχ οἷαί τε ὦσι πρὸς τοσαύτην δύναμιν ἀντικαθίστασθαι, καὶ στρατιὰν ἔπεμπεν ἀξιόμαχον πρὸς ἑκάστην, ὡς ἀμυνουμένην πρὸς τοὺς πολεμίους, ἂν ἐπίωσιν. αἱ μὲν οὖν ἄλλαι πόλεις ἐδέξαντο προθύμως τὴν ἐπιμαχίαν καὶ χάριτας ὡμολόγουν βασιλεῖ πολλὰς τῆς ὑπὲρ σφῶν προνοίας καὶ παρεσκευάζοντο καὶ αὐτοὶ τὰ δέοντα πρὸς ἄμυναν· Σωζοπολῖται δὲ ἀπείπαντο τὴν παρὰ βασιλέως πεμφθεῖσαν δύναμιν, φάμενοι μὴ δεῖσθαι ξένων πρὸς ἐπικουρίαν, ὡς πρὸς ἄμυναν ἐξαρκούντων τῶν ἐπιχωρίων, ὄντων πολλῶν καὶ ἀγαθῶν, καὶ εἰσεδέξαντο εἰς τὴν πόλιν οὐδένα, εἰ μὴ Κρυβιτζιώτην τὸν τοῦ σφῶν ἄρχοντος ἀδελφὸν, καὶ ἀνέστρεφεν ἡ στρατιὰ, οὕτως ἀτιμασθεῖσα. πρὶν δὲ ἀνενεχθῆναι βασιλεῖ τὰ πεπραγμένα Σωζοπολίταις, εἰ γὰρ ἐπύθετο, ἐκέλευεν ἂν καὶ ἄκοντας εἰσδέχεσθαι τὴν δύναμιν, ἑάλωσαν ὑπὸ τῶν Λατίνων ἐπελθόντων. ὡς γὰρ ἡ βασιλέως ἀνέστρεφεν ἐκεῖθεν στρατιὰ ἀποπεμφθεῖσα, ὥσπερ ἐκ συνθήματος ἐπῄεσαν οἱ Λατῖνοι· Σωζοπολῖται δὲ μηδὲν μήτε πρὸς ἐπισκευὴν τειχῶν, μήτε πρὸς ὅπλων ἐπιμέλειαν, μήτε πρὸς ἄλλο μηδὲν τῶν δεόντων παρεσκευασμένοι, ἡλίσκοντο ῥᾳδίως, οὐδὲ ὀλίγα ἀντισχόντες πρὸς τοσαύτην δύναμιν, καὶ σφᾶς τε αὐτοὺς ἀπώλεσαν ὑπ' ἀβουλίας καὶ βασιλεῖ λύπης οὐ μετρίας κατέστησαν αἴτιοι, πόλεως οὕτω καλῆς καὶ πᾶσιν ἀγαθοῖς εὐθυνουμένης ἀπολωλυίας. Λατῖνοι δὲ ἐπεὶ τὴν πόλιν εἶχον, διεπόρθουν ἐφ' ἡμέραις οὐκ ὀλίγαις ἀδεῶς καὶ τά τε ἀναθήματα τῶν ἱερῶν ἀφῃροῦντο πάντα καὶ χρυσὸν καὶ ἄργυρον, ὅσος ἐν τῇ πόλει ἦν, ἀνορύττοντες τὰς οἰκίας καὶ πάντα ἀκριβῶς διερευνώμενοι. ἐπεὶ δὲ πάντα ἦσαν ἀναλωκότες καὶ ἤδη ἔμελλον καὶ τὰς οἰκίας καθαιρεῖν καὶ τὸ σύμπαν πυρὶ παραδιδόναι, τῶν Σωζοπολιτῶν οἱ μάλιστα ἐν λόγῳ τῷ στρατηγῷ τῶν πολεμίων προσελθόντες, ἐδέοντο μὴ παντάπασι τὴν πόλιν διαφθείρειν, ἐξ ὧν αὐτοὶ μὲν οὐδὲν ὠφεληθήσονται, πόλιν δὲ οὕτω καλὴν κατεσκαμμένην καὶ ἀοίκητον ἀποδείξουσι, μνημεῖον ἐσομένην τοῖς εἰς ὕστερον παραπλέουσι τῆς αὐτῶν ἀγνωμοσύνης καὶ τῆς ἀφιλοτιμίας περὶ τὰ καλὰ, ἀλλὰ τῆς τοσαύτης αὐτῶν κακοπραγίας ἔλεόν τινα λαβόντας, φείσασθαι τῆς πόλεως ἐπὶ χρήμασι ῥητοῖς· ταῦτα δὲ αὐτοὺς ἀποτίσειν εἰς Βυζάντιον ἀχθέντας. οἱ μὲν οὖν τοιαῦτα ἐδέοντο τοῦ στρατηγοῦ, ἐκεῖνος δὲ ἅμα μὲν καὶ φιλανθρωπίας καὶ ἡμερότητος δόξαν ἀπενέγκασθαι ἂν οἰηθεὶς, ἅμα δὲ καὶ τὴν στρατιὰν ὠφεληθήσεσθαι ἐκ τῶν χρημάτων οὐκ ὀλίγα, πλείστης γὰρ ἐδέοντο δαπάνης ἐφ' οὕτω χρονιζούσῃ καὶ μεγάλῃ παρασκευῇ, ἐπείθετο καὶ συνέθετο ἐπὶ χρήμασι ῥητοῖς τὴν πόλιν ἐκλιπεῖν παντάπασι καὶ σῖτον καὶ τὴν ἄλλην ἅπασαν τὴν ἄχρηστον αὐτοῖς ἀποσκευήν. ὅμηρόν τε λαβόντες τοὺς ἀρίστους τῶν πολιτῶν ἐπὶ τῷ τὰ χρήματα ἀποδοῦναι, ἐπανῆκον εἰς Γαλατᾶν, τὸν ἄλλον δῆμον καὶ τὴν πόλιν ἐκλιπόντες· ἔπειτά τινες τῶν Σωζοπολιτῶν ὑπὸ τῶν Λατίνων εἰς Βυζάντιον ἐλθεῖν ἐπιτραπέντες καὶ ὑπὲρ σφῶν τε καὶ τῆς ἄλλης πόλεως παρὰ Βυζαντίων χρήματα δανεισάμενοι, ἀπέδοσαν Λατίνοις τὰ ὑπεσχημένα καὶ πρὸς τὴν πατρίδα ἐπανῆκον. Ἡρακλεωτῶν δὲ οἱ ἄριστοι, καὶ ἄνδρες καὶ γυναῖκες, ἐδέδεντο παρὰ Λατίνοις καὶ χρήματα ἐπὶ λύσει ἀπῃτοῦντο, ἃ οὐδαμόθεν ἦν ἐκτίνειν, τῶν τε οἰκείων πάντων ὑπὸ τῶν πολεμίων διεφθαρμένων, καὶ τῶν φίλων ἐξαρκοῦντος πρὸς ἐπικουρίαν οὐδενός. ἤρκεσε δὲ αὐτοῖς ἀντὶ πάντων πρὸς λύσιν τῆς τοσαύτης κακοπραγίας Φιλόθεος ὁ τῆς κατ' αὐτοὺς ἐκκλησίας τὴν ἀρχὴν ἐγκεχειρισμένος. προνοίᾳ γὰρ θεοῦ τῆς πόλεως, ἡνίκα ἡλίσκετο, ἀποδημῶν, τὰ μέγιστα συνεβάλλετο πρὸς τὴν ἐλευθερίαν τοῖς πολίταις. οἷα γὰρ καλὸς ποιμὴν, τὴν ψυχὴν ἔθηκεν ὑπὲρ τοῦ ποιμνίου, κατὰ τὸ λόγιον, οὐχ ἅπαξ, οὐδὲ δὶς καὶ τρὶς, ἀλλὰ καὶ πολλάκις. φόβου γὰρ παντὸς καταφρονήσας καὶ κινδύνου τοῦ ἀπὸ τῶν πολεμίων, αὐτόκλητος καθημέραν, ὡς εἰπεῖν, ἐπεραιοῦτο πρὸς Γαλατᾶν, καὶ τοῖς κατέχουσι τοὺς αἰχμαλώτους διαλεγόμενος, ἦν δὲ οὐκ ἀπὸ τῶν τρόπων μόνον καὶ τῆς ἀρετῆς αἰδέσιμος ὁ ἀνὴρ, ἀλλὰ καὶ σοφίας ἄκρως ἐπειλημμένος τῆς τε ἔξω καὶ τῆς καθ' ἡμᾶς, καὶ πιθανὸς πρὸς τὰς ὁμιλίας καὶ διδακτικὸς, ἔπειθεν ἐπὶ μετρίοις λύτροις ἀφιέναι. τῶν πολιτῶν δὲ οὐδὲ τῶν ὀλίγων ἐκείνων εὐπορούντων, αὐτὸς ἐγγύας παρεῖχε τοῖς Λατίνοις, ὡς αὐτὸς καταθήσων τὸ χρυσίον ἐπὶ ῥηταῖς ἡμέραις. καὶ οὕτω τυγχάνοντες ἀδείας οἱ πολῖται, τὰ χρήματα συνεπορίζοντο ἐκ τῶν οἰκείων καὶ τῶν φίλων καὶ ἀπεδίδουν τοῖς Λατίνοις. καὶ τοῦτ' ἐποίει τὸν ἴσον τρόπον, ἄχρις οὗ πάντας τῶν δεσμῶν ἀπήλλαξε, τοὺς ἀφανεστέρους δὲ τῶν αἰχμαλώτων καὶ ἄνευ λύτρων ἔπεισεν ἀφεῖναι τοὺς Λατίνους, αἰδεσθέντας αὐτοῦ τὴν ἀρετὴν καὶ τὴν ὑπὲρ τοῦ ποιμνίου προθυμίαν. οἶδε γὰρ ἡ ἀρετὴ τοὺς μετιόντας οὐ παρὰ τοῖς φίλοις μόνον καὶ οἰκείοις, ἀλλὰ καὶ παρὰ τοῖς πολεμίοις, κἂν τύχωσιν ὄντες βάρβαροι, θαυμάζεσθαι παρασκευάζειν. μετὰ τοῦτο δὲ, ἐπεὶ ἥ τε πόλις ὑπὸ τῶν Λατίνων κατελείφθη, καὶ οἱ πολῖται ἦσαν ἀπὸ τῆς αἰχμαλωσίας ἀνασεσωσμένοι πάντες, συνῴκιζε τὴν πόλιν αὖθις ἐξαρχῆς, διεσπαρμένους συνάγων τοὺς πολίτας, καὶ λόγοις τε πολλοῖς παρεκάλει, μὴ ἀθυμεῖν ἐπὶ ταῖς συμφοραῖς, ἀλλὰ σωφρονισμὸν τοῦ ἐπιλοίπου βίου τὴν παροῦσαν ἡγεῖσθαι κακοπραγίαν, καὶ ἔργοις ὠφέλει, ὅσα μάλιστα ἐξῆν, οὐ μόνον ἱερὰ σκεύη καὶ βίβλους καὶ εἰκόνας συμπορίζων ἐκ τῶν ἐν Βυζαντίῳ φροντιστηρίων, αὐτὸς ἐπιφοιτῶν καὶ δεόμενος ἑκάστων συναίρεσθαι τὰ δυνατὰ τοῖς ἀτυχοῦσι, πάντα γὰρ διέφθαρτο ὑπὸ Λατίνων ἄρδην, ἀλλὰ καὶ βασιλέως ἐδεήθη ἀτέλειαν παρέχειν τοῖς πολίταις. ὁ δὲ καὶ οἴκοθεν αὐθόρμητος ὢν πρὸς τὰ καλὰ, καὶ τότε πρὸς τῶν πόλεων ἐπικαμπτόμενος τὴν κακοπραγίαν, οὐ μόνον Ἡρακλεώταις, ἀλλὰ καὶ Σωζοπολίταις πᾶσαν ἀτέλειαν παρέσχε τῶν δημοσίων εἰσφορῶν, ἐξ ὧν αἱ πόλεις αὖθις ἑαυτὰς ἀνεκτήσαντο ῥᾳδίως καὶ ἔμειναν ἐπὶ τοῦ προτέρου σχήματος συνωκισμέναι. τὰ μὲν δὴ κατὰ τῶν πόλεων τὴν κακοπραγίαν καὶ αὖθις τὴν ἀνόρθωσιν τοῦτον τὸν τρόπον συνηνέχθη.

λʹ. Νικόλαος δὲ ὁ τῶν Βενετικῶν τριηρέων στρατηγὸς, ἐξ Εὐβοίας ἀπάρας εἰς Βενετίαν, στόλον τῶν Γεννουϊτῶν ἀντίῤῥοπον παρεσκευάζετο· ἧκον δὲ καὶ ἐκ Κατελάνων ἓξ καὶ εἴκοσι τριήρεις, στρατιὰν ἄγουσαι πολλὴν καὶ ἀγαθὴν, οἷς οἱ ἐκ Βενετίας συμμίξαντες ὥρμηντο ἐπὶ τοὺς πολεμίους. εἶχε δὲ τὴν ἀρχὴν Νικόλαος τριηρέων συμπασῶν ἑβδομήκοντα οὐσῶν. ὅ,τε γὰρ Βενετίας δοὺξ καὶ ἡ βουλὴ τῶν ἰδίων ἀνέθηκαν ἐκείνῳ τὴν ἀρχὴν, καὶ ὁ τῶν Κατελάνων ῥὴξ ἐκέλευε τῷ ναυαρχοῦντι τῶν σφετέρων πάντα Νικολάῳ πειθαρχεῖν καὶ ἕπεσθαι, οἷ ἂν κελεύοι, ἐμπείρως ἔχοντι καὶ νήσων καὶ παραλίων τῶν κατὰ τὸν Αἰγαῖον καὶ τὸν Εὔξεινον, ὅπου μάλιστα ᾤοντο συμβαλεῖν τοῖς πολεμίοις. Νικόλαος δὲ, καίτοι πολλῷ τῶν πολεμίων ἄγων βελτίω στρατιὰν, ὑπ' ἀτολμίας τὰς νήσους περιῄει φυγομαχῶν, καὶ πολλὰ παρακαλούμενος ὑπὸ τοῦ Κατελάνων στρατηγοῦ, χωρεῖν ἐπὶ τοὺς πολεμίους καὶ μὴ κατατείνειν τὴν στρατιὰν εἰκῇ καὶ μάτην ἐν χειμῶνος ὥρᾳ, νήσους περιπλέων καὶ κατατρίβων τὸν καιρὸν, οὐκ ἐπείθετο. βασιλεύς τε ὁμοίως τὴν αἰτίαν τῆς μελλήσεως εἰδὼς, καὶ ἅπαξ καὶ δὶς ἔπεμψε πρεσβείαν, μεταπεμπόμενος Νικόλαον ὡς ἐφ' ἑτοίμοις τοῖς τροπαίοις, καὶ παραινῶν μὴ ὀῤῥωδεῖν τοὺς πολεμίους, ἀλλ' ἐπάγειν αὐτοῖς τὸν στόλον μάλιστα ἐν Βυζαντίῳ, ὅπου καὶ αὐτὸς τὰ μέγιστα συμβαλεῖται πρὸς τὸν πόλεμον. πρῶτα μὲν οὖν παρεκρούετο τοὺς πρέσβεις ὑπερτιθέμενος τὴν ἄφιξιν, ἔπειτα χειμῶνος ἤδη λήγοντος, ὑπό τε τῶν βασιλέως πρέσβεων πολλὰ παρακαλούμενος καὶ τοῦ Κατελάνων στρατηγοῦ, ἦν γὰρ ἐκεῖνος οὐ συνεῖναι μόνον ὀξὺς τὰ δέοντα καὶ πεῖραν πρὸς στρατηγίας ἐσχηκὼς, ἀλλὰ καὶ πρὸς εὐψυχίαν καὶ τόλμην τὴν κατὰ τὰς μάχας γενναιότατος, μόλις ἐπείθετο ἀναθαρσήσας, καὶ τὸν στόλον ἔχων, Πριγγίπῳ τῇ νήσῳ οὔσῃ ἀοικήτῳ προσέσχεν, οὐ μακρὰν οὔσῃ Βυζαντίου. ἐπὶ δύο δὲ ἡμέραις πρὸς τῇ νήσῳ τὴν στρατιὰν διαναπαύσας, ἦν γὰρ πλεῖστα ὑπὸ τοῦ χειμῶνος κεκακωμένη, καὶ μάλιστα ἡ τῶν Κατελάνων, ὑπὸ τοῦ ψύχους πολλῶν, ἠκρωτηριασμένων, τῇ τρίτῃ ἅμα ἕῳ ἄραντες ἐκ Πριγγίπου ὡπλισμένοι, ἐπὶ τὸ ἐν Ἑπτασκάλῳ νεώριον ἐχώρουν τῶν Βυζαντίων. γνώμην δὲ εἶχον, ὡς ἐκεῖ καὶ ταῖς βασιλικαῖς τριήρεσι συμμίξαντες, ἔνδον γὰρ ἦσαν τοῦ νεωρίου ὡπλισμέναι, χωρήσουσιν ἐπὶ τοὺς πολεμίους. Παγανὴς δὲ ὁ τῶν Γεννουϊτῶν στρατηγὸς ἑβδομήκοντα ἔχων καὶ αὐτὸς, ὧν ἦρχε, ναῦς, ἐν Χαλκηδόνι κατ' ἀντικρὺ Βυζαντίου πρὸς τοὺς πολεμίους τάς τε προτέρας ἐφεξῆς ἡμέρας καὶ τότε ἀντιπαρετάσσετο, ἐπιοῦσι δὲ οὐκ ἐτόλμα συμβαλεῖν, ἀλλ' ὁρῶν ἐπὶ τὸ Βυζαντίων νεώριον ποιουμένους τὴν σπουδὴν, ἔμενεν ἐπὶ τῆς παρατάξεως, ἐλπίζων ὑπὸ τοῦ πνεύματος ἀπροσδόκητόν τι πείσεσθαι τοὺς πολεμίους καὶ διαφθαρήσεσθαι ἑαυτοῖς περιπεσόντας, ὃ μικροῦ ἐδέησε παθεῖν. νότου γὰρ ἀνέμου σφοδροτάτου κατ' ἐκείνην τὴν ἡμέραν πνεύσαντος, δυσέργως μὲν καὶ μετὰ βίας διήνυσαν τὸν ἐκ Πριγγίπου πλοῦν ἄχρι δείλης ἡμέρας ἤδη· ἐπεὶ δὲ ἐγγὺς τοῦ νεωρίου ἦσαν, ὑπὸ σφοδρότητος τοῦ πνεύματος ἐξωθούμενοι, ἐκινδύνευσαν βράχεσι περιπεσεῖν, ἃ πρὸ τῶν τειχῶν πάντη ἐγκατέσπαρται, ὥστε τοῖς τείχεσιν ἀμύνειν πρὸς τὴν βίαν τῶν κυμάτων. ἐν τούτῳ δὲ Ταρχανειώτης Κωνσταντῖνος ὁ τῶν βασιλικῶν τριηρέων στρατηγὸς, ἀνὴρ ἀγαθὸς πρότερόν τε ὢν καὶ τότε μάλιστα ἀποδεδειγμένος θάρσους καὶ φρονήματος ἀνάπλεως, ἐξήλαυνε τοῦ νεωρίου, καὶ τὰς σφετέρας τριήρεις ἔχων, εὐθὺ τῶν πολεμίων ᾔει ἀντικρὺ τῆς ναυαρχίδος. μετ' αὐτὸν δὲ καὶ ὁ τῶν Κατελάνων ἐχώρει στρατηγός· καὶ τρίτος ἐπήλαυνε καὶ Νικόλαος, ἀναθαρσήσας ἤδη. Γεννουῖται δὲ, τοῦ τε πνεύματος βιαζομένου καὶ τῶν πολεμίων ἐπιόντων, οὐδὲ ὑπέμειναν τὴν συμβολὴν, ἀλλ' ἀναστρέψαντες ἤλαυνον, ὡς εἶχον, ἐπὶ Γαλατᾶν· ἐπεδίωκον δὲ οἱ πολέμιοι. βραχείας δὲ οὔσης ἐνταῦθα τῆς θαλάττης, ἐπεὶ φεύγειν ἐπιπλέον οὐκ ἐξῆν, πρὸς τῷ Βραχοφάγῳ λεγομένῳ τόπῳ ὑφάλους ἔχοντι πολλὰς, οἷα δὴ τῶν τόπων ἔμπειροι οἱ Γεννουῖται πρότερον γενόμενοι, ὡρμίσαντο ἐπὶ τοῦ ῥεύματος, καὶ βεβαίως ἐπὶ τῶν ἀγκυρῶν ἑστῶτες, οὐ μᾶλλον ἐναυμάχουν ἢ ἐπεζομάχουν. οἱ ἐκ Βενετίας δὲ καὶ Κατελάνοι μετὰ Ρωμαίων ἐπελθόντες, Ρωμαῖοι μὲν ὄντες ἐπιχώριοι. ἐξέκλινον τὰς ὑφάλους καὶ ἠγωνίζοντο ἐμπείρως καὶ διέφθειρον τοὺς πολεμίους· οὐχ ἧττον δὲ καὶ οἱ ἐκ Βενετίας. Κατελάνοι δὲ τῶν τόπων ἔχοντες παντάπασιν ἀπείρως, σφοδρότατά τε ὑπὸ προθυμίας ἐπελαύνοντες τοῖς πολεμίοις, οἱ μὲν τοῖς βράχεσιν ἐνέπιπτον καὶ συνέθλων τὰς τριήρεις, μάλιστα βαρείας οὔσας, οἱ δ' ὑπὸ τοῦ ῥεύματος ἐκβιαζόμενοι, οὐ κατὰ πρώραν συνέβαλον τοῖς πολεμίοις, ἀλλ' ἐγκαρσίαις ταῖς τριήρεσι, καὶ ἐβλάπτοντο οὐκ ὀλίγα ὑπὸ τῆς ἀταξίας θορυβούμενοι τῆς πρὸς τὰς ἐμβολάς. τόλμης μέντοι καὶ ἀνδρίας ἔργα ἐπεδείξαντο θαυμαστὰ καὶ πλείστους ἀπέκτειναν τῶν πολεμίων· σχεδόν τε οὐδένες τὴν αὐτῶν ὁρμὴν ὑπέμειναν, οἷς συμμίξειαν, ἀλλ' ἡττῶντο κατακράτος. διεφθάρησαν δὲ καὶ αὐτῶν οἱ πλείους οὐ μᾶλλον ὑπὸ τῶν πολεμίων, ἢ τῆς ἀπειρίας, τοῖς βράχεσι περιπεσόντες. νύξ τε ἤδη ἐπιγενομένη διέσωσε τοὺς ἐκ Γεννούας τοῦ μὴ παντάπασι διαφθαρῆναι. διεκρίθησαν γὰρ ἀπ' ἀλλήλων βαθείας ἤδη νυκτὸς, ὅσοι μὴ αὐτίκα διεφθάρησαν, καὶ διέμειναν ἄχρις ἡμέρας διεσκεδασμένοι, ᾗ ἕκαστος ἔτυχεν ὁρμισάμενοι τὴν νύκτα. ὁ πλεῖστος δὲ φθόρος συμπέπτωκε τοῖς Κατελάνοις ἀπὸ τούτου. τοῖς βράχεσι γὰρ ἐμπίπτοντες καὶ καταῤῥηγνύντες τὰς τριήρεις, οἱ μὲν ἀπεπνίγοντο ὡπλισμένοι, διανήχεσθαι μὴ δυνάμενοι πρὸς τὴν χέρσον, τῶν δυνηθέντων δὲ διαφυγεῖν οἱ πλείους ὑπὸ τῶν Γαλατίων συνελήφθησαν ἀπατηθέντες. ὑποπτεύσαντες γὰρ ἐκεῖνοι τὸ συμβὰν, φῶτα ἔχοντες, ἐξῄεσαν ἐπὶ τοὺς ἐκβρασθέντας καὶ ἡγοῦντο ὡς ἐπὶ Βυζάντιον. οἱ δ' εἵποντο ἀπειρίᾳ, καὶ πλῆθος ἦλθε Κατελάνων εἰς τὸν Γαλατᾶν ἀγνοοῦντες, ὅποι ἄγονται. ἅμα δὲ ἡμέρᾳ θάλασσα μὲν νεκρῶν καὶ ναυαγίων περίπλεως ὡρᾶτο, τὰ στρατόπεδα δὲ ἀμφότερα οὐκ ὀλίγην κατὰ τὴν μάχην ἐκείνην ὑπέμεινε τὴν βλάβην. ἀπώλοντο γὰρ Γεννουϊτῶν μὲν ὀκτὼ καὶ εἴκοσι τριήρεις αὔτανδροι, ἐκ δὲ τῶν ὑπολειφθεισῶν ὑπὲρ ἡμίσεις ἔπεσον ἐν τῷ πολέμῳ καὶ ἐτραυματίσθησαν. Βενετικῶν δὲ καὶ Κατελάνων ἑκκαίδεκα μὲν αὔτανδροι ἀπώλοντο, οὐκ ὀλίγοι δὲ καὶ ἐκ τῶν περιλειφθεισῶν ἦσαν τραυματίαι καὶ νεκροί. τῶν δὲ βασιλικῶν ἀπώλετο οὐδεμία. ἔπεσον δέ τινες κατὰ τὴν μάχην, καὶ ἐτραυματίσθησαν πολλοί. εἶχον δὲ ὅμως τὴν νίκην περιφανῶς αἱ βασιλικαὶ μετὰ τῶν συμμαχίδων. οὕτω δὲ τοὺς ἐκ Γεννούας κατειργάσατο ἡ μάχη, ὡς εἰς τὴν ὑστεραίαν δύο τριήρεις αὐτῶν τὸν ἀπὸ τοῦ Βυζαντίου ὄχλον ἐπελθόντα, διεφθαρκέναι ἐκ χειρὸς, ἀδυνάτως ἔχοντας ἀνάγεσθαι, ἃς καὶ καθείλκυσάν τινες· ἐπὶ τὸ Βυζάντιον ἀκατίοις, οὐδενὸς ἀμυνομένου. ταῖς δὲ λοιπαῖς οἱ περιλειφθέντες εἰς Γαλατᾶν ἐλθόντες, ἐπεὶ οἱ ἐκ Βενετίας μετὰ τῶν συμμάχων ἐπὶ τὸν ἀνάπλουν ἀνεχώρησαν πάσας ἐκλιπόντες, ἐπὶ Γαλατᾶν εἰσῄεσαν, τοῖς πολεμίοις τὰς ναῦς καταλιπόντες. μόνος δὲ ὁ στρατηγὸς ὑπελείπετο ἐντὸς, ὥσπερ αἰσχυνόμενος τοῖς πολλοῖς ταὐτὸν παθεῖν καὶ τὰς ὑπολειπομένας ἔτι τῆς σωτηρίας ἐλπίδας καταπροέσθαι, βέλτιον ἡγούμενος, εἰ δέοι, συλλαμβάνεσθαι ὑπὸ τῶν πολεμίων, ἢ καὶ αὐτὸν καταλιπεῖν τὰς ναῦς καὶ χρήσασθαι φυγῇ πρὸς σωτηρίαν. τοιαύτην δὲ περιφανῆ καὶ θαυμασίαν νίκην ἡ ἀνανδρία Νικολάου διέφθειρε καὶ ἀτολμία. εἰ γὰρ ἐπείθετο βασιλεῖ συμβουλεύοντι τοῖς πολεμίοις ἐπελθεῖν κατὰ τὴν ὑστεραίαν, οὐδὲν ἂν ἐκώλυε τάς τε ναῦς τῶν πολεμίων λαβεῖν ἁπάσας καὶ αὐτοὺς πολιορκίᾳ διαφθείρειν καὶ λιμῷ. ὑπὸ δειλίας δὲ τὸ τρόπαιον στῆσαι μονονουχὶ καταλιπὼν, εἴς τινα λιμένα ἦλθε κατὰ τὸ στενὸν Θεραπέα προσαγορευόμενον ἐγχωρίως. Παγανὴς δὲ ὁ τῶν Γεννουϊτῶν στρατηγὸς, οὐδένα ἐπιόντα πολέμιον ὁρῶν, παρεκάλει τὴν στρατιὰν ἐμβαίνειν αὖθις εἰς τὰς ναῦς καὶ μὴ τοσοῦτον καταπεπλῆχθαι τοὺς πολεμίους, ὥστε καὶ ἀπόντας ὀῤῥωδεῖν καὶ φεύγειν ἀγεννῶς, ἀλλὰ νῦν μὲν ἐμβάντας εἰς τὰς ναῦς καθῆσθαι, ἵνα μὴ παντάπασι δοκοῖεν ἀπηγορευκέναι, ἂν δ' ἐπιόντας ἴδοιεν τοὺς πολεμίους, οὐδ' αὐτὸν κωλύσειν σώζεσθαι γενομένους ἐντὸς τειχῶν. οὕτω μὲν αὖθις ἔπειθε, καὶ εἰσήγοντο ἐν ταῖς τριήρεσιν, ὡρμίσαντό τε πρὸ τοῦ φρουρίου, γνώμην ἔχοντες, ὡς, ἢν ἐπίοιεν οἱ πολέμιοι, οὐ ναυμαχήσοντες, ἀλλὰ προησόμενοι τοῖς πολεμίοις τὰς τριήρεις. βασιλεὺς δὲ τὴν ἀτολμίαν καὶ ἀσθένειαν οὐκ ἀγνοῶν τῶν πολεμίων, πέμπων τε παρεκάλει τὸν Νικόλαον ἐπὶ τοὺς πολεμίους ἥκειν αὖθις, ὡς ἀναιμωτεὶ τῆς νίκης ἐσομένης, καὶ αὐτὸς γενόμενος πρὸς τῷ λιμένι, ᾧ ὡρμίζετο, πείθειν ἐπεχείρει, τὴν ἀσθένειαν τῶν πολεμίων ἐκδιδάσκων. ὁ δ' ἀήττητος ἦν πρὸς πᾶσαν ἀνάγκην τὴν ἐκ λόγων, ἀλλὰ τοῦτο μόνον ἐσκόπει, ὅπως μὴ αὖθις συμμίξειε τοῖς πολεμίοις, τῆς ἀτολμίας δὲ καὶ φαυλότητος ὥσπερ προκάλυμμα καὶ τραῦμά τι μικρὸν εἶχεν, ὃ κατὰ τὴν μάχην ἐτραυματίσθη. βασιλεὺς δὲ ἠνιᾶτο μὲν οὐκ ἀνεκτῶς καὶ ὠργίζετο, τοιαύτης νίκης ἀπολλυμένης ὑπὸ Νικολάου, πείθειν δὲ οὐκ εἶχε πολλὰ παρακαλῶν. οὐχ ἧττον δὲ καὶ ὁ τῶν Κατελάνων ἠγανάκτει ἡγεμὼν συνορῶν, οἵων ὑπὸ τοῦ συνάρχοντος τροπαίων ἀποστεροῦνται, ἔφασκέ τε πρὸς βασιλέα ἀνάγκην ἔχειν ἕπεσθαι Νικολάῳ, καὶ μηδὲν, ὃ μὴ κἀκείνῳ δοκεῖ, ἐξεῖναι πράττειν. οὕτω γὰρ εἶναι προστεταγμένον αὐτῷ παρὰ ῥηγὸς τοῦ σφῶν δεσπότου. εἰ δὲ μὴ ταύτην εἶχε τὴν ἀνάγκην, οὐκ ἂν ἐδεήθη Νικολάου πρὸς τὴν κατὰ τῶν πολεμίων ἔφοδον, ἀλλ' ἅμα ταῖς βασιλέως μόναις ἂν ἐπεχείρησε καὶ κατώρθωσε τὸ ἔργον, τῇ τε τῶν σφετέρων εὐτολμίᾳ πεποιθὼς καὶ ἀρετῇ καὶ τῇ Ρωμαίων. εὐτολμότατοι γὰρ ἐφάνησαν αὐτῷ καὶ ἐμπειρότατοι κατὰ τὴν μάχην. αἰσθόμενος δὲ ὁ βασιλεὺς καὶ αὐτὸν ὡρμημένον πρὸς τὴν μάχην, μᾶλλόν τε ἐπέῤῥωσε λόγοις παρακλητικοῖς, καὶ Νικόλαον αὖθις ἐπεχείρει πείθειν, καὶ τοῦ Κατελάνων ἄρχοντος τὴν γνώμην ἐπαινοῦντος καὶ δεομένου πείθεσθαι τῷ βασιλεῖ τὰ βελτίω συμβουλεύοντι. ὁ δὲ πᾶσι λόγοις μᾶλλον, ἢ τοῖς περὶ μάχης, ὑπεῖχεν ἀκοάς· ἀλλ' ἀπηγόρευε φανερῶς καὶ διήγαγεν οὕτως ἀπρακτῶν ὀλίγῳ πλείους ἡμερῶν τριάκοντα. Κατελάνοι δὲ εὐθὺς μετὰ τὴν μάχην τούς τε τραυματίας, ὅσοι ἦσαν, καὶ τοὺς νενοσηκότας, παμπόλλους ὄντας, ἤγαγον εἰς Βυζάντιον. καὶ φιλοφρόνως ἄγαν οἱ Βυζάντιοι ἐδέξαντο καὶ ἐθεράπευσαν μάλα φιλανθρώπως, ὑπὸ λιμοῦ καὶ κρύους μάλιστα κακῶς διακειμένους. καὶ τά τε ἀναγκαῖα τῶν ἐνδυμάτων ἐχορήγουν καὶ πρὸς τὴν νόσον ἤρκεσαν ἑκάστῳ, ὅσοι μὴ ἀπέθνησκον κατεργασθέντες. πολλήν τε κατεγίνωσκον ὠμότητα καὶ ἀφιλανθρωπίαν Νικολάου, ὅτι στρατιὰν ἀκμάζουσαν καὶ πρὸς μάχας κάλλιστα ἐξησκημένην καὶ πλεῖστα διαφέρουσαν, ὧν αὐτὸς ἦγε, πρὸς ἀνδραγαθίας λόγον, παραλαβὼν, ὥσπερ ἐξεπίτηδες διέφθειρε καταμελήσας. θέρους γὰρ ὥρᾳ τῆς ἰδίας γῆς ἐξορμηθέντες καὶ νομίσαντες ἐν ὀλίγῳ χρόνῳ ἢ διαφθερεῖν τοὺς πολεμίους προστυχόντες, ἢ αὐτοὶ διαφθαρήσεσθαι, τοιαύτῃ γὰρ ἐξεστράτευσαν ὁρμῇ, οὔθ' ἱματίων πρόνοιαν πρὸς τὴν ἐν χειμῶνι στρατείαν ἀρκεσόντων ἐποιήσαντο, οὔτε τῶν λοιπῶν ἐπιτηδείων, ἀλλὰ μέτρι' ἄττα ἔχοντες, ἐξῄεσαν ἐν ταῖς ναυσί. Νικολάου δὲ τὸν χρόνον τρίβοντος κακῶς καὶ νήσους περιπλέοντος καὶ φυγομαχοῦντος ὑπ' ἀνανδρίας, ἐπεὶ πείθειν οὐκ εἶχον πολλὰ δεόμενοι ἐπάγειν σφᾶς τοῖς πολεμίοις, ἕως ἔῤῥωται ἡ στρατιὰ, ὡς πολλῷ τῶν ἐλπίδων βελτίους ἐσομένους, τά τε ἐπιτήδεια ἐπιλείπειν ἤδη ἤρχετο, ἀνάγκῃ περισχεθεὶς ὁ στρατηγὸς καὶ δείσας, μὴ παντάπασιν ἀπόλωνται ὑπὸ ἐνδείας, ἐκέλευε τὴν ἡμίσειαν τροφὴν ἑκάστῳ καὶ ναύτῃ καὶ ὁπλίτῃ παρέχειν, τῆς ἡμέρας οὐδὲν πλέον, ἢ μάζης οὔσης. γλίσχρως δὲ αὐτοῖς χορηγουμένης τῆς τροφῆς ὡς μόλις ἀποζῇν, καὶ χειμῶνες ἐπιγενόμενοι ἐξαίσιοι, διέφθειραν παντάπασι γυμνοῖς καὶ πεινῶσιν ἐπιθέμενοι. Νικολάου δὲ οὐδενὸς ἐμέλησε τῶν τοιούτων, ἀλλὰ καὶ ἐν ἐμπορίοις τοῖς σφίσι φιλίοις προσίσχων ταῖς ναυσὶ, τῶν μὲν ἰδίων ἐποιεῖτο πρόνοιαν, ὅση δυνατὴ, τῶν δὲ συμμάχων, οὐδ' ὅσον εἰπεῖν ὄντων βελτιόνων, κατημέλει. τοιαύτην ἐνεδείξατο ἀγνωμοσύνην πρὸς τοὺς φίλους. ὃν δικαίως πολλὰ καταμεμφόμενοι Βυζάντιοι τοὐναντίον ἅπαν ἐπεδείκνυντο πρὸς Κατελάνους, τῆς τοσαύτης οἰκτείροντες κακοπραγίας. οὐ μόνον γὰρ ἦσαν παντάπασι γυμνοὶ, ἀλλὰ καὶ νεκρῶν εἴδωλα καμόντων, ποιητικῶς εἰπεῖν, ὀλίγον ἐμπνέοντες ἔτι καὶ ζῇν πεπιστευμένοι τῷ κινεῖσθαι· οἱ πλείους δὲ οὐδὲ κινεῖσθαι ἦσαν δυνατοὶ, ὑπὸ τοῦ ψύχους τῶν μελῶν ἠκρωτηριασμένων. καὶ τοσαύτης ἠξίωσαν ἐπιμελείας, ὅσης ἄν τινας καὶ τῶν οἰκειοτάτων. οὐ μόνον οἱ δυνατοὶ τῶν πολιτῶν καὶ φροντιστήρια ἱερὰ καὶ οἱ πρὸς κοινὴν ὑποδοχὴν τῶν ξένων κατεσκευασμένοι οἶκοι, τὸ θαυμαστὸν τοῦτο παρὰ Ρωμαίοις ἔργον καὶ πολλῆς φιλανθρωπίας γέμον, ἀλλὰ καὶ τῶν τοῦ δήμου πλεῖστοι καὶ τῶν ἐργαστηρίοις καὶ τέχναις προσεχόντων, μᾶλλον δὲ σύμπαντες ἐφιλονείκουν, ἄλλος ἄλλον ὑπερβαλέσθαι τῇ περὶ τοὺς δυσπραγοῦντας φιλοτιμίᾳ, καὶ οὕτω καλῶς ἀνακτησάμενοι καὶ προνοίας τῆς δεούσης ἀξιώσαντες, ἐξέπεμπον ἐπὶ τὰς σφῶν τριήρεις πρὸς τὴν οἰκίαν ἀπαιρούσας ἤδη, πολλὰ Ρωμαίους εὐφημοῦντας καὶ τῆς περὶ σφᾶς προνοίας μεγάλας χάριτας ὁμολογοῦντας. ὅσοις δὲ ἀπώλοντο αἱ νῆες, ἐν Βυζαντίῳ κατελείποντο ἀνάγκῃ, περὶ δισχιλίους ὄντες, ὧν τοὺς πολλοὺς δεηθέντας ὕστερον πολλῆς προνοίας ἀξιώσας ἐξέπεμψεν ὁ βασιλεὺς πρὸς τὴν οἰκίαν διὰ τῆς ἠπείρου. κατελείποντο δὲ ἑκοντὶ ὑπὲρ τριακοσίους, οἷς ἐχρῆτο πρὸς στρατείας ὁ βασιλεὺς μισθοφοροῦσι, καὶ πολλὴν ἀνδραγαθίαν ἐπεδείκνυντο κατὰ τὰς μάχας. ταῦτα μὲν οὖν ὕστερον.

λαʹ. Τότε δὲ, ἐπεὶ οἱ ἐκ Γεννούας οὐδένα πολεμίων ἐν ἡμέραις πλείοσιν ἑώρων ἐπιόντα, ὅπερ ἦν, τὴν πρὸς αὐτοὺς μάχην ὀῤῥωδεῖν τοὺς πολεμίους ὑποπτεύσαντες, ἀνεθάρσησάν τε καὶ δεῖν ἔγνωσαν αὐτοὶ ἐκείνοις ἐπιέναι, ὡς μᾶλλον καταπλήξοντες. καὶ αὐτοί τε παρεσκευάζοντο, ὅσα ἔδει, πρὸς τὴν μάχην, καὶ πρὸς Ὀρχάνην πρεσβείαν πέμψαντες, ἐδέοντο σφίσι συμμαχεῖν, χρήματά τε οὐκ ὀλίγα παρεχόμενοι καὶ τὴν χάριν ἐσαεὶ ἀνάγραπτον τῷ Γεννούας δήμῳ καὶ τῇ βουλῇ ἔσεσθαι ἐπαγγελλόμενοι. ὁ δ' ἐπείθετο προθύμως, οὐ μόνον τῶν χρημάτων ἕνεκα, ἀλλ' ὅτι καὶ τοὺς ἐκ Βενετίας ἐν αἰτίαις εἶχεν, ὅτι πρὸς τοὺς ὅρους τῆς ἐκείνου ἡγεμονίας ἀφιγμένοι στόλῳ τοσούτῳ, οὐ μόνον σύμμαχον καὶ φίλον ἔχειν, ἀλλ' οὐδὲ προσρήσεως γοῦν τινος ἠξίωσαν ψιλῆς. καὶ πέμψας στρατιὰν πολλὴν πεζήν τε καὶ ἱππικὴν πρὸς τὴν ἀντιπέρας Βυζαντίου ἤπειρον, ἐκεῖθέν τε ἐκέλευε τοὺς ἐκ Γεννούας ὠφελεῖν, ὅ,τι ἂν δύναιντο, καὶ πρὸς Γαλατᾶν περαιουμένους. καὶ ὠφέλησε τὰ μέγιστα κατ' ἐκεῖνο τοῦ καιροῦ τὸ Περσικὸν αὐτούς. ὡς γὰρ ἤδη παρεσκευασμένοι ἦσαν καὶ οὐδὲν ἐνέδει ἔτι, καὶ ὁλκάδας δύο μεγάλας ἐπαγόμενοι, ἐφ' αἷς ἦσαν ξύλινοι πύργοι κατεσκευασμένοι, οἷς ἐπέστησαν πολλοὺς ὁπλίτας, πρὸς τὴν ἀντιπέρας ἤπειρον ἐπεραιώθησαν ταῖς ναυσὶν ἁπάσαις, ὅσαις εἶχον. παρεπομένων δὲ ἐκ τῆς ἠπείρου καὶ τῶν Περσῶν, καταντικρὺ τῶν πολεμίων ὡρμίσαντο ἐλθόντες. καὶ ὁ βασιλεὺς αὐτίκα πολλὴν ἄγων στρατιὰν πεζήν τε καὶ ἱππικὴν ἐκ Βυζαντίου, συστρατευομένου καὶ Παλαιολόγου τοῦ νέου βασιλέως, ἄρτι γὰρ ἀφῖκτο ἐκ Θεσσαλονίκης, ὥσπερ ὕστερον εἰρήσεται ὀλίγῳ, πρός τε τὰς σφετέρας καὶ τὰς συμμαχίδας ἀφίκοντο τριήρεις καὶ παρώρμων τὸν Νικόλαον ἐπὶ τὴν μάχην. ὁ δὲ τοσοῦτον ἀπέσχε τοῦ πεισθήσεσθαί ποτε, ὥσθ' ὑπ' ἄκρας ἀθλιότητος μηχανὰς διενοεῖτο πετροβόλους ἀχθησομένας ἐκ Βυζαντίου καθιστᾷν ἐπὶ τῆς χέρσου, ὡς ἀμυνουμένας ἀπὸ γῆς, ἂν οἱ πολέμιοι ἐπίωσιν. ἃ εἰ καί τινα ὠφέλειαν συνοίσειν ἐνομίζετο, οὐκ ὀλίγου ἂν ἐδεήθη χρόνου πρὸς κατασκευὴν, τῶν πολεμίων μάλιστα ἐφεστηκότων καὶ πολλάκις τῆς αὐτῆς ἡμέρας δυναμένων ἐπιέναι. οὕτως οὔτε ἔπραττεν, οὔτε διενοεῖτό τι τῶν ἔμφρονι στρατηγῷ καὶ τὰ δέοντα συνεῖναι δυναμένῳ προσηκόντων ὑπὸ τῆς προσούσης ἐμπληξίας καὶ δειλίας. Πούνσων δὲ Ντεσάντα παῖς, οὕτω γὰρ ὁ τῶν Κατελάνων ἄρχων ἐκαλεῖτο, διεῤῥήγνυτο ὑπὸ θυμοῦ καὶ διασπᾷν, εἰ οἷόντε ἦν, τὸν συνάρχοντα Νικόλαον διενοεῖτο, τὴν ὕβριν τῶν πολεμίων καὶ τὴν καταφρόνησιν ἐννοῶν, ἣν πάσχουσι διὰ τὴν φαυλότητα τοῦ στρατηγοῦ, τοσοῦτον ἐν ἅπασι τῶν πολεμίων ὑπερέχοντες. πολλήν τε τοῦ σφετέρου ῥηγὸς κατεγίνωσκεν ἀπραγμοσύνην, ὅτι φέρων αὐτόν τε καὶ τὴν στρατιὰν ὑπέταξε τοιούτῳ ἀνδραπόδῳ, τῶν πολλῶν καὶ φαυλοτάτων οὐδὲν ἄμεινον διακειμένῳ. πονήρως δὲ καὶ τὸ σῶμα ἔχων ὑπὸ πυρετῶν, τὴν ἀρχήν τε ἔφασκεν ὑπὸ τῶν ἀτόπων ἔργων τοῦ συνάρχοντος νενοσηκέναι καὶ τελευτήσειν, ἀεὶ προστιθεμένων τῶν δεινῶν· ὅπερ καὶ μικρὸν ὕστερον ἐγίνετο. εἴτε γὰρ ὑπὸ πικρίας καὶ ὀργῆς τῆς πρὸς τὸν συνάρχοντα, εἴτε καὶ ἄλλως κατεργασθεὶς ὑπὸ τῆς νόσου, ἐτελεύτησεν, ἀνὴρ ἐπιφανὴς ἐν τοῖς ὁμοφύλοις καὶ πρὸς σύνεσιν καὶ στρατηγίαν οὐδενὸς ἀπολειπόμενος καὶ ἀγαθὸς ὀφθεὶς κατὰ τὰς μάχας. ᾑρεῖτο δὲ ἀντ' ἐκείνου στρατηγὸς Μονενάν τε Σκολτοῖς Κατελάνης, οὐκ ἐπιφανὴς μὲν, οὐδὲ ἐκ τῶν εὐπατριδῶν, ὅμως δὲ συνέσει καὶ πείρᾳ τῶν ἄλλων ὑπερέχων καὶ πρὸς μάχας κάλλιστα ἐξησκημένος. Νικόλαος δὲ ἄρας ἐξ οὗπερ ὡρμίζετο λιμένος ἅμα πάσαις ταῖς τριήρεσιν εἰς Βυζάντιον ἀφῖκτο, ὀπίσω καταλιπὼν τοὺς πολεμίους. δείσαντες δὲ κἀκεῖνοι, μὴ ἐπίθωνται Γαλατᾷ ὀλιγανδροῦντι, πάντες γὰρ ἦσαν ἐν ταῖς ναυσὶ, κατέπλεον μετ' ἐκείνους. καὶ αὖθις ὁ βασιλεὺς ἐδεῖτο Νικολάου συμβαλεῖν τοῖς πολεμίοις καταπλέουσιν· ἑώρα γὰρ περιφανῆ τὴν νίκην ἐσομένην. ὁ δ' οὐ δὲν ἧττον ἢ πρότερον, πάντα μᾶλλον ἢ μάχεσθαι διενοεῖτο. βασιλεὺς δὲ ὑπ' ἀμηχανίας ἀπορῶν, ὅ,τι χρήσαιτο τοῖς πράγμασι, Μονενὰν τῷ τῶν Κατελάνων ἄρχοντι συνεβούλευε, μετὰ τῶν βασιλικῶν παρασκευασάμενον τριηρέων χωρεῖν ἐπὶ τοὺς πολεμίους. οἴεσθαι γὰρ καὶ Νικόλαον αἰσχυνθέντα οὐκ ἀπολειφθήσεσθαι τῆς μάχης, πρός τε τὸν ῥῆγα σφῶν εὐπρόσωπον ἀπολογίαν ἔσεσθαι, εἰ παρὰ Νικολάου διώκοιτο ἀπειθείας· τετελευτηκέναι γὰρ ἐκεῖνον, ᾧ προσέταττεν ὁ ῥὴξ πάντα Νικολάῳ πείθεσθαι. Μονενὰν δὲ αὐτῷ τε καὶ τοῖς ὁμοφύλοις μάλιστα τὴν μάχην εἶναι κατὰ γνώμην ἔφασκε καὶ πολλὴν καταγινώσκειν ἀτολμίαν Νικολάου, οὕτως ἑτοίμην νίκην ὑπὸ φαυλότητος ἑκοντὶ προϊεμένου· μὴ δύνασθαι δὲ μηδ' αὐτὸν παρὰ τὰ δοκοῦντα πράττειν Νικολάῳ. τὸν γὰρ αὐτὸν εἶναι λόγον πρὸς αὐτὸν, ὅνπερ καὶ τῷ στρατηγοῦντι πρὸ ἐκείνου. εἶναι δὲ ἀνόητον παντάπασιν, εἰ νικῶντες καὶ ἡττώμενοι ὁμοίως εὐθύνας ὑποπτεύοντες τῆς ἀπειθείας τῷ σφῶν ἄρχοντι παρέχειν, ἔπειτα διακινδυνεύειν ὑποσταῖεν ἐφ' οὕτως ἑκατέρωθεν ἐσομένοις φανεροῖς κακοῖς. ἄντε γὰρ νικῷεν, κολάζεσθαι ἀνάγκη καὶ τὰ ἔσχατα ὑπομένειν καὶ ἀτίμους εἶναι διὰ τὴν ἀπείθειαν, οὕτω γὰρ εἶναι παρ' αὐτοῖς νενομισμένον, ἄνθ' ἡττῶνται παρὰ τῶν πολεμίων, ἄδηλον γὰρ, ὅπη ἀποβήσεται, ἀνάγκη ἀποθνήσκειν τοὺς περισωθέντας ἀπὸ τοῦ πολέμου. δι' ἃ μὴ δύνασθαι, εἰ μὴ Νικόλαος ἐπιτρέπει, συμπλέκεσθαι τοῖς πολεμίοις. οὕτω δὲ περὶ τὴν μάχην μάλιστα ἠσχολημένου βασιλέως καὶ ἀγανακτοῦντος, ὅτι μὴ πείθοιντο οἱ σύμμαχοι, ταῖς γὰρ σφετέραις μόναις ἀδύνατοι ἦσαν οἱ Ρωμαῖοι πρὸς τοσοῦτον στόλον ἀντικαθίστασθαι τῶν πολεμίων, ἀθρόον ἑωρῶντο ἄρτι ἥκουσαι ἐκ Κατελάνων τρεῖς τριήρεις μέγισται μεγέθει καὶ πρὸς τὴν ἄλλην ἅπασαν παρασκευὴν διαπρεπῶς κεκοσμημέναι, ὁπλίτας ἄγουσαι μαχιμωτάτους πολλοὺς καὶ ἀγαθούς. νομίσας δὲ διὰ τὴν προσθήκην τῶν τριηρέων ἀναθαρσήσαντα Νικόλαον χωρήσειν ἐπὶ τοὺς πολεμίους, ἥδετό τε καὶ ἐν ἐλπίσι χρηστοτέραις ἦν καὶ αὖθις ἐπεχείρει παρορμᾷν. ὁ δ' ἔργοις αὐτοῖς ὡς οὐ μαχεῖται φανερὸν ποιῶν, τὸν ναύσταθμον καταλιπὼν, ὡρμίζετο γὰρ ἐπὶ τὰς Εὐγενίου πύλας, καὶ περιπλεύσας τὴν ἀκρόπολιν, ἐπὶ τὸ ἀκμαιότατον τοῦ ῥεύματος ἐλθὼν, ἐφώρμει πρὸς τὴν τῆς μάρτυρος Βαρβάρας καλουμένην πύλην. συνείποντο δὲ ἀνάγκῃ καὶ Κατελάνοι καὶ Ρωμαῖοι. βασιλεὺς δὲ εἰδὼς ἀλίμενον τὸ χωρίον ὂν, ὡς τὰ πολλὰ, ἂν ἐκ πόντου ἢ τῆς ἕω πνεύματα προσπέσωσιν· ὀγκουμένη γὰρ ἡ θάλασσα τοῖς τείχεσι προσπίπτει, πέτραι τε πολλαὶ καὶ ὕφαλοι καὶ φαινόμεναι τῶν τειχῶν προβέβληνται πανταχοῦ πρὸς ἄμυναν τῶν κυμάτων, ὑπὸ τῶν πρώτως τειχισάντων τὸ Βυζάντιον ἐκ προνοίας ᾠκοδομημέναι, συνεβούλευεν ἀφίστασθαι τοῦ τόπου καὶ μὴ σφᾶς αὐτοὺς ἀπροσδοκήτοις κινδύνοις περιβάλλειν ἑκοντί. Νικολάου δὲ σφίσι μᾶλλον τῆς περὶ τὰ ναυτικὰ πείρας δεῖν εἶναι παραχωρεῖν εἰπόντος πρὸς βασιλέα, ὥσπερ αὐτοί τε καὶ πάντες αὐτῷ τῶν κατὰ τὴν ἤπειρον ἐξίστανται, καὶ πολυπραγμονεῖν μηδὲν, ὡς σὺν ἐπιστήμῃ πολλῇ τὰς ναυλοχίας ποιουμένων, τοῦτον μὲν ὡς ἀπεστερημένον παντάπασι κατελίμπανε φρενῶν, Ταρχανειώτην δὲ τὸν τῶν σφετέρων ἄρχοντα τριηρέων τάχιστα ἐκέλευεν ἀναχωρεῖν, ὅπου μάλιστα ἐν ἀσφαλεῖ διανυκτερεύσει, καὶ μὴ τοῖς ἀναισθήτοις ἐκείνοις συγκινδυνεύειν. Ταρχανειώτης μὲν οὖν ἐποίει κατὰ τὰ κεκελευσμένα· πνευμάτων δὲ ἀθρόον ἀκρίτων προσπεσόντων τῆς νυκτὸς καὶ τῆς θαλάσσης ἐξοιδησάσης, ὀλίγου ἐδέησαν αἱ Βενετικαὶ τριήρεις καὶ αἱ συμμαχίδες πᾶσαι διαφθαρῆναι, ὑπὸ τῶν κυμάτων πρὸς τὰ τείχη ἐξωθούμεναι. ὅμως μέντοι ἐναυάγησαν τέτταρες ἐκ τῶν Βενετικῶν καὶ τρεῖς τῶν συμμαχίδων. ἄνθρωποι δὲ καὶ ὅπλα καὶ αἱ λοιπαὶ ἀποσκευαὶ διεσώθησαν, πολλὰ καὶ τῶν Βυζαντίων συνεφαπτομένων καὶ συναλγούντων πρὸς τὸν κίνδυνον. αἱ βασιλικαὶ δὲ διενυκτέρευσαν ἐν ἀσφαλεῖ, οὐδ' ἐν αἰσθήσει τοῦ κλύδωνος γεγενημέναι. οὕτω φαύλως ὁ τῶν ἐκ Βενετίας στρατηγὸς ἠγωνίσατο κατ' ἐκεῖνον τὸν καιρὸν, καὶ ὥσπερ ἑκοντὶ μετὰ τοὺς κινδύνους προεῖτο τὴν νίκην τοῖς πολεμίοις, πολλῆς τε ἀηδίας καὶ λύπης ἐνέπλησε καὶ οἷς ἔλεγε καὶ οἷς ἐποίει βασιλέα. μετὰ δὲ τὸν κλύδωνα ἐκεῖνον καὶ τὰς ναυαγίας παραινοῦντος βασιλέως ἔτι περιμένειν, αὐτὸς μηδὲ συνταξάμενος ἀνεχώρει, μόνον τὸν βασιλέα πρὸς τὸν πόλεμον καταλιπών. ὁ δὲ οὐδ' οὕτως ἀπείπατο τὴν συμμαχίαν, ἀλλὰ καὶ μετὰ τὴν τῶν συμμάχων ἀναχώρησιν ἐν τεσσαράκοντα ἡμέραις διέφερε τὸν πόλεμον, ἐλπίζων ἐπανήξειν τοὺς συμμάχους. ὡς δὲ ἠγγέλλοντο ὑπερβαλόντες τὸν Αἰγαῖον, οὐδένα ἂν δικαίως οἰηθεὶς ἔχειν αἰτίαν ἐπενεγκεῖν, εἰ σπένδοιτο τοῖς πολεμίοις θαλασσοκρατοῦσιν, ἀπολιπόντων τῶν συμμάχων καὶ καταπροδόντων ἄντικρυς, ἐσπείσατο πρὸς τοὺς ἐκ τῆς Γεννούας, προθυμότατα δεξαμένοις τὴν τοῦ πρὸς βασιλέα κατάλυσιν πολέμου. μετὰ τοῦτο δὲ καὶ αὐτοὶ πρὸς τὴν οἰκίαν ἀνεχώρουν.

λβʹ. Τοῦ αὐτοῦ δὲ ἔτους Νικόλαός τε τὰς οὔσας τριήρεις ἐπισκευασάμενος καὶ ἑτέρας προσλαβὼν ἐκ Βενετίας, καὶ Κατελάνων πρὸς τοῖς οὖσι καὶ ἑτέρων ἐπιγενομένων, ὥρμηντο αὖθις ἐπὶ ζήτησιν τῶν πολεμίων. Γεννούας δὲ ὁ δῆμος καὶ ὁ δοὺξ ἐν αἰτίαις ποιησάμενοι Παγανὴν τὸν στρατηγὸν, ἄριστα τό γε εἰς αὐτὸν ἧκον ἐστρατηγηκότα καὶ μόνον αἰτιώτατον γεγενημένον τοῦ μὴ παντάπασι διαφθαρῆναι, ἀπεχειροτόνησαν, Ἀντώνιον δὲ Γριμάρδον ἐπέστησαν τῷ στόλῳ στρατηγόν. ἐφοπλίσας δὲ καὶ αὐτὸς πρὸς ταῖς οὔσαις καὶ ἑτέρας καὶ τἄλλα ἐπισκευασάμενος, ὧν ἐδεῖτο, ἐν Σαρδοῖ τῇ νήσῳ προσέβαλε τοῖς πολεμίοις, καὶ μάχης γενομένης, ἡττᾶτο κατακράτος, καὶ δύο καὶ τριάκοντα ἀπέβαλε τριήρεις. Κατελάνοι δὲ τότε μᾶλλον Νικόλαον ἐμέμψαντο, ὅτι μὴ πεισθείη βασιλεῖ ναυμαχεῖν περὶ Βυζάντιον, ὅπου πλείων τε αὐτοῖς ἡ δύναμις, παρούσης καὶ τῆς βασιλικῆς, καὶ τοῖς πολεμίοις οὐδεμία ἡττηθεῖσιν ἦν ἀποφυγὴ, ἀλλ' ἀνάγκη ἦν παντάπασιν ἐκπολιορκηθέντας διαφθαρῆναι. οἱ ἐν Γεννούᾳ δὲ ἀπειρηκότες πρὸς οὕτω μεγάλην ἧτταν, χρήματά τε γὰρ αὐτοῖς οὐ παρῆν πρὸς ἑτέρου στόλου παρασκευὴν, καὶ ὁ δῆμος ἐπιέζετο ἐνδείᾳ πολλῇ τοῦ σίτου, τῶν ἐκ Βενετίας μὲν θαλασσοκρατούντων μετὰ τὴν νίκην καὶ οὐκ ἐώντων σῖτον ἐκ θαλάττης ἄγεσθαι, γῆς τε οὐκ ἄρχοντες, ἐξ ἧς τραφήσονται γεωργοῦντες, δεῖν ἔγνωσαν τῷ τῶν Μεδιολάνων ἄρχοντι ὑπάγειν ἑαυτοὺς καὶ καταδουλοῦν, ὠφελεῖν τὰ μέγιστα δυναμένῳ. χρημάτων τε γὰρ ἐς τὰ μάλιστα εὐπόρει καὶ στρατιᾶς οὐχ ἱππικῆς μόνον, ἀλλὰ καὶ πεζῆς, ἧς ἐδέοντο ἐκεῖνοι. πρὸς τούτοις δὲ καὶ χώρας ἄρχων πολλῆς καὶ ἀγαθῆς, τρέφειν ἠδύνατο σῖτον πανταχόθεν ἄγων. οὕτω δὲ δόξαν, διεπρεσβεύοντο πρὸς αὐτὸν καὶ τὴν πόλιν παρεδίδουν. ὁ δ' ἐδέχετο ἀσμένως, καὶ πρότερον ποιούμενος περιπλείστου Γεννούας δεσπότης εἶναι, οὔσης ὁμόρου. καὶ ὅρκοι πρὸς ἀλλήλους ἐγίνοντο καὶ συμβάσεις, ὥστ' αὐτὸν μὲν ἐκείνοις καὶ χρήμασι καὶ ὅπλοις καὶ στρατιώταις καὶ πᾶσιν, οἷς ἔχει, βοηθεῖν ἐπὶ τοὺς πολεμίους, αὐτοὺς δ' ἐκεῖνον διὰ βίου παντὸς δεσπότην ἔχειν καὶ μηδέποτε ἀγνωμονήσειν, ἄρχοντά τε δέχεσθαι τῇ πόλει παρ' ἐκείνου, καὶ τὴν πολιτείαν καθάπαξ μεταβαλόντας ὑπ' ἐκείνου ἄγεσθαι, ὅπη ἂν δοκῇ. οὕτω μὲν οὖν οἱ ἐν Γεννούᾳ πιεσθέντες ὑπὸ τοῦ πολέμου πράττειν ἠναγκάσθησαν ἀγεννῆ καὶ ἀνελεύθερα, τὸν πρότερον κόμπον καὶ τὸ φύσημα ἀποβαλόντες, καὶ Σίμωνα Μπουκανέγρα τὸν σφῶν ἄρχοντα παραλύσαντες τῆς ἀρχῆς, ἄρχοντα τῇ πόλει εἰσεδέχοντο παρὰ τοῦ τῶν Μεδιολάνων δεσπότου. ὁ δ' ὡς οἰκείων ἤδη πρόνοιαν ποιούμενος, σῖτόν τε ἀφθόνως ἐχορήγει καὶ τὰ ἄλλα ἐπιτήδεια καὶ χρήματα ἐς τοῦ πολέμου τὴν παρασκευὴν καὶ ὁπλίτας, ἐκέλευέ τε αὖθις τριήρεις πληροῦν κατὰ τῶν πολεμίων. ἐπεὶ δὲ ὁ στόλος παρεσκεύαστο, τὸν Παγανὴν ἐπέστησαν αὖθις στρατηγὸν, Ἀντωνίου πολλὴν καταγνόντες ἀπειρίαν περὶ στρατηγίας. καὶ οἱ ἐκ Βενετίας ὡς ἐπύθοντο τοὺς πολεμίους αὖθις στόλῳ ἐπιόντας, ἀντεπεξῄεσαν καὶ αὐτοὶ, Νικολάου στρατηγοῦντος· ἐπαρθέντες δὲ τῇ προτέρᾳ νίκῃ καὶ τῆς Κατελάνων συμμαχίας ἀμελήσαντες, ὥσπερ καὶ πρότερον τῆς βασιλέως, κατεναυμαχήθησαν ὑπὸ τῶν ἀντιπάλων πρὸς τῇ Μεθώνῃ, καὶ τάς τε ναῦς ἁπάσας οἱ ἐκ Γεννούας ἔλαβον τῶν πολεμίων πλὴν ὀλίγων καὶ τὸν στρατηγὸν αἰχμάλωτον, ὃς καὶ ἐν Γεννούᾳ ἐτελεύτησε δεσμωτήριον οἰκῶν. μετὰ δὲ τὴν πληγὴν ἐκεῖνοι καὶ οἱ ἐκ Βενετίας ἀτονοῦντες πρὸς τὸν πόλεμον, διεπρεσβεύσαντο ἀλλήλοις περὶ εἰρήνης καὶ κατέλυσαν τὸν πόλεμον, μικρᾶς ἕνεκα αἰτίας μέγαν γεγενημένον καὶ τὰ μέγιστα ἑκατέρους βλάψαντα. ἐπεὶ δὲ εἰρήνη ἦν καὶ δεινὸν οὐδὲν προσεδοκᾶτο, ἀνάξιον εἶναι σφῶν ἡγούμενοι οἱ ἐν Γεννούᾳ μηδὲν ἀγνωμονεῖν περὶ τοὺς εὐεργετηκότας, πρῶτα μὲν Παγανὴν τὸν στρατηγὸν, λαμπρὸν γεγενημένον ἐν ταῖς στρατηγίαις ἀμφοτέραις, ἐξήλασαν τῆς πόλεως, ἀειφυγίαν κατακρίναντες, καὶ σὺν ἐκείνῳ πάντας τοὺς ἀρίστους, οὐδὲν ἔχοντες ἐγκαλεῖν· ἔπειτα καὶ τοῦ Μεδιολάνων ἀφίσταντο δεσπότου καὶ Μπουκανέγραν αὖθις τὸν Σίμωνα ἄρχοντα τῶν πραγμάτων ἀποδείξαντες, τὸν παρ' ἐκείνου καθεστῶτα ἐξήλασαν ἀτίμως καὶ τοῦτον τὸν τρόπον ἐκεῖνον τῆς πολλῆς περὶ αὐτοὺς ἠμείψαντο κηδεμονίας. ὁ μὲν οὖν τῶν Λατίνων πρὸς ἀλλήλους καὶ πρὸς Ρωμαίους πόλεμος ἐνταῦθα ἐτελεύτησε. βασιλεὺς δὲ ὁ Παλαιολόγος, βασιλίδος τῆς μητρὸς μάλιστα ἐναγούσης, ἦλθεν εἰς Αἶνον, ἐν Θεσσαλονίκῃ τὴν μητέρα καταλιπὼν, ὡς ἐκεῖθεν διὰ τῆς Θρᾴκης εἰς Βυζάντιον ἀφιξόμενος πρὸς βασιλέα τὸν κηδεστήν. οἱ δὲ ἐν Διδυμοτείχῳ ἄρχοντες, Ἀρσένιός τε μέγας παπίας ὁ Τζαμπλάκων καὶ πρωτοστράτωρ ὁ Ταρχανειώτης, ὑποπτεύσαντες διὰ Διδυμοτείχου βασιλέα τὸν Παλαιολόγον παρελθεῖν ἂν, οὐκ ἀνήκοοί τε τῶν ἐν Θεσσαλονίκῃ γεγενημένων πρὸς Κράλην τῷ βασιλεῖ συμβάσεων περὶ συμμαχίας ὄντες καὶ ὡς κοινῇ συνέθεντο πρὸς Καντακουζηνὸν τὸν βασιλέα πόλεμον κινεῖν, ἔδεισαν, μὴ εἰσδεξάμενοι τῇ πόλει μὴ κατὰ γνώμην πράττωσι βασιλεῖ τῷ Καντακουζηνῷ καὶ πρὸς ὀργὴν διερεθίσωσι, δοκοῦντες ἀγνωμονεῖν περὶ αὐτὸν καὶ τοῖς ἐναντία πράττουσι προστίθεσθαι ἀφιστάμενοι αὐτοῦ. καὶ πέμψαντες ἐπυνθάνοντο, ᾗ χρὴ προσφέρεσθαι τῷ νέῳ βασιλεῖ· καὶ ὁ βασιλεὺς προσέταττεν, ὡς προσήκει δούλους τοῖς δεσπόταις, καὶ πᾶσαν εἴσοδον παρέχειν ἐλευθέρως, προσέχοντας ὡς βασιλεῖ, οὐκ αὐτοὺς μόνους, ἀλλὰ καὶ τὰς ἄλλας πάσας πόλεις. ὅθεν καὶ εἰσεδέξαντο προθύμως ἐκ τῆς Αἴνου ἀφιγμένον. βασιλεὺς δὲ ὀλίγας ἡμέρας Διδυμοτείχῳ ἐνδιατρίψας, ἀπῆρεν ἐκεῖθεν εἰς Βυζάντιον καὶ συνδιέτριψεν οὐκ ὀλίγον χρόνον βασιλεῖ τῷ κηδεστῇ, μάλιστα ἀκμάζοντος τότε τοῦ Λατινικοῦ πολέμου. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς εἰδὼς τῷ τε υἱῷ Ματθαίῳ καὶ βασιλεῖ τῷ γαμβρῷ διαφοράς τινας οὔσας πρὸς ἀλλήλους, δεῖν ἔγνω κἀκεῖνον μεταπεμψάμενος, διαλύειν τὰς διαφορὰς αὐτοῖς πάντα ἐξειπόντας ἐπ' αὐτοῦ, ὅσα ἀλλήλοις οἴονται προσκεκρουκέναι. καὶ τόν τε υἱὸν μετεκαλεῖτο καὶ βασιλέα τὸν γαμβρὸν παρακατεῖχεν, ὡς βεβαίας αὐτοῖς θησόμενος τὰς διαλύσεις. ὁ μὲν οὖν υἱὸς ἄρτι τὴν Ἀδριανοῦ παρειληφὼς καὶ τὰς περὶ αὐτὴν πολίχνας, βασιλέως τοῦ πατρὸς ἐγκεχειρικότος, καὶ περὶ τὴν ἐκείνων πρόνοιαν ἠσχολημένος, ὑστέρησε κατὰ τὸ βασιλέως πρόσταγμα εἰς Βυζάντιον ἐλθεῖν, γνώμην ἔχων ὡς ἀφιξόμενος ὀλίγῳ ὕστερον. βασιλέως δὲ τοῦ νέου πρὸς τὰς ἐγκεχειρισμένας πόλεις ἥκειν ἐπειγομένου, ἐπέτρεπεν ὁ βασιλεὺς τὴν ἔξοδον, ταῖς προτέραις πόλεσιν, ἃς αὐτῷ ἐφῆκεν ἄρχειν, καὶ Διδυμότειχον προσθείς· Ἑλένην τε βασιλίδα τὴν γαμετὴν ἐπέτρεπεν αὐτῷ συνέπεσθαι, Μανουὴλ τὸν νεώτερον ἔχουσαν τῶν υἱῶν. Ἀνδρόνικον δὲ βασιλέα τὸν υἱὸν καὶ Εἰρήνην τὴν θυγατέρα παρὰ βασιλίδι κατελίμπανεν ἐκτρέφεσθαι τῇ μάμμῃ φιλοτίμως. μέλλοντι δὲ ἀπαίρειν ἤδη τῷ νέῳ βασιλεῖ ἄλλα τε παρῄνει βασιλεὺς ὁ κηδεστὴς καὶ πρὸς τὸν γυναικὸς ἀδελφὸν μηδένα πόλεμον κινεῖν, μηδὲ κακοῖς πειθόμενον συμβούλοις, πολέμιον ἐκεῖνον μηδὲν νομίζειν ἀδικοῦντα. βέλτιον μὲν γὰρ εἶναι περιμείναντα αὐτὸν, ἄχρις ἂν ἀφίκηται ἐκεῖνος, λύειν ἐπ' αὐτοῦ, εἴ τι μικροψύχως πρὸς ἀλλήλους διηνέχθησαν· ἐπεὶ δ' ἀναγκαία καὶ περισπούδαστος αὐτῷ ἡ ἔξοδος, αὐτός τε ἀδυνάτως ἔχει διὰ τὸν πρὸς Λατίνους πόλεμον τὸ νῦν ἔχον εἰς Θρᾴκην ἀφικέσθαι καὶ διαλλάττειν αὐτοὺς ἀλλήλοις, μηδὲν κινεῖν τῶν καθεστηκότων, ἄχρις ἂν Εἰρήνη βασιλὶς ἡ μήτηρ εἰς Διδυμότειχον ἀφικομένη πᾶσαν πρόφασιν πολέμου καὶ μικροψυχίας περιέλῃ. τοιαῦτα παραινέσας ὁ βασιλεὺς, τὸν νέον ἐξέπεμπε μετὰ τῆς γυναικός. μετὰ μικρὸν δὲ καὶ βασιλίδα Εἰρήνην τὴν γαμετὴν ἐκέλευεν εἰς Διδυμότειχον ἀφικομένην, διαλλάττειν τὸν υἱὸν γαμβρῷ τῷ βασιλεῖ. συνεξέπεμπε δὲ αὐτῇ καὶ Φιλόθεον τὸν Ἡρακλείας μητροπολίτην καὶ Μητροφάνην τὸν Μελενίκου, ἄνδρας καὶ βίῳ καὶ λόγῳ τοῖς ὁρῶσι ὄντας ἀξιόχρεως πρὸς αἰδῶ, πρὸς τούτοις δὲ καὶ Φιλῆν τὸν Ἰωάννην, ὄντα τῶν εὐπατριδῶν, δι' ἀρετὴν δὲ καὶ φιλοσοφίαν βίου πάντων ἀποσχόμενον πραγμάτων καὶ σχολάζοντα τοῖς οἴκοι καὶ πρόνοιαν πολλὴν ποιούμενον σώφρονος βίου καὶ δικαίου, ἅμα μὲν συνδιαλλάξοντας αὐτῇ καὶ τοὺς υἱοὺς, ἅμα δὲ αὐτῇ καὶ μάρτυρας ἐσομένους, εἰ μὴ τὴν ἴσην σπουδὴν ἐν ἀμφοτέροις ἐπιδείξαιτο, ὥστε μηδὲν ὕστερον τοὺς συκοφάντας ἔχειν ἐγκαλεῖν, δυναμένους τἀναντία, ὧν εἴργαστο ἡ βασιλὶς, λογοποιεῖν, εἴ τι μὴ κατὰ γνώμην ἀποβαίη τοῖς υἱέσιν. ἐπέτρεπε δὲ βασιλίδι καὶ τοῖς συνεκπεμφθεῖσι, τὰς μὲν ἄλλας διαφορὰς τῶν παίδων διαλύειν, ἔκφορα πάντα θεμένων πρὸς αὐτοὺς, ᾗ ἂν θεός τε καὶ ἡ σύνεσις ὑφηγοῖτο· ἕτερον δὲ τῶν καθεστώτων μηδὲν κινεῖν, ἀλλὰ βασιλέα μὲν τὸν νέον Διδυμότειχον καὶ τὰς ἄλλας πόλεις ἔχειν, ἃς ἐνεχείρισεν αὐτῷ, πράττοντα, ὅ,τι ἂν δοκῇ, ἑτέρᾳ δὲ τῶν μήπω ἐγκεχειρισμένων παρενοχλεῖν μηδεμιᾷ, ἀλλ' ἐᾷν ὑπὸ βασιλέα, ὥσπερ καὶ πρότερον, τελεῖν. Ματθαῖον δὲ τὸν γυναικὸς ἀδελφὸν δοῦλον μὲν ἡγεῖσθαι κατὰ τὸν τῶν βασιλέων νόμον, ἀλλὰ καὶ ἀδελφὸν, καὶ πᾶσαν ἐπιδείκνυσθαι πρὸς αὐτὸν εὐμένειαν καὶ φιλίαν, ὥσπερ δίκαιον, καὶ μηδὲν ἀνακρίνειν περὶ τῆς ἀρχῆς, ἀλλ' ἐᾷν τοὺς ἀρχομένους ἄγειν, ὅποι ἂν δοκῇ, καὶ τῆς τοιαύτης ὑπεροχῆς αὐτῷ παραχωρεῖν, ὄντι γε πατρὶ καὶ δυναμένῳ τοὺς παῖδας, ἄν τι σφάλωνται, ἐπανορθοῦν. Ματθαῖον δὲ τὸν υἱὸν τὴν Ἀδριανοῦ καὶ τὰς ἄλλας πολίχνας ἔχειν, καὶ βασιλέα τὸν γαμβρὸν ἀδελφὸν ἡγεῖσθαι καὶ δεσπότην καὶ πᾶσαν εὔνοιαν ἀποδιδόναι καὶ τιμήν· μὴ μέντοι γε ἀνάγκην ἔχειν καὶ ἀνακρίνεσθαι ὑπ' αὐτοῦ πρὸς τὴν ἀρχὴν, ἀλλ' ὑπὸ μόνου τοῦ πατρός. οὕτω γὰρ εἶναι δίκαιον καὶ πρόφασιν οὐδεμίαν διαφορᾶς καὶ στάσεως παρέχον.

λγʹ. Τοιαῦτα μὲν ἥ τε βασιλὶς Εἰρήνη καὶ οἱ συνόντες ἐπετράπησαν περὶ τῶν υἱῶν. ἐπεὶ δὲ ἐγένοντο ἐν Διδυμοτείχῳ καὶ ἐπειρῶντο κατὰ τὰ διατεταγμένα ὑπὸ βασιλέως πράττειν, τἄλλα μὲν ἐπείθετο ὁ νέος βασιλεὺς, ἀπαιτούμενος δὲ καὶ γράμμασιν οἰκείοις τῷ γυναικὸς ἀδελφῷ πιστὸν ποιεῖν, ὡς οὐδὲν οὐδέποτε αὐτῷ πρὸς τὴν ἀρχὴν παρενοχλήσει, οὐκ ἐπείθετο, τὰ μὲν ὑπὸ βασιλέως ὡρισμένα στέργειν φάμενος καὶ ἀντιλέγειν πρὸς μηδὲν, γράψειν δὲ μηδέν· οὐδὲν γὰρ δεῖν αὐτῷ γραμμάτων. βασιλὶς δὲ ἀντεῖπε μετὰ τῶν ἀρχιερέων, οὐ δίκαια φάμενοι ποιεῖν αὐτὸν, πρόφασιν ὑποψίας καὶ πολέμου παρέχοντα τῆς γυναικὸς τῷ ἀδελφῷ. βασιλεὺς δὲ, ἵνα αἵ τε προγεγενημέναι διαφοραὶ διαλυθῶσι, καὶ μηκέτι μηδεμία πρόφασις ᾖ πολέμου ἐν ὑμῖν, ἔπεμψεν ἡμᾶς, ᾧ δέον, ἔφασκον, πείθεσθαι καὶ σέ. οὐ μικρὰν γὰρ παρέξει ὑποψίαν τὸ μὴ γράμμασιν ἐθέλειν ἐπιβεβαιοῦν, ἀνεύθυνον εἶναι παρὰ σοὶ τὴν ἀρχὴν τῷ ἀδελφῷ. βασιλεὺς δὲ τὰ ἴσα αὖθις εἶπε καὶ δῆλος ἦν οὐκ ἀρκεσθησόμενος τοῖς παροῦσι. βασιλὶς δὲ καὶ οἱ συνόντες ἐπεὶ μὴ πείθειν εἶχον, ἀνέστρεφον εἰς Βυζάντιον, μηδὲν περὶ ὧν ἧκον εἰργασμένοι, ἀπήγγελλόν τε βασιλεῖ, ὅσα βασιλεὺς ὁ νέος πρὸς αὐτοὺς διαλεχθείη. τῷ δ' εὐθὺς μὲν ἐδόκει τὰ παρόντα δεινῶν ἀρχὴ, καὶ ὑπώπτευεν ὑπὸ τῶν συνόντων ἐπὶ Ματθαῖον τὸν γυναικὸς ἀδελφὸν παροξυνθήσεσθαι τὸν νέον βασιλέα. ὅμως ἐδόκει δεῖν, ἐπεὶ καὶ τοῦ πρὸς Λατίνους ἀπήλλακτο πολέμου, αὐτὸν παραγενόμενον, πᾶσαν πρόφασιν πολέμου διαλύειν· καὶ παρεσκευάζετο, ὡς ἀφιξόμενος μετὰ μικρὸν εἰς Διδυμότειχον. ἐν τούτῳ δὲ οἱ τῷ νέῳ βασιλεῖ συνόντες καὶ μάλιστα οἱ τὰ Καντακουζηνοῦ τοῦ βασιλέως ᾑρημένοι πρότερον παρώξυνον ἐπὶ τὸν πόλεμον τὸν νέον, οὐδὲν ἔργον εἶναι φάσκοντες τὴν πατρῴαν ἀνασώζεσθαι ἀρχὴν, ἀδίκως ὑπὸ Καντακουζηνοῦ τοῦ βασιλέως ἀφῃρημένην, καὶ αὐτοῦ τε ἔχοντος καὶ τὸν υἱὸν ἔφεδρον καθιστάντος. τὸ γὰρ ἀνυπεύθυνον αὐτῷ παρέχειν τὴν ἀρχὴν τί ἄλλο εἶναι ἢ βασιλέα καὶ αὐτὸν ἐν μέρει εἶναι; παρῄνουν τε μὴ τὸν ἀνταγωνιστὴν ἐᾷν αὐξάνεσθαι, ἀλλὰ καθαιρεῖν εὐθὺς ἐξαρχῆς. οἷς πειθόμενος φανερῶς ἐξήνεγκε τὸν πόλεμον. αὐτίκα γὰρ ὅση ἦν ταῖς πόλεσιν, ὧν ἦρχε, στρατιὰν συνηθροικὼς, ἐπεστράτευσε ταῖς πόλεσι ταῖς βασιλεῖ τῷ κηδεστῇ ὑποκειμέναις καὶ ὑπεποιήσατο οὐκ ὀλίγας, πάντων προθύμως προσχωρούντων καὶ πρὸς τὴν μεταβολὴν ἡδέως διατιθεμένων. μετὰ τοῦτο δὲ καὶ συμμαχίαν Περσικὴν μεταπεμψάμενος τότε πρῶτον φρούριόν τι κατὰ τὴν Θρᾴκην Τζύμπην κατασχόντων προσαγορευόμενον, τῷ γυναικὸς ἐπεστράτευσεν ἀδελφῷ, μηδεμίαν πρόφασιν παρεσχημένῳ πρὸς τὸν πόλεμον, καὶ τάς τε πολίχνας εἷλε, πρότερον ὧν ἦρχεν, ἑτοίμως προσχωρούσας, ἔπειτα καὶ τὴν Ἀδριανοῦ ἐλθὼν, ἡδέως τοῦ δήμου ὑποδεχομένου καὶ πᾶσαν ἀνιέντος εἴσοδον. Ματθαῖος δὲ ὁ τοῦ βασιλέως υἱὸς Νικηφόρον ἔχων σεβαστοκράτορα Καντακουζηνὸν τὸν θεῖον καὶ ἑτέρους τῶν περὶ αὐτὸν ἀρίστους, τὴν ἄκραν ἐλθὼν κατέσχεν, ἦν γὰρ πρότερον τά τε ἐπιτήδεια ἐνθέμενος καὶ τἄλλα ἐπεσκευασμένος καλῶς, ὡς μάλιστα ἐνῆν. ἔπεμπέ τε καὶ πρὸς βασιλέα τὸν πατέρα τοὺς ὅτι δηλώσοντας ὑπὸ βασιλέως τοῦ γαμβροῦ πολιορκοῖτο. βασιλεὺς δὲ ὁ νέος ἐπεὶ τὴν πόλιν εἶχεν, ἄγων τὸν δῆμον καὶ τὴν ἑπομένην στρατιὰν, τὸν γυναικὸς ἀδελφὸν ἐπολιόρκει πρὸς τὴν ἄκραν καὶ τειχομαχίας ἐποιεῖτο καθημέραν καρτερωτάτας ἐκ διαδοχῆς. ἔσπευδε γὰρ πρὶν βασιλέα ἥκειν τὸν κηδεστὴν παραστήσασθαι τὴν ἄκραν. ἀνύειν δὲ ἠδύναντο οὐδὲν, τῶν ἔνδον εὐψύχως ἀμυνομένων καὶ πρὸς τὴν πολιορκίαν καρτερούντων. Ἀδριανουπολιτῶν δὲ ὁ δῆμος οὐ μόνον τειχομαχῶν ὁσημέραι λυπηρὸς τῷ βασιλέως ἦν υἱῷ, ἀλλὰ καὶ ἀποσκώπτων εἰς ἐκεῖνον καὶ πρὸς ὕβριν προσφερόμενος. ἔνιοι δὲ αὐτῶν, ὅσοι καὶ μάλιστα δύσνως εἶχον, καὶ πικρῶς ἐλοιδοροῦντο καὶ πρὸς ὕβρεις ἐξετρέποντο ἀνελευθέρους. Καντακουζηνὸς δὲ ὁ βασιλεὺς ἐπεὶ πύθοιτο πολιορκούμενον τὸν υἱὸν, καὶ πρότερον παρεσκευασμένος ὢν ἐπὶ τὴν ἔξοδον, ἐχώρει κατὰ τάχος ἐπὶ τὴν Ἀδριανοῦ, στρατιάν τε Ρωμαίων ἄγων, οἷς μάλιστα ἐθάῤῥει, καὶ Περσικὴν ὀλίγην, ἣν Ὀρχάνης ὁ γαμβρὸς παρέσχετο αἰτήσαντι. ἐπὶ τούτοις δὲ καὶ λόχον ἐκ Κατελάνων, οἳ ὑπελείποντο ἐν Βυζαντίῳ ἀπὸ τῶν τριηρέων. βασιλεὺς δὲ ὁ νέος ἐπεὶ πύθοιτο βασιλέα οἱ ἐπιόντα τὸν κηδεστὴν, ἄλλως τε οὐκ ἀξιόμαχος ὢν, καὶ τῆς ἄκρας μάλιστα κατεχομένης, δείσας, μὴ αὐτόθεν ῥᾳδίως ἁλίσκοιτο ἡ πόλις, πρότερον ἡμέρᾳ μιᾷ καταλιπὼν, εἰς τὴν Τζερνομιάνου ἧκε, καὶ κατέσχε, τοῦ ἄρχοντος παραδόντος. ἐκεῖθεν δὲ εἰς Διδυμότειχον ἀπεχώρει, τό,τε Περσικὸν καταλιπὼν ἐν τῇ Ἀδριανοῦ καὶ Ρωμαίους οὐκ ὀλίγους φρουρεῖν τὴν πόλιν στρατιώτας. εἰς τὴν ὑστεραίαν δὲ Καντακουζηνὸς ὁ βασιλεὺς γενόμενος ἐν Ἀδριανοῦ, ἐπεὶ πύθοιτο βασιλέα τὸν γαμβρὸν ἀνακεχωρηκότα, πέμψας παρῄνει τοὺς πολίτας προσχωρεῖν αὐτῷ καὶ τὴν πόλιν παραδιδόναι. ὑφ' ὁρμῆς γὰρ ἀλόγου καὶ παραπληξίας ἀντισχήσειν οἰηθέντες πρὸς βασιλέα κατὰ σφᾶς, οἱ μὲν πρὸ τῶν πυλῶν ὡπλισμένοι ἀντιπαρετάττοντο, ἔχοντες καὶ Πέρσας τοὺς συμμάχους, ἐπὶ τῶν τειχῶν δὲ τὸ γυμνικόν. καὶ βασιλέως παραινοῦντος προσχωρεῖν, οὐ μόνον οὐκ ἐπείθοντο, ἀλλὰ καὶ ἦρχον μάχης χρώμενοι τοξείαις. ὁρῶν δὲ ὁ βασιλεὺς, ὡς ὅπλων χρεία πρὸς οὕτως ἀναισθητοῦντας, σύνθημα ἐδίδου μάχης τοῖς σφετέροις. καὶ αὐτίκα οἵ τε Κατελάνοι διὰ τῆς ἄκρας ἦσαν ἐντὸς τειχῶν, καὶ τὸ ἄλλο στράτευμα τοὺς ἔξω παρατεταγμένους ἐτρέψατο ἐπελθόν· καὶ ἡλίσκετο ἡ πόλις ἑκατέρωθεν. Πέρσαι δὲ οἱ σύμμαχοι ἐκείνοις, συνορῶντες ἤδη ἡττημένους, ὅσους οἷοίτε ἦσαν τῶν σφίσι συντεταγμένων, συναρπάσαντες, προσεχώρησαν βασιλεῖ. αὐτίκα δὲ καὶ οἱ μετὰ τοῦ βασιλέως ἐπιδραμόντες, εἷλον οὐ πολλούς· ἦσαν γὰρ ὀλίγοι καὶ αὐτοί. διεδίδρασκον δὲ καὶ Ἀδριανουπολιτῶν, ὅσοι μάλιστα κακῶς τὸν βασιλέως ἔλεγον υἱὸν πολιορκούμενον, δείσαντες, μὴ τῆς ἀγνωμοσύνης δῶσι δίκας. ὁ δῆμος δὲ οὐδ' οὕτω, καίπερ ἡττημένος καὶ κακοπραγήσας, ὑφῆκε τῆς πρὸς βασιλέα δυσμενείας, ἀλλ' ἔνδον γενόμενοι τῆς πόλεως ὅσοι μὴ ἑάλωσαν, καὶ τὸν καρτερώτατον τῶν πύργων κατασχόντες, μίαν τε τῶν ἀγυιῶν δοκοῖς συμφράξαντες μεγάλαις, ἠμύνοντο ἑστῶτες ἐπιόντας τοὺς βασιλικούς. οἱ δ' ἐνίεσαν πῦρ κατὰ τῶν οἰκιῶν. καὶ σὺν πόνῳ οὐδενὶ περιεγίνοντο τῶν ἀντιτεταγμένων. τραπόμενοι γὰρ αὐτίκα οἱ μὲν ἐν ἀδύτοις κατεκρύπτοντο, οἱ δ' ἱκέτευον ἐν ἱεροῖς. ἡ στρατιὰ δὲ διεπόρθει τὰς οἰκίας καὶ διήρπασαν τὰ ὄντα. ἀπέθανε μέντοι κατ' ἐκείνην τὴν μάχην οὐδὲ εἷς, τραυματίαι δὲ ἐγένοντό τινες. ἔπειτα ὡς ἤδη πάντα εἴχετο, τότε πῦρ ἐκέλευεν ὁ βασιλεὺς σβεννύναι καὶ ἀπέχεσθαι τῆς ἁρπαγῆς τοὺς στρατιώτας, καὶ τοὺς κυρίους τῶν οἰκιῶν τὰ ὑπολελειμμένα ἔχειν, καὶ μηδένα ἀδικεῖν. οἱ μέντοι ἀνδραποδισθέντες ὑπὸ τῶν βαρβάρων ἐν ὀλίγαις ἡμέραις ὑπὸ τῶν οἰκείων χρήμασιν ἐλύθησαν. οὐ γὰρ πᾶσα ἡ πόλις διηρπάσθη, οὐδὲ παντάπασιν, ἀλλ' ὅσον ἐν ἐπίπλοις ἦν καὶ σκεύεσι τοῖς κατὰ τὴν οἰκίαν· ἃ οἱ στρατιῶται αὖθις ἀπέδοντο εὐώνως τοῖς κυρίοις, καὶ μάλιστα οἱ Κατελάνοι, οἳ πλείω τε διήρπασαν τῶν ἄλλων καὶ ἄχρηστα αὐτοῖς ἡγοῦντο ξένοις οὖσι καὶ ἀοίκοις. μετὰ τοῦτο δὲ βασιλεὺς μὲν ὁ Καντακουζηνὸς ἐν Ἀδριανοῦ τὰς προσχωρησάσας πρὸς βασιλέα τὸν νέον πόλεις ἐκάκου, πέμπων στρατιὰν, ὅσαι μὴ ὑπ' ἐκείνου παρεδόθησαν. ἐκείναις γὰρ οὐκ ᾤετο δεῖν ἐπιστρατεύειν, οὐδ' ἀνακαλεῖσθαι παραδεδομέναις ὑπ' αὐτοῦ πρὸς τὸν γαμβρόν. μάλιστα δ' ἐκάκωσε τὴν Τζερνομιάνου καὶ ἐξεπίεσε λεηλασίαις, ἄχρις οὗ σφᾶς παρέδοσαν, καὶ τὴν πόλιν ἐκτριβέντες. ἐκεῖνοι γὰρ ὑπ' ἀβουλίας καὶ ὁρμῆς ἐμπλήκτου καὶ παραβόλου, μηδεμιᾶς ἀνάγκης οὔσης, οὐκ ἀπέστησαν μόνον, ἀλλὰ καὶ γράμμασιν ἐδήλουν, ὡς οὔθ' ὑπείκουσιν αὐτῷ, οὔτε βασιλέα οἴονται, ἀλλ' εἴ τι δύναιτο πρὸς αὐτοὺς, μηδενὸς καταμελεῖν. ἐφ' οἷς ὀργῇ φερόμενος, ἠμύνατο ἀξίως τῆς παραφροσύνης. Διδυμοτείχῳ δὲ οὔτ' αὐτὸς ἐπεστράτευσεν, οὔθ' ἑτέρῳ τρόπῳ δή τινι ἐκάκου τῷ βασιλέα τὸν νέον μάλιστα φιλεῖν. καὶ τοῦ πολέμου γὰρ οὕτω λαμπρῶς κεκινημένου, τοὺς μὲν ἐνάγοντας ἐν αἰτίαις ἦγε μάλιστα καὶ τὰ πραττόμενα ἐκάκιζε, τῆς δὲ πρὸς βασιλέα τὸν γαμβρὸν εὐνοίας οὐδὲν ὑφῆκεν ἄχρι τότε. βασιλεύς τε ὁ νέος ὁμοίως οὐκ ἠμέλει, ἀλλὰ τάς τε προσεχούσας πόλεις βασιλεῖ τῷ κηδεστῇ ἐκάκου, καὶ πρὸς Κράλην πέμψας, ᾐτεῖτο συμμαχίαν κατὰ τὰς συνθήκας. Κράλης δὲ ὑπέσχετο προθύμως, ἢν ὅμηρον αὐτῷ παράσχῃ τὸν ἀδελφὸν ὑπὲρ τῆς στρατιᾶς. βασιλεὺς δὲ ἐκέλευεν αὐτίκα δεσπότην Μιχαὴλ τὸν ἀδελφὸν πρὸς Κράλην ἥκειν ὁμηρεύσοντα. γενομένου δὲ ἐκεῖ τοῦ βασιλέως ἀδελφοῦ, ἡ στρατιὰ ἐξεπέμφθη παρασκευασθεῖσα ἑπτακισχίλιοι ἱππεῖς, ὧν ἐστρατήγει Κασνιτζὸς ὁ Μποριλοβίκης προσαγορευόμενος, ἐκ τῶν ἐπιφανεστάτων μάλιστα ὢν τῶν παρὰ Τριβαλοῖς. Ἀλέξανδρός τε ὁ τῶν Μυσῶν βασιλεὺς παρέσχετο συμμαχίαν πεπρεσβευκότι πρὸς αὐτόν. ἦν γὰρ ἀεὶ πρὸς βασιλέα τὸν Καντακουζηνὸν ἐν ὑποψίαις, ὅτι μὴ κωλύοι Πέρσας κατατρέχειν τὴν ἐκείνου γῆν. βασιλεύς τε ὁ Καντακουζηνὸς, ὅτι Μυσοὺς καὶ Τριβαλοὺς ὁ νέος αὐτῷ ἐπάγει βασιλεὺς, οὐκ ἀγνοῶν, μετεπέμπετο στρατιὰν ἐκ τῆς Ἀσίας Περσικὴν παρὰ Ὀρχάνη τοῦ γαμβροῦ. οὕτω μὲν ἑκάτεροι μεγάλῃ παρασκευῇ ὥρμηντο ἀλλήλοις πολεμεῖν. ἔτι δὲ τῆς συμμαχίδος στρατιᾶς βασιλεῖ τῷ νέῳ διαμελλούσης, ἐδόκει δεῖν πρὸς Αἶνον γενόμενον καὶ πρὸς τοὺς ἐκ Βενετίας συνθήκας θέμενόν τινας, εἰς Διδυμότειχον αὖθις ἐπανήκειν. μεταξὺ δὲ τὴν πρὸς Αἶνον διιόντι ἡ ἐκ Τριβαλῶν συνετύγχανε στρατιά· ἣν ἔπεμπεν εἰς Διδυμότειχον, τῶν περὶ αὐτὸν τοὺς ἐπιφανεστέρους μάλιστα συνεκπέμψας, καὶ τῆς στρατιᾶς τὸ πλεῖον ὡς αὐτοῖς συνδιατρίβοιεν, ἄχρις ἐπανήξει ἐκ τῆς Αἴνου.

λδʹ. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ Κάλλιστος ὁ πατριάρχης Κωνσταντινουπόλεως τὴν βασιλέων διαφορὰν ἐν δεινῷ τιθέμενος καὶ κοινὴν νομίζων Ρωμαίων συμφορὰν, ἀρχιερέων τε καὶ μοναχῶν τοὺς λογάδας ἔχων, εἰς Ἀδριανοῦ πρὸς βασιλέα ἧκε καὶ ἐδεῖτο καταλύειν τὸν πρὸς γαμβρὸν τὸν βασιλέα πόλεμον, ὡς πολλῶν Ρωμαίοις αἴτιον ἐσόμενον κακῶν. βασιλεὺς δὲ ὁμοίαν ἔχειν ἐξαρχῆς ἄχρι νῦν περὶ πολέμου καὶ εἰρήνης γνώμην φάμενος, καὶ τὴν μὲν αἰτίαν ἡγεῖσθαι συμπάντων ἀγαθῶν, τὸν πόλεμον δ' ἅπαν τοὐναντίον, ἐξέπεμπεν εἰς Διδυμότειχον πρὸς βασιλέα τὸν νέον, ὡς, ἢν ἐκεῖνος πείθηται, οὐδεμιᾶς ἐξ αὐτοῦ κωλύμης ἐσομένης τῇ εἰρήνῃ. καὶ γενόμενος ὁ πατριάρχης ἐν Διδυμοτείχῳ, εὗρε βασιλέα τὸν νέον ἀπηρκότα εἰς τὴν Αἶνον, ἅμα δὲ παρῆσαν καὶ ἡ Τριβαλῶν στρατιὰ καὶ τῶν Μυσῶν· οὓς οἱ παρὰ βασιλέως πεμφθέντες ἄγοντες Ρωμαῖοι ἐστρατοπέδευσαν παρὰ τὸν Ἕβρον, οὐ πόῤῥω πάνυ Διδυμοτείχου, οὐχ ἅμα, ἀλλ' ἰδίᾳ καὶ χωρίς· ἦν δὲ τὸ Μυσῶν στρατόπεδον μάλιστα ἐγγὺς Διδυμοτείχου. γνώμην δὲ εἶχον ὡς εἰς τὴν ὑστεραίαν σύμπαντες τῷ Ἐμπυθίου ἐπιστρατεύσοντες φρουρίῳ καὶ κακώσοντες ὡς μάλιστα φρουρᾷ ὑπὸ Καντακουζηνοῦ τοῦ βασιλέως κατεχόμενον. συμβέβηκε δὲ τῆς αὐτῆς ἡμέρας καὶ ἣ κατὰ συμμαχίαν στρατιὰ Περσῶν βασιλεῖ παρεσκεύαστο τῷ Καντακουζηνῷ, τὸν Ἑλλήσποντον διαβᾶσαν, παρὰ τὸν Ἕβρον ἐστρατοπεδεῦσθαι, καὶ αὐτὴν ἀγνοοῦσάν τε ὁμοίως, ὅτι πολεμίων ἐγγὺς στρατοπεδεύοιτο, καὶ ἀγνοουμένην. ἦσαν δὲ ἱππεῖς μυρίων οὐκ ἐλάσσους, ὧν ἐστρατήγει Σουλιμᾶν ὁ τῶν Ὀρχάνη πρεσβύτερος υἱός. γνώμην δὲ εἶχον καὶ αὐτοὶ ὡς ἐς τὴν ὑστεραίαν εἰς Ἀδριανοῦ πρὸς βασιλέα ἀφιξόμενοι. ἅμα δὲ ἕῳ οἵ τε Πέρσαι ἀπάραντες τοῦ στρατοπέδου, ἐβάδιζον ὡς ἐπὶ βασιλέα, καὶ οἱ Τριβαλοὶ καὶ Μυσοὶ μετὰ Ρωμαίων τῶν ἀγόντων τὰ ὅπλα ἔχοντες ἐπὶ τὸ φρούριον ἐχώρουν, ἀθρόον τε καὶ ἀλλήλους τὰ στρατόπεδα ἑώρων. Μυσοὶ μὲν οὖν ἐτράποντο αὐτίκα πρὸς φυγὴν, οὐδὲ εἰς χεῖρας ὑπομείναντες ἐλθεῖν τοῖς πολεμίοις, καὶ διεσώζοντο εἰς Διδυμότειχον, τῇ φυγῇ πολλὴν ὁμολογοῦντες χάριν, ἣ διέσωσε· Τριβαλοὶ δὲ ὑπέμειναν ἐπιόντας τοὺς βαρβάρους μετὰ Ρωμαίων τῶν συνόντων· ὀλίγα δὲ ἀντισχόντες πρὸς πλείους καὶ βελτίους, ἡττῶντο κατακράτος, ἀπειρίᾳ δὲ τῶν τόπων, ἅμα δὲ καὶ ὑπὸ τῶν πολεμίων θορυβηθέντες, οὐ τὴν πρὸς Διδυμότειχον ἐτράποντο, ἦ γὰρ ἂν οὐκ ὀλίγοι διεσώζοντο, διασκεδασθέντες δὲ ἐπὶ τὴν παρακειμένην τῷ Ἕβρῳ πεδιάδα, πλὴν ὀλίγων ἅπαντες ἀπώλοντο. ἐπὶ πεδία γὰρ τραπόμενοι βαθέα καὶ γυμνὰ καὶ οὐδεμίαν ἔχοντα καταφυγὴν καὶ ἵπποις φαυλοτάτοις χρώμενοι, οἱ μὲν ἔθνησκον, οἱ δ' ἡλίσκοντο, ὑπὸ τῶν βαρβάρων καταλαμβανόμενοι. ἐκ διαμέτρου γὰρ οἱ τῶν βαρβάρων ἵπποι τοῖς ἐκείνων θέειν τέ εἰσι ταχύτατοι καὶ πρὸς πόνους ἐξησκημένοι. Κασνιτζὸς δὲ ὁ στρατηγὸς μετά τινων εὐαριθμήτων ἠδυνήθη διαδρᾶναι, τῶν ἄλλων ἁπάντων τῶν μὲν πεσόντων, τῶν δ' ἑαλωκότων. Ρωμαίων δὲ οἱ μὲν ἐπιφανέστεροι πολλὴν ἀνδραγαθίαν καὶ ἀρετὴν κατὰ τὴν μάχην ἐπιδεδειγμένοι, πάντες ἑάλωσαν, τῶν βαρβάρων περισχόντων, στρατιωτῶν δὲ ἔπεσον μέν τινες καὶ ἑάλωσαν ὀλίγοι, οἱ πλείους δὲ διεσώθησαν εἰς Διδυμότειχον. ἡ μὲν οὖν βασιλέως τοῦ νέου συμμαχία οὕτω διεφθάρη· ὃ καὶ μάλιστα ἐλύπησε καὶ διέφθειρε τὰ πράγματα αὐτοῦ. οἱ βάρβαροι δὲ μετὰ τὴν νίκην τάς τε σκηνὰς τῶν πολεμίων καὶ τοὺς αἰχμαλώτους ἔχοντες καὶ ὅπλων καὶ ἵππων πλῆθος, ἧκον εἰς Ἀδριανοῦ πρὸς βασιλέα· καί τινας ἐκεῖ συνδιατρίψαντες ἡμέρας, ἔπειτα ἐνέβαλον εἰς τὴν Μυσίαν κατὰ σφᾶς αὐτοὶ καὶ ἐκάκωσαν οὐ μέτριά τινα, ἔχοντες δὲ τὴν λείαν ἐπανῄεσαν εἰς τὴν οἰκείαν. ἐπανιοῦσι δὲ διὰ τῆς Θρᾴκης, ἐπεὶ καὶ βασιλεὺς ὁ νέος ἐκ τῆς Αἴνου ἐπανῆκε μετὰ τῶν συμμάχων τὴν φθορὰν, πρέσβεις ἔπεμπε πρὸς Σουλιμὰν τὸν σατράπην καὶ καταλλάττειν ἐπεχείρει ἑαυτῷ, δῶρά τε παρέχων καὶ λόγοις ὑποποιούμενος προσηνέσιν, ἔπεμπε δὲ αὐτῷ καὶ γράμματα. ἐν οἷς δεῆσαν καὶ Καντακουζηνοῦ τοῦ βασιλέως ἐπιμνησθῆναι, οὐ βασιλέα προσηγόρευεν, ἀλλὰ Καντακουζηνὸν ἁπλῶς χωρίς τινος προσθήκης. ὁ μέντοι βάρβαρος τὴν μὲν πρεσβείαν ἐδόκει δέχεσθαι ἡδέως καὶ δῶρά τε ἀντέπεμπε καὶ εὐνοήσειν ἐπηγγέλλετο ἑξῆς, τὰ δὲ γράμματα πρὸς Καντακουζηνὸν τὸν βασιλέα ἔπεμπεν, ὡσπερεὶ πολλὴν ἀγνωμοσύνην τοῦ νέου βασιλέως κατεγνωκώς. οἱ μὲν οὖν βάρβαροι αὖθις εἰς Ἀσίαν ἦσαν. πατριάρχης δὲ ὁ Κάλλιστος πολλὰ περὶ εἰρήνην βασιλεῖ τῷ νέῳ διαλεχθεὶς, ἐπεὶ μηδὲν ἀνύειν τῶν δεόντων εἶχε, τῶν περὶ βασιλέα οὐκ ἐώντων, ἀλλ' ἐξορμώντων μᾶλλον βασιλέα πρὸς τὸν πόλεμον καὶ μηδὲν ἀγεννὲς ὑπομένειν παραινούντων διὰ τὴν κακοπραγίαν, ἀλλ' ἔχεσθαι τῶν προτέρων λογισμῶν, ὡς κρείττω πάντως ἐσόμενον τῶν πολεμίων καὶ τὴν ἀρχὴν ἀνασωσόμενον, ἀνέστρεφεν εἰς τὴν Ἀδριανοῦ πρὸς βασιλέα καὶ τῶν ἀνδρῶν ἀπήγγελλε τὴν μοχθηρίαν, ὅτι τῆς ἰδίας ὠφελείας ἕνεκα, ὡς ᾤοντο, προὐδίδοσαν τὰ κοινῇ λυσιτελοῦντα καὶ τὸν πόλεμον παρώξυνον. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς ἠνιᾶτο μὲν, αὐξανόμενον ὁρῶν τὸν πόλεμον, καὶ τοὺς κωλύοντας τὴν εἰρήνην ἐν αἰτίαις ἐποιεῖτο, ὡς πολλῶν αὖθις δυστυχημάτων πεῖραν ἐπάγοντας Ρωμαίοις· μήπω δὲ πρὸς τὴν εἰρήνην ἀπηγορευκὼς, τόν τε ἀνεψιὸν αὖθις Μανουὴλ τὸν Καντακουζηνὸν καὶ Μητροφάνην τὸν ἐπίσκοπον Μελενίκου πρὸς βασιλέα τὸν νέον πρέσβεις ἔπεμπε, καὶ τὸν πόλεμον παρῄνει καταλύειν τοῦ νεωτερίζειν ἀποστάντα. τῶν συνόντων δὲ φανερῶς ἐναντιωθέντων καὶ ἀπειπαμένων τὴν εἰρήνην, ἐπεὶ οἱ πρέσβεις ἐπανῆκον ἄπρακτοι, καὶ βασιλεὺς ὁ Καντακουζηνὸς οὐκέτι ἔμελλεν, ἀλλὰ τὰς ἀποστάσας ἐκάκου πόλεις, μάλιστα δὲ Μόῤῥαν καὶ τὰς ἄλλας τὰς κατὰ τὴν Ροδόπην Ρωμαίοις ὑπηκόους. αἱ πλείους γὰρ τῷ νέῳ προσεχώρουν βασιλεῖ. ἔπειτα καὶ πρὸς τὴν Χαλκιδικὴν πέμψας στρατιὰν, ἐκέλευε κατατρέχειν, αὐτοὺς μὲν οὐ βουλόμενος κακοῦν, οὐ γὰρ ἠξίου τοὺς ὑπ' αὐτοῦ πρὸς βασιλέα τὸν νέον παραδεδομένους ἑκοντὶ κατατρίβειν, ὡς ἠγνωμονηκότας, ἀλλ' οἱ ἐν Μόῤῥᾳ τοῦτο μὲν διὰ τὸν πόλεμον ὅμορον αὐτοῖς ὄντα, τοῦτο δ' ὅτι καὶ ἡ Χαλκιδέων βοσκήμασι διαχειμάζειν μᾶλλον ἐπιτηδειοτέρα διά τε τὴν ἀλέαν καὶ τὸ τροφὴν παρέχειν ἄφθονον, βοσκήματα ἐκεῖ πολλὰ καταγαγόντες, ἠνάγκασαν βασιλέα πέμπειν ἐπ' ἐκείνους στρατιάν· οἳ καὶ καταδραμόντες πρὸς τοῖς ξένοις ἐκάκωσαν καὶ τοὺς ἐγχωρίους οὐκ ὀλίγα. διακρίνειν γὰρ οὐδὲ βουλομένοις μάλιστα ἐξῆν. Διδυμότειχον δὲ κακοῦν οὐκ εἴα διὰ βασιλέα τὸν γαμβρόν. οἱ μὲν οὖν κατὰ Μόῤῥαν πλεῖστα κακωθέντες καὶ πιεσθέντες ὑπὸ τοῦ πολέμου αὖθις προσεχώρουν βασιλεῖ τῷ Καντακουζηνῷ, βασιλεὺς δὲ ὁ νέος, ὁρῶν ὑποῤῥέουσαν αὐτῷ τὴν δύναμιν καὶ τὰ πράγματα χωρήσαντα ὀπίσω, πέμψας πρὸς βασιλέα τὸν κηδεστὴν διελέγετο περὶ εἰρήνης καὶ ἐδεῖτο τὸν πόλεμον καταθέσθαι ἔχοντας, ἃ ἔχουσιν, ἑκάτερον. ὁ δὲ τὴν μὲν εἰρήνην περιπλείστου μάλιστα ἔλεγε ποιεῖσθαι, καὶ μηδὲν εἶναι μήτε φίλον μᾶλλον, μήτε σπουδαιότερον, καὶ ταῦτα οὐχ ἁπλῶς πρὸς ὁμοφύλους ἐσομένης, ἀλλὰ πρὸς τοὺς φιλτάτους· δέον μέντοι καὶ διὰ τὴν ἐμπειρίαν τὴν ἐν τοῖς πράγμασι καὶ τὸ πατέρα εἶναι πρόνοιαν αὐτὸν ποιήσασθαι, μὴ τοῖς ἴσοις πάλιν τὸν υἱὸν περιπεσεῖν, ἀλλὰ τῆς στάσεως περιελεῖν τὰς αἰτίας καὶ τῶν νεωτερισμῶν. οὐδὲ γὰρ εἴ τις ὁρῶν τὸν παῖδα περὶ μέθας καὶ κύβους καὶ τοιαύτην ἐξώλειαν ἠσχολημένον, χρημάτων κύριον ποιῶν καὶ φαύλοις ἀνθρώποις καὶ μεθύουσι συνεῖναι ἐπιτρέπων, ἢ περὶ θήρας ἐπτοημένον ἀκρατῶς καὶ πάντα χρήματα ἑνὸς τούτου προϊέμενον, εἰ κύνας παρείχετο θηρευτικὰς καὶ ἵππους, νοῦν ἂν ἔχοντα ἐδόκει πράττειν. διὰ ταῦτα δὴ τῶν μὲν πόλεων, ἃς πρότερον αὐτὸς παρέσχετο, παραχωρεῖν καὶ αὐτοῦ Διδυμοτείχου· τῶν μέντοι συνόντων αὐτῷ Ρωμαίων τοὺς ἐπιφανεστέρους, οὓς μὴ αὐτὸς ἑκοντὶ παρέσχετο συνεῖναι, ἄντ' ἐν Διδυμοτείχῳ ἢ ἄλλοθί που τὰς οἰκίας ἔχωσι, τούτους δὲ μὴ συνεῖναι ἐφιέναι, ἀλλ' αὐτῷ δουλεύειν, ὥσπερ καὶ πρότερον, ἵνα μὴ αὐτῷ πολέμων αὖθις καὶ νεωτερισμῶν αἴτιοι ὀφθῶσι. δέον μέντοι μηδ' ἐκείνους μηδὲν ὑποπτεύειν πείσεσθαι δεινὸν διὰ τὴν ἀποστασίαν. οὐ γὰρ ὥστε ἀμύνασθαι αὐτοὺς βούλεσθαι ὑπάγειν ἑαυτῷ, ἀλλὰ μὴ πρὸς τὰ βελτίω ἐναντιουμένους ἔχειν. ἐπηγγέλλετό τε παντάπασιν ἀμνηστήσειν τῶν προϋπηργμένων. ὁ μὲν οὖν νέος βασιλεὺς ἕτοιμος πάντα ἦν ποιεῖν, ὅσα παραινοίη βασιλεὺς ὁ κηδεστὴς καὶ χωρεῖν πρὸς τὴν εἰρήνην· οἱ στασιασταὶ δὲ οὐκ εἴων, ἀλλ' ἐκώλυον πάσῃ δυνάμει καὶ μᾶλλον ἔχεσθαι παρῄνουν τοῦ πολέμου, εἰδότες, ὡς, ἂν ὑπὸ βασιλέα γένωνται τὸν Καντακουζηνὸν, οὐκέτι χώραν ἕξουσι στασιάζειν καὶ νεώτερα κινεῖν, ἐξ ὧν τὸ κοινὸν μὲν διαφθαρήσεται Ρωμαίων, αὐτοὶ δὲ ὠφεληθήσονται ὀλίγα. ἐπεὶ δὲ οὐ προὐχώρουν αἱ συμβάσεις περὶ τῆς εἰρήνης, σφοδρότερον βασιλεὺς ὁ Καντακουζηνὸς ἐπηνέχθη τοῖς περὶ τὸν νέον βασιλέα, ὥστε μηδὲ δυνηθῆναι ἀντισχεῖν. Διδυμότειχον γὰρ καταλιπὼν καὶ τὰς ἄλλας πόλεις, ἃς εἶχεν, ἐκ τῆς Αἴνου πρὸς Τένεδον ἐπεραιώθη. συνείπετο δὲ αὐτῷ καὶ βασιλὶς Ἑλένη ἡ γυνὴ, Μανουὴλ τὸν νεώτερον τῶν παίδων ἔχουσα, μεῖζον εὐτύχημα, ἄν τις εἴποι δικαίως, ἢ καθ' ὅσον ἐδόκει κακοπραγεῖν ἐν τῷ πολέμῳ. πάντα γὰρ ἑαυτὴν παρέσχετο τῷ ἀνδρὶ λυσιτελοῦσαν, οὐ παρὰ τὸν τοῦ πολέμου μόνον χρόνον, ἀλλὰ καὶ πάντα τὸν ἐπίλοιπον, καὶ κατὰ τὴν πρώτην πλάσιν βοηθὸς ἐν πᾶσι τῷ ἀνδρὶ ἐγένετο, τήν τε φυγὴν συνδιαφέρουσα ἀλύπως καὶ πάντα ὑπομένειν ὑπὲρ ἐκείνου οὖσα παρεσκευασμένη διὰ φιλανδρίαν. ἐφιλονείκησε γὰρ οὐ τὰς οὔσας μόνον, ἀλλὰ καὶ τὰς ἐπί τισι πλεονεκτήμασι πάλαι ὑμνουμένας ὑφ' ἓν ἁπάσας παρελάσαι, φρόνημα μὲν γενναῖον ἐν πᾶσι καὶ παράστημα ψυχῆς εὐγενοῦς ἐπιδεικνυμένη, συνέσει δὲ καὶ ἀγχινοίᾳ οὐ τῶν γυναικῶν τὰς πρώτας μόνον, ἀλλὰ καὶ ἀνδρῶν τοὺς διὰ ταῦτα θαυμαζομένους παριοῦσα. ἀτυφίας μέντοι καὶ μετριότητος καὶ γυναιξὶν αἰδοῦς πρεπούσης καὶ τῆς εἰς πάντα τὰ καλὰ ἐπιβολῆς καὶ εὐφυΐας καὶ τῆς ἐπιφαινομένης καὶ διὰ τῶν λόγων καὶ τῶν ἔργων κοσμιότητος, οὐδεὶς οὕτω φθονερὸς, οὐδ' ἀπείρατος καλῶν, ὅστις ἢ παντάπασιν ἂν ἕλοιτο συγκρύπτειν, ἢ μεθ' ἁπάσης μὴ μεμνῆσθαι τῆς ὑπερβολῆς. μέγιστον δὲ ἁπάντων, ὅτι λαμπρότητα τοιαύτην βίου ἐπανῃρημένη καὶ ὥσπερ νόμους θείσῃ ἑαυτῇ οὔτε χρόνος, οὔθ' ἕτερον οὐδὲν ἤμβλυνε τὴν προθυμίαν, μᾶλλον δὲ, εἰ δεῖ τι καὶ καινότερον εἰπεῖν, καὶ συναυξανομένην ἔχει τῷ βίῳ καὶ συμπροϊοῦσαν. ταῦτα μὲν οὖν ἐκ πολλῶν ὀλίγα τῶν Ἑλένῃ προσόντων ἀγαθῶν τῇ βασιλίδι· οὐ γὰρ εὐφημεῖν ἐκείνην προειλόμεθα, ἀλλ' ἵν' εἰδῶμεν, οἷον ἀγαθὸν καὶ ἐν τοῖς καθ' ἡμᾶς ἡ φύσις ἠδυνήθη χρόνοις ἐνεγκεῖν.

λεʹ. Τὸτε δὲ τοῦ νέου βασιλέως ἐκ τῆς Αἴνου πρὸς Τένεδον τὴν νῆσον περαιωθέντος, αἱ ὑπ' ἐκείνῳ τελοῦσαι πόλεις πᾶσαι προσεχώρουν βασιλεῖ τῷ Καντακουζηνῷ, ἃς καὶ καθίστη περιιὼν, καὶ ἄρχοντας ἐφίστη τοὺς δοκοῦντας μάλιστα αὐτῷ προσέχειν. βασιλεὺς δὲ ὁ νέος τριήρη μίαν ἐφοπλίσας καὶ μονήρεις οὐ πολλὰς, ἐπὶ Βυζάντιον ἀφῖκτο, πολλὴν πρόνοιαν ποιούμενος ἀγνοηθῆναι. ἤλπιζε γὰρ, εἰ μόνον πύθοιντο οἱ φίλοι ἥκοντα, εἰσδέξεσθαι τῇ πόλει, πείσαντες τὸν δῆμον. ἦσαν γὰρ οὐ Βυζαντίου μόνον, ἀλλὰ καὶ τῶν ἄλλων πόλεων οἱ δῆμοι μάλιστα πρὸς τὸν νέον βασιλέα εὔνως ἔχοντες. ἡ μὲν οὖν ἐκείνου ἔφοδος ἠγγέλλετο περὶ ὄρθρον, καὶ θροῦς κατὰ τὴν πόλιν ᾖρτο καὶ τάραχος οὐκ ὀλίγος. Εἰρήνη δὲ ἡ βασιλὶς οὐδενὸς ἠμέλει τῶν δεόντων, ἀλλ' αὐτίκα τῶν τε συγγενῶν καὶ φίλων τοὺς πιστοτάτους καὶ τοὺς σφίσι μάλιστα προσέχοντας μεταπεμψαμένη, ἐπέτρεπε τὴν φυλακὴν τῆς πόλεως, ἐκέλευέ τε μετὰ τῆς στρατιᾶς περιιόντας δεδίττεσθαι τὸν δῆμον καὶ πᾶσαν εἴσοδον ἀπείργειν τῷ νέῳ βασιλεῖ. οἱ μὲν οὖν ἐποίουν κατὰ τὰ κεκελευσμένα, καὶ οἱ τῷ νέῳ βασιλεῖ προσέχοντες οὐδὲν ἐνεωτέριζον, δείσαντες τὸν κίνδυνον, ἀλλὰ συμπεριῄεσαν καὶ αὐτοὶ τοῖς ἄλλοις καὶ παρείχοντο προθυμοτάτους ἑαυτοὺς πρὸς τῆς πόλεως τὴν φυλακὴν ἕνεκα τοῦ μὴ ὑποπτευθῆναι. βασιλεὺς δὲ ὁ νέος ἐπειδὴ τῶν ἐλπίδων διημάρτανε, κύκλῳ τὴν πόλιν περιπλεύσας, ἔπειτα ἐγγὺς Γαλατᾶ ἀντικρὺ προσέσχε Βυζαντίου καὶ ἀπέβαινεν ἐκεῖ· αὐλισάμενος δὲ ἐκεῖ καὶ τὴν ἐπιοῦσαν νύκτα, εἰς τὴν ὑστεραίαν ἅμα ἕῳ εἰς Τένεδον ἀπῇρεν αὖθις. κατὰ δὲ τὴν ἀναχώρησιν οἱ ἐκ τῆς βασιλικῆς τριήρεως πολλὰς Καντακουζηνοῦ τοῦ βασιλέως καὶ ὡς μάλιστα ἀσέμνους κατέχεον τὰς ὕβρεις καὶ οὐδὲν ἀποδεούσας τῶν παρὰ Ἀποκαύκου τοῦ μεγάλου δουκὸς κατὰ τὸν χρόνον τοῦ πολέμου τετολμημένων. ἃ μάλιστα ἐλύπησε πυθόμενον τὸν βασιλέα, οὐκ ἂν εἰς τοσοῦτον ἐξενεγκεῖν τὸν νέον οἰηθέντα βασιλέα ἀτοπίας, εἰ μὴ ἄσπονδον ἐσκέψατο τὸν πρὸς αὐτὸν πόλεμον διατηρεῖν. ὁ μέντοι νέος βασιλεὺς τὰ τοιαῦτα ἐγκαλούμενος ὕστερον ὑπὸ τοῦ κηδεστοῦ, ἰσχυρίζετο οὐδὲν εἰδέναι τῶν γεγενημένων, ἀλλὰ παρὰ τὴν κοίλην ὄντος ναῦν καὶ τῶν λεγομένων οὐδενὸς ἀκούειν ὑπὸ τοῦ ῥοθίου συγχωρουμένου, ἀτακτοῦν τὸ ναυτικὸν ἐτράπη πρὸς τὰς ὕβρεις. ταῦτα μὲν οὖν ὀλίγῳ ὕστερον εἰρήσεται. τότε δὲ ἐπεὶ εἰς Τένεδον ἐκεῖνος ἐπανῆκε, βασιλίδα Ἑλένην τὴν γυναῖκα ἔχων καὶ Μανουὴλ τὸν παῖδα, ἦλθεν εἰς Θεσσαλονίκην. Καντακουζηνὸς δὲ ὁ βασιλεὺς περὶ Βήραν διατρίβων, ἐπεὶ πύθοιτο τὸν γαμβρὸν ἐπὶ Βυζάντιον ἐλθόντα, κατὰ τάχος ἐπ' ἐκεῖνον ᾔει, καὶ αὐτὸς στρατιάν τε ἄγων οὐκ ὀλίγην καὶ Ματθαῖον συνεπόμενον ἔχων τὸν υἱόν. βασιλέα μὲν οὖν οὐχ εὗρε τὸν γαμβρὸν, εἰς Τένεδον κατὰ τάχος ἀπηρκότα καὶ αὐτὸν, σύγχυσιν δὲ καὶ ταραχὴν οὐκ ὀλίγην ἐν τοῖς ἐπιφανεστέροις μάλιστα ἐγηγερμένην. εἰς τρίτην γὰρ ἡμέραν μετὰ τὴν ἐπιδημίαν πάντες ἐκ συνθήματος γενόμενοι ἐν βασιλείοις, ἀγνοεῖν ἔφασαν πρὸς βασιλέα, ὅ,τι βούλοιτο αὐτῷ ἡ πρὸς τοσοῦτον ἐφ' ἑκάτερα ῥοπὴ, ὥστε μηδ' αὐτοὺς εἰδέναι ἔχειν, ὁποτέρῳ πρόσθοιντο. εἰ μὲν γὰρ ἐκ τρόπου παντὸς βασιλέα τὸν νέον Ἰωάννην ἔγνωκε κληρονόμον ἀποδεικνύειν τῆς Ρωμαίων ἡγεμονίας, τί μὴ καὶ αὐτοῖς κατάδηλον ποιεῖ, ὥστε μήτε πολεμεῖν, ἀλλὰ καὶ θεραπεύειν μέλλοντας ὀλίγῳ ὕστερον εἶναι ὑπ' ἐκεῖνον; ἀνόητον γὰρ ἂν εἴη καὶ τῶν ἀτοπωτάτων, ἀγνωμονεῖν πρὸς τὸν δεσπότην καὶ πολεμίους φαίνεσθαι, ἐξ ὧν ἐκεῖνον μὲν οὐ δυνήσονται διαφθερεῖν, αὐτοῦ συναιρομένου καὶ τῆς ἀρχῆς παραχωροῦντος ἑκοντὶ, σφᾶς δὲ αὐτοὺς καὶ τέκνα καὶ οἰκείους βλάψουσι τὰ μέγιστα, πολέμιοι ἀναφανέντες, ᾧ δουλεύειν ἕξουσιν ἀνάγκην. εἰ δ' αὐτός τε πολέμιον ἡγεῖται κἀκείνους προθύμως βούλεται συμπολεμεῖν αὐτῷ, ἐλπίδα τινὰ βεβαίαν δέον πρὸς τὰ μέλλοντα παρέχεσθαι, ᾗ πεισθέντες ἐκείνῳ πολεμήσουσι προθύμως. αὕτη δ' ἂν εἴη τὸ Ματθαῖον τὸν υἱὸν ἀποδεικνύειν βασιλέα, ὡς οὕτω πᾶσαν ἀμφιβολίαν ἀποθησομένων καὶ προθύμως τῷ νέῳ βασιλεῖ πολεμησόντων, ἐλπίδα βεβαίαν ἤδη κεκτημένων, ὡς ἢ κρατήσαντες τῶν πολεμίων διὰ βίου βασιλέας αὐτὸν ἕξουσι καὶ τὸν υἱὸν, ἢ καὶ αὐτοὶ κρατηθέντων συνδιαφθαρήσονται αὐτῶν. οἱ μὲν οὖν ἐν τέλει τοιαῦτα εἶπον, βασιλεὺς δὲ «τὴν μὲν ἀξίωσιν ὑμῶν, ὡς δικαία τε» εἶπε «καὶ νοῦν ἔχουσα, καὶ ἀναγκαῖον εἰδέναι, ὅτῳ προσθεμένους χρὴ ἑτέρῳ πολεμεῖν, οὐκ ἂν ἀρνηθείην οὐδ' αὐτός. τὸν μὲν γὰρ ἄλλον ἅπαντα χρόνον εὐθὺς μετὰ τὸ ἡμᾶς τῶν πολεμίων περιγεγενῆσθαι καταλελυκέναι τε τὸν πόλεμον, συμβάσεις θεμένους πρὸς Ἄνναν τὴν βασιλίδα καὶ βασιλέα τὸν ἐμὸν γαμβρὸν, αὐτὸς ἠνάγκαζον ὑμᾶς δεσπότην ἐκεῖνον καὶ βασιλέα καὶ εἰδέναι καὶ νομίζειν· καὶ οὐκ ἐν ἀποῤῥήτῳ μόνον, ἀλλὰ καὶ ἐπὶ πολλῶν πολλάκις τὸν νέον βασιλέα, καὶ περιόντος καὶ μετὰ τὴν τελευτὴν ἐμοῦ, τῆς Ρωμαίων διάδοχον βασιλείας ἔσεσθαι ἀπεφθεγγόμην. νυνὶ δ' αὐτὰ τὰ πράγματα ἐμέ τε ἠνάγκασαν ἑτέρως πράττειν, ἢ ὡς ἠβουλόμην, καὶ ὑμῖν εἰκὸς μεγάλας τὰς ἀπορίας ἐμποιεῖν. εἰ μὲν οὖν περί τινων οὐδένων καὶ εὐκαταφρονήτων ὁ λόγος ἦν, οὐδὲν ἦν ἔργον φθέγγεσθαι νῦν τὸ παραστὰν, ὡς ὀλίγης βλάβης ἐσομένης ἐκ τοῦ μὴ μετ' εὐβουλίας, ἀλλ' ἀπερισκέπτως φθέγξασθαι τὸ προστυχόν. ἐπεὶ δὲ περὶ τῶν παρ' ἡμῖν μεγίστων, τί γὰρ ἂν εἴη μεῖζον; δέον πρότερον πολλὰ πολλάκις σκεψαμένους, οὕτω πρὸς ὑμᾶς ἅττα ἂν λυσιτελῆ καὶ δίκαια νομίζωμεν διεξιέναι. οὐ μὴν ἀλλὰ καὶ ὑμεῖς αὐτοὶ καὶ ἰδίᾳ ἕκαστος καὶ πάντες κοινῇ περὶ τοῦ πράγματος πολλὴν ἐξέτασιν καὶ βάσανον ποιούμενοι, οὕτω παρασκευάσασθε, ὡς γνώμην ἕκαστος εἰσοίσων, ἣν ἂν οἴοιτο καὶ κοινῇ τοῖς πράγμασι Ρωμαίων καὶ ὑμῖν ἰδίᾳ λυσιτελήσουσαν ἑκάστῳ.» ὁ μὲν οὖν σύλλογος οὕτω διελέλυτο, βασιλέως ὑπερθεμένου τὴν πρὸς τὴν τῶν συγκλητικῶν ἀξίωσιν ἀπολογίαν.

λϛʹ. Αὐτὸς δ' αὐτίκα ἵππου ἐπιβὰς καὶ πρὸς τῷ τεμένει τῆς θεομήτορος γενόμενος τῆς Ὁδηγητρίας καὶ τὴν προσκύνησιν ἀποδοὺς, ἔπειτα ἐκεῖθεν ἀναστρέφων, πατριάρχῃ τε τῷ Καλλίστῳ συνεγένετο, ἐπὶ τὴν οἰκίαν τὴν ἐκείνου αὐτὸς ἐλθὼν, καὶ διηγεῖτο, ὅσα οἱ ἐν τέλει περὶ βασιλέως τε τοῦ γαμβροῦ καὶ τοῦ υἱοῦ διεξῆλθον πρὸς αὐτόν· ἐδεῖτό τε ὑποθέσθαι, ὁποίοις τισὶ λόγοις χρήσαιτο πρὸς ἐκείνους, ἂν ἀπαιτῶσι τὴν ἀπολογίαν, ὥσπερ ἐπηγγείλατο. πατριάρχης δὲ τὸ μὲν νῦν ἔχον· ἔφασκε καὶ αὐτὸς ἀπολογίας ἀπορεῖν· εἰς τρίτην μέντοι σκεψάμενος ἡμέραν, ἃ ἂν οἴηται δίκαιά τε εἶναι καὶ προσήκοντα τοῖς τοιαῦτα ἀξιοῦσιν, ἐν βασιλείοις γενόμενος ἐρεῖν. ὁ μὲν οὖν βασιλεὺς ἐκεῖθεν ἐπανῆκεν εἰς τὰ βασίλεια, τοῖς πατριάρχου λόγοις ἀρκεσθεὶς καὶ προθύμως παρασχόμενος τὴν προθεσμίαν. ὁ πατριάρχης δὲ εἰς τρίτην ἡμέραν, ὥσπερ ἐπηγγείλατο, οὔτ' ἐγένετο ἐν βασιλείοις, οὔτε συνεβούλευεν οὐδὲν περὶ τῶν προκειμένων. ἑβδόμῃ δὲ ἡμέρᾳ τὰ πατριαρχεῖα καταλιπὼν, εἰς τὴν Μάμαντος τοῦ μάρτυρος ἐλθὼν, μονὴν οὖσαν κατεξαίρετον αὐτῷ ἰδίαν, ἐμήνυε πέμψας βασιλεῖ, ὡς οὔτ' ἐν βασιλείοις γένοιτ' ἂν, οὔτ' ἐν πατριαρχείοις, εἰ μὴ ὅρκους αὐτῷ παράσχοιτο, ὡς οὐκ ἄν ποτε Ματθαῖον τὸν υἱὸν ἀποδείξοι βασιλέα. ὁ μὲν οὖν βασιλεὺς ἤχθετο ἐπὶ τοῖς λόγοις καὶ πολλὴν ἐκείνου κατεγίνωσκεν ἀπραγμοσύνην, ἀντεμήνυέ τε πέμψας καὶ αὐτὸς, ὡς οὐδεμίαν τὰ εἰρημένα τὴν ἀκολουθίαν ἔχειν παρ' εὐφρονοῦσιν ἂν νομίζοιτο κριταῖς. εἰ μὲν γὰρ τὴν ἀνάῤῥησιν τῷ υἱῷ συγκατεργασόμενον ἐκάλει, λόγον ἂν εἶχεν ὅρκους ἀπαιτεῖν, μὴ τοιαῦτα καταναγκάζειν πράττειν, εἰ μὴ λυσιτελεῖν ἐδόκει, μηδὲ κατὰ γνώμην ἦν αὐτῷ· εἰ δὲ τοιοῦτον μὲν οὐδὲν οὐδέπω ἐπεψηφίσθη, ἔτι δὲ τοῦ πράγματος ἐξεταζομένου, εἰ δίκαιον εἶναι καὶ λυσιτελοῦν νομίζοιτο ἢ μὴ, καλοῖτο καὶ αὐτὸς τὴν δοκοῦσαν εἰσοίσων ψῆφον, τί δεῖ περὶ τοῦ πράγματος ὅρκους ἀπαιτεῖν μήπω πέρας εἰληφότος; ὁμοίως γὰρ ἐνδέχεται, εἰ πάντες ἐν ταὐτῷ συνέλθοιεν, καὶ ἐπιψηφισθῆναι καὶ κωλυθῆναι. αὖθίς τε ἐδεῖτο καὶ παρῄνει ἥκειν πρὸς αὐτὸν, ὡς ὅ,τι ἂν δέοι πράττειν διασκεψομένους. ὁ δ' ἀπηγόρευε παντάπασι καὶ πολλάκις παρὰ βασιλέως οὐχ ὑπήκουε κληθείς· οἱ μέντοι τὸν υἱὸν ἀποδεικνύειν ἀξιοῦντες βασιλέα, καὶ αὖθις γενόμενοι ἐν βασιλείοις, λόγον ᾔτουν περὶ ὧν ἠξίουν βασιλέα. ὁ δ' ὑπερετίθετο καὶ αὖθις, ὡς διασκεψόμενος. ὀλίγαις δὲ ἡμέραις ὕστερον μετὰ τῶν συγκλητικῶν καὶ τῶν εὐγενεστέρων καὶ ὅσοι τοῦ στρατιωτικοῦ καταλόγου ἦσαν συνελθόντες, ἐδέοντο βασιλέως γλώσσῃ μιᾷ Ματθαῖον τὸν υἱὸν ἀποδεικνύειν βασιλέα. βασιλεὺς δ' ἐπεὶ μὴ τὴν διάσκεψιν εἶχεν ἔτι ἀναβάλλεσθαι, ἐξήρκει γὰρ ὁ χρόνος τῆς ἀναβολῆς, καὶ τὴν στάσιν αὐξανομένην καὶ προσθήκην ἀεὶ λαμβάνουσαν ἑώρα, καταστὰς εἰς μέσους, ἔλεξε τοιάδε· «τὸ περὶ τῶν αὐτῶν ἀεὶ διεξιέναι καὶ ἀποκναίειν τοὺς ἀκούοντας, τῷ καινολογεῖν παντάπασιν ἐναντίον ὂν, ὁμοίως ἔχει μέμψιν, ἄλλως θ' ὅταν οἱ ἀκούοντες οὐ λόγοις ὦσι μόνον πολλάκις περὶ τῶν αὐτῶν δεδιδαγμένοι, ἀλλὰ καὶ τοῖς πράγμασιν αὐτοῖς παρηκολουθηκότες, ἐξ ὧν ἐσχήκασι σαφῆ καὶ φανερὰν τὴν ἀπόδειξιν τῶν λεγομένων. ὡς μὲν οὖν ἀδίκως πεπολέμημαι μετὰ τὴν βασιλέως τελευτὴν καὶ πολλὰς καὶ παντοδαπὰς ὑπέμεινα τὰς δυσχερείας καὶ τὰς ἐπιβουλὰς καὶ τοὺς κινδύνους, καὶ ὡς μετὰ τὴν τοσαύτην τῶν δεινῶν ἐπιφορὰν καὶ, τοῦ κρείττονος συναιρομένου, τοὺς ἀντιτεταγμένους σύμπαντας κεκρατηκὼς, οὐ τοῖς ἴσοις ἠμειψάμην, ἀλλ' ἐφιλονείκησα πᾶσαν ὑπερβολὴν προσθεῖναι τῇ μεγαλοψυχίᾳ, καὶ ὡς οὐ πάντα τἄλλα προεῖμαι μόνον εὐχερῶς, ἀλλὰ καὶ αὐτὴν, ὑπὲρ ἧς ἐδόκουν τὰ δεινὰ ὑπομενενηκέναι, βασιλείαν, ἴστε γὰρ δήπου σύμπαντες, ὡς τήν τε παῖδα τὴν ἐμὴν συνῴκισα τῷ νέῳ βασιλεῖ καὶ τῆς ἀρχῆς μετέδωκα εὐθὺς, καὶ βασιλίδα τὴν μητέρα τῆς προτέρας δόξης καὶ τοῦ εἶναι καὶ ὀνομάζεσθαι Ρωμαίων δεσπότιν ἀπεστέρησα οὐδὲν, παρήσειν μοι δοκῶ, πάντων ὑμῶν σαφέστατα εἰδότων καὶ οὐδεμιᾶς δεομένων περὶ ταῦτα ἀποδείξεως. ὅτι δὲ μετὰ τοὺς ὅρκους καὶ τὰς συμβάσεις οὐδενὸς ἠμέλησα τῶν καθηκόντων πρὸς αὐτοὺς, ἀλλὰ πᾶσαν ἐπεδειξάμην καὶ σπουδὴν καὶ εὔνοιαν, καὶ οὐδεμίαν ἐν οὐδενί ποτε πρόφασιν αὐτοῖς πολέμου παρεσχόμην, νῦν ἐναργῆ πειράσομαι τὴν ἀπόδειξιν τὴν ἐκ τῶν λόγων παρασχέσθαι. εὐθύς τε γὰρ μετὰ τοῦ πολέμου τὴν κατάλυσίν τινων τῶν παρ' ὑμῖν μάλιστα ἐπιφανῶν δυσανασχετούντων καὶ ἀναινομένων ὅρκους ἐπὶ δουλείᾳ παρέχεσθαι τῷ νέῳ βασιλεῖ, καὶ βαρὺ καὶ ἐπαχθὲς λογιζομένων, ᾧ πάσῃ δυνάμει πεπολεμήκασιν ἄχρι τότε, τούτῳ μετὰ τὸ δοκεῖν κεκρατηκέναι αὖθις ἑαυτοὺς ὑπάγειν καὶ καταδουλοῦν, καὶ μὴ ταύτην ἐπιτιθέναι τὴν ἀνάγκην, ἀλλ' ἐμοὶ μόνῳ τὴν δουλείαν ὀφείλειν δεομένων, οὐκ ἠθέλησα αὐτὸς, ἀλλ' αὐτοῦ τε ἕνεκα τοῦ καλοῦ καὶ τοῦ δικαίου καὶ τῆς εἰς βασιλέα τὸν γαμβρὸν εὐνοίας τοὺς πολλοὺς ὑπὲρ ἐμοῦ πόνους καὶ κινδύνους ἐκείνων ὑπεριδὼν καὶ τῆς ἐπὶ τοσοῦτον χρόνον ἀμυθήτου κακοπραγίας, ἀπειπάμην φανερῶς καὶ τῆς Ρωμαίων ἀρχῆς ἐκέλευον ἀναχωρεῖν, εἰ μὴ βούλοιντο καὶ βασιλεῖ τῷ νέῳ παρέχεσθαι τοὺς ὅρκους καὶ δουλεύειν ἀκριβῶς, ὥσπερ οἴονται κἀμοὶ προσήκειν· ἐκείνῳ δὲ καὶ μᾶλλον, ὅσον ἐμοὶ μὲν οὐκ εἰς τοὺς παῖδας ἔγνωσται διαβιβάζειν τὴν ἀρχὴν, ἀλλ' ἐκεῖνον καταλείπειν κληρονόμον, ἐκείνῳ δὲ εἰς παῖδας καὶ παῖδας παίδων διαβήσεται. ἃ καὶ ἔπραττον, ᾗ ἐκέλευον αὐτὸς, καὶ παρείχοντο τοὺς ὅρκους ὑπ' ἀνάγκης. αὖθις δὲ τῶν βασιλίδι προσεχόντων τραπομένων τινῶν εἰς νεωτερισμοὺς καὶ συνθεμένων, ἀπάτῃ συναρπάσαντας τὸν νέον βασιλέα, διαβαίνειν ἐπὶ Γαλατᾶν καὶ πόλεμον ἐγείρειν ἐπ' ἐμὲ, δύναμιν συμποριζομένους, ὅθεν ἂν ἐξῇ, οἱ μὲν φωραθέντες ἔδοσαν τῆς κακουργίας δίκην, ἐκεῖνοι δὲ οἱ βαρέως φέροντες τὴν ὑπὸ βασιλεῖ δουλείαν, ὥσπερ εὐλόγου προφάσεως εὐπορήσαντες, αὖθις ἠξίουν μὴ ἐνέχεσθαι τοῖς ὅρκοις, ἀλλ' ἀπολελύσθαι τῆς ἀνάγκης καὶ πράττειν, ὅ,τι ἂν δοκῇ συμφέρειν σφίσιν. ἐγὼ δὲ οὐδ' ἄκροις ὠσὶ τὸν λόγον ἠνεσχόμην, ἀλλὰ βασιλέα μὲν καὶ τὴν μητέρα ἠξίουν ἐνέχεσθαι μηδεμιᾷ γραφῇ, ἅτε συνειδότας τοῖς νεωτερίσασι μηδὲν, ἐκείνους δὲ ἐκέλευον ἠρεμεῖν καὶ μὴ πρόφασιν ζητεῖν, ἐξ ἧς αὖθις τὴν Ρωμαίων ἐμπλήσουσι πολλῶν κακῶν. ἐκείνων δὲ οὐδ' οὕτω πεπεισμένων, ἀλλὰ Ματθαῖον ἐξηπατηκότων τὸν ἐμὸν υἱὸν καὶ πεπεικότων ἰδίαν συστήσασθαι ἀρχὴν, πόλεις κατασχόντα τινὰς καὶ χώραν ἀποτεμόμενον τῆς ὅλης ἡγεμονίας, οὔτ' ἐνέδωκα διὰ τὸ πρὸς τὸν παῖδα φίλτρον, οὔτ' ἀμελῶς καὶ ῥᾳθύμως εἶχον περὶ τὰ τοιαῦτα, ὡς μικρᾶς καὶ τῆς τυχούσης ἄξια φροντίδος, ἀλλὰ πᾶσαν πρόνοιαν ἐποιούμην ἀπάγειν τῶν ἀτόπων τὸν υἱόν. καὶ πέμψας βασιλίδα τὴν αὐτοῦ μητέρα, μὴ τοιαῦτα ἔπειθον νεωτερίζειν, ἀλλ' ἀσφαλῶς ἐμοί τε καὶ βασιλεῖ δουλεύειν τῷ γαμβρῷ. καὶ πολλὰ τοιαῦτα ἄν τις ἐξετάζων εὕροι διὰ παντὸς ἐμοὶ τοῦ χρόνου πεπραγμένα. ἐξ ὧν ἐστι μάλιστα ἐναργεστάτην ἀπόδειξιν λαβεῖν τοῦ μηδὲν ἐμὲ μήτε πεπραχέναι, μήτε διανενοῆσθαι, ἐξ ὧν ἄν τις οἰηθείη τὴν Ρωμαίων ἡγεμονίαν ἐκεῖνον βούλεσθαι ἀποστερεῖν· τοὐναντίον μὲν οὖν ἅπαν πάντα πράττειν, ἐξ ὧν βεβαίως ἔχειν περιέσται. ἀλλ' οὐχ ὁμοίως ὤφθη κἀκεῖνος ἐμοὶ τὴν ἴσην εὔνοιαν διασώζων, ἀλλ' ἐπὶ Θεσσαλονίκην ὑπ' ἐμοῦ καταλειφθεὶς, ὡς τὰ ἐκεῖσε πράγματα διαφυλάξων ἄχρις ἐπανήξω παρασκευασάμενος, οὐκ ἐφύλαξεν, ὥσπερ ἔδει. πειθόμενος γὰρ ἀνθρώποις φαύλοις καὶ διεθφθορόσι καὶ κέρδους ἕνεκα μικροῦ οὐ σύμπασαν μόνον τὴν Ρωμαίων ἡγεμονίαν. ἀλλὰ καὶ αὐτὸν, ὑπὲρ οὗ ταῦτα πράττειν ἐδόκουν, προϊεμένων, ἐμοὶ μὲν πόλεμον ἤρατο φανερῶς, ὃς πάντα ἔπραττον, ὅπως αὐτῷ βελτίω καὶ μείζω ποιήσω τὴν ἀρχὴν, πρὸς Κράλην δὲ ἐτίθετο σπονδὰς καὶ συμμαχίαν, καὶ τῶν ὄντων ἀφιστάμενος, ὥστε μόνον λυπηρὸς ἐμοὶ τῷ πάνυ μάλιστα φιλοῦντι φαίνεσθαι. ἐγὼ δὲ οὐκ εὐθὺς πρὸς ἄμυναν ἐτρεπόμην, οὐδὲ τοῦ περὶ αὐτὸν φίλτρου τὸ παράπαν οὐδὲν ὑφῄρουν, ἀλλὰ τοὺς μὲν ἐνάγοντας πρὸς τὰ τοιαῦτα μάλιστα εἶχον ἐν αἰτίαις, ἐκείνῳ δὲ πολλὴν ᾠόμην δεῖν παρέχεσθαι συγγνώμην, οὐ διὰ τὴν ἡλικίαν μόνον, ῥᾳδίαν οὖσαν ὑπὸ πονηρῶν παράγεσθαι ἀνθρώπων, ἀλλ', εἰ δεῖ τι καὶ τἀληθὲς εἰπεῖν, νικώμενος ὑπὸ τοῦ φίλτρου. καὶ βασιλίδα τὴν μητέρα πέμψας, πάντα ἔπραττον, ἐξ ὧν ἐνόμιζον ἀποστήσειν τῶν οὐ καλῶν ἐκείνων ἐπιχειρήσεων καὶ πρὸς τὴν προτέραν ἐπανήξειν εὔνοιαν ἐμοί. ἃ καλῶς ποιοῦσα πάντα ἔπραττεν ἐκείνη καὶ μετὰ τοῦ προσήκοντος αὐτῇ φρονήματος. δεηθέντος δὲ πόλεις αὐτῷ παρασχέσθαι, ὅσας ἤθελεν, ὥστε ἄρχειν αὐτὸν ἰδίᾳ καὶ μηδὲν εὐθύνεσθαι παρ' ἐμοῦ πρὸς τὴν ἀρχὴν, μικρολογεῖν μὲν αὐτὸν ᾠόμην καὶ μὴ ἑαυτῷ προσήκοντα ποιεῖν, μέλλοντα ὀλίγῳ ὕστερον συμπάντων εἶναι κύριον, ὀλίγων ἄρχειν δεῖσθαι πρὸ καιροῦ· προθύμως δὲ ὅμως παρεσχόμην, δεῖν χαρίζεσθαι νομίζων τοῦ νέου τῇ ἐπιθυμίᾳ, καὶ Διδυμότειχον προσετίθουν εἰς φιλοτιμίαν, ἀντίῤῥοπον οὖσαν πόλιν τῶν ἄλλων, ὧν αὐτὸς ᾐτεῖτο, ὥσπερ δήπου καὶ αὐτοὶ ἐπίστασθε σαφῶς. γενομένῳ δὲ ἐν Βυζαντίῳ πάντα τὰ δέοντα παρῄνουν καὶ συνεβούλευον ἐξέχεσθαι ἐμοῦ παντὸς μᾶλλον φιλοῦντος, καὶ πολέμιον ἡγεῖσθαι φανερῶς ἐκεῖνον, ὃς ἂν ἐπιχειροίη πείθειν, ὡς κακὸς ἐγὼ περὶ αὐτὸν, τὴν ἐκ τῶν ἔργων ἔχοντι ἀπόδειξιν λόγου παντὸς ἰσχυροτέραν. ἔπειτα ἐξέπεμπον χαίροντα χαίρων ἐπὶ τὴν ἀρχὴν, καὶ βασιλίδα τὴν γυναῖκα συνέπεσθαι κελεύσας· οὕτως οὐδὲν ὑπώπτευον δεινὸν περὶ αὐτοῦ. εἰδὼς δὲ αὐτὸν οὐ καλὰς περὶ τὸν γυναικὸς ἀδελφὸν ἔχοντα ἐννοίας, ἀλλ' οἰόμενον ἐφεδρεύειν αὐτῷ πρὸς τὴν ἀρχὴν καὶ τρόπῳ δή τινι μετάγειν ἐφ' ἑαυτὸν πειρᾶσθαι, ἀναγκαῖον μὲν ἐνόμιζον πρὸς Θρᾴκην καὶ αὐτὸς ἐλθὼν διαλύειν τὴν μικροψυχίαν καὶ πείθειν ἀλλήλοις εὐνοεῖν· κατεχόμενος δὲ ὑπὸ τοῦ πρὸς Λατίνους πολέμου τότε καὶ Βυζαντίου μὴ δυνάμενος ἀφίστασθαι, ἔπεμπον τὴν βασιλίδα, ὡς πάντα πράξουσαν, ὅσα περ ἂν ἐγὼ, καὶ διαλλάξουσαν ἀλλήλοις τοὺς υἱούς. τὸ δ' ἐναντίως ἀπέβαινεν, ἢ αὐτὸς ᾠόμην. οὐ μόνον γὰρ οὐδὲν ἔπραττε τῶν δεόντων ὁ νέος βασιλεὺς, ἀλλὰ καὶ μετὰ τὸ βασιλίδα τὴν γυναικὸς μητέρα ἄπρακτον ἀποπέμψαι πρὸς πόλεμον ἐχώρησεν εὐθὺς καὶ ἄλλας τε πόλεις ὑπηγάγετο, ἃς αὐτὸς οὐ παρεσχόμην, καὶ τῷ γυναικὸς ἐπεστράτευσεν ἀδελφῷ, οὐδὲν ἠδικηκότι πρότερον. καὶ κατακλείσας πρὸς τὴν ἄκραν Ἀδριανοῦ τῆς πόλεως ἐπολιόρκει, οὐ Ρωμαίους μόνον ἄγων, ἀλλὰ καὶ βαρβάρους κατὰ συμμαχίαν. ἐγὼ δ' ἐπεὶ μέλλειν οὐκ ἐνῆν, ᾗ τάχιστα εἶχον, ἐν Ἀδριανοῦ γενόμενος, τὸν μὲν υἱὸν ἀπήλλαττον τοῦ κινδύνου, βασιλέα δὲ τὸν νέον οὐδὲν ἠνώχλουν πρότερον εἰς Διδυμότειχον ἀπηρκότα, ἀλλὰ καὶ πρέσβεις πέμψας, ἐδεόμην κατατίθεσθαι τὸν πόλεμον. ὁ δ' ὑπὸ τῶν ἀγόντων πεπεισμένος καὶ τὴν ἐμὴν παραίνεσιν ἐν ὀλίγῳ θέμενος, οὐδὲν ἧττον ἢ πρότερον ἐπολέμει, καὶ ἄλλα τε ἔπραττεν, ὅσα πολέμιον εἰκὸς, καὶ συμμαχίαν ἐκ Τριβαλῶν καὶ Μυσῶν μετεκαλεῖτο. ἐπεὶ δ' ὑπὸ τῶν βαρβάρων ἐκεῖνοι διεφθάρησαν, οὓς αὐτὸς μετεπεμψάμην ἐξ Ἀσίας, πρεσβείαν καὶ αὐτὸς πρὸς Σουλιμὰν τὸν τῆς Περσικῆς ἡγούμενον ποιούμενος στρατιᾶς, ἐδόκει γὰρ αὐτῷ λυσιτελεῖν πείθειν ἐκεῖνον εἶναι μὴ πολέμιον αὐτῷ, ἔπεμπε καὶ γράμματα, ἐν οἷς ἐπιμνησθεὶς ἐμοῦ, οὐ βασιλέα προσηγόρευεν, ἀλλὰ Καντακουζηνὸν ἁπλῶς· ὃ μέγιστα ἐλύπησεν, ἀπόδειξιν ἐναργεστάτην οἰηθέντα τοῦ μέχρι καὶ τοῦ δυνατοῦ τὸν πόλεμον τὸν πρὸς ἐμὲ τηρεῖν ἀκατάλυτον πεπεῖσθαι. ἤδη δὲ τὰ τελευταῖα ταῦτα νῦν, ἐπεὶ μὴ μένειν πρὸς τὰς τῆς Θρᾴκης πόλεις ἠδυνήθη, οὐχ οἷός τε ὢν ἀντέχειν ἔτι πρὸς τὸν πόλεμον, πρὸς Τένεδον ἐπεραιώθη, καὶ συμπορισάμενος δύναμίν τινα ὀλίγην ναυτικὴν, ἐν τοῖς καιριωτάτοις ἐπεβούλευσεν. οὐ γὰρ ἴσον, πόλεις καὶ νήσους τὰς ὑπ' ἐμοὶ τελούσας ἴσως καταδουλοῦσθαι, καὶ αὐτῇ ἑστίᾳ ἐπελθεῖν. τούτου δὲ ὄντος οὕτω δεινοῦ, ἕτερον αὐτῷ πολλῷ δεινότερον καὶ μεῖζον εἰς ἀπεχθείας λόγον ἐτολμήθη. τοῖς γὰρ ἑπομένοις ναύταις καὶ μάλιστα τοῖς ἐκ τῆς τριήρεως, ἧς ἐπέβαινεν αὐτὸς, ἀδεῶς ἐφῆκεν ὑβρίζειν εἰς ἐμέ· ὃ οὐκ ἂν ἐτόλμησεν, ἐδόκουν, εἰ μὴ πεπεικὼς ἦν μάλιστα ἑαυτὸν ἀσύμβατον μέχρι παντὸς τὸν πόλεμον τηρήσειν. ὡς μὲν οὖν ἄχρι τέλους ἀπ' ἀρχῆς ἴσον ἑαυτῷ καὶ ὅμοιον ἐν πᾶσιν ἐμαυτὸν τετήρηκα ἐγὼ καὶ πρόφασιν οὐδεμίαν ἐκείνῳ πολέμου παρεσχόμην, πάντας οἴομαι πεπεῖσθαι ἐκ τῶν εἰρημένων. ἐκείνου δὲ οὐδενὸς τῶν ὅσα ᾤετο λυπεῖν ἀποσχομένου, οὐδένα τῶν νοῦν ἐχόντων οἴομαι ἐμοὶ δικαίως ἐγκαλέσειν, εἴ τι παρὰ τὰ δεδογμένα πρότερον πράξω νῦν μεταβαλών. οὐ γὰρ εὐκολίᾳ τρόπων ἐπὶ τοῦτο ἤχθην, οὐδ' εἰκῇ καὶ μάτην ἐκεῖνον βουλόμενος λυπεῖν, ἀλλ' ἠναγκασμένος ὑπ' ἐκείνου. τίνα γὰρ ἔχει λόγον, ἐκεῖνον μὲν ὑβρίζειν εἰς ἐμὲ καὶ πάντα τρόπον πειρᾶσθαι κατάδηλον ποιεῖν, ὡς ἀσυμβάτως ἕξει, ἐμὲ δὲ ὥσπερ πρὸς τὰ πραττόμενα ἀναισθητοῦντα, μηδὲν τῶν γινομένων οἴεσθαι δεινόν; τὸ μὲν οὖν τὴν ἀεὶ μελετωμένην ἀεὶ διαδοχὴν τῆς βασιλείας, τό γε εἰς ἐμὲ ἧκον, αὐτὸν ἀποστερεῖν ἐμὸν ἂν εἴη, εἰ μὴ μεταβάλοιτο καὶ τῆς προτέρας κακίας ἀντίῤῥοπον ἐνδείξαιτο εὐγνωμοσύνην. τὸ δὲ Ματθαῖον τὸν ἐμὸν υἱὸν ἀποδεικνύειν βασιλέα οὐκέτ' ἂν εἴη μόνον ἐμοῦ· οὐδὲ γὰρ οὐδέπω πρότερον ἄχρι νῦν τῶν πάντων οὐδὲν εἰς τοῦτο ἠδυνήθη ἀγαγεῖν, καίτοι πολλάκις ὑμῶν πολλὰ παρὰ τὸν τοῦ πολέμου χρόνον, ὅτε καὶ μάλιστα ἡ πρᾶξις ἂν ἐδόκει τὸ εὔλογον διασώζειν, δεηθέντων περὶ τούτου· ἀλλὰ μάλιστα μὲν ὑμῶν τῶν δεομένων καὶ πολλὴν ὑπὲρ τούτου τὴν προθυμίαν εἰσενηνεγμένων καὶ σπουδὴν, οὐχ ἧττον δὲ κἀμοῦ δίκαιά τε ὁμοῦ καὶ σφίσι τε αὐτοῖς καὶ τοῖς ὅλοις πράγμασι συμφέροντα κρίναντος ὑμᾶς αἰτεῖν. πράξω μὲν οὖν ἐγὼ κατὰ τὴν ἀξίωσιν ὑμῶν. ὑμέτερον δ' ἂν εἴη στέργειν τὰ ἐψηφισμένα, καὶ μὴ νῦν μὲν οὕτω προθυμεῖσθαι περὶ ταῦτα, ὀλίγῳ δὲ ὕστερον, εἴ τι προσπίπτοι δυσχερὲς, ῥᾳδίως μεταβάλλεσθαι.» τοιαῦτα μὲν βασιλεὺς ὁ Καντακουζηνὸς περὶ βασιλέως τοῦ νέου διειλέχθη, καὶ τοιαῦτα ἐγκλήματα ἐπῆγεν, ἐξ ὧν ᾤετο δίκαια ποιεῖν. βασιλεὺς δὲ ὁ νέος ὕστερον μετὰ τοῦ πολέμου τὴν κατάλυσιν τὰ ἴσα ἐγκαλούμενος ὑπὸ τοῦ κηδεστοῦ, ὥσπερ ἀπολογουμένου, ὅτου ἕνεκα αὐτὸν μὲν ἀποχειροτονήσοι, τὸν δὲ υἱὸν Ματθαῖον ἀποδείξοι βασιλέα, περὶ μὲν τῶν ἄλλων οὐδὲν εἶχεν ἀντιλέγειν, τοῦ μέντοι ἐν τοῖς πρὸς Σουλιμὰν τὸν Πέρσην γράμμασι μὴ προσηγορευκέναι βασιλέα, οὐκ αὐτὸν, ἀλλὰ τὸν γεγραφότα ἔλεγε γεγενῆσθαι αἴτιον· αὐτὸν δὲ ὑπὸ πολλῶν φροντίδων συνισχημένον καὶ μυρίοις πράγμασι περιελκόμενον τὸν νοῦν, οὐκ ἐπιστῆσαι τοῖς γεγραμμένοις, ἀλλ' ἀπερισκέπτως τοῖς ἐρυθροῖς ὑποσημήνασθαι. ὁμοίως δὲ καὶ τῶν γεγενημένων ὕβρεων ὑπὸ τῶν τριηριτῶν οὐδὲν αὐτὸν εἰδέναι, μήτε βούλεσθαι, ἀλλ' ἐν τῇ κοίλῃ νηῒ κατ' ἐκεῖνο χρόνου διατρίβοντα, μηδενὸς ᾐσθῆσθαι τῶν τετολμημένων ἔξω. ταῦτα μὲν οὖν ὕστερον.

λζʹ. Τότε δὲ ἐπεὶ ἐπεψήφιζεν ὁ βασιλεὺς τὴν ἀνάῤῥησιν Ματθαίου τοῦ υἱοῦ, μετά τινας τῆς διαλέξεως ἡμέρας, πάντων παρόντων ἐν τοῖς βασιλείοις, ὁ τοῦ βασιλέως ἀνηγόρευτο υἱὸς, καὶ τοῖς τε ποσὶν ὑπέδυ κρηπῖδας ἐρυθρὰς καὶ πῖλον ἐπέθετο τῇ κεφαλῇ λίθῳ τε κεκοσμημένον καὶ μαργάροις, ὥσπερ ἔθος βασιλεῦσι, καὶ πρός τε τὰς εὐφημίας συνηριθμεῖτο τοῖς βασιλεῦσι καὶ ἐν ταῖς γιγνομέναις μνήμαις τῶν βασιλέων πρὸς τοῖς ἱεροῖς. βασιλέα δὲ τὸν Ἰωάννην ἐκέλευε βασιλεὺς ὁ κηδεστὴς ἔν τε ταῖς μνήμαις ἀποσιωπᾶσθαι κἀν ταῖς εὐφημίαις· Ἄνναν μέντοι τὴν βασιλίδα καὶ τὸν θυγατριδοῦν Ἀνδρόνικον τὸν βασιλέα εὐφημεῖσθαι, ὥσπερ πρότερον, καὶ μνημονεύεσθαι ἐκέλευεν ἐν ταῖς ἱεροτελεστίαις. οὐ μὴν αὐτοῦ παντάπασιν ἀφεῖλε καὶ τὴν προσηγορίαν, ἀλλ' εἴ ποτε περὶ ἐκείνου ποιοῖτο λόγον, βασιλέα προσηγόρευεν, ἐπὶ πολλῶν. ἐκ τοιούτων μὲν αἰτιῶν ὁ πρὸς ἀλλήλους τῶν βασιλέων ἐκινήθη πόλεμος καὶ ηὔξητο ἐπὶ τοσοῦτον, ὡς καὶ Καντακουζηνὸν τὸν βασιλέα, καίτοι πρότερον ὅλῃ γνώμῃ παρεσκευασμένον τῆς ἀρχῆς διάδοχον τὸν νέον καταλείπειν Ἰωάννην, ἠναγκάσθαι καὶ Ματθαῖον τὸν υἱὸν ἀποδεικνύειν βασιλέα. μετὰ μέντοι τὴν ἀνάῤῥησιν Ματθαίου τοῦ νέου βασιλέως ἐκεῖνον μὲν εἰς τὴν Ἀδριανοῦ ἐξέπεμπεν αὖθις ὁ πατὴρ, αὐτὸς δὲ ὑπελείπετο ἐν Βυζαντίῳ καὶ τὰ κατὰ τὸν πατριάρχην, ὡς μάλιστα ἐνῆν, εὖ τίθεσθαι ἐτίθετο διὰ σπουδῆς. συνεώρα γὰρ ἤδη κατὰ πᾶσαν ἀνάγκην δέον ὂν Ματθαῖον τὸν νέον βασιλέα τῷ μύρῳ χρίεσθαι κατὰ τὸ ἔθος. τοιγαροῦν καὶ μετεπέμπετο τοὺς ἀρχιερέας, ὅσους μάλιστα ἐνῆν, ἐκ τῶν κατὰ τὴν Θρᾴκην πόλεων. εἶτα ἐπειδὴ παρῆσαν, καὶ τοὺς ἐν Βυζαντίῳ διατρίβοντας ἅμα τοῖς ἔξωθεν ἐπιδεδημηκόσι κελεύσας ἐν βασιλείοις συνελθεῖν, ὅ,τι δέοι πράττειν περὶ Καλλίστου τοῦ πατριάρχου, πάντων ἐπυνθάνετο κοινῇ. τῶν δ' ἀπὸ συνθήματος δέον εἰρηκότων εἶναι πέμπειν πρὸς ἐκεῖνον καὶ καλεῖν ἐπὶ τὸν θρόνον, ἐπειδὴ μηδὲν ἐγκαλοῖτο ὑπὸ μηδενὸς, αὐτίκα τε ἐπείθετο ὁ βασιλεὺς καὶ πρεσβείαν πρὸς ἐκεῖνον ἐποιεῖτο. δύο γὰρ τῶν ἀρχιερέων ἀπολεξάμενος, τὸν Αἴνου Δανιὴλ καὶ Ἰωσὴφ τὸν Τενέδου, καὶ τοσούτους ἑτέρους τῶν ἐπιφανεστέρων τοῦ κλήρου τῆς Βυζαντίων ἐκκλησίας, Καβάσιλαν τὸν σακελλίου καὶ Περδίκην τὸν σκευοφύλακα, ἔπεμπεν εἰς τὴν μάρτυρος τοῦ Μάμαντος μονὴν πρὸς πατριάρχην καὶ ἐπὶ τοὺς θρόνους ἐκάλει καὶ τὴν ἀρχήν· οὐδένα γὰρ εἶναι τὸν ἀφῃρημένον· ἔφασκέ τε βέλτιον μὲν εἶναι μὴ ἀπερισκέπτως οὕτω χωρεῖν, ἐφ' ἃ μὴ δεῖ, μηδ' ἀβουλίᾳ χρώμενον, τῶν μὲν θρόνων ἀφίστασθαι ἑκόντα καὶ τοῦ ποιμνίου, αὐτὸν δὲ τὰ μηδὲν προσήκοντα περιεργαζόμενον, ἄλλοτε ἄλλοθι διατρίβειν, μηδὲν ποιοῦντα τῶν δεόντων. εἰ γὰρ ἔμενεν ἐπὶ τοῦ προσχήματος καὶ συνεβούλευε μὴ τὸν υἱὸν ἀναγορεύειν, αἰτίας τινὰς ἀναγκαίας τοῖς λόγοις προστιθεὶς, ἴσως ἂν καὶ διεκώλυσε· νῦν δ' οὐχ ἥκιστα καὶ τοῦτ' ἂν εἴη τῶν πεισάντων ἓν χωρεῖν ἐπὶ τοιαῦτα, ὅτι μὴ λόγοις καὶ παραινέσεσιν, ἴσως δὲ καὶ ἱκεσίαις, ὥσπερ ἔδει, ἀλλὰ βίᾳ καὶ ὥσπερ ἰσχύϊ τινὶ κωλύσειν ἐπεχείρησεν. ἐπεὶ δὲ ἀναλυθῆναι τὰ γεγενημένα οὐκ ἐνδέχεται, οὐδὲν ἂν ἡ διχοστασία ἔτι καὶ ἡ ἔρις συμβαλεῖται, ἀλλὰ δέον αὐτὸν ἐπὶ τὸν θρόνον καὶ τὴν οἰκείαν ἀρχὴν ἐλθόντα, τὸν νέον βασιλέα καὶ τῷ μύρῳ χρίειν, ὥσπερ ἔθος. οὐ γὰρ ἐνδέχεται τοῖς ἄλλοις παρασήμοις κοσμηθέντα, μὴ καὶ τὸν ἀρχαῖον τρόπον στέφεσθαι. τοιαῦτα μὲν πρὸς Κάλλιστον τὸν πατριάρχην διὰ τῶν πρέσβεων ἐμήνυεν ὁ βασιλεὺς, ὀρθῶς ἔχειν τὰ εἰρημένα καὶ τῶν ἀρχιερέων ἁπάντων συνεπιψηφισαμένων. πατριάρχης δὲ ἐπεὶ τοὺς βασιλέως λόγους ἤκουε, πρὸς ἔπος μὲν ἀπεκρίνατο οὐδὲν, ἀλλὰ κατὰ τοῦ ἐπιθήσοντος αὐτῷ ἀνάγκην ἐπὶ τούτῳ ἐξεφώνει χωρισμὸν ἀπὸ θεοῦ. Δανιὴλ δὲ τοῦ τῆς Αἴνου τὴν ἱεραρχικὴν ἰθύνοντος ἀρχὴν δυσχεραίνοντος ἐπὶ τοῖς εἰρημένοις καὶ τό,τε προτρέπεσθαι πατριάρχην, ἐφ' ἃ ἐπέμφθησαν, ἀπεγνωκότος διὰ τὴν ἐπιφωνηθεῖσαν ἐπιτίμησιν, δίκαιόν τε οἰηθέντος, εἰ μήθ' ἑκὼν εἶναι πρὸς τὴν ἀρχὴν αὐτὸς χωροίη, μήτ' ἀναγκάζειν αὐτὸν ἐξείη μηδενὶ, ἕτερον τοῖς θρόνοις ἐφιστᾷν, «οὐκοῦν» εἶπεν «οὐδὲν ἕτερον, σοῦ τοιαῦτα ἰσχυριζομένου, λείπεται, ἢ πατριάρχην ἕτερον ἀντεισάγεσθαι τῇ ἐκκλησίᾳ.» ὁ πατριάρχης δὲ «καὶ μάλιστα βουλοίμην» εἶπεν. ἐπὶ τούτοις δὲ οἱ πρέσβεις πρὸς βασιλέα καὶ τὴν σύνοδον ἀναστρέψαντες ἀπήγγελλον, ὅσα πατριάρχης ἀποκριθείη πρὸς τοὺς λόγους· Περδίκης δὲ, τῶν πρέσβεων εἷς, τὸν ἀφορισμὸν εἶπεν ἐκπεφωνηκέναι τὸν πατριάρχην κατὰ τοῦ ἐπιθήσοντος αὐτῷ ἀνάγκην ἐπὶ τούτῳ· ἀγνοεῖν δὲ, ὅτι βούλοιτο αὐτῷ τὸ ἐπὶ τούτῳ. οἱ συμπρέσβεις δὲ οὐδὲν ἕτερον βούλεσθαι ἰσχυρίζοντο τὸ ἐπὶ τούτῳ εἶναι, ἢ ἐλθεῖν αὖθις ἐπὶ τὴν ἀρχὴν τῆς ἐκκλησίας, ὡς βεβαίως αὐτὴν ἀπειπαμένου, καὶ μήθ' ἑκόντα εἶναι, μήτε βιασθέντα βουλησόμενον αὖθις ἐπανήκειν πρὸς αὐτήν. οἱ μὲν οὖν πρέσβεις τοιαῦτα διενεχθέντες, συνέβησαν αὖθις πρὸς ἀλλήλους, καὶ ὁ βασιλεὺς ἐκέλευε τὸν τῆς ἐκκλησίας ὑπογραμματέα πάντα γράφειν, ἵνα μή τις ᾖ περὶ τὰ εἰρημένα ὕστερον ἀμφιβολία, εἴ ποτε δεηθείη ἐξετάσεως. μετὰ τοῦτο δὲ τῶν ἀρχιερέων ἐπὶ τὸ τίνα χρὴ τῆς ἐκκλησίας τραπομένων προϊστᾷν, οἷα δὴ τοῦ καθεστηκότος φανερῶς ἀπειπαμένου καὶ ἀνάγκην ἐπιτεθεικότος, ὥστε περὶ τῶν ἴσων λόγον κινεῖν μηδένα πρὸς αὐτὸν, «τοὺς μὲν περὶ τὴν τῶν ἀρχιερέων» εἶπεν ὁ βασιλεὺς «ἐπιλογὴν παρά τε τῶν πρώτων τῆς ἐκκλησίας διδασκάλων τῶν Χριστοῦ μαθητῶν καὶ τῶν κατ' ἴχνος ἐκείνοις ἑπομένων θείων πατέρων κειμένους νόμους, ὡς χρὴ τοὺς ἐπισκόπους ἐν ταὐτῷ γενομένους καὶ τὴν τοῦ πνεύματος χάριν ἄνωθεν ἐπικαλεσαμένους, μετὰ τὸ πολλαῖς πρότερον εὐχαῖς καὶ ἱκεσίαις ἐξιλάσασθαι θεὸν, ὥστε φανερὸν αὐτοῖς ποιῆσαι τὸν ὀρθῶς καὶ δικαίως καὶ ὡς μάλιστα θεῷ κεχαρισμένως προστησόμενον τῆς ἐκκλησίας τῶν πιστῶν, ὑπὲρ ἧς αὐτὸς ἐξέχεε τὸ αἷμα, γενόμενος ὅπερ ἡμεῖς καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν ἐνδεδυμένος, οὕτως ἐπιψηφίζεσθαι, ὃν ἂν αὐτὸς ἀποκαλύπτῃ, περιστήσαντας δὲ ἐν τρισὶ τοῖς μάλιστα δοκοῦσιν ἀξιόχρεω τὴν ψῆφον, οὕτως ἐπιτρέπειν βασιλεῖ τὴν αἵρεσιν ἑνός· ὃν δ' ἂν αὐτὸς ἕλοιτο, τοῦτον ἀποδείκνυσθαι προστάτην τῆς ἐκκλησίας, οὔτ' αὐτὸς ἠγνόουν ἄχρι νῦν, οὔτ' ὑμῶν οἴομαι οὐδένα μὴ σαφέστατα εἰδέναι. οἷα δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἁμαρτημάτων φιλεῖ συμβαίνειν, ὅτι καίτοι μὴ ἀγνοοῦντες, ὅτι ἁμαρτάνομεν, ὅμως ὑπὸ πονηρᾶς ἀγόμενοι συνηθείας, ἢ τῷ λείῳ τῆς ἡδονῆς ἐξαπατώμενοι, περιπίπτομεν ἑκουσίως τοῖς κακοῖς καὶ τοῖς φαύλοις πάθεσι καταδουλοῦμεν ἑαυτοὺς, τοῦτ' αὐτὸ καὶ κατὰ τὴν τῶν ἀρχιερέων ἐπιλογὴν ἡμῖν συμβαίνει. σαφέστατα γὰρ εἰδότες, ὡς ἀθέμιτον αὐτοὺς πρότερον ἐπιψηφισαμένους, ὃν ἂν ἐθέλωμεν αὐτοὶ τὴν ἀρχὴν τῆς ἐκκλησίας ἐγχειρίζειν, ἔπειτα βωμολοχοῦντας ἄντικρυς καὶ κατειρωνευομένους τοῦ θεοῦ, ἐπιτρέπειν ὑμῖν τὴν ἄνωθεν ἐπικαλεῖσθαι χάριν καὶ τοῦτον ἐπιψηφίζεσθαι, ὃν αὐτοὶ πολλῷ πρότερον οὐ λόγοις μόνον, ἀλλὰ καὶ πράγμασιν ἐπεψηφισάμεθα αὐτοῖς, ὅμως τολμῶμεν κακῶς καὶ ἀνοήτως, καὶ τοῦτο οὐκ ἐμοὶ μόνον εἴργασται πολλάκις, ἀλλὰ καὶ τοῖς πρότερον Ρωμαίων βεβασιλευκόσιν, εἰ μὴ πᾶσιν, ἀλλὰ τοῖς γε πλείοσι. περὶ μὲν οὖν ἐκείνων φαῦλον αἰδοῖ τῶν προγόνων οὐδὲν ἐρῶ, ἐμαυτὸν δ' ἁπάσαις ψήφοις ταῖς παρ' ἐμαυτοῦ ἀδικοῦντα καὶ ἀγνωμονοῦντα περὶ τὸν θεὸν φαίην ἂν ἁλίσκεσθαι σαφῶς. οὕτω δ' ἐμαυτοῦ κατεψηφισμένον καὶ συνεγνωκότα τὴν κακίαν, οὐδὲν, οἶμαι, λείπεται, ἢ περὶ μὲν τῶν προτέρων ἐξιλάσκεσθαι θεὸν, τοῦ λοιποῦ δὲ πρόνοιαν ποιεῖσθαι πᾶσαν καὶ σπουδὴν, μὴ τοῖς αὐτοῖς περιπεσεῖν κακοῖς, εἰ μὴ βουλοίμην ἀνίατα νοσεῖν καὶ τυφλώττειν ἑκοντὶ πρὸς τὰ καὶ λαμπρότερον ἡλίου λάμποντα καλά. τοιγαροῦν ὑμῖν ζητήσεως περὶ πατριάρχου προκειμένης νῦν, τὴν ἀρχαίαν ἐλευθερίαν ἀποδίδωμι, οὐχ ὑμῖν μᾶλλον, ἢ τῷ θεῷ, ᾧ μελήσει μάλα τὸν καλῶς τῆς ἐκκλησίας προστησόμενον ὑμῖν ἀποκαλύπτειν, ὕστερον δὲ καὶ αὐτὸς ἕνα τῶν τριῶν ἐπιψηφιοῦμαι, ὥσπερ ἔθος.» τοιαῦτα μὲν ὁ βασιλεὺς τοῖς ἀρχιερεῦσι διειλέχθη. καὶ ἐκέλευεν ἐν ταὐτῷ γενομένους, ὅπη ἂν δοκῇ, τὸν ἀρχαῖον τρόπον τὴν πατριάρχου ποιεῖσθαι ἐκλογήν. εἰς τὴν ὑστεραίαν δὲ ἐκείνων γενομένων ἐν ταὐτῷ καὶ περὶ τοῦ προκειμένου σκεπτομένων, αὖθις ὁ βασιλεὺς πέμψας, τῶν τε τῇ προτεραίᾳ εἰρημένων ἀνεμίμνησκε καὶ παρῄνει πᾶσαν ἐπιδείκνυσθαι σπουδὴν, ὡς αὐτοῦ καὶ πρὸς θεὸν ἀρκοῦσαν πεποιημένου τὴν ἀπολογίαν, παντάπασιν αὐτοῖς τῆς αἱρέσεως τῆς πατριάρχου παρακεχωρηκότος καὶ πᾶσιν ἀνθρώποις ἐπιδεδειγμένου τὴν γνώμην φανερῶς. ἐκεῖνοι δὲ πολλὰς ὁμολογήσαντες χάριτας τῷ βασιλεῖ τῆς περὶ τὰ θεῖα εὐλαβείας καὶ τῆς περὶ αὐτοὺς αἰδοῦς, καὶ ἐπευξάμενοι ἀγαθῶν πολλῶν ἐσμὸν, ἔπειτα τὴν θείαν χάριν ἐπικαλεσάμενοι τοῦ πνεύματος, ἐπελέξαντο τρεῖς, Φιλόθεόν τε τὸν τῆς Ἡρακλείας ἀρχιερέα, καὶ τὸν Φιλαδελφείας Μακάριον, καὶ Νικόλαον τὸν Καβάσιλαν, ὄντα ἔτι ἰδιώτην, καὶ γράψαντες πέμπουσι τῷ βασιλεῖ τὰ ὀνόματα τῶν ᾑρημένων· βασιλεὺς δὲ εἵλετο τῶν ἄλλων μᾶλλον τὸν Φιλόθεον, καὶ οὐ πολλῷ ὕστερον πάντων, ὅσα νενόμισται, τετελεσμένων, πατριάρχης ἀπεδείκνυτο καὶ τὰ κατὰ τὴν ἐκκλησίαν πράγματα χρόνον μέν τινα διῴκησεν, ἐκβληθεὶς τῆς ἀρχῆς μετ' οὐ πολὺ, ὥσπερ ὕστερον εἰρήσεται ὀλίγῳ, μάλιστα δὲ θαυμασίως καὶ σὺν λόγῳ τῷ προσήκοντι, καὶ πᾶσαν ἐπιδεδειγμένος ἐπιείκειαν καὶ βίου περιφάνειαν καὶ λόγου. Κάλλιστος δὲ ὁ πατριάρχης χρόνον οὐκ ὀλίγον τῇ μάρτυρος τοῦ Μάμαντος μονῇ ἐνδιατρίψας, πρῶτα μὲν διεδίδρασκεν εἰς Γαλατᾶν καὶ χρόνον τινὰ ἐκρύπτετο ἐν τοῖς Λατίνοις, ἔπειτα, αὐτῶν πραττόντων, εἰς Τένεδον ἀφῖκτο πρὸς τὸν νέον βασιλέα καὶ πολλῆς ἐτύγχανε τῆς εὐμενείας, οἷα δὴ ὑπὲρ ἐκείνου τὴν τοσαύτην κακοπραγίαν ᾑρημένος.

ληʹ. Ἐπεὶ δὲ ὁ κατὰ τὴν ἐκκλησίαν θόρυβος ἐπέπαυτο καὶ πᾶσαν εἶχε τάξιν καὶ εὐαρμοστίαν, Ματθαῖος ὁ βασιλεὺς γενόμενος ἐν Βυζαντίῳ ἅμα βασιλίδι τῇ συζύγῳ, κατὰ τὸν ἐν Βλαχέρναις τῆς θεομήτορος ναὸν ἐστέφετο κατὰ τὸ ἔθος ὑπὸ Φιλοθέου τοῦ πατριάρχου καὶ βασιλέως τοῦ πατρός· ἔστεφε δὲ καὶ αὐτὸς κατὰ τὸ ἔθος τὴν γυναῖκα. τοιαῦτα μὲν ἐπράττετο ἐν Βυζαντίῳ. Παλαιολόγος δὲ ὁ νέος βασιλεὺς ἦν μὲν ἐν Θεσσαλονίκῃ μετὰ τῶν βασιλίδων, τῆς μητρὸς καὶ γυναικὸς, εἶχε δὲ καὶ Τένεδον τὴν νῆσον ὑφ' ἑαυτὸν, ἡγεμόνα ταύτῃ καταλιπὼν Ἰταλόν τινα Μαρτῖνον ἀπαίρων εἰς Θεσσαλονίκην. Περγαμηνὸς δέ τις τῶν Τενεδίων ὁ μάλιστα δυνατώτατος ἐν Θεσσαλονίκῃ συνῆν τῷ νέῳ βασιλεῖ χρόνον οὐκ ὀλίγον, ἔπειτα ἐκεῖθεν διαδρὰς καὶ γενόμενος ἐν τῇ Τενέδῳ, ἔπεισε καὶ τοὺς ἄλλους πολίτας ἀποστῆναι τοῦ νέου βασιλέως. καὶ τὸν ὑπ' ἐκείνου σφῶν ἐπιτεταγμένον ἄρχειν ἐξελάσαντες, ὥσπερ αὐτόνομοι ἐπολιτεύοντο. βασιλεὺς δὲ ὁ νέος ἐπεὶ πύθοιτο τὴν ἀποστασίαν, τριήρεις ἐκ Θεσσαλονίκης. ἐφοπλίσας, ἐπέπλευσε τοῖς Τενεδίοις. οἱ δὲ αὖθις ἑτοίμως προσεχώρουν, παραδόντες τὸν Περγαμηνὸν, ὃν εἰς Θεσσαλονίκην δεσμώτην ἔπεμψε φρουρεῖσθαι, αὐτὸς δὲ ἅμα Ἑλένῃ βασιλίδι τῇ γυναικὶ διῆγεν ἐν τῇ νήσῳ. Καντακουζηνὸς δὲ ὁ βασιλεὺς ἐν δεινῷ τιθέμενος ταῖς κατὰ τὴν Θρᾴκην πόλεσι τοὺς Πέρσας ἐγκαθιδρυμένους εἶναι, εἶχον γάρ τι φρούριον, ὥσπερ ἔφημεν, ἐν Θρᾴκῃ, Τζύμπην προσαγορευόμενον, βίᾳ μὲν οὐκ ἐπεχείρει ἐξελαύνειν, ᾔδει γὰρ οὐκ ἀξιόμαχος πρὸς τοσαύτην τῶν βαρβάρων δύναμιν ἐσόμενος, εἰ πόλεμον κινοίη πρὸς αὐτοὺς, τῆς Ρωμαίων στρατιᾶς ὑπὸ τοῦ πρὸς ἀλλήλους πολέμου διεφθαρμένης, τρόπῳ δέ τινι ἑτέρῳ διενοεῖτο τοὺς βαρβάρους τῆς Ρωμαίων ἐξελαύνειν. καὶ πέμψας πρεσβείαν πρὸς Ὀρχάνην τὸν γαμβρὸν, ᾔτει τὸ φρούριον ἀποδοῦναί οἱ καὶ τῆς Θρᾴκης τοὺς βαρβάρους ἐκβαλεῖν. οὐ γὰρ δίκαια ποιεῖν αὐτὸν, οὐδὲ προσήκοντα τῇ εἰς αὐτὸν εὐνοίᾳ, ἐν μέσῃ τῇ Ρωμαίων γῇ τὸ φρούριον κατέχοντα. τοῦ δὲ Σουλιμὰν τὸν υἱὸν προσβαλλομένου, ὡς ὑπ' αὐτοῦ τὸ φρούριον κατέχοιτο καὶ δέοιτό τινος πρὸς τὴν ἀπόλειψιν ἀντιμισθίας, μυρίους χρυσοῦς ὁ βασιλεὺς ὑπέσχετο παρέξειν φιλοτίμως. μετὰ μικρὸν δὲ καὶ ἔπεμπε τοῖς βαρβάροις τὸν χρυσόν· κἀκεῖνοι ἔπεμψαν τοὺς παραδώσοντας βασιλεῖ τὸ φρούριον. ἐν τούτοις δὲ τῶν πραγμάτων ὄντων, οἷα τὰ τοῦ θεοῦ κρίματα, ἀθρόον ἐξαίσιος ἐπιγενόμενος σεισμὸς ἦρος ἀρχομένου, μάλιστα ἐν ἀρχαῖς τῆς νυκτὸς τὰς παραλίους τῆς Θρᾴκης πόλεις ὀλίγου δεῖν διέφθειρεν ἁπάσας. οὐ μόνον γὰρ οἰκίαι κατέπεσον ἐπὶ τοὺς κατοικοῦντας καὶ διέφθειραν πολλοὺς, ἀλλὰ καὶ τὰ τῶν πόλεων τείχη ἐξ αὐτῶν κρηπίδων κατεβλήθη. οἱ δῆμοι δὲ τῶν πόλεων, ὅσοι μὴ διεφθάρησαν ὑπὸ τῶν ἐρειπίων, συνιδόντες, ὡς οὔτ' ἀνορθοῦν δυνήσονται ῥᾷστα τὰ καταβεβλημένα τῶν τειχῶν, οὔτ' ἀμύνεσθαι πρὸς τοὺς βαρβάρους, ἂν ἐπίωσιν, ἀξιόμαχοί εἰσι, καὶ δείσαντες, μὴ ὑπ' ἐκείνων ἀνδραποδισθῶσιν ἐπελθόντων, τέκνα καὶ γυναῖκας ἀναλαβόντες, ἀνεχώρουν τῆς νυκτὸς ἐπὶ τὰς ἄλλας πόλεις, ὅσας μὴ καταπεπτωκέναι τῷ σεισμῷ ἐνόμιζον. ὄμβρων δὲ ἐπικειμένων καὶ χιόνος καὶ ψύχους ἀμυθήτου, οἱ μὲν ὑπὸ τοῦ κρυμοῦ διεφθείροντο, μάλιστα γυναῖκες καὶ βρέφη νήπια· οἱ λοιποὶ δὲ πλὴν ὀλίγων, ὅσοι τοῦ τε ψύχους ἠδυνήθησαν περιγενέσθαι καὶ πρὸς τὰς ἔτι σωζομένας πόλεις καταφυγεῖν, πάντες ὑπὸ τῶν βαρβάρων ἠνδραποδίσθησαν ἐπελθόντων. ὡς γὰρ ᾔσθοντο ἐκεῖνοι τὰ τείχη τῶν πόλεων καθῃρημένα, ὑποπτεύσαντες, ὅπερ ἦν, ὡς ἢ κρατήσουσι φευγόντων, ἢ τῶν τειχῶν καθῃρημένων, ἂν μένωσι, περιγενήσονται, ἅμα ἕῳ ἐπεστράτευσαν καὶ τῶν τε ἀνθρώπων ἐκράτουν φευγόντων καὶ τὰς πόλεις ἁπάσας ἐποιήσαντο ὑπὸ φρουρᾷ. Καλλιούπολις δὲ τῶν ὑπὸ τοῖς βαρβάροις γενομένων παραλίων κατὰ τὴν Θρᾴκην πόλεων ἡ περιφανεστέρα, πέπτωκε μὲν καὶ αὐτὴ τῶν ἄλλων μᾶλλον, ὁ δῆμος δὲ ἅπας διεσώθη ἐν τοῖς πλοίοις, ἃ ἦσαν ἐκεῖ πολλά. συμβὰν δὲ οὕτω καὶ ἐκ Βυζαντίου ἐπὶ Πελοπόννησον πλέουσα τριήρης, ἣν ἔπεμψεν ὁ βασιλεὺς Μανουὴλ δεσπότῃ τῷ υἱῷ, ὡρμίζετο ἐκεῖ τὴν νύκτα. γενομένης δὲ ἐκείνης τῆς μεγάλης συμφορᾶς, ὁρῶν ὁ ναύαρχος τοσούτους μέλλοντας ἀπόλλυσθαι, προσέσχε τε τῇ γῇ, καὶ ἀναλαμβάνων ὅσους ἦν ὑποδέχεσθαι ἡ τριήρης δυνατὴ, ἀνέστρεφεν εἰς Βυζάντιον, τῶν προκειμένων ἀμελήσας. Σουλιμὰν δὲ ὁ τοῦ Ὀρχάνη παῖς ἐπεὶ πύθετο τὰ κατὰ Θρᾴκην, ἐν Πηγαῖς τῇ κατὰ τὴν περαίαν τοῦ Ἑλλησπόντου πόλει διατρίβων, τὰς πρὸς βασιλέα συνθήκας παριδὼν, ἃς ἔθετο ἐπὶ τῷ Τζύμπην ἀποδιδόναι, σπουδῇ πολλῇ ἐπεραιοῦτο πρὸς τὴν Θρᾴκην, καὶ πολλοὺς τῶν ὁμοφύλων διαβιβάσας ἅμα γυναιξὶ καὶ τέκνοις, κατῴκιζε τὰς πόλεις, τὰ καταβεβλημένα ἀνορθῶν. τὴν πλείστην δὲ ἐπεδείξατο περὶ Καλλιούπολιν σπουδήν. τά τε γὰρ τείχη ἄνωθεν ἐπεσκεύασε καὶ προσεξειργάσατο βελτίω, ἤπερ ἦσαν, καὶ τῶν ἐπιφανῶν παρ' αὐτῷ πολλοὺς ἠνάγκασεν εἰς ἐκείνην μετοικίζεσθαι, καὶ στρατιὰν ἐγκαθίδρυσε πολλήν· καὶ τοῖς κατὰ Μυσίαν λυπηρὸς ἦν, μεγάλοις στρατοπέδοις ἐπιὼν καὶ πόλεις ἐξανδραποδιζόμενος καὶ τὴν χώραν ἅπασαν πορθῶν. βασιλεὺς δὲ ἠνιᾶτο μὲν οὐκ ὀλίγα πρὸς τὴν συμφοράν· ἀμύνεσθαι δὲ τοὺς ἀδικοῦντας ἀδυνάτως ἔχων, πρεσβείας συνεχεῖς ἐποιεῖτο πρὸς Ὀρχάνην τὸν γαμβρὸν καὶ τὰς ἡρπασμένας πόλεις ἠξίου τὸν υἱὸν ἀποδιδόναι. τῶν γὰρ ἀτοπωτάτων εἶναι, ἑνὸς μὲν αὐτοῖς φρουρίου μὴ παραχωρεῖν, ἀλλ' ἐπὶ χρήμασι ῥητοῖς συνθήκας θέσθαι πρὸς αὐτοὺς, ὥστε ἐκλιπεῖν, αὐτοὺς δὲ νυνὶ τοσαύτας πόλεις κατασχεῖν πρὸς τῷ μηδὲ Τζύμπην κατὰ τὰς συνθήκας ἀποδοῦναι, καὶ ταῦτα σπονδῶν οὐσῶν καὶ βαθείας εἰρήνης πρὸς ἀλλήλους. Σουλιμὰν δὲ ἰσχυριζομένου μὴ πολέμῳ, μηδὲ βίᾳ τῶν πόλεων κεκρατηκέναι, ἀλλ' ἀοικήτους καὶ καταβεβλημένας κατασχεῖν, ἀδικεῖν αὐτοὺς τὰ ἔσχατα διετείνετο ὁ βασιλεὺς καὶ μηδὲν εἶναι τὴν σκῆψιν πρὸς τὸν τοῦ δικαίου λόγον. διενηνοχέναι γὰρ οὐδὲν, εἰ διὰ τῶν πυλῶν εἰσῄει, ἢ ἄλλοθέν ποθεν. ἀλλὰ τοῦτο χρὴ σκοπεῖν, εἰ δικαίως ἐν σπονδαῖς κατασχόντες ἔχουσι. τοιαῦτα βασιλέως πρὸς τοὺς βαρβάρους διαπρεσβευομένου, Σουλιμὰν μὲν εἴχετο τῶν πόλεων καθάπαξ καὶ οὐδ' ἄχρις ἀκοῆς ὑπέμενεν ἀπολιπεῖν· Ὀρχάνης δὲ ὁ πατὴρ ἑαυτῷ τε συνειδὼς ἀδικοῦντι καὶ παρασπονδοῦντι, καὶ ποιούμενος περὶ πλείστου τὸ βασιλέα θεραπεύειν, συνετίθετο μὲν αὐτίκα τὰς πόλεις ἀποδιδόναι βασιλεῖ. Σουλιμὰν δὲ τοῦ υἱοῦ δυσαπαλλάκτως ἔχοντος, ἐδεῖτο βασιλέως ὑπερθέσθαι τὴν ἀπόληψιν, ὡς πείσοντος αὐτοῦ τὸν υἱὸν μετὰ μικρὸν ἑκοντὶ τὰς πόλεις ἀποδοῦναι· ὃ καὶ ἔπραττεν ὀλίγῳ ὕστερον. πολλὰ γὰρ πολλάκις παραινέσας, ὡς χρὴ βασιλέα μὴ λυπεῖν, οὐ μόνον βεβαίως ἐμμένοντα ταῖς πρὸς αὐτοὺς σπονδαῖς καὶ μηδὲν ἠδικηκότα, ἀλλὰ καὶ τῆς συγγενείας ἕνεκα τῆς πρὸς αὐτοὺς, ἔπειτα καὶ χρήματα ἐπαγγειλάμενος παρέξειν, ἔπεισε τὰς πόλεις ἀποδοῦναι. οὐ μὴν ἀλλὰ καὶ βασιλεὺς τῶν πόλεων ἐκείνων ἕνεκα Σουλιμὰν ἐπηγγείλατο παρέξειν μυριάδας χρυσίου τέτταρας. δείσας δὲ Ὀρχάνης, μὴ ψευσάμενος ὁ παῖς οὐκ ἀποδῷ τὰς πόλεις βασιλεῖ, ἐσκέψατο συνελθόντας ἐν ταὐτῷ βασιλέα καὶ αὐτὸν, οὕτω Σουλιμὰν ὑποσχέσθαι ἐπ' αὐτῶν, ὡς ἀποδώσει πάντως γε τὰς πόλεις, αὐτίκα τε ἐδήλου βασιλεῖ πρὸς τὸν Ἀστακηνὸν γενέσθαι κόλπον, ὡς ἐνταυθοῖ τῆς συντυχίας ἐσομένης. δόξαν δὲ καὶ βασιλεῖ βελτίστην εἶναι τὴν βουλὴν, ἐκέλευε τριήρεις ἐφοπλίζεσθαι. ὑπὸ τοιούτων μὲν αἰτίων Ματθαῖον τὸν υἱὸν ἀποδεικνύειν βασιλέα ὥσπερ συνηλάθη Καντακουζηνὸς ὁ βασιλεύς. γνώμην δὲ εἶχε, καὶ μετὰ τὴν τοῦ υἱοῦ ἀνάῤῥησιν μέρος μὲν τῆς Ρωμαίων ἀποτεμὼν ἡγεμονίας, ἐκείνῳ παρασχεῖν, ὥστ' ἐκείνου μόνου βασιλεύειν διὰ βίου· διάδοχον δὲ μὴ ἐξεῖναι καταλείπειν τελευτῶντα τῆς ἀρχῆς, ἀλλ' ὑπὸ τὸν ὄντα βασιλέα Ρωμαίων αὖθις ἀναστρέφειν, ἄντε Ἰωάννης βασιλεὺς ὁ γαμβρὸς περιῇ, ἄντε Ἀνδρόνικος ὁ υἱὸς αὐτῷ· βασιλέα δὲ τὸν γαμβρὸν ἀνακαλεῖσθαι αὖθις, τὸν πρὸς ἐκεῖνον καταλύσας πόλεμον καὶ τῆς Ρωμαίων ἀρχῆς ἁπάσης αὐτῷ παραχωρεῖν, τῶν πραγμάτων ἀποστὰς αὐτὸς, καὶ πειρᾶσθαι διὰ τῆς κατὰ τὸν βίον φιλοσοφίας ἵλεων αὐτῷ ποιεῖν τὸ θεῖον. ταῦτα μὲν οὖν ἐν ὑστέρῳ πράττειν ἐβουλεύετο· τότε δὲ ἐπεὶ ἦσαν ὡπλισμέναι αἱ τριήρεις, ἐν Νικομηδείᾳ τε ἐγένετο καὶ πρέσβεις ἔπεμπε πρὸς Ὀρχάνην τὸν γαμβρὸν, ὡς ἀφιξόμενον καὶ αὐτὸν ἐκεῖ τῶν προκειμένων ἕνεκα. ὁ δ' ἔφασκε νοσεῖν καὶ ἀδυνάτως ἔχειν τὸ νῦν εἶναι ἀπανίστασθαι τῆς κλίνης. ἀχθομένου δὲ βασιλέως καὶ σκῆψιν οἰομένου τὴν νόσον εἶναι, καὶ καταναγκάζοντος ἐλθεῖν εἰς τὴν Νικομήδους, ὥσπερ ἐπηγγείλατο, ὅρκοις ἰσχυρίζετο νοσεῖν ὡς ἀληθῶς καὶ μηδεμίαν σκῆψιν εἶναι, μηδ' ὑπόκρισιν περὶ τὸ πρᾶγμα· ἐδεῖτό τε συγγνώμην παρασχέσθαι, καὶ ἐπηγγείλατο αὖθις, ὡς ἐν ῥηταῖς ἡμέραις ῥαΐσας ἐκτελέσει τὰ ὑπεσχημένα. ἐκεῖθεν μὲν οὖν ὁ βασιλεὺς ἄπρακτος αὖθις εἰς Βυζάντιον ἐπανῆλθε.

λθʹ. Φιλόθεος δὲ ὁ πατριάρχης εἰδὼς, οἵαν γνώμην ἔχει περὶ βασιλέων, τοῦ τε γαμβροῦ καὶ τοῦ υἱοῦ, εἰς Τένεδον αὐτοῦ ἐδεῖτο πρεσβευτὴς πρὸς βασιλέα τὸν νέον ἀφικέσθαι, ὥστε τὸν πρὸς ἀλλήλους διαλῦσαι πόλεμον, πείσας βασιλέα τὸν νέον ἑλέσθαι, ἃ βουλεύοιτο βασιλεὺς ὁ κηδεστής. βασιλεῖ δὲ ἐδόκει μᾶλλον, παρεσκευασμένων τῶν τριηρέων καὶ δαπάνης οὐδεμιᾶς διὰ τοῦτο δεομένων, αὐτὸν ἀφικέσθαι πρὸς τὴν νῆσον καὶ διαλύειν τὴν πρὸς βασιλέα τὸν γαμβρὸν διαφοράν. ᾤετο γὰρ, εἰ μόνον πείθοιτο αὐτὸν γενόμενον ἐγγὺς, αὐτίκα προσδραμεῖσθαι καὶ συγγνώμην ἐφ' οἷς προσκέκρουκεν αἰτήσειν· προπαρεσκευασμένον δὲ ὄντα καὶ αὐτὸν πρὸς τὴν διάλυσιν, ῥᾷστα πρὸς τὴν εἰρήνην αὖθις τὰ Ρωμαίων καταστήσειν πράγματα. τοιαύτῃ μὲν ἐξέπλευσε γνώμῃ Βυζαντίου, ἔχων καὶ Ματθαῖον βασιλέα τὸν υἱὸν ἐν ταῖς τριήρεσιν ἅμα βασιλίδι τῇ συζύγῳ, ὡς ἂν ἐκεῖνοι μὲν ἐν Αἴνῳ ἀποβαῖεν, ὡς ἐκεῖθεν εἰς Διδυμότειχον ἀφιξόμενοι καὶ τὴν Ἀδριανοῦ, αὐτὸς δὲ ἐπὶ τὴν τοῦ γαμβροῦ τράποιτο διάλυσιν. οἷα δὲ οὐκ ἐπὶ μάχην καταπλέων, ἀλλ' εἰρήνης μᾶλλον ἕνεκα, οὐ προσέσχεν ἐπὶ Τένεδον αὐτίκα, ἀλλ' ἐπί τι νησίδιον ἀοίκητον ἐγγὺς Τενέδου, Μαυρία προσαγορευόμενον, καὶ διήγαγεν ἐκεῖ τὸ λεῖπον τῆς ἡμέρας καὶ τὴν ἐπιοῦσαν νύκτα. εἰς τὴν ὑστεραίαν δὲ ἄρας ἐκεῖθεν, ἐφ' ἕτερον ὡρμίζετο νησίδιον, ἅγιον Ἀνδρέαν προσαγορευόμενον, ἐλπίζων, ἀφίξεσθαι πρεσβείαν παρὰ βασιλέως τοῦ γαμβροῦ περὶ εἰρήνης. ὡς δὲ οὐδὲν ἀπήντα κατ' ἐλπίδας, τῶν γὰρ συνόντων αὐτῷ τινες ναυάρχων δύσνως ἔχοντες, πέμψαντες πρὸς βασιλέα τὸν νέον, παρῄνουν μὴ δέχεσθαι τὴν εἰρήνην, ἀλλ' αἱρεῖσθαι τὸν πόλεμον μᾶλλον, ὡς αὐτῶν συγκατεργασομένων πάντα, οὐδ' οὕτω μὲν ἐπὶ τὴν πόλιν ἧκε τὴν κατὰ τὴν νῆσον, ᾗ διέτριβεν ὁ βασιλεὺς, ἀλλ' ἐφ' ἕτερον μέρος πρὸς τὸν Βόριον ὠνομασμένον ἐγχωρίως ποταμὸν, ὡς ὑδρευσομένων δῆθεν τῶν τριηριτῶν ἐκεῖθεν. οἱ τῷ νέῳ δὲ βασιλεῖ συνόντες ὁπλῖται καὶ ἱππεῖς, τῶν τριηρέων καταγομένων, ἐλθόντες ἐπὶ τὸν ποταμὸν ἔβαλον ἀπὸ τῆς γῆς καὶ κωλύειν ἐπειρῶντο τὴν ἀπόβασιν. οἱ δὲ βιασάμενοι ἀπέβησαν καὶ ὑδρεύσαντο ἐκεῖθεν. ὁρῶν δὲ ὁ βασιλεὺς πρὸς οὐδὲν ὀνήσουσαν τὴν καρτερίαν, οὔτε γὰρ πολεμεῖν ᾑρεῖτο τῷ γαμβρῷ καὶ κακοῦν τὴν νῆσον, οὔτε περὶ τῆς εἰρήνης οὐδεμία ἔτι ὑπελείπετο ἐλπὶς, βασιλέως τοῦ νέου οὐ μόνον οὐ πρεσβευσαμένου, ὥσπερ ἤλπιζεν, ἀλλὰ καὶ φανερῶς ἐξαγομένου πρὸς τὸ πολεμεῖν, τάχιστα ἐκεῖθεν ἀπεχώρει εἰς τὴν Αἶνον, ἔνθα Ματθαῖος ἀπέβαινεν ὁ νέος βασιλεὺς μετὰ τῆς γυναικὸς, κἀκεῖθεν ἀπεχώρει ἐπὶ Διδυμότειχον καὶ τὴν Ἀδριανοῦ· Καντακουζηνὸς δὲ ὁ βασιλεὺς τέτταρας ἡμέρας πρὸς τῇ Αἴνῳ διατρίψας, εἰς Βυζάντιον ἀνέστρεφε. Παλαιολόγος δὲ ὁ βασιλεὺς αὖθις ὑπελείπετο ἐν τῇ Τενέδῳ, καὶ ὅσα πράττειν ὑπὲρ τῆς ἀρχῆς ἐξῆν, ἠμέλει οὐδενός· ἔφασκε δὲ ὕστερον ἐν τῆς εἰρήνης τοῖς καιροῖς, ὡς, ἐπιπλέοντος αὐτῷ βασιλέως τοῦ κηδεστοῦ, διαλεχθεῖεν μὲν κρύφα καὶ οἱ ναύαρχοι, μὴ δέχεσθαι τὴν εἰρήνην, μηδὲ πρεσβείαν τινὰ ποιεῖσθαι πρὸς αὐτόν. ἐκεῖνον μέντοι μὴ τούτου ἕνεκα ἀποσχέσθαι τῆς εἰρήνης, εἰδέναι γὰρ ἐκείνους οὐ τὰ βελτίω καὶ κοινῇ λυσιτελοῦντα συμβουλεύοντας, ἀλλ' ὅτι Ματθαῖος ὁ υἱὸς συνῆν, σφόδρα ἄχθεσθαι καὶ δυσανασχετεῖν, εἰ δόξειεν αὐτὸς ἐκείνου δεῖσθαι καὶ αὐτομολεῖν ἐπὶ τῷ δέχεσθαι τῆς βασιλείας κοινωνὸν, ὥσπερ ἀπαγορεύσαντα πρὸς τὸν πόλεμον καὶ τὴν γνώμην ἡττημένον. ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ Σουλιμὰν ὁ τοῦ Ὀρχάνη ἐπεστράτευσε Γαλάταις μεγάλῳ στρατοπέδῳ ὑπὸ τῶν ἑῴων Σκυθῶν κατεχομένοις, καὶ ἐξεπολιόρκησε κατὰ τὸ θέρος ἐκεῖνο δύο πόλεις τὰς ἐπιφανεστέρας παρ' αὐτοῖς, Ἄγκυραν καὶ Κράτειαν. ἐκεῖθεν δὲ ὑποστρέψας νικητὴς φθινοπώρου ἀρχομένου, πρεσβείαν ἔπεμψεν αὐτός τε καὶ ὁ πατὴρ πρὸς Καντακουζηνὸν τὸν βασιλέα, φάσκοντες ἐθέλειν αὐτῷ παραδιδόναι τὰς κατὰ τὴν Θρᾴκην πόλεις, ὥσπερ ἐπηγγείλαντο· ἐπ' αὐτῷ δὲ εἶναι παραλαμβάνειν, ἡνίκα ἂν ἐθέλοι. πολλὰς δὲ αὐτοῖς ὁμολογήσας χάριτας ὁ βασιλεὺς τῆς εἰς αὐτὸν εὐνοίας καὶ τοὺς πρέσβεις δώροις φιλοτίμως ἀμειψάμενος ἀπέπεμψε, προθεσμίαν θέμενός τινα, ἐν ᾗ αὐτόν τε ἔδει καὶ τοὺς παραδώσοντας τὰς πόλεις εἶναι πρὸς τὴν Θρᾴκην, ὥστε, τῶν βαρβάρων ἐξελαυνομένων, ἀντεισάγειν αὐτὸν φρουροὺς καὶ προνοεῖσθαι τῶν πόλεων, ὡς ἂν μάλιστα αὐτῷ δοκῇ. καὶ παρεσκευάζετο πρὸς τοῦτο. ἐν τούτῳ δὲ Παλαιολόγος ὁ βασιλεὺς τριήρη μίαν, ἥνπερ εἶχεν, ἐφοπλίσας καὶ μονήρεις τινὰς συμπορισάμενος ἐκ Τενέδου ἀθρόον, μηδενὸς εἰδότος, ἐπέπλευσε Βυζαντίῳ καὶ ἐγένετο νυκτὸς ἔνδον τοῦ ἐν Ἑπτασκάλῳ νεωρίου. τῆς φήμης δὲ διαδοθείσης πρὸς τὴν πόλιν, σύγχυσις δεινὴ καὶ ἀταξία τὸ πᾶν κατεῖχε, καὶ ὁ δῆμος ὥρμητο μὲν βασιλεῖ τῷ νέῳ συμμαχεῖν, τὴν δὲ Καντακουζηνοῦ τοῦ βασιλέως δεδοικότες δύναμιν, ἤλπιζον γὰρ αὐτὸν αὐτίκα χωρήσειν ἐπὶ μάχην, συνεστέλλοντο καὶ ὑπεχώρουν. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς ἐπεὶ πύθοιτο ἔνδον Βυζαντίου ὄντα βασιλέα τὸν γαμβρὸν, τὸ μὲν ἐπὶ μάχας χωρεῖν καὶ φόνους ἀπηγόρευε παντάπασι, παρόντος δὲ καὶ Κυδώνη, ὃς ἔνδον βασιλείων διέτριβεν ἀεὶ, οὐ μόνον διὰ τὴν εὐμένειαν, ἣν πολλὴν παρὰ βασιλέως ἐκαρποῦτο, ἀλλ' ὅτι καὶ τοῖς πράγμασι μεσάζων ἀνάγκην εἶχεν ἀεὶ συνεῖναι βασιλεῖ νύκτωρ καὶ μεθ' ἡμέραν, πρὸς Εἰρήνην βασιλίδα τὴν γυναῖκα εἶπεν. «εἰ μὲν μὴ πρότερον ἐδέδοκτο ἡμῖν τῶν πραγμάτων ἀναχωρεῖν καὶ τῶν θορύβων, καὶ μοναχῶν ἐνδύντας σχῆμα, πρὸς τὴν μέλλουσαν ἐκείνην εὔκλειαν ἐπείγεσθαι καὶ εὐδοξίαν, οὐδὲν ἂν ἦν ἀναγκαιότερον, οὐδὲ μᾶλλον λυσιτελοῦν ἐν τῷ παρόντι ἢ τὴν στρατιὰν ἀναλαβόντα, χωρεῖν εὐθὺ τῶν πολεμίων, καὶ φείδεσθαι μηδενὸς, ἀλλὰ διὰ πάντων ἰέναι, ἄχρις ἂν ἐξελάσαιμεν τῆς πόλεως· ὃ μάλιστα ῥᾷστα ἂν κατειργασάμεθα, ὅσον ἀπό τε τῆς ἐκείνων ἀδυναμίας καὶ τῆς ἡμετέρας δυνάμεως ἔστι στοχάζεσθαι. εἰ δὲ νικῶσί τε ὁμοίως καὶ ἡττωμένοις τὸ τῶν πραγμάτων ἀναγκαίως πρόκειται ἀποχωρεῖν, τί δεῖ φόνων καὶ πολέμων ἡμῖν, οὐδὲν πλέον ἕξουσιν ἐκ τούτων, ἢ τὰς ἐκ τῶν φόνων κηλῖδας καὶ τοὺς διὰ βίου τοῦ συνειδότος δεινοὺς ἐλέγχους, ἐῶ γὰρ τὰς ἐν τῷ μέλλοντι βίῳ τοῖς τοιαῦτα τολμῶσιν ἀποκειμένας τιμωρίας, ἀλλὰ μὴ πρόφασιν τὴν βασιλέως θεμένους ἐπιδημίαν, πάντα καταλείπειν καὶ μόνου γίνεσθαι τοῦ σώζεσθαι; εἰ δὲ μὴ διαλελυκέναι τὸν πόλεμον ἠδυνήθημεν τῷ τε υἱῷ καὶ τῷ γαμβρῷ, ἀλλ' ὑπολέλειπται αὐτοῖς ἡ ἔρις περὶ τῆς ἀρχῆς, ἀλλ' ἐκεῖνο χρὴ σκοπεῖν, ὡς, εἰ μὲν αἱμάτων χωρὶς καὶ φόνων πράττειν τοῦτ' ἐξῆν, ὥσπερ ἐβουλόμεθα, ἦν ἂν ἔργον ἄξιον εὐχῆς. νυνὶ δὲ εἰς τοιαύτην ἀνάγκην περιέστηκεν ἡμῖν τὰ πράγματα, ὥστ' ἢ ἑκόντας ὑποχωρεῖν, ἢ μαχομένους κτείνειν τοὺς πολεμίους, ἢ αὐτοὺς ἀποθνήσκειν, ἂν συμβαίη. ὅτε τοίνυν τό,τε ἡττᾶσθαι τῶν αἰσχίστων καὶ δεινὸν, καὶ τὸ νικᾷν ὁμοίως οὐδεμιᾶς ἀπολείπεται κακοπραγίας, ὅτου ἕνεκα μὴ τὸ κοινῇ τε ὁμοίως καὶ ἡμῖν αἱρησόμεθα λυσιτελοῦν;» πρὸς ταῦτα οὐδ' ἡ βασιλὶς ἀνένευεν, ἀλλὰ ἐπείθετο τῷ βασιλεῖ βουλευομένῳ τὰ βελτίω. ἐν βασιλείοις δὲ τῶν μάλιστα εὔνων βασιλεῖ τῷ Καντακουζηνῷ συνηθροισμένων, οὐ τῶν στρατιωτῶν μόνων, ἀλλὰ καὶ τῶν εὐγενεστέρων οὐκ ὀλίγων, θόρυβος ἦν καὶ ταραχὴ, καὶ πάντες ἐπιέναι δεῖν τοῖς πολεμίοις συνεβούλευον. μάλιστα δὲ ἐθορύβουν τὸ ἐκ Κατελάνων μισθοφορικὸν καὶ ἠξίουν βασιλέα τοῖς πολεμίοις ἐπάγειν σφᾶς, ὡς ῥᾳδίως ἐξελάσοντας τῆς πόλεως. ὁ δὲ τό,τε μάχεσθαι παντάπασιν ὡς ἀλυσιτελὲς ἀπειρηκὼς, τῇ τε στρατιᾷ τὴν γνώμην, ἥνπερ ἔχει περὶ τῶν πραγμάτων, φανερὰν ποιεῖν μὴ προσήκειν οἰηθεὶς, ὑφαιρήσειν γὰρ ἂν αὐτῶν οὐκ ὀλίγον τῆς τόλμης καὶ τῆς περὶ αὐτὸν σπουδῆς καὶ προθυμίας, ὥσπερ ἦν εἰκὸς, λογισαμένους, ὡς οὐδεὶς ἀμείψεται αὐτοὺς τῆς ἀνδραγαθίας χάριν, ἂν βασιλεὺς τοῦ ἄρχειν ἀποστῇ, λόγοις παράγειν ἐπειρᾶτο καὶ ἀμβλύνειν τὴν ὁρμήν. «εἰ μὲν γὰρ πρὸς ἀλλοφύλους» ἔφασκεν «ἦν ὁ πόλεμος ἡμῖν, οὓς ἄν τις ἀποκτείνας καθαρὰν σχοίη καὶ λύπης ἀμέτοχον τὴν ἐκ τῆς νίκης ἡδονὴν, οὐκ ἂν οὐδ' αὐτὸς μέλλειν ὑμῖν, οὐδ' ἀναδύεσθαι τὴν μάχην συνεβούλευσα, ἀλλ' αὐτίκα ἐπιέναι. νικῶντές τε γὰρ ἂν ἀνδρίας καὶ τόλμης εὔκλειαν ἠράμεθα, καὶ ἀποθνήσκουσι πάσης εὐδοξίας κατελείπετο μνημεῖον, ὥσπερ ἦν προσῆκον ἀνδράσιν ἀγαθοῖς ἠγωνισμένοις. νυνὶ δὲ τὸ συγγενεῖς τε μάλιστα καὶ ὁμοφύλους εἶναι τοὺς ἀντικαθισταμένους, πᾶσαν περιῄρηκεν ἡμῶν φιλοτιμίαν. ὁμοίως γὰρ καὶ ἡττώμενοι καὶ νικῶντες πολλὴν ἐν τοῖς εἰσέπειτα προστριψόμεθα τὴν ἀδοξίαν ἑαυτοῖς. ἀλλ' εἴ τι πείθεσθαί μοι δεῖ, πολλῶν πολέμων ἐμπείρῳ καὶ πραγμάτων διὰ βίου παντὸς γεγενημένῳ καὶ καλῶς εἰδότι πραγμάτων χρῆσθαι μεταβολαῖς καὶ δυσχερείαις, τούτους μὲν ἐᾷν προσῆκον εἰκῆ καὶ μάτην κοπτομένους καὶ ἀνήνυτα πονοῦντας, σαφῶς εἰδότας, ὡς οὐδὲν δυνήσονται πλέον ἀπώνασθαι τῆς μοχθηρίας· αὐτοὺς δὲ σωφρόνων ἐχομένους λογισμῶν καὶ προσηκόντων ἀνδράσι ἀγαθοῖς, τὴν ἐκ τῶν ἄλλων πόλεων περιμένειν στρατιάν. ὅ,τε γὰρ υἱὸς ἀφίξεται τάχιστα μετὰ τῆς στρατιᾶς πεπυσμένος τὸ συμβὰν, καὶ Νικηφόρος δεσπότης ὁ γαμβρὸς, Ἀσάνης τε ὁ σεβαστοκράτωρ καὶ οἱ ἄλλοι ἡγεμόνες, οὓς αὐτὸς διὰ γραμμάτων μεταπέμψομαι. ἐκείνων δὲ ἁπάντων γενομένων ἐνταυθοῖ, οὐδὲ εἰς χεῖρας τολμήσουσιν ἰέναι οἱ πολέμιοι, ἀλλ' οἰχήσονται, τῇ ὄψει μόνῃ καταπλαγέντες, καὶ ἀναιμωτὶ τὴν νίκην παραδώσουσιν ἡμῖν.» ταῦτα εἶπε, καὶ αὐτίκα πρός τε τὸν υἱὸν καὶ τοὺς ἄλλους εἰς Βυζάντιον ἰέναι τὴν ταχίστην γράμματα ἔπεμπεν ὑπὸ ταῖς ὄψεσιν ἁπάντων. ἔγραφε δὲ καὶ τοῖς κατὰ τὴν Θρᾴκην ἡγεμόσι τῶν βαρβάρων, κατὰ τάχος καὶ αὐτοὺς ἥκειν συμμαχήσοντας. πάντα δὲ ταῦτα τῶν συνόντων ἕνεκα ἐπλάττετο. αὐτὸς γὰρ ἤδη παρεσκεύαστο τῶν πραγμάτων ἀποχωρεῖν καὶ καταλείπειν τὴν ἀρχήν. καίτοι γε εἰ καὶ τὰ μάλιστα ὥρμητο ἀντιποιεῖσθαι τῆς ἀρχῆς καὶ τοῖς ἐπιοῦσιν ἀντικαθίστασθαι πρὸς μάχην, οὐδ' οὕτως ἂν ἐχρήσατο τῇ δυνάμει τῶν βαρβάρων. Φιλόθεος γὰρ ὁ πατριάρχης μετὰ τὸ τῶν ἱερῶν ἐπιβῆναι θρόνων προσελθὼν καὶ διαλεχθεὶς περὶ τοῦ πράγματος, ὡς οὐκ ἂν ἀρέσκοι θεῷ τοῖς ἀπὸ Χριστοῦ καλουμένοις τὴν βαρβαρικὴν ἐπάγειν δύναμιν καὶ διαφθείρειν τοὺς οὐδὲν ἠδικηκότας γεωργούς τινας ἢ καὶ στρατιώτας ἀγομένους ὑπὸ τῷ σφῶν δεσπότῃ καὶ πᾶσαν ἀνάγκην ἔχοντας τὰ κελευόμενα ποιεῖν, τῶν ἀδικούντων μάλιστα ἐν ἀσφαλείᾳ ὄντων. καὶ γὰρ καὶ κατὰ τὸν τοῦ ἐμφυλίου πολέμου χρόνον τῶν ἐλαυνόντων καὶ συκοφαντούντων οὐδενὸς ἢ ὀλίγων τῆς μοχθηρίας δίκας δόντων, τὰ μυρία πλήθη τῶν οὐδὲν εἰσενηνεγμένων εἰς τὸν πόλεμον ἀπώλετο· καὶ ὕστερον Κράλη ἀδικοῦντος καὶ ἐπιορκοῦντος καὶ τῆς ἀρχῆς οὐκ ὀλίγον μέρος παραιρουμένου, στρατιὰν βαρβαρικὴν ἐπαγαγὼν, τὸν μὲν ἀδικοῦντα ἐλύπησεν ὀλίγα ἢ οὐδὲν, μυρίοις δὲ ἄλλοις αἴτιος ἐγένετο μεγάλων συμφορῶν ἐξανδραποδισθεῖσι καὶ ἀπολομένοις ὑπὸ τῶν βαρβάρων. ἐφ' οἷς καὶ αὐτὸν καταψηφιζόμενον εἰδέναι ἑαυτοῦ, ὡς τῶν μὲν ἀδικούντων ἕνεκα καὶ σφόδρα οἴεσθαι δίκαια ποιεῖν τοῖς τε ἀλλοφύλοις ἀμυνόμενον ἀδικοῦσι διὰ τῆς βαρβαρικῆς δυνάμεως, τῆς Ρωμαίων πρὸς ἄμυναν οὐκ ἐξαρκούσης διὰ τὸ ὑπὸ τῶν ἐμφυλίων πολέμων διεφθάρθαι, καὶ τοῖς ὁμοφύλοις ἐπάγοντα, ὅτε ἐπολέμουν, ἵνα μὴ αὐτοὶ χρησάμενοι αὐτόν τε καὶ τοὺς συνόντας διαφθείρωσι. πρὸς δὲ τοὺς ἀπολλυμένους οὐδεμίαν ἔχειν εὔλογον ἀπολογίαν, εἰ τῆς ἑτέρων ἕνεκα ἀγνωμοσύνης δίκας ἔδοσαν αὐτοί. καὶ δεηθεὶς, μηκέτι χρήσασθαι βαρβάροις κατὰ τῶν ἀπὸ Χριστοῦ καλουμένων, κἂν ἀλλόφυλοι ὦσι καὶ τὰ μέγιστα ἠδικηκότες, ἀλλ' ἐπιτρέπειν θεῷ τὴν κατ' ἐκείνων δίκην, ᾧ ῥᾴδιον τοὺς ἀδικοῦντας καταστέλλειν, κἂν τὰ μέγιστα φυσῶσι, καὶ ταύτην τὴν χάριν θεῷ καταθεῖναι πρῶτον καὶ αὐτῷ τὸ μὴ τοιαύταις κηλῖσι καταχραίνειν τὴν ψυχὴν, ἐπείθετό τε ὁ βασιλεὺς καὶ ὑπέσχετο μηκέτι κατὰ μηδενὸς χρήσεσθαι βαρβάροις, φάμενος οὐδὲν ἔχειν πρὸς οὕτως ἀληθῆ καὶ δικαίαν ἀντειπεῖν παραίνεσιν, ἀλλὰ καὶ πολλὴν αὐτῷ εἰδέναι χάριν, ὅτι τοῦ μὴ ἁμαρτάνειν ἕνεκα πρόνοιαν αὐτοῦ ποιοῖτο, καὶ ὡς καὶ παρὰ θεῷ ἐψηφισμένα δέχεσθαι τὰ εἰρημένα· ἃ καὶ ὕστερον ἐφύλαττεν ἀκριβῶς καὶ οὐδὲν διενοεῖτο τῶν ἐπηγγελμένων παραβαίνειν. τοῦ δὲ μὴ τοὺς περὶ αὐτὸν ἕνεκα θορυβεῖσθαι, ἀλλ' ἐλπίζοντάς τι δράσειν, ὧν ἐβούλοντο, ἠρεμεῖν, ἄχρις ἂν αὐτὸς εὖ διάθηται τὰ κατ' αὐτὸν καὶ τῶν ἀπὸ τοῦ βίου θορύβων ἀπαλλαγῇ, ἐπλάττετο τοιαῦτα. βασιλεὺς δὲ ὁ νέος ἐν τῷ νέῳ νεωρίῳ περιμείνας ἄχρις ἐπιγένηται ἡμέρα, ἐπεὶ μηδεὶς ἀντεπῄει καὶ ὁ δῆμος ἤδη ἅπας ἐπὶ τὸν πρὸς Καντακουζηνὸν τὸν βασιλέα πόλεμον ἐτράπετο, καὶ ὁ μὲν τὰς οἰκίας τῶν ἐκείνῳ προσεχόντων διεπόρθει, μάλιστα Φακεωλάτου καὶ τῶν κατὰ γένος προσηκόντων, οἷα δὴ αἰτιωτάτων γενομένων τοῦ Βυζάντιον ἐκεῖνον ἐν τῷ τοῦ πολέμου χρόνῳ προδοσίᾳ κατασχεῖν, τῶν ἄλλων δὲ τὴν ἐν τῷ νεωρίῳ βασιλικὴν διαρπασάντων ὁπλοθήκην καὶ ὁπλισαμένων καὶ προκαλουμένων βασιλέα ἐπάγειν σφᾶς ἐπὶ τὸν κηδεστὴν, ἀναθαρσήσας ἤδη καὶ αὐτὸς, ἐπὶ τὰ βασίλεια ἐχώρει, καὶ ἐπὶ τὴν Πορφυρογεννήτου οἰκίαν ἐλθὼν, ηὐλίσατο ἐκεῖ.

μʹ. Εἰς τὴν ὑστεραίαν δὲ ὁ δῆμος αὖθις ἀλόγῳ φερόμενος ὁρμῇ τὰς διηρπασμένας τῇ προτεραίᾳ οἰκίας κατεστρέφετο, καὶ καθῄρουν τὰς ξυλώσεις. ἔπειτα εἰς τὰ βασίλεια ἐλθόντες, τὸ λεγόμενον Καστέλλιον διεπόρθησαν, ἀφύλακτον εὑρόντες, καὶ διήρπασαν τῶν ἐνοικούντων τὰς οἰκίας· καὶ ἐπὶ τὰ βασίλεια ἰόντες οὐχ ἅμα πάντες, ἀλλὰ σποράδην καὶ ἀσύντακτοι, ἠκροβολίζοντο ἐκ διαλειμμάτων διὰ πάσης τῆς ἡμέρας. καὶ ἔπιπτόν τινες αὐτῶν παὶ ἐπιτρώσκοντο βαλλόμενοι ὑπὸ τῶν ἔνδον. οἵ τε Κατελάνοι ἐξελθόντες τούς τε μαχομένους ἀπεώσαντο καὶ πῦρ ἐνίεσαν ταῖς πρὸ τῶν βασιλείων οἰκίαις καὶ ἐνέπρησάν τινας. εἰς τοῦτο δὲ στάσεως καὶ ταραχῆς ἀφιγμένων τῶν πραγμάτων, καὶ ὁ πατριάρχης Φιλόθεος δείσας τὴν ἔφοδον τοῦ δήμου, ἀπεχώρει τοῦ πατριαρχείου καὶ κατεκρύπτετο. ὑπώπτευε γὰρ καὶ βασιλέα τὸν νέον ἀηδῶς ἔχειν πρὸς αὐτὸν, οἷα δὴ Καλλίστου τοῦ πατριάρχου ἐξωσθέντος ἀντεισαχθέντα, ὃς ἐδόκει πάντα πράττειν καὶ ὑφίστασθαι ὑπὲρ ἐκείνου. τρίτῃ δὲ ἡμέρᾳ βασιλεὺς ὁ νέος τὸν ἐπὶ τοῦ Κανικλείου Ἄγγελον πρὸς βασιλέα πέμψας πρεσβευτὴν, πρός τε πρεσβείας ὄντα ἐπιτηδειότατον διὰ σύνεσιν καὶ παιδείαν καὶ παρὰ βασιλεῖ τῷ Καντακουζηνῷ πολλῆς τῆς εὐμενείας ἀπολαύοντα, διελέγετο περὶ συμβάσεων, ὥστε ἀμφοτέρους μένειν ἐπὶ τῆς ἀρχῆς, ὅρκους θεμένους πρὸς ἀλλήλους ἀμνηστίας τῶν διαφορῶν. Καντακουζηνός τε ὁ βασιλεὺς ἐδέχετο προθύμως τὴν πρεσβείαν. τοῦτο γὰρ καὶ μάλιστα πάντων ἐσπουδάζετο αὐτῷ, ὥστε τοῦ πρὸς ἀλλήλους τῶν Ρωμαίων πολέμου παυσαμένου, τῶν πραγμάτων αὐτὸν ἀναχωρεῖν. καὶ ἐγένοντο οἱ ὅρκοι ἐπὶ τούτοις, ὥστε βασιλέα μὲν τὸν Καντακουζηνὸν καὶ Ἰωάννην τὸν νέον βασιλέα ἄρχειν τῶν πραγμάτων, παραχωρεῖν δὲ τὸν νέον τῶν πρωτείων ἐν πᾶσι τῷ πρεσβυτέρῳ καὶ πᾶσαν αἰδῶ καὶ εὐπείθειαν, ὥσπερ καὶ πρότερον, αὐτῷ παρέχεσθαι. τῶν δὲ ἐκ τῶν δημοσίων φόρων εἰσπραττομένων χρημάτων ἐτησίως, ὅσων μὲν ἂν δέοιντο πρός τε τὸ μισθοφορικὸν τῆς στρατιᾶς καὶ τῶν τριηρέων παρασκευὴν καὶ τὰς δεούσας ἑτέρας δημοσίας διοικήσεις, ὑπὸ τῶν πρυτάνεων, ὥσπερ ἔθος, ταῦτα ἀναλίσκεσθαι· ἃ δ' ἂν ὑπολίποιτο ἐπέκεινα τῆς χρείας, ταῦτα συμμερίζεσθαι τοὺς βασιλέας τῶν πρὸς τὰς οἰκίας ἕνεκα ἀναλωμάτων ἐπίσης ἑκατέρους. τούτων δὲ οὐ δεόμενος βασιλεὺς ὁ Καντακουζηνὸς ἀπῄτει τοὺς ὅρκους, ᾔδει γὰρ ἀναχωρήσων τῶν πραγμάτων τάχιστα, τιμῆς δὲ μόνης ἕνεκα τοῦ μὴ νομίζεσθαι ἔλαττον τοῦ νέου βασιλέως ἐσχηκέναι. τοῖς τε πεπολεμηκόσι πρὸς αὐτοὺς ὑπὲρ ἀλλήλων μηδεμίαν εἰσπράττειν δίκην, μήτε Καντακουζηνὸν τὸν βασιλέα, μήτε τὸν γαμβρὸν, ἀμυνομένους τῆς εἰς αὐτοὺς ἀγνωμοσύνης, μήτε ζώντων ἀμφοτέρων βασιλέων, μήτ' εἰ συμβαίη τὸν ἕτερον γενέσθαι ἐξ ἀνθρώπων, ἀλλὰ πᾶσαν ἀμνηστίαν παρέχειν τῶν τετολμημένων καὶ μήτε προσόδων, μήτε τῶν τιμῶν ἀποστερεῖν, ἃς ἔχουσι. Ματθαῖον δὲ βασιλέα τὸν Καντακουζηνὸν μένοντα ἐπὶ τοῦ σχήματος, τὴν Ἀδριανοῦ κατέχειν καὶ τὰς κατὰ τὴν Ροδόπην τοῖς Ρωμαίοις ὑπηκόους πόλεις, διὰ βίου αὐτόνομον ὄντα καὶ ἀνεύθυνον κεκτημένον τὴν ἀρχὴν, καὶ βασιλέα τὸν νέον Ἰωάννην πόλεμον μηδέποτε πρὸς ἐκεῖνον περὶ τῶν ἐνδεδομένων πόλεων κινεῖν. ἐπὶ τούτοις δὲ ἀποδοῦναι Καντακουζηνὸν τὸν βασιλέα τῷ νέῳ καὶ τὸ κατὰ τὴν Χρυσῆν καλουμένην πύλην φρούριον, ὃ κατεῖχεν αὐτὸς φρουρᾷ Λατινικῇ, καρτερώτατον ὂν καὶ ἀνάλωτον σχεδὸν ἐκ τῆς κατασκευῆς· ᾧ πύργοι μὲν ἦσαν δύο τῶν ἐκ τοῦ περιβόλου Βυζαντίου, ὧν μεταξὺ ἡ πρὸς τὴν πόλιν εἰσάγουσα πύλη ἦν. οἱ πύργοι δὲ μέγιστοι μεγέθει ὄντες, οὐ κατὰ τοὺς ἄλλους ἦσαν ᾠκοδομημένοι, ἀλλ' εὐθὺς ἐπὶ μήκιστον ὕψους ἐξαρχῆς μαρμάροις μεγάλοις ὑπὸ λιθουργῶν εἰς τοῦτο κατεσκευασμένοις ἦσαν συντεθειμένοι, ὑπ' ἄκρας συμφυΐας πρὸς ἀλλήλους οὐδεμιᾶς ἑτέρας δεόμενοι ὕλης συνδεούσης, ἀλλ' ἥλοις μόνοις σιδηροῖς, ὡς λέγεται, καθὸ ἀλλήλων ἐπιψαύουσι κεχρημένοι πρὸς συνάφειαν, ὥστε ἔξωθεν δοκεῖν οὐκ ἐκ μερῶν συντεθειμένους, ἀλλ' αὐτολιθίνους εἰς τοῦτο ἀπεξεσμένους εἶναι. ὅθεν οὐδὲ ἐπιχείρησιν δοκοῦσιν οὐδεμίαν ἔχειν, μήτε διορυχθῆναι ὄντες δυνατοὶ, μήτε ἐκ μηχανῆς τινος ἢ τέχνης ἑτέραν μηδεμίαν ὑποστῆναι βλάβην. οὓς ἅμα βασιλεὺς ὁ Καντακουζηνὸς τῷ τῆς Ρωμαίων ἀρχῆς ἐγκρατὴς γενέσθαι ἄνωθεν ἐπισκευάσας, ὅσα ἔδει, ἀτημελήτους ὑπὸ χρόνου ὄντας, εἰς τὸ διηνεκὲς φρουρᾷ κατεῖχεν, ὥσπερ ἀκρόπολίν τινα. τούτων δὴ τῶν ὅρκων ὑφ' ἑκατέρων ὀμωμοσμένων βασιλέων, ὅ,τε στασιασμὸς διελέλυτο αὐτίκα, καὶ βασιλεὺς ὁ νέος πᾶσαν ὑποψίαν ἀποθέμενος, ἧκεν εἰς βασίλεια πρὸς βασιλέα τὸν κηδεστήν. κἀκεῖνος ὑπεδέχετο ἡδέως ἐς τὰ μάλιστα καὶ πολλὴν ἐπεδείκνυτο φιλοφροσύνην. συγγενομένων δὲ ἀλλήλοις ἐφ' ἱκανὸν, καὶ περὶ ὅσων ἐδέοντο διαλεχθέντων, αὖθις ὁ νέος βασιλεὺς τῶν βασιλείων ἐξελθὼν, ἐν ᾗ καὶ πρότερον ηὐλίζετο οἰκίᾳ ἦν. μετὰ τὰς συμβάσεις δὲ ἧκεν ἐκ Βιζύης Ἀνδρόνικος Ἀσάνης ὁ σεβαστοκράτωρ μετὰ στρατιᾶς ἐπικουρήσων βασιλεῖ τῷ Καντακουζηνῷ· ὃν ἐπὶ τρισὶν ἡμέραις ἔνδον βασιλείων διατρίψαντα μετὰ τῆς στρατιᾶς, αὖθις ἐξέπεμπεν ὁ βασιλεὺς εἰς τὴν οἰκίαν, τῆς μὲν προθυμίας ἕνεκα καὶ τῆς εὐνοίας ἐπαινέσας τῆς εἰς αὐτὸν, μὴ δεῖσθαι δὲ αὐτοῦ, συμβάσεις θέμενος πρὸς βασιλέα τὸν γαμβρὸν, εἰπών. ἔγραφε δὲ καὶ τῷ υἱῷ καὶ Νικηφόρῳ δεσπότῃ τῷ γαμβρῷ καὶ τοῖς ἄλλοις ἡγεμόσιν ἀναστρέφειν, τοῦ πολέμου ἤδη καταλελυμένου καὶ εἰρήνης ἐν τοῖς πράγμασι γεγενημένης. τὰ ἴσα δὲ καὶ τοῖς βαρβάροις ἔγραφε τοῖς κατὰ Θρᾴκην· καὶ γὰρ κἀκεῖνοι ᾔεσαν ἐπὶ Βυζάντιον μετακεκλημένοι ὑπὸ βασιλέως, ὥσπερ ἔφημεν· καὶ ἀνέστρεφον ἐκ μέσης τῆς ὁδοῦ. ἐκ δὲ τοῦ κατὰ τὴν Προποντίδα πρὸς τὴν ἕω Ἱεροῦ ἕτεροι βάρβαροι αὐτόκλητοι ἧκον οὐκ ὀλίγοι νυκτὸς ἄχρι βασιλείων, οἰόμενοι σφῶν δεήσεσθαι Καντακουζηνὸν τὸν βασιλέα, καὶ ἐδέοντο ἐπάγειν τοῖς πολεμίοις εἰσδεξάμενον. βασιλεὺς δὲ τῆς μὲν προθυμίας ἕνεκα καὶ τῆς εὐνοίας τῆς εἰς αὐτὸν χάριτας ὡμολόγει οὐκ ὀλίγας· συμβάσεις μέντοι ἔφασκε πρὸς βασιλέα τὸν γαμβρὸν καὶ ὅρκους θέμενος, αὐτῶν μὴ δεῖσθαι· καὶ ἐκέλευεν ἀναχωρεῖν πρὸς τὴν οἰκίαν. ταῦτα δὲ οὐ διὰ πρέσβεων μόνον ἐδήλου τοῖς βαρβάροις, ἀλλὰ καὶ δι' ἑαυτοῦ αὐτὸς, ἐκ βασιλείων ἔξω τειχῶν οὖσιν ἐκεῖνος διειλεγμένος νυκτὸς ὑπὸ λαμπάσι, τοῦτο παρέχοντος τοῦ τόπου, ὥστε δύνασθαι καὶ ὁρᾶσθαι καὶ ἀκούεσθαι διαλεγόμενον. ἐξιὼν μέντοι καὶ αὐτὸς τῶν βασιλείων πρὸς τὴν οἰκίαν, ἐν ᾗ βασιλεὺς ὁ γαμβρὸς διέτριβεν, ἀπῄει καὶ περὶ τῆς διοικήσεως τῶν κοινῶν συνδιεσκέπτετο αὐτῷ. δεῆσαν δὲ καὶ περὶ τῶν ἐν Θρᾴκῃ βουλεύσασθαι βαρβάρων, εἰ πολεμητέα εἴη πρὸς αὐτοὺς ἢ μὴ, ἐν τῇ μεγάλου λογοθέτου οἰκίᾳ τοῦ Μετοχίτου μετὰ πάντων τῶν συγκλητικῶν καὶ τῶν ἐπ' εὐγενείᾳ λαμπρυνομένων γενόμενοι οἱ βασιλεῖς, κατέστησαν εἰς λόγους. οἱ μὲν οὖν ἄλλοι ἀτάκτως ἐθορύβουν καὶ γνώμην ἕκαστος εἰσφέρειν ἐπεχείρουν, ἣ μάλιστα ἂν λυσιτελεῖν δοκοίη ὡς ἐν τοῖς παροῦσι. βασιλεὺς δὲ ὁ νέος καὶ τῶν συνόντων οἱ μάλιστα ἐν λόγῳ Καντακουζηνῷ τῷ βασιλεῖ προσεῖχον καὶ ἀπεσκόπουν, ὁποίαν τινὰ περὶ τῶν προκειμένων γνώμην εἰσενέγκοι. καταστὰς δὲ καὶ αὐτὸς εἰς λόγους, εἶπε τοιάδε· «τὴν μὲν γνώμην ὑμῶν ὡς μᾶλλον ἐπὶ τὸ πολεμεῖν ἐπῆρται τοῖς βαρβάροις, οἰομένων ῥᾷστα περιέσεσθαι αὐτῶν, καὶ ἐν ὀλίγῳ χρόνῳ ἐκ πολλῶν ἐστι στοχάζεσθαι. ταῦτα μὲν οὖν ἐπί τι τέλος ἀγάγοι τὸ κρεῖττον δεξιὸν, ὥσπερ βούλεσθε αὐτοί. ἃ δὲ οἴομαι καὶ αὐτὸς ἐν τῷ παρόντι λυσιτελεῖν ἡμῖν, ταῦτα σημανῶ. οὐ σωφρόνων οἴομαι ἀνθρώπων, οὐδ' ἄλλως ἐμπείρων εἶναι, ὡρμημένους ἐπὶ πόλεμον μὴ πρότερον τήν τε ἑαυτῶν καὶ τὴν πολεμίων ἐπισκεψαμένους δύναμιν, τύχης θαῤῥοῦντας ἀπιστίᾳ, ἑαυτοὺς πρὸς τοὺς κινδύνους εἰσωθεῖν. τὸ μὲν γὰρ καὶ ὅπλοις καὶ χρήμασι καὶ πλήθει στρατιᾶς ἐῤῥωμένους εἶναι βέβαιον πρὸς σωτηρίαν· τύχη δὲ τὰ πλείω σφάλλεται. πρὸς οὓς δὲ ἡμῖν ὁ πόλεμός ἐστι βαρβάρους νῦν, οὐχ ὅσον ἀγνοεῖσθαι διαφέρουσιν. ἐμπειρίᾳ γὰρ τῇ πρὸς τὰς μάχας οὐδαμῶς ἀπολειπόμενοι ἡμῶν, πολλαπλασίους εἰσὶ τῷ πλήθει καὶ τῇ παρασκευῇ ἐῤῥωμενέστεροι καὶ πρὸς τὰς στρατείας ἑτοιμότεροι, ἀμισθὶ καὶ προῖκα στρατευόμενοι τῷ σφῶν δυνάστῃ. πρὸς δὲ τούτοις γῆν ἔχοντες πολλὴν καὶ πόλεις ἡμετέρας οὐ κατὰ τὴν Ἀσίαν μόνον, ἀλλὰ καὶ κατὰ τὴν Εὐρώπην, νῦν προθύμως ὑπὲρ τῶν λοιπῶν μαχοῦνται, εὐέλπιδες ὄντες, ὥσπερ ἐκ παραδειγμάτων, καὶ πρὸς τὰ λοιπά. ἡμῖν δὲ ἦν μέν ποτε δύναμις ἀξιόχρεως, οὐ πρὸς τοσούτους μόνον, ἀλλὰ καὶ πολλαπλασίους, οὐχ ὥστε ἐκ τῆς ἡμετέρας ἐξελαύνειν, ἀλλὰ καὶ περὶ τῆς οἰκείας ἐν κινδύνῳ καθιστᾷν. ἡ δὲ ἀξυνεσία καὶ ἀβουλία καὶ τὸ μὴ περὶ τῶν κοινῇ λυσιτελούντων ἄριστα βουλεύεσθαι, ἀλλ' ἕκαστον τὰ ἴδια εὖ τίθεσθαι σκοπεῖν, εἰς τοῦτο ἤγαγεν ἡμᾶς ἀδυναμίας νῦν, ὥστ' ἀγαπητὸν, ἂν μὴ καὶ τὰ ὄντα ἀπολέσωμεν, ἡγεῖσθαι. ἥ τε γὰρ στρατιὰ διέφθαρται ἡμῖν, ἐκ λαμπρᾶς καὶ περιφανοῦς ὀλίγη καὶ ἄπορος καθεστηκυῖα· καὶ τῶν κοινῶν προσόδων αἱ συντάξεις ἐκλελοίπασι παντάπασι. καὶ ὑμῶν τοὺς πλείους ἢ σύμπαντας σχεδὸν, εἰ μή τις χρήματα παράσχοι πρὸς τὸν πόλεμον, οὐκ ἂν οἴομαι ἀντισχήσειν ἐπιπλεῖστον ἀναλοῦντας ἐκ τῶν ὄντων. ἅπερ ἅπαντας ἐνθυμουμένους, οὐ τοῦτο μόνον χρὴ σκοπεῖν, ὅπως ἐκ τῆς εἰρήνης καταστῶμεν πρὸς τὸ πολεμεῖν, ἀλλ' ὅπως καὶ περιεσόμεθα τῶν πολεμίων ἢ μηδὲν ἐκ τούτου δυσχερὲς ὑπομενοῦμεν. ἐγὼ δὲ οὔτε ἀτολμίᾳ τοῦ πρὸς τοὺς βαρβάρους ὑμᾶς πολέμου ἀποσχέσθαι συμβουλεύω, οὔτε πρὸς ἀπέχθειαν αὐτῶν οὐδενὸς ἀπολείπομαι ὑμῶν, ἀλλ' αὐτός τε ἂν ἐξέτριψα ἡδέως ὁμοῦ τοι σύμπαντας βαρβάρους, εἴπερ οἷόντε, καὶ μεγίστην εὔκλειαν καὶ εὐδοξίαν τὸν ἐκείνων ὄλεθρον φέρειν ἂν ἐνόμισα ἐμοί· καὶ παρ' ἑτέρου πάσχοντάς τινος τὰ ἴσα εἶδον. οὐ μὴν ἀλλ' εἰ μὲν τούτων μὲν οὐδὲν ἐξῆν, ἔδει δὲ ἐμὲ παρ' ὁτουοῦν ἀποσφαγέντα, αὐτῷ τούτῳ τῷ ἀποθανεῖν ἐξώλεις γενέσθαι τοὺς βαρβάρους, ῥᾷστα ἂν καὶ τὴν φίλην προὔδωκα ζωὴν σὺν ἡδονῇ· τοσοῦτον ἀπεχθείας πρὸς αὐτοὺς περίεστιν ἐμοὶ, οὐ μόνον διὰ τὴν περὶ τὴν θρησκείαν ἄκραν ἐναντίωσιν, ἀλλ' ὅτι ἐκ πολλῶν ἐτῶν μεγάλα ἠδικήκασι Ρωμαίους, πᾶσι λυμηνάμενοι σχεδὸν καὶ οὐδέπω μέχρι νῦν κόρον ἐσχήκασι τῆς ἀδικίας· ἀλλὰ καὶ ἐπὶ Θρᾴκην διαβάντες, πόλεις ἔχουσι πολλὰς καὶ πάντα τὰ ἡμῶν ἄγουσι καὶ φέρουσι. τίνος οὖν ἕνεκα οὕτως ἔχων πρὸς ἐκείνους ἀπεχθείας, οὔτε πρότερον αὐτὸς ὡρμήθην πολεμεῖν καὶ ὑμᾶς κωλύω νῦν προθυμουμένους; ὅτι τὴν ἐνοῦσαν ἐξετάζων δύναμιν, οὔτε πρότερον, οὔτε νῦν ἀξιόμαχον εὑρίσκω πρὸς τὸν πρὸς ἐκείνους πόλεμον. τί οὖν, ἄν τις φαίη, κελεύῃς ἡμᾶς καθάπαξ ἐγκαλυψαμένους καὶ τὴν οἰκείαν σωτηρίαν ἀπογνόντας, ἡσυχῇ φέρειν τὰς πληγὰς καὶ πάντα ὥσπερ ἐξ ἐπιτάγματος ὑπείκειν τοῖς βαρβάροις; οὐ τοῦτο ἔγωγε, φαίην ἂν, ἀλλὰ πολεμητέον μᾶλλον καὶ πρὸς τοῦ το, εἴ τι ἕτερον, σπουδαστέον, οὐ μὴν ἀμαθῶς τοσοῦτον καὶ θρασέως, ὡς μηδὲν ἕτερον ἀπόνασθαι τῆς εὐτολμίας, ἢ καὶ τὰ ὄντα προσαπολεῖν πρὸς τῷ μηδὲ τῶν ἀφῃρημένων ἀνασώσασθαι μηδέν. τί οὖν ἐστιν, ὃ λέγω; ὅτι χρήματα πρότερον ποριστέον καὶ δύναμίν ποθεν ξενικὴν ἀξιόμαχον πρὸς τὴν τῶν πολεμίων. ὡς ἥ γε ἡμῖν οἰκεία, κἂν τὰ μάλιστα ἔχῃ περιττῶς πρὸς τὴν παρασκευὴν, κἂν εἰς ἄκρον ἀνδρίας ἀφίκηται καὶ τόλμης, οὐδ' οὕτω πρὸς τοὺς πολεμίους ἔσται ἀξιόχρεως, ἕως ἂν τοσαύτη μένῃ, ὅση νῦν ἐστι. πρὸς τούτοις δὲ καὶ δύναμιν ναυτικὴν προπαρασκευάσασθαι χρεὼν, ὥστε κωλύειν τοὺς ἐπιβοηθοῦντας. ἂν γὰρ αὐτοὶ θαλασσοκρατῶσιν, οὐ μικρᾶς, οὐδ' εὐκαταφρονήτου δεησόμεθα δυνάμεως. οὐ γὰρ Ὀρχάνῃ μόνον ἀναγκασθησόμεθα ἐν Θρᾴκῃ πολεμεῖν, ἀλλὰ καὶ τοῖς κατὰ τὴν Ἀσίαν ἅπασι βαρβάροις, οἳ ἂν ὑφ' ἡμῶν βιάζωνται, προθυμότατα ἐπιμαχήσουσιν αὐτοῖς. τῶν γὰρ ἀθανάτων γερῶν, ἃ αὐτοῖς ὑπείληπται τοὺς ἐνταῦθα καλῶς βεβιωκότας ἀπολαμβάνειν, ἐκεῖνον ἐν ἀπολαύσει ἔσεσθαι ὁ πρὸς τὴν πλάνην καθηγησάμενος μάλιστα πέπεικεν αὐτοὺς, ὅστις ἂν πρὸς ἡμᾶς πολεμῶν ἢ πίπτοι μαχόμενος, ἢ ὡς πλείστους ἀποκτείνοι. ὧν δὴ ἕνεκα οὐ νῦν ἅπτεσθαι ὑμᾶς τοῦ πρὸς αὐτοὺς πολέμου συμβουλεύω, ἀλλὰ πρότερον ἐκπορίζειν τά τε χρήματα καὶ τοὺς συμμάχους. τὸ νῦν δὲ ἔχον πρεσβείαν πέμπειν πρὸς αὐτοὺς καὶ τὴν οὖσαν εἰρήνην ἐπικυροῦν καὶ πειρᾶσθαι προνοίᾳ μᾶλλον καὶ εὐβουλίᾳ τὰς κατὰ τὴν Θρᾴκην πόλεις ἀνασώζεσθαι καὶ ἀπολαμβάνειν ὁμολογίᾳ, ὥσπερ παρεσκεύακα αὐτὸς, πολλὴν εἰς τοῦτο πρόνοιαν πεποιημένος. δυνατὸν γὰρ ἔτι καὶ νῦν, ἐὰν ἐθέλητε ὑμεῖς. ἐξεληλαμένων δὲ τῶν ἡμετέρων ὅρων τῶν βαρβάρων, ὅ,τε πρὸς αὐτοὺς πόλεμος, ἂν ἐθέλωμεν ἀναλαμβάνειν, ῥᾴων ἔσται, ναυτικῆς δυνάμεως δεησομένοις μόνον, καὶ Μυσοὺς καὶ Τριβαλοὺς, οὐδ' αὐτοὺς φαυλότερα ἀδικοῦντας, ἢ πείσομεν ἐπιτηδείους εἶναι καὶ ἀποδιδόναι τὰ ἡρπασμένα δεδιττόμενοι τοῖς βαρβάροις, ἢ καὶ ἀναγκάσομεν, ἂν βουλώμεθα, ἐπάγειν. ἃ μὲν οὖν λυσιτελεῖν ὑμῖν ἐγὼ νενόμικα ἐν τῷ παρόντι, τοσαῦτά ἐστιν. εἰ δ' ὑμῖν βουλευομένοις τἀναντία δόξειεν, εἰπεῖν μὲν, ὡς ἀσύμφορα αἱρήσεσθε, οὐκ ἀποκνήσω, εὔχομαι δὲ ἐμὲ τῶν λογισμῶν διαμαρτάνειν μᾶλλον, ἢ ὑμᾶς ψευσθῆναι τῶν ἐλπίδων.» τοιαῦτα μὲν ἐπ' ἐκκλησίας βασιλεὺς ὁ Καντακουζηνὸς περὶ τοῦ πρὸς τοὺς βαρβάρους πολέμου διειλέχθη, αἰνιξάμενός πως ἀμυδρῶς, ὡς αὐτὸς μετὰ μικρὸν ἀναχωρήσει τῶν πραγμάτων. οἱ δὲ συνεκκλησιάζοντες, ὅσοι μὲν μάλιστα ἐν λόγῳ ἦσαν, οὐδὲν ἀντεῖπον, οἱ δὲ νεώτεροι καὶ ἀφρονέστεροι πολλὰ τοὺς περὶ τῆς εἰρήνης λόγους καταμεμψάμενοι βασιλέως, αἰνιξάμενοί τε, ὡς καὶ πρότερον δυνάμενος μεγάλα βλάπτειν, εἰ πολεμεῖν ᾑρεῖτο τοῖς βαρβάροις, ἑκὼν ἠμέλει τοῦ κοινῇ λυσιτελοῦντος διὰ τὴν Ὀρχάνῃ συνοικοῦσαν θυγατέρα, καὶ νῦν ἑκὼν εἶναι τἀναντία, ὧν οἴεται λυσιτελεῖν, τῆς αὐτῆς ἕνεκα αἰτίας συμβουλεύει. ἔπειτα τὸν πόλεμον αὐτοὶ αἱρεῖσθαι μᾶλλον εἶπον καὶ δεῖσθαι καὶ τῶν ἄλλων ἐπιψηφίζεσθαι τὰ ἴσα. οὐ γὰρ φαυλοτέροις σφῶν οἱ βάρβαροι ἐντεύξονται αὐτοῖς ἐπὶ τῶν ἔργων, ἀλλ' εἴσονται σαφῶς, ὡς οὐ γυναιξὶ μαχοῦνται, ἀλλ' ἀνδράσι. βασιλέως δὲ τοῦ νέου, ὁποτέραν ἔχει τὴν γνώμην περὶ τῶν πραγμάτων οὐδὲν ὅλως φθεγξαμένου, ἀλλ' ἐξετάζοντος ἐφ' ἑαυτὸν, ὁποτέροις πρόσθοιτο, Καντακουζηνὸς ὁ βασιλεὺς διέλυε τὸν σύλλογον ἀναστὰς, τὸ μὲν μεταπείθειν οὐ ῥᾴδιον αὐτοὺς ὁρῶν, ἀκρισίᾳ πολλῇ καὶ παραβόλῳ θράσει φερομένους, τὸ δὲ βιάζεσθαι δοκεῖν ἐθέλειν παραιτούμενος, παρεσκευασμένος ἤδη μετὰ μικρὸν παντάπασι τῆς ἀρχῆς ἐξίστασθαι τῷ νέῳ βασιλεῖ. ἐξῆν γὰρ αὐτῷ, εἴγε μάλιστα ἠβούλετο, κυροῦν τὴν περὶ τῆς εἰρήνης ψῆφον, ὀλίγα φροντίσαντι τῶν ἐπὶ τὸν πόλεμον παρακαλούντων ὡς ἀλυσιτελῆ παντάπασι τῷ κοινῷ βουλευομένων. ὁ μὲν οὖν πρὸς τοὺς βαρβάρους πόλεμος οὐκ ἐπ' ἀγαθῷ Ρωμαίοις ἐτελεύτησεν, ὑπὸ τῶν τότε θορυβούντων ἐξαφθεὶς μετὰ μικρόν.

μαʹ. Βασιλεὺς δὲ ὁ Καντακουζηνὸς εἰς τρίτην ἡμέραν ἐξ ἐκείνου ἅμα βασιλεῖ τῷ νέῳ ἐπὶ τὸ εἰς τὴν Χρυσῆν πύλην ᾔει φρούριον, ὡς παραδώσων κατὰ τὰς συνθήκας. γενομένοις δὲ πρὸς τῷ τῆς θεομήτορος τεμένει, ὃ πηγή τέ ἐστι παντοίων ἰαμάτων καὶ καλεῖται, βασιλεὺς μὲν ὁ νέος κατελείπετο ἐκεῖ, Καντακουζηνὸς δὲ ὁ βασιλεὺς ὀλίγους ἔχων, ἐγένετο ἐν τῷ φρουρίῳ, ὡς πείσων τοὺς φρουροὺς παραδιδόναι ἀμαχεί. καὶ εἰσεδέχοντο ἀσμένως οἱ Λατῖνοι μόνον. οἰόμενοι δὲ αὐτὸν πρότερόν τε ἀδυνάτως ἔχειν ἥκειν παρ' αὐτοὺς καὶ τότε καιροῦ τυχόντα καὶ παραγενόμενον, συγκαθέξειν αὐτοῖς τὸ φρούριον προθύμως, ἄχρις ἂν ἀφίκηται ἡ στρατιὰ, ᾔδεσαν γὰρ τόν τε υἱὸν μετακεκλημένον καὶ τοὺς ἄλλους ἡγεμόνας, συνήδοντό τε καὶ παρεκελεύοντο θαῤῥεῖν, ὡς αὐτῶν αὐτοῦ τε ἕνεκα καὶ σφῶν αὐτῶν ἐῤῥωμένως πᾶσι μαχουμένων, ὅσοι ἂν ἐπίωσι, καὶ περιεσομένων ῥᾷον, οὐ μόνον διὰ τὴν σφετέραν εὐτολμίαν καὶ τὴν ὀχυρότητα τοῦ φρουρίου, σφόδρα ὄντος δυσαλώτου διὰ τὴν κατασκευὴν, ἀλλ' ὅτι καὶ σῖτον ἦσαν ἐντεθειμένοι καὶ τὰ ἄλλα ἐπιτήδεια, ἀφθόνως παρασχομένου βασιλέως, ὡς τρυφῶντας καὶ κωμάζοντας εἰς τρίτον ἔτος ἐξ ἐκείνου διαρκέσειν πολιορκουμένους. τοῦ βασιλέως δὲ αὐτοῖς εἰπόντος, ὁποίας θοῖτο πρὸς βασιλέα τὸν γαμβρὸν συνθήκας ἐπὶ τῇ εἰρήνῃ, καὶ ὡς εἰς τοῦτο ἥκει, ὥστ' ἐκείνῳ τὸ φρούριον παραδιδόναι, ἠνιῶντό τε καὶ ἐδυσχέραινον οὐκ ἀνεκτῶς, καὶ ἱκέτευον προσκυνοῦντες, μὴ τοιαῦτα πράττειν, ὡς ῥᾴδιον ὂν ἐκεῖθεν, ἐπειδὰν ἀφίκοιτο ἡ στρατιὰ, βασιλέα τὸν νέον Βυζαντίου ἐξελαύνειν. μάλιστα δὲ Ντζιουὰν Περάλτα ὁ τούτων ἡγεμὼν αὐτός τε ἐδεῖτο βασιλέως καὶ τοὺς ἄλλους ἔπειθεν, οἷα δὴ χρόνον τινὰ συχνὸν ἤδη συγγενόμενος τῷ βασιλεῖ καὶ πολλοὺς ὑπὲρ αὐτοῦ κινδύνους ὑποστάς. τῶν γὰρ ἐκείνῳ συστρατευομένων ἦν, ἡνίκα διέτριβεν ἐν Τριβαλοῖς κατὰ τὸν τοῦ πολέμου χρόνον, καὶ πλείστας ἀποδείξεις παρέσχετο τῆς εἰς αὐτὸν εὐνοίας, οὐδεμίαν κατ' ἐκεῖνο χρόνου ὑποστὰς μεταβολὴν, ἡνίκα καὶ οἱ μάλιστα δοκοῦντες εὖνοι εἶναι ἐξηλέγχοντο μεθαρμόζοντες ἑαυτοὺς τοῖς πράγμασι καὶ τοῖς καιροῖς. βασιλέως δὲ ἀδύνατα ἰσχυριζομένου ἀξιοῦν αὐτοὺς, οὐ γὰρ αὐτοῦ εἶναι τὰ ἐψηφισμένα ἀνατρέπειν, καὶ κελεύοντος τὸ φρούριον παραδιδόναι, καιρὸν ᾔτουν πρὸς διάσκεψιν, ὥστε βουλεύσασθαι ἐφ' ἑαυτοὺς, ὅ,τι πράξαντες τὰ μάλιστα λυσιτελοῦντα σφίσι δόξωσιν ᾑρῆσθαι. ἐπιτετραφότος δὲ τοῦ βασιλέως, ἐν τῷ τοῦ φρουρίου περιβόλῳ καταλιπόντες, ἐπεὶ ἔνδον αὐτοὶ τοῦ πύργου ἦσαν, συνεβούλευεν αὐτοῖς ὁ ἡγεμὼν ὅρκους βασιλέα ἀπαιτεῖν, μὴ βασιλεῖ τῷ νέῳ τὸ φρούριον παραδιδόναι, ἀλλ' ἢ μένοντα κατέχειν σὺν αὐτοῖς, ἢ, εἰ μὴ βούλοιτο αὐτὸς πολιορκεῖσθαι, ἀναχωρεῖν ἐν βασιλείοις καὶ πράττειν ὅ,τι ἂν δοκῇ, αὐτοὺς δὲ ἐᾷν τὸν πρὸς Βυζαντίους πόλεμον διοίσοντας ῥᾳδίως. εἰ δὲ μηδ' ὁπότερον ἕλοιτο τῶν εἰρημένων, ἀλλὰ προὔργου παντὸς ἡγοῖτο τὸ φρούριον παραδιδόναι, ἀποπέμπεσθαι καὶ αὐτὸν, ὅρκοις πρότερον πιστωσαμένους, ὡς οὐ διὰ κακίαν οὐδ' ἀποστασίαν ἐννοήσαντες αὐτοῦ τοιαῦτα εἵλοντο, ἀλλ' αὐτῷ τε πρῶτον, ἔπειτα καὶ ἑαυτοῖς τὰ κράτιστα βεβουλευμένοι. ᾤοντο γὰρ αὐτὸν ἀνάγκῃ τὸ νῦν ἔχον παραδιδόντα τῷ γαμβρῷ, ὕστερον αὐτοῖς πολλὴν εἰδήσειν χάριν καὶ ἀμείψεσθαι πολλαῖς εὐεργεσίαις, ὅτι τῆς εἰς αὐτὸν ἕνεκα εὐνοίας, καὶ ἄκοντος, τὸ δοκεῖν τὰ μάλιστα λυσιτελοῦντα ἔπραξαν. ὁ μὲν οὖν τοιαῦτα συνεβούλευεν, αὐτίκα δὲ ἐπείθοντο οἱ ἄλλοι. ᾔδεσαν γὰρ αὐτὸν τῶν πιστοτάτων ὄντα οἰκετῶν τῷ βασιλεῖ, καὶ οὐκ ἄν τι τῶν μὴ κατὰ γνώμην πράξοντα ἐκείνῳ. καὶ τὰς τοῦ πύργου πύλας ἔνδοθεν ἀσφαλίσαντες μοχλοῖς, ἐδήλουν τὰ δεδογμένα ἀπὸ τῶν ἐπάλξεων. βασιλεὺς δὲ ἐξήπτετο μὲν αὐτίκα τῷ θυμῷ καὶ δι' ὀργῆς αὐτοὺς εἶχε τῆς ἀποστασίας ἕνεκα, πράττειν δὲ οὐδὲν ἐδύνατο τῶν δεόντων. πάντοθεν δὲ ἀμηχανίᾳ περισχεθεὶς, κελεύσας ἐν ταὐτῷ γενέσθαι πάντας ἅμα ἡγεμόνι, πρῶτα μὲν ἠρώτα τῇ Λατίνων διαλέκτῳ, ἐξήσκητο γὰρ αὐτὴν καλῶς, εἰ αὐτὸν ἐπιγινώσκοιεν. τῶν δὲ φαμένων πάντων, εἶναι βασιλέα καὶ δεσπότην σφῶν, «οὐκοῦν» ἔφη «εἰ μὴ τὸ φρούριον ἐθέλητε παραδιδόναι, ἀλλὰ καθάπαξ ἀποστάντες, ἔγνωτε πρὸς πόλεμον ἐμοὶ χωρεῖν, τὸ μὲν ὅπως χρὴ τῆς ἀδικίας τιμωρεῖσθαι, ὕστερον αὐτὸς βουλεύσομαι καλῶς· τὸ δὲ νῦν ἔχον γράμματα αὐτίκα πέμψω πρὸς τὸν ῥῆγα τῆς ἐξενεγκούσης γῆς ὑμᾶς, ἀπιστοτάτους ἀποφαίνοντα ὑμᾶς ἕκαστον ὀνομαστὶ καὶ τὰς γνώμας διεφθαρμένους καὶ ἀξίους οὐδενὸς, ὅτι τὸ φρούριον, ἐμοῦ παραδεδωκότος καὶ πολλὰ ἀναλωκότος χρήματα πρὸς τὴν μισθοφορὰν ὑμῶν καὶ οὐδὲν οὐδέποτε ἠδικηκότος, ἄδικα καὶ βίαια ποιοῦντες αὐτοὶ ἀπεστερήσατε ὁμοφρονήσαντες, ὅτε κατέστην μάλιστα ἐν χρείᾳ, ἵν' εἴητε ἐν πᾶσιν ἀνθρώποις ἄτιμοι καὶ ἄπιστοι, καὶ μηδεὶς ὑμῖν ἔτι προσέχῃ τοῦ λοιποῦ, ἀλλ' ὑπὸ πάντων ἀπελαύνησθε.» τοιαῦτα μὲν ὁ βασιλεὺς πρὸς τοὺς Λατίνους διειλέχθη, ἐκεῖνοι δὲ τὸ δόξαν ἀπιστίας ἑαυτοῖς προστρίβεσθαι μεγίστην ἡγησάμενοι ζημίαν καὶ πολλὰ τῆς τόλμης ἕνεκα σφᾶς τε αὐτοὺς καὶ τὸν ἄρχοντα καταμεμψάμενοι, αὐτίκα τοῦ πύργου ἐξελθόντες, βασιλέως ἐδέοντο συγγνώμην τοῦ τολμήματος παρέχειν, ὡς οὐ διὰ κακίαν, ἀλλ' ὑπὲρ αὐτοῦ νομίσασιν εἶναι μᾶλλον πεπραγμένον. παρεδίδουν τε τῷ βασιλεῖ τὸ φρούριον. αὐτίκα δὲ μεταπεμψάμενος καὶ βασιλέα τὸν γαμβρὸν, τῶν Λατίνων τὰς κλεῖς παρεσχημένων, αὐτὸς παρέσχετο τῷ νέῳ βασιλεῖ. ὁ δὲ εἰσήγαγε φρουρὰν ἐκ τῶν ἰδίων, μετὰ μίαν ἡμέραν τοὺς Λατίνους ἐξελάσας, καὶ μετὰ μικρὸν κατέστρεψε πᾶσαν τὴν ἐπισκευὴν, παντάπασι τὸ φρουρεῖν καταλιπών. βασιλεὺς μὲν οὖν ὁ Καντακουζηνὸς διέτριβεν ἐν βασιλείοις ἅμα βασιλίδι τῇ Εἰρήνῃ καὶ τοῖς περὶ αὐτὸν, οὖσιν οὐκ ὀλίγοις· βασιλεὺς δὲ ὁ νέος ἐν οἰκίᾳ τινὶ ἑτέρᾳ τῶν περιφανῶν Ἀετὸν προσαγορευομένῃ. ὁ δῆμος δὲ ὁ Βυζαντίων, εἴτε καὶ ὑπό τινων ἐναγόμενος, εἴθ', ὥσπερ φιλεῖ τὸ πλῆθος, ὑπ' ἀσυνεσίας καὶ ἀλόγου φερόμενος ὁρμῆς, ἀτόπως ἤρα τῆς μεταβολῆς, καὶ ἐθορύβουν ἀτακτοῦντες καὶ πάντα ἦσαν ἕτοιμοι τολμᾷν. ἐλέγετο δὲ, ὡς καὶ τῶν συνόντων ἐν βασιλείοις οἱ μάλιστα πρότερον δοκοῦντες εὔνως ἔχειν ἐπιβουλεύοιεν μεταβαλόντες, καὶ πρότερόν τε ἡνίκα βασιλεὺς ὁ νέος εἰσήλασε Βυζάντιον, τὸν βασιλέως ἵππον βεβουλεῦσθαι ἀποκτείνειν ἐπ' αὐτῆς τῆς μάχης, ᾤοντο γὰρ αὐτὸν αὐτίκα χωρήσειν ἐπὶ τὸν νέον βασιλέα· καὶ ἐπειδὴ οὐκ ἐγεγένητο ἡ μάχη, ἀλλ' ἐχώρησαν ἐπὶ συμβάσεις, ἀγνοοῦντες ὅτι βούλοιτο μετὰ μικρὸν βασιλεὺς ὁ Καντακουζηνὸς ἀπολείπειν τὴν ἀρχὴν, πρὶν τὴν μεταπεμφθεῖσαν ἥκειν στρατιὰν, ἐπείγεσθαι ἀποκτείνειν βασιλέα. ᾤοντο γὰρ, εἰ παραγένοιτο ἡ στρατιὰ, αὖθις ἀνθέξεσθαι βεβαίως τῶν πραγμάτων καὶ τῆς εἰς αὐτὸν ἀγνωμοσύνης ἀμυνεῖσθαι. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς, οἷα δὴ ἐκ τῶν πραγμάτων μετὰ μικρὸν ἀναχωρεῖν βεβουλευμένος, ἐσκέψατο βασιλέα τὸν νέον ἐν βασιλείοις ἄγειν, καὶ παραδοὺς τὴν ἀρχὴν αὐτῷ, ἀποχωρεῖν. ἐπεὶ δὲ ταῦτα καὶ βασιλίδι τῇ Εἰρήνῃ συνεδόκει, γενόμενος ἐν ᾗ διέτριβεν ὁ νέος βασιλεὺς οἰκίᾳ, ἐκάλει ἐπὶ τὰ βασίλεια, ἄτοπον εἶναι λέγων μὴ αὐτῷ ἐν βασιλείοις συνδιατρίβειν, ἀλλ' ἔξω περιπλανᾶσθαι, ἀμείβοντα οἰκίαν ἐξ οἰκίας, ὥστε καὶ τοῖς ἄλλοις δοκεῖν αὐτοὺς ἀλλήλοις ἀπιστεῖν. οὐ γὰρ δὴ τοῦτο ἄν τις φαίη, ὡς οὐκ ἐξαρκοῦσιν ἑκατέροις τὰ βασίλεια πρὸς οἴκησιν. τὰ γὰρ ὄντα νῦν καὶ πρότερον οὐκ ὀλίγοις ἔτεσιν ἐξήρκουν. ἐπείθετό τε καὶ ὁ νέος βασιλεὺς καὶ συνέθετο ἥξειν μετ' ὀλίγον. τότε δὲ ἐδεῖτο ἐν αὐτῇ τῇ οἰκίᾳ ἄριστον ἑλέσθαι. μεταξὺ δὲ ἀλλήλοις τῶν βασιλέων συνεστιωμένων, θόρυβος ἠκούετο ἔξωθεν πολὺς καὶ σύγχυσις δεινὴ καὶ ἀταξία. ὁ γὰρ δῆμος περὶ τὴν οἰκίαν συνειλεγμένος, ἐν ᾗ διέτριβεν ὁ βασιλεὺς, καὶ νομίσαντες, ὡς κεχαρισμένα πράττοιεν τῷ νέῳ βασιλεῖ, ἐτράποντο ἐπὶ τοὺς δοκοῦντας εὔνους εἶναι βασιλεῖ τῷ Καντακουζηνῷ, καὶ τῶν ἵππων ἀποβιβάζοντές τινας, οἷς περιετύγχανον, αὐτοὶ λαμβάνοντες ἀπεχώρουν. ἐνίους δὲ καὶ κενοὺς ἐπιβατῶν εὑρίσκοντες, διήρπαζον. ἐπεὶ δὲ ᾐσθάνοντο οἱ βασιλεῖς τὴν αἰτίαν τοῦ θορύβου, πέμψαντες τῶν οἰκετῶν τινας, ἐκέλευον τούς τε ἵππους ἀνασώζειν καὶ τὴν ἀταξίαν τοῦ δήμου καταστέλλειν. οἱ δὲ ἐποίουν κατὰ τὰ κεκελευσμένα καὶ τούς τε ἵππους, οὐδενὸς ἀπολωλότος, ἀπέδοσαν τοῖς κυρίοις καὶ τὸν δῆμον ἀπήλαυνον πρὸς ὕβριν, οὐκ ὀλίγα καὶ πληγαῖς χρησάμενοι.

μβʹ. Πρὸς ἑσπέραν δὲ οἱ βασιλεῖς μετὰ τῶν περὶ αὐτοὺς ἁπάντων ᾔεσαν εἰς τὰ βασίλεια. μετὰ μίαν δὲ ἡμέραν τὸ ἀπόῤῥητον ὁ βασιλεὺς ἐξεκάλυπτε τῷ νέῳ βασιλεῖ, ὡς εἴη μὲν καὶ πρότερον βεβουλευμένος ἀναχωρεῖν ἐκ τῶν πραγμάτων καὶ ἑαυτῷ μόνῳ καὶ θεῷ προσαδολεσχεῖν, ὑποδὺς τὸ σχῆμα τῶν μοναχῶν· ἄλλοτε δὲ ἄλλων κωλυόντων καὶ οὐκ ἐώντων εἰς ἔργον ἄγειν τὰ βεβουλευμένα, κατατετριφέναι μέχρι νῦν τὸν χρόνον. νυνὶ δὲ καλῶς παρασχομένων τῶν πραγμάτων, καὶ αὐτοῦ παρόντος, ὃς ἔσται κληρονόμος τῆς ἀρχῆς, μάλιστα οἴεσθαι κατὰ καιρὸν εἶναι ἀποθέσθαι τὴν ἀρχήν. καὶ ταύτην μὲν αὐτῷ παραδιδόναι, αὐτὸν δὲ συνταξάμενον ἀναχωρεῖν. βασιλεὺς δὲ ὁ νέος ἐδυσχέραινε μὲν οὐ μετρίως εὐθὺς τοιαῦτα παρ' ἐλπίδα πᾶσαν ἀκηκοὼς καὶ προσδοκίαν παρὰ βασιλέως, καὶ ἐπεχείρει πείθειν μένειν αὖθις ἐπὶ σχήματος, αἰτίας οὐκ ὀλίγας προβαλλόμενός τινας, αἳ μάλιστα ἐδόκουν πείθειν εἶναι δυναταί. ὡς δ' ἀδυνάτως ἔχοντα ἑώρα μεταπείθεσθαι, ἄκων μὲν καὶ ἀνιώμενος πολλὰ, ὅμως συνεχώρει πράττειν, ὅ,τι ἂν δοκῇ. καὶ εἰς τὴν ὑστεραίαν ἐν αὐτοῖς βασιλείοις τὰ βασιλικὰ ἀποθέμενος παράσημα, σχῆμα ὑπέδυ μοναχῶν, Ἰωάσαφ ἀντὶ Ἰωάννου μετακληθείς. τῆς αὐτῆς δὲ ὥρας καὶ ἡ βασιλὶς Εἰρήνη, τὴν βασιλείαν καὶ αὐτὴ ἀπειπαμένη, τὸ μοναχῶν ὑπέδυ σχῆμα, Εὐγενία μετακληθεῖσα. μετὰ τοῦτο δὲ βασιλεὺς μὲν ὁ Καντακουζηνὸς εἰς τὴν Μαγκάνων ἀπεχώρει μονὴν, ὥσπερ παρεσκεύαστο καὶ πρότερον, Εὐγενία δὲ ἡ βασιλὶς εἰς τὴν τῆς Μάρθας προσαγορευομένην, ἐκ πατρῴου κλήρου διαφέρουσαν Καντακουζηνῷ τῷ βασιλεῖ. τῶν δὲ περὶ αὐτὸν μάλιστα οἱ εὔνως καὶ οἰκείως ἔχοντες, ἀθρόον ἰδόντες μεταβαλόντα καὶ τήν τε βασιλείαν ἀποθέμενον καὶ ἀποχωρήσαντα πρὸς τὸν ἀπράγμονα καὶ μεστὸν γαλήνης βίον, πᾶσαν εὐπραγίας ἐλπίδα περιαιρεθέντες καὶ οὐκ ἔχοντες, πρὸς ὅ,τι ἀμυνοῦνται τὸν νέον βασιλέα, ἐτράποντο πρὸς τὸ λοιδορεῖσθαι. καὶ ἄλλας τε φήμας διέδοσαν κατ' αὐτοῦ, ἐπιορκίαν ἐγκαλοῦντες καὶ ἀστασίαν ἤθους καὶ πρὸς μεταβολὰς εὐχέρειαν πολλὴν, καὶ ὡς βασιλέα καταναγκάσειε τὸν κηδεστὴν ἄκοντα τὸ μοναχῶν ὑποδύναι σχῆμα. καὶ ταῖς τοιαύταις φήμαις οὐ τοὺς πολλοὺς καὶ ἀγοραίους μόνον, ἀλλὰ καὶ τῶν συνετωτέρων ἔπεισαν πολλοὺς προσέχειν. πάντα δὲ ἦσαν ψεύδη καὶ συκοφαντίαι καὶ οὐδὲν ὑγιές. Καντακουζηνός τε γὰρ ὁ βασιλεὺς ἑκὼν ἐξέστη τῆς ἀρχῆς, μάλιστα δυνάμενος, εἴπερ ἠβούλετο, κατέχειν, καὶ ὁ νέος βασιλεὺς οὐδὲν αὐτῷ προσέκρουσε μετὰ τοὺς ὅρκους, ἀλλὰ πᾶσαν ἐπεδείξατο σπουδὴν, τῶν εἰς αὐτὸν ἡκόντων μηδὲν παραλιπεῖν, ὥστε μηδ' ὑπὸ τῶν ἔξωθεν ἀγνοεῖσθαι μηδενὸς, ὡς οὐδὲν τῶν πρὸς ἀνίαν βασιλεῖ τῷ κηδεστῇ οὔτε βουλεύεται, οὔτε πράττει. βασιλεὺς μὲν οὖν ὁ Καντακουζηνὸς, ὥσπερ ἡμῖν ἱστόρηται, οὕτω εἰς τὸ βασιλεύειν ἄκων ἐμπεσὼν καὶ πολεμηθεὶς ὑπὸ τῶν ὁμοφύλων κραταιῶς, πολλοῖς τε κινδύνοις καὶ συμφοραῖς ποικίλαις προσομιλήσας καὶ αὐτὸς, οὐδὲν ἧττον πάσῃ μηχανῇ χρησάμενος καὶ πρὸς πάντα μετὰ τοῦ προσήκοντος αὐτῷ φρονήματος ἀντικαταστὰς, καὶ τελευταῖον πάντων περιγενόμενος τῶν ἀντικαταστάντων, ἐπεὶ διὰ τὴν μοχθηρίαν τῶν συνόντων τοῖς ὁμοίοις αὖθις περιπεπτώκει καὶ πρὸς τὸν πρὸς τοὺς ὁμοφύλους πόλεμον ἠναγκάσθη ἐκπεσεῖν, καιροῦ παρασχόντος, τὴν ἀρχὴν ἀπείπατο, ὥσπερ ἀπαγορεύσας τὸ μὴ ἄν ποτε δυνήσεσθαι Ρωμαίους ὀρθὰ φρονήσειν καὶ λυσιτελοῦντα ἑαυτοῖς. χρόνον δέ τινα τῇ τῶν Μαγκάνων μονῇ ἐνδιατρίψας, ἔπειτα ἐσκέψατο εἰς Ἄθω τὸ ἱερὸν ὄρος ἐν τῇ Βατοπεδίου μονῇ γενέσθαι καὶ τὸν ἐπίλοιπον βίον διανύειν· ἐκώλυσε δὲ βασιλεὺς ὁ νέος, δεηθεὶς ἔτι μικρὸν προσδιατρίψαι Βυζαντίῳ, ἄχρις ἂν αὐτῷ Ματθαῖον διαλλάξῃ βασιλέα τὸν υἱόν. τοῦ χειμῶνος γὰρ ἐκείνου μετὰ τὴν Καντακουζηνοῦ τοῦ βασιλέως ἀναχώρησιν ἐκ τῆς ἀρχῆς οὐδὲν οἱ νέοι βασιλεῖς πρὸς ἀλλήλους ἐπεδείξαντο πολέμου ἔργον, ἀλλ' ἐν ἰδίοις ὅροις ἕκαστος διετέλουν τῆς ἀρχῆς, ὥσπερ ὑπὸ τοῦ πατρὸς μεμέριστο τὸ πρότερον. οὐ μὴν οὐδ' οὕτως εἶχον, ὥστε ἀλλήλοις εὐνοεῖν, ἀλλ' ἐν ὑποψίαις ἦσαν ἐκ τῶν κατὰ τὴν Ἀδριανούπολιν πρότερον εἰργασμένων, ὡς, εἰ μή τις διαλλάξειεν αὐτοὺς, πολεμησείοντες. οὗ δὴ ἕκενα καὶ βασιλεὺς ὁ νέος Ἰωάννης διενοεῖτο συμβάσεις θέσθαι πρὸς αὐτὸν περὶ εἰρήνης, καὶ βασιλέως ἐδεήθη τοῦ κηδεστοῦ, μὴ πρὶν ἀπαίρειν πρὸς τὸν Ἄθω, πρὶν αὐτοὺς καταλλαγῆναι· ἐπείθετό τε καὶ αὐτὸς δικαίαν εἶναι τὴν ἀξίωσιν νομίσας καὶ προσήκουσαν αὐτῷ. τοῦ δὲ αὐτοῦ χειμῶνος καὶ πατριάρχης ὁ Κάλλιστος ἐκ Τενέδου ἀφιγμένος, τῆς ἐκκλησιαστικῆς αὖθις ἐπελάβετο ἀρχῆς, οὐδενὸς τολμῶντος ἀντειπεῖν. οὐ μὴν οὐδὲ αὐτὸς ἐδεήθη τῆς τῶν ἀρχιερέων ψήφου, εἰ δέον αὐτὸν εἰσάγεσθαι ἐκβεβλημένον, ἀλλ' ἠδικῆσθαι τὰ ἔσχατα οἰόμενος οὐ παρὰ βασιλέως μόνον, ἀλλὰ καὶ τῶν ἐπισκόπων, ἐπεκύρωσεν αὐτὸς αὐτῷ τὴν ψῆφον, καὶ τοὺς ἠδικηκότας ἐπεχείρει μᾶλλον τῆς ἀγνωμοσύνης δίκας ἀπαιτεῖν. ἐκώλυσε δὲ βασιλεὺς ὁ νέος, τῶν κατάστασιν καὶ φιλονεικίαν γινομένων πάντων προσήκειν φάμενος ὑπερφρονεῖν. λήγοντος δὲ ἤδη τοῦ χειμῶνος, ὑπὸ τῶν συνόντων πρὸς Ματθαῖον ἐξεπολεμώθη τὸν βασιλέα, τὰ μὲν ἐκείνου κατηγορούντων, ὡς ἀδίκως ἔχοντος τὴν βασιλείαν καὶ μέρος οὐκ ἔλαττον τῆς ἀρχῆς παρῃρημένου, τὰ δ' αὐτὸν ἐπὶ τὸν πρὸς ἐκεῖνον ἐξορμῶντες πόλεμον, ὡς ῥᾷστα καταλύειν αὐτὸν ἐξὸν καὶ μὴ ἐᾷν αὐξάνεσθαι ἀνταγωνιστὴν ἐσόμενον ἀεὶ περὶ τῶν ὅλων. οἷς πειθόμενος, τριήρεις ἐφοπλίσας, ἐστράτευσεν ἐπ' ἐκεῖνον ἅμα ἦρι, πρὸς τῇ Γρατιανοῦ πανοικεσίᾳ διατρίβοντα, ἔχοντα δὲ καὶ τὰς ἄλλας τῆς Χαλκιδικῆς ἁπάσας πόλεις· πρὸς ἐκείναις δὲ καὶ τὴν Ἀδριανοῦ καὶ τὰς περὶ αὐτὴν πολίχνας, αἷς ἐπέστησεν ἄρχοντα σεβαστοκράτορα τὸν Καντακουζηνὸν, θεῖον ὄντα πρὸς πατρός. δεσπότης δὲ Νικηφόρος ὁ γαμβρὸς τὴν Αἶνον εἶχε, βασιλέως τοῦ κηδεστοῦ παρεσχημένου. ἐδόκει τε Ματθαίῳ βασιλεῖ τῷ γυναικὸς ἀδελφῷ προσκεῖσθαι καὶ ἐπηγγέλλετο προθύμως ὑπὲρ αὐτοῦ μαχεῖσθαι παντὶ τῷ ἐπιόντι. τότε δὲ βασιλέως Ἰωάννου τοῦ νέου ταῖς ναυσὶ κατάραντος ἐκεῖ, αὐτός τε προσεχώρησεν ἀθρόον, τοῦ Ματθαίου βασιλέως ἀποστὰς, καὶ τὴν πόλιν παρεδίδου. ἐκεῖθεν δὲ βασιλεὺς ὁ νέος πέμψας, καὶ Βῆραν προσηγάγετο φρούριόν τι καρτερώτατον παρὰ τὸν Ἕβρον κατῳκισμένον, ὃ πρότερον μὲν φροντιστήριον ἀνδρῶν μοναζόντων ἦν, τότε δὲ ὑπὸ τῶν συνεχῶν πολέμων καὶ τῶν ἐφόδων τῶν βαρβαρικῶν ἀγροτῶν τινων κατῳκισμένων πόλισμα ἤδη ἦν, ὃ προσηγάγετο ὁ νέος βασιλεὺς, παραδόντων τῶν φρουρῶν. ἐκ τῆς Αἴνου δὲ καὶ Νικηφόρον τὸν δεσπότην ἔχων συστρατευόμενον ἐκ τῆς ἠπείρου, προσέσχε Περιθεωρίῳ, καὶ πέμψας κρύφα, περὶ παραδόσεως διελέγετο τῷ ἄρχοντι τῆς πόλεως, καὶ ἔπεισεν ἐπαγγειλάμενος μεγάλα. Ματθαῖος δὲ ὁ βασιλεὺς δείσας, μή τι κακουργηθῇ περὶ τὴν πόλιν, ᾔδει γὰρ ἀνάλωτον τειχομαχίᾳ ἐσομένην, στρατιώτας ἔπεμψε φρουρεῖν, ὅσους ᾤετο ἀρκέσειν, οὓς ὁ τῆς πόλεως ἄρχων συλλαβὼν, ὅπλα μὲν αὐτὸς καὶ ἵππους εἶχε, βασιλεῖ δὲ τῷ νέῳ τήν τε πόλιν παρεδίδου καὶ τοὺς στρατιώτας. ἐπεὶ δὲ εἴχετο ἡ πόλις, ἄλλων ἄλλοθεν ἱππέων συνειλεγμένων, ἐπεστράτευσε Κουμουτζηνοῖς, ἠπειρώτιδι πολίχνῃ· καὶ ὑπεδέξαντο προθύμως οἱ τὴν πόλιν κατοικοῦντες, ἀπολυπραγμόνως προσχωρήσαντες. ἐκεῖθεν δὲ, ἐπεὶ οὐ πάνυ πόῤῥω ἡ Γρατιανοῦ κατῴκιστο, ᾗ Ματθαῖος διέτριβεν ὁ βασιλεὺς, πρεσβείαν πρὸς ἐκεῖνον πέμψας, ἐπὶ συμβάσεις προὐκαλεῖτο. ἐδόκει δὴ κἀκείνῳ αἱρετέα μᾶλλον εἶναι ἡ εἰρήνη, καὶ γενομένῳ ἐν Γρατιανοῦ μεθ' ἧς εἶχε στρατιᾶς συνεγένετο τῷ νέῳ βασιλεῖ, τῆς πόλεως ἐξελθών· ἀλλήλοις τε διαλεχθέντες περὶ τῶν κατὰ τὸν πόλεμον, ἐπεὶ ἐδόκει ἀμφοτέροις καταλύειν, συνέβησαν ἐπὶ τούτοις, ὥστε ἀμφοτέρους βασιλέας εἶναι κοινῇ, ὑπὸ Ρωμαίων ἑκατέρου ᾑρημένου καὶ στεφθέντος ὑπὸ τῆς κατὰ Βυζάντιον ἐκκλησίας. τῶν ὑπολελειμμένων δὲ Ρωμαίοις πόλεων καὶ τῆς χώρας οὔσης ἐλάττονος, ἢ ὥστε ἀμφοτέρους βασιλέας ἔχειν, τῶν μὲν κατὰ τὴν Θρᾴκην πόλεων, ὧν ἔχει, Ματθαῖον ἀφίστασθαι τὸν βασιλέα, χωρεῖν δὲ ἐπὶ τὴν Πελοπόννησον καὶ τῶν ὑπηκόων Ρωμαίοις ἐκεῖσε πόλεων βασιλεύειν, Μανουὴλ δεσπότην τὸν ἀδελφὸν πείσαντος πρότερον τοῦ νέου βασιλέως Ἰωάννου τῆς ἀρχῆς ἐξίστασθαι τῷ ἀδελφῷ, παρέχειν δὲ ἀντ' ἐκείνης τῷ δεσπότῃ Λῆμνον τὴν νῆσον, ὥστε ἀνυπεύθυνον ἔχειν παρὰ πάντα τὸν βίον τὴν ἀρχὴν αὐτῆς. καὶ ἐκ τῶν ἐν Βυζαντίῳ δημοσίων φόρων τὴν τοπικὴν ὠνομασμένην, μυρίων χρυσῶν ὀλίγῳ πλείους ἐτησίως φέρουσαν, τὸν χρόνον δὲ ἄχρις οὗ δεσπότης ἀποστῇ Πελοποννήσου, τὴν Λῆμνον ἔχειν τὸν Ματθαῖον βασιλέα, βασιλέως Ἰωάννου παραδόντος, καὶ περαιωθέντα, διατρίβειν ἐν τῇ νήσῳ, κατέχειν μέντοι φρουραῖς καὶ τὰς κατὰ τὴν Θρᾴκην πόλεις. ἐπειδὰν δὲ εἰς Λῆμνον ἐκ Πελοποννήσου ὁ δεσπότης γένηται, τὰς μὲν κατὰ τὴν Θρᾴκην πόλεις βασιλεῖ τῷ νέῳ Ἰωάννῃ παραδιδόναι καὶ δεσπότῃ τἀδελφῷ τὴν νῆσον, αὐτὸν δὲ εἰς Πελοπόννησον ἀπαίρειν. τοιαύτας μὲν συνθήκας πρὸς ἀλλήλους ἐποιήσαντο, καὶ ἔδοξεν ὁ πόλεμος καταλελύσθαι. συνταξάμενοι δὲ ἀλλήλοις, ὁ μὲν ἀνέστρεφεν εἰς τὴν Γρατιανοῦ, Ἰωάννης δὲ ὁ βασιλεὺς εἰς Περιθεώριον ἐλθὼν, ἐπεὶ Ματθαῖος ὁ βασιλεὺς ἔπεμπε τοὺς παραληψομένους καὶ φρουρήσοντας τὴν Λῆμνον, συνεξέπεμπε καὶ αὐτὸς τοὺς παραδώσοντας, περιέμενέ τε πρὸς τῇ πόλει, ἄχρις οὗ, τῶν εἰς τὴν Λῆμνον ἀφιγμένων ἐπανηκόντων καὶ βασιλεὺς ὁ, Ματθαῖος εἰς τὴν νῆσον ταῖς τριήρεσι περαιωθῇ. ἐν τούτοις δὲ τοῦ χρόνου τριβομένου, ἐκ τῶν Παλαιολόγῳ βασιλεῖ συνόντων κρύφα πέμψαντές τινες πρὸς τὸν Ματθαῖον βασιλέα. μὴ πάνυ θαῤῥεῖν παρῄνουν τοῖς συντεθειμένοις, ἀλλὰ πρόνοιαν αὐτοῦ πολλὴν ποιεῖσθαι καὶ μὴ ἀπερισκέπτως ἑαυτὸν ἐπὶ τοῖς πολεμίοις καθιστᾷν. τοὺς γὰρ ὑπὸ βασιλέως ᾑρημένους πρὸς τὴν αὐτοῦ περαίωσιν ναυάρχους αἰνίττεσθαί τινα ἐπιβουλὴν πρὸς οὓς μάλιστα θαῤῥοῦσι τὰ τοιαῦτα. λέγουσι γὰρ, ὡς ἀνθρωπίνων τοὺς ἰχθῦς ἐμπλήσουσι σαρκῶν. ἃ μάλιστα αὐτὸν προσῆκον ἐρευνᾷν, μὴ εἰς ἀνηκέστους ἐκπέσῃ συμφορὰς ἀπατηθείς. ἐν τούτῳ δὲ καὶ οἱ ἐκ τῆς Λήμνου κεναῖς, ὅ φασι, χερσὶν ἐπανῆκον πρὸς αὐτόν. οἱ γὰρ ὑπὸ βασιλέως τοῦ Παλαιολόγου τὰς πόλεις πεμφθέντες παραδιδόναι πρότερον τὰς οὔσας ἐξελαύνοντες φρουρὰς, οὐδὲν ἐποίουν τῶν κεκελευσμένων, ἀλλὰ πρὸς τοῖς οὖσι πρότερον καὶ αὐτοὺς ἐκέλευον ὀλίγους τινὰς εἰσάγειν, ὥστε μηδὲν ἧττον ἢ πρότερον κατέχεσθαι τὰς πόλεις ὑπ' ἐκείνων πολλαπλασιόνων ὄντων, ἢ ὧν ἐκέλευον αὐτοὺς εἰσάγειν. ἃ τοῖς ἐκ Ματθαίου βασιλέως οὐκ ἐδόκει ἀνεκτὰ, ἀλλὰ παντάπασι τὰς ἐγκαθιδρυμένας ἐκέλευον φρουρὰς ἐκβάλλειν. ὡς δ' οὐχ ὑπήκουον ἐκεῖνοι, ἀνεχώρουν ἄπρακτοι. ἐκ δὲ τῶν κατὰ τὴν νῆσον εἰργασμένων, καὶ ὧν ἐμήνυον οἱ φίλοι, φενακίζεσθαι πεισθεὶς, ἐπεὶ καὶ Περσικὴ κατὰ συμμαχίαν ἧκε πρὸς ἐκεῖνον στρατιὰ, καὶ ἡ ἐκ τῆς Ἀδριανοῦ καὶ τῶν περὶ ἐκείνην πολιχνίων ἐπῆλθε Κουμουτζηνοῖς, καὶ ἄχρι Περιθεωρίου ἦλθεν, ἡγούμενος μὴ παραβεβηκέναι τὰς σπονδὰς αὐτὸς, ἀλλὰ μᾶλλον ἠδικῆσθαι, οὔτε τῆς νήσου ἀποδεδομένης κατὰ τὰς συνθήκας, καὶ μεγάλης ἐπιβουλῆς, ὥστε ἀποκτείνειν, συσκευαζομένης. βασιλεύς τε ὁ Παλαιολόγος ὁμοίως διετείνετο ἠδικῆσθαι, καὶ παρεσπονδῆσθαι, τοῦ πολέμου κεκινημένου πρὸς αὐτὸν οὐδεμίαν πρόφασιν παρεσχημένον. οὐ γὰρ αὐτῷ λογίζεσθαι προσῆκον, εἴτι τινὲς ἠγνωμονήκασιν, αὐτοῦ μὴ συνειδότος, ἀλλ' ἐχρῆν ἐμμένοντας ταῖς συνθήκαις, ἐπανορθοῦσθαι τὰ ἡμαρτημένα. ὅμως αὖθις ὁ πόλεμος ἀνήπτετο σφοδρός. καὶ Κουμουτζηνὰ ταῖς συχναῖς ἐφόδοις πιεσθέντα, προσεχώρουν αὖθις Ματθαίῳ τῷ βασιλεῖ. Παλαιολόγος δὲ ὁ βασιλεὺς, ἐπεὶ τὴν διατριβὴν ἑώρα πρὸς οὐδὲν λυσιτελοῦσαν, Ἀσάνην δεσπότην τὸν Ἰωάννην Περιθεωρίου καταστήσας ἄρχοντα, αὐτὸς εἰς Βυζάντιον ἀπῇρεν.
https://byzantium.gr/

μγʹ. Ὑπὸ δὲ τοῦτον τὸν χρόνον καὶ Κράλης ὁ τῶν Τριβαλῶν δυνάστης ἐτελεύτησε, καὶ στάσις οὐ μικρὰ ἀνεῤῥιπίσθη Τριβαλοῖς. Σίμων τε γὰρ ὁ Κράλη ἀδελφὸς, Ἀκαρνανίας τότε ἄρχων, τῆς ὅλης Τριβαλῶν ἀρχῆς ἀντεποιήθη, ὡς αὐτῷ διαφερούσης μᾶλλον, καὶ πολλοὺς τῶν παρὰ Τριβαλοῖς ἐπιφανῶν συναιρομένους εἶχε πρὸς τὸ ἔργον· καὶ Οὔρεσις ὁ Κράλη παῖς τῆς πατρῴας ἕνεκα ἀρχῆς ἐπολέμει πρὸς τὸν θεῖον. Ἑλένη τε ἡ τούτου μήτηρ ὁμοίως ἀπιστοῦσα τῷ τε υἱῷ καὶ Σίμωνι τῷ τοῦ ἀνδρὸς ἀδελφῷ πόλεις πολλὰς ὑποποιησαμένη καὶ δύναμιν ἑαυτῇ οὐκ εὐκαταφρόνητον περιστήσασα, καθ' ἑαυτὴν εἶχε τὴν ἀρχὴν μηδετέρῳ πολεμοῦσα, μήτε μὴν συναιρομένη πρὸς τὸν πόλεμον. οἵ τε δυνατώτατοι τῶν παρ' αὐτοῖς ἐπιφανῶν τοὺς ὑποδεεστέρους ἀπελάσαντες ἐκ τῶν ἀρχῶν, καὶ τὰς ὁμόρους ἕκαστος πόλεις ὑφ' ἑαυτῷ πεποιημένος, οἱ μὲν τῷ Κράλῃ συνεμάχουν, οὐκ αὐτοὶ παρόντες, οὐδ' ὡς δεσπότῃ πειθαρχοῦντες, ἀλλὰ πέμποντες ἐπιμαχίαν, οἷα δὴ σύμμαχοι καὶ φίλοι, οἱ δὲ Σίμωνι τῷ θείῳ· ἔνιοι δὲ αὐτῶν προσεῖχον οὐδετέρῳ, ἀλλὰ τὴν οὖσαν δύναμιν συνέχοντες, τὸ μέλλον ἀπεσκόπουν, ὡς ἐκείνῳ προσθησόμενοι, ὃς ἂν τὸ πλέον ἔχῃ· καὶ εἰς μυρία τμήματα διαιρεθέντες ἐστασίαζον. Ρωμαῖοι δὲ πολλὰ καὶ μεγάλα ὑπὸ Τριβαλῶν ἐπὶ τοσοῦτον ἠδικημένοι χρόνον, καιροῦ τυχόντες, τά, τε ἡρπασμένα ἀνασώσασθαι καὶ δίκας τοὺς βαρβάρους ἀπαιτῆσαι τῶν τετολμημένων, διὰ τὸν κατέχοντα συγγενικὸν πόλεμον καὶ τοὺς στασιασμοὺς εἰς οὐδὲν χρήσιμον ἀνάλωσαν τὸν καιρόν. Νικηφόρος δὲ δεσπότης ὁ δοὺξ τὴν κατέχουσαν τὰ Τριβαλῶν πράγματα στάσιν ὁρῶν καὶ ῥᾷστα τὴν πατρῴαν ἐλπίσας ἀνασώσασθαι ἀρχὴν, ἄλλως θ' ὅτι καὶ Πρεάλιμπος, ὃς Θετταλίας εἶχε τὴν ἀρχὴν, ἐτεθνήκει καὶ αὐτὸς, τριήρεις ἐφοπλίσας ἐκ τῆς Αἴνου ἐπέπλευσε τῇ Θετταλίᾳ, τὴν γυναῖκα πρὸς τῇ Αἴνῳ καταλιπών. καὶ ἀποβὰς, ἐν ὀλίγῳ χρόνῳ εἶχε Θετταλίαν, τῶν ἀμυνομένων μὲν οὐδένων ὄντων, Θετταλῶν δὲ προθύμως προσχωρούντων, καὶ ὥσπερ ἐκ κλύδωνος μεγάλου τῆς Τριβαλῶν ἀρχῆς ἐπὶ τὴν Ρωμαίων καταφεύγοντες ἥμερον καὶ γαλήνης μεστὴν ἡγεμονίαν. ὁ μὲν οὖν περὶ τὰς πόλεις ἠσχολεῖτο, Λιμπιδάριος δέ τις τῶν ἐκείνου οἰκετῶν, ὃς ἦρχε τῶν νεῶν ὑπ' ἐκείνου καταλειφθεὶς, ἀδικώτατα περὶ τὸν δεσπότην διανοηθεὶς, ἔπεισε τὸ ναυτικὸν ἐκείνου ἀποστάντας, πρὸς τὴν Αἶνον ἐπανελθεῖν, ὡς δύο τὰ μέγιστα ἐκ τῆς ἀποστασίας κερδανοῦντας, τῆς τε ὑπερορίου στρατείας ἀπαλλαξομένους, εἰκῇ καὶ μάτην κοπτομένους καὶ ταλαιπωροῦντας ἐπὶ ξένης, ἵν' ἕτεροι ἐκ τῶν ἐκείνων πόνων μέγιστα καρπῶνται, καὶ τῆς ὑπὸ δεσπότην οἴκοι ἐπαχθοῦς δουλείας, ἐκείνου δυοῖν θάτερον, ἢ εἰ περιγένοιτο τῶν πολεμίων, νεῶν οὐκ εὐπορήσοντος, αἷς χρησάμενος ἐπανήξει πρὸς αὐτοὺς, ἢ διαφθαρησομένου ὑπ' ἐκείνων, ἂν ὑπέρσχωσιν. ἐπεὶ δὲ ἐπείθοντο καὶ ἄραντες ἐκεῖθεν ἐπανῆκον εἰς τὴν Αἶνον, πρῶτα μὲν δι' ἑαυτοῦ τὴν πόλιν ἐποιεῖτο καὶ πάντα ἦν αὐτὸς, καὶ στρατηγὸς καὶ ἡγεμὼν καὶ συμπάντων πραγμάτων κύριος· τὸν δῆμόν τε ἐπαγαγὼν τοῖς δεσπότῃ προσκειμένοις, τοὺς μὲν κατέκλεισεν ἐν δεσμωτηρίοις, ἐνίους δὲ ἐξήλασε τῆς πόλεως, ὧν εἶχον ἀποστερήσας· ἔστι δὲ οὓς καὶ ἀπέκτεινε τῷ δήμῳ παραδούς. ἔπειτα ἐπεστράτευσε βασιλίσσῃ τῇ δεσπότου γαμετῇ τὴν ἀκρόπολιν μετὰ τῶν οἰκετῶν ἐχούσῃ. καὶ τειχομαχήσας ἐφ' ἱκανὸν, ἑλεῖν μὲν οὐκ ἠδυνήθη διὰ καρτερότητα τῶν τειχῶν καὶ εὐψυχίαν τῶν ἀμυνομένων, ἠνάγκασε δὲ βασίλισσαν τὴν ἀκρόπολιν ἑκοῦσαν ἐκλιπεῖν, ὅρκους παρασχόμενος, ὡς οὐδὲν αὐτὴν, οὔτε τοὺς συνόντας ἀδικήσει, ἀλλ' ἀφίξεται ὅποι ἂν δοκῇ, μηδενὸς παρενοχλοῦντος· ὃ καὶ ἐπράττετο μετὰ μικρόν. νεὼς γὰρ ἐπιβᾶσα, εἰς Βυζάντιον ἀφῖκτο, καὶ ὑπεδέχθη φιλοτίμως παρὰ βασιλέως τοῦ γαμβροῦ. ἔπειτα εἰς Θετταλίαν ἀπῇρε πρὸς τὸν ἄνδρα, ἤδη πάσης κύριον γεγενημένον καὶ τῶν κατὰ τὴν Ἀκαρνανίαν πόλεων. ἡδέως δὲ ἐκεῖνος ὑπεδέχετο τὴν γυναῖκα. καὶ χρόνον τινὰ ἠρέμουν οἰκείως ἔχοντες ἀλλήλοις καὶ συμφυῶς, ὥσπερ προσῆκεν. ἔπειτα τῶν συνόντων τινῶν, ὑπὸ μοχθηρίας καὶ ἀσυνεσίας ἐκείνων τε φαῦλα καὶ παράνομα ἐννοούντων καὶ τὸν δεσπότην ἐναγόντων, ἔπεισαν τὴν μὲν γυναῖκα Τριβαλοῖς προέσθαι, αὐτὸν δὲ τὴν Ἑλένης ἀδελφὴν τῆς Κράλη γυναικὸς πρὸς γάμον ἀγαγέσθαι, ὡς τῆς τε Θετταλίας καὶ Ἀκαρνανίας οὕτως ἄρξοντα βεβαίως, τῶν Τριβαλῶν οὐ πολεμούντων διὰ τὴν ἐπιγαμίαν, καὶ Ἀλβανοὺς διαφθεροῦντα ἐναντιουμένους πρὸς τὴν ἀρχὴν καὶ παραβλάπτοντας οὐ μέτρια. αὐτίκα τε ἀηδῶς πρὸς τὴν γυναῖκα εἶχε καὶ οὐδὲ ἠνείχετο ἰδεῖν. ὕστερον δὲ ὀλίγῳ καὶ πρὸς Ἄρταν τῆς Ἀκαρνανίας πόλιν πέμψας, ἐκέλευε φρουρεῖσθαι. πρὸς Κράλαιναν δὲ πρεσβείαν πέμψας, τὰ κατὰ τὸν γάμον ἔπραττε τῆς ἀδελφῆς. μέχρι μὲν οὖν ἐν λόγοις ἦν ἡ ἐπιχείρησις καὶ πρεσβείαις, καὶ βασίλισσα ἡ θυγάτηρ βασιλέως ἐνεκαρτέρει, τὸν ἄνδρα οἰομένη τῆς ἀτοπίας ἀποσχήσεσθαί ποτε καὶ μέτρια καὶ δίκαια φρονήσειν. ἐπεὶ δὲ ἤδη τέλος εἶχε πάντα, καὶ οἱ ὅρκοι ἐτελοῦντο, οἷς ἐνεγέγραπτο, τὴν μὲν γυναῖκα Τριβαλοῖς αὐτὸν προέσθαι, τῇ δὲ ἀδελφῇ Κραλαίνης συνοικεῖν, δεῖν ἔγνω σώζειν ἑαυτὴν καὶ μὴ δι' ἑτέρων παραπληξίαν αὐτὴν παραπολέσθαι. καὶ πέμψασα εἰς Πελοπόννησον πρὸς δεσπότην Μανουὴλ τὸν ἀδελφὸν, πρόνοιάν τινα αὐτῆς ποιήσασθαι ἐδεῖτο. καὶ ὃς οὐδὲν μελλήσας ἐκ θαλάσσης πέμψας, προσελάμβανε τὴν ἀδελφὴν, πάντων Ἀκαρνάνων καὶ Ἀλβανῶν μετ' εὐφημίας προπεμπόντων καὶ ἁμιλλωμένων πρὸς ἀλλήλους τῆς εἰς ἐκείνην ἕνεκα εὐνοίας καὶ τιμῆς, οὐ μόνον διὰ τὴν αὐτῆς ἐπιείκειαν καὶ μεγαλοφροσύνην καὶ τὸ πᾶσι κεκοσμῆσθαι ἀγαθοῖς, ἀλλὰ καὶ διὰ τὴν εἰς τὸν βασιλέα τὸν πατέρα εὔνοιαν. κατάκρας γὰρ αὐτοῦ τὸ τῶν ἑσπερίων ἅπαν ἥττητο καὶ ἀκριβῶς ἐξήρτητο αὐτοῦ καὶ μετὰ τὴν τῶν πραγμάτων ἀναχώρησιν. δεσπότου δὲ τοῦ Νικηφόρου, καίτοι γε αὐτὸν εἰδότες οὐ πρᾴως οἴσοντα τὴν προπομπὴν καὶ εὐφημίαν τῆς γυναικὸς, οὐ μόνον οὐδένα λόγον ἐποιοῦντο, ἀλλὰ καὶ φανερῶς ἐλοιδοροῦντο, ὡς παντάπασι τῶν σωφρόνων λογισμῶν ἐξεστηκότα, καὶ, ὅ φασι, χάλκεα χρυσείων ἀλλαττόμενον. ὅθεν καὶ ὀλίγῳ ὕστερον ἐκ ταύτης τῆς αἰτίας ἀπέστησαν δεσπότου φανερῶς οἱ Ἀλβανοὶ, φάσκοντες προθύμως πολεμήσειν, ὥσπερ ὑπὲρ σφῶν αὐτῶν, εἰ μὴ τὴν πρὸς Τριβαλοὺς ἐπιγαμίαν διαλύσας, ἐκ Πελοποννήσου ἀνακαλέσηται τὴν βασιλέως θυγατέρα καὶ ταύτῃ συνοικοίη. ὁ δὲ εἴτε καὶ αὐτὸς τὴν ἀτοπίαν συνιδὼν, εἴτε καὶ τὴν προσδοκωμένην στάσιν δείσας, ἣ διὰ τὴν γυναῖκα ὑπωπτεύετο φυήσεσθαι, τοὺς μὲν ἀθέσμους ἐκείνους γάμους πέμψας ἀπηγόρευε, πρὸς δὲ τὴν γυναῖκα ἔπεμψεν εἰς Πελοπόννησον πρεσβείαν, κελεύων ἥκειν παρ' αὐτὸν, καὶ πίστεις παρεχόμενος δι' ὅρκων, ὡς οὐδὲν ἀγνωμονήσει ἔτι πρὸς αὐτὴν, ἀλλὰ τὸν ἀρχαῖον τρόπον μετὰ πάσης εὐγνωμοσύνης καὶ ἐπιεικείας συνοικήσει. ἡ δὲ φίλανδρος οὖσα καὶ περὶ πλείστου ποιουμένη τὸ μὴ τὸν γάμον αὐτῇ διαλυθῆναι, πάντων ὑπεριδοῦσα τῶν γεγενημένων, παρεσκευάζετο ὡς ὕστερον μικρῷ ἀφιξομένη πρὸς τὸν ἄνδρα· ὁ δὲ ὑπὸ φιλοτιμίας, ἵνα μὴ δοκοίη τὴν ἀρχὴν δι' ἐκείνης καθίστασθαι αὐτῷ, ὥρμησεν ἐπὶ τὸ τοὺς ἀποστάντας Ἀλβανοὺς πρὶν ἐκείνην ἥκειν καταδουλώσασθαι πολέμῳ. συμβὰν δὲ οὕτω, καὶ Πέρσαι κατὰ τὴν Θετταλίαν μονήρεσι λῃστρικαῖς περαιωθέντες, συνεμάχουν ὑπ' αὐτοῦ προσκεκλημένοι. οἷς μάλιστα θαῤῥῶν ἐπῆλθεν Ἀλβανοῖς, καὶ γενομένης συμβολῆς περί τι χωρίον Ἀχελῷον προσαγορευόμενον, αὐτός τε ἔπιπτε μαχόμενος πρὶν τὰς φάλαγγας συμμίξαι, καὶ ἡ ἐκείνου πᾶσα διέφθαρτο ἡττηθεῖσα στρατιά. βασίλισσα δὲ ἡ ἐκείνου γαμετὴ ἔτι ἐν Πελοποννήσῳ διατρίβουσα, ἐπεὶ πύθοιτο τὴν ἐκείνου τελευτὴν, ἐπένθησε μὲν ἐκεῖ ἐφ' ἱκανὸν, καὶ ἀπωδύρατο τοῦ ἀνδρὸς τὴν τελευτὴν, ἔπειτα εἰς Βυζάντιον ἐλθοῦσα, συνῆν τὸν ἐπίλοιπον βίον βασιλίδι τῇ μητρὶ κατὰ τὴν Μάρθας μονὴν διατριβούσῃ. ταῦτα μὲν οὖν ὕστερον.

μδʹ. Τότε δὲ ἐπεὶ αἱ μεταξὺ τῶν βασιλέων γεγενημέναι συνθῆκαι διελύοντο καὶ ὁ πόλεμος ἀνεῤῥιπίσθη, Ματθαῖος ὁ βασιλεὺς τὴν ὑπ' αὐτὸν οὖσαν στρατιὰν συναγαγὼν, ἧκεν εἰς Βιζύην παρὰ τὸν θεῖον Ἀσάνην δεσπότην τὸν Μανουήλ· καὶ παραλαβὼν καὶ αὐτὸν μεθ' ὅσης εἶχε στρατιᾶς, ἐπεστράτευσε τῷ νέῳ βασιλεῖ ἐν Βυζαντίῳ καὶ ἐστρατοπέδευσε κατὰ τὸν Μέλανα ποταμὸν ἐπί τινα τετειχισμένην κώμην Μέτρας προσαγορευομένην. Παλαιολόγος τε ὁ βασιλεὺς ὁμοίως τριήρεις ἐφοπλίσας καὶ ἐκ τῆς ἠπείρου στρατιὰν πεζὴν καὶ ἱππικὴν, τοῖς μὲν ἠπειρώταις ἡγεμόνας ἐπιστήσας, ἐπὶ Ἀθύραν κώμην, καὶ αὐτὴν τετειχισμένην ὥσπερ ἰσθμόν τινα οὖσαν καὶ πάντοθεν περικλυζομένην τῇ θαλάσσῃ, ἐκέλευε χωρεῖν, αὐτὸς δὲ ἔχων τὰς τριήρεις, ἧκε καὶ αὐτὸς ἐπὶ Ἀθύραν. καὶ ἀντεστρατοπεδεύοντο ἀλλήλοις ἐπί τινας ἡμέρας, ἑκατέρων ἀδυνάτων ὄντων ἐπὶ τὸ στρατόπεδον χωρεῖν τῶν πολεμίων καὶ καταναγκάζειν μάχεσθαι. Παλαιολόγῳ τε γὰρ οὐκ ἐδόκει βασιλεῖ τοῖς πολεμίοις ἐπιέναι ἐφ' ὕπτια πεδία καὶ ὕλης παντάπασι ψιλὰ ἱππέας ἄγουσι, πεζὴν αὐτὸς τὴν πλείστην δύναμιν ἄγων καὶ ὁπλίτας, καὶ οἱ πολέμιοι ἐπὶ δυσχωρίας καὶ ἐρείπια πολλὰ τῆς πρώην συνοικίας ἄγειν οὐκ ἐδοκίμαζον τὴν στρατιὰν εὐρυχωρίας δεομένην μάλιστα. δι' ἃ ἑκάτερος τὴν δύναμιν συνέχοντες, ἡσύχαζον ἐπὶ τῶν στρατοπέδων. πρεσβείας δὲ πρὸς ἀλλήλους πέμποντες, διελέγοντο περὶ εἰρήνης. ὡς δὲ οὐ συνέβαινον ἀλλήλοις, ὁ μὲν εἰς Βιζύην ἀνέστρεφε μετὰ τῆς στρατιᾶς, Παλαιολόγος δὲ ὁ βασιλεὺς εἰς τὸ Βυζάντιον· καὶ ἐσκέπτοντο, ὅτῳ τρόπῳ κακώσουσιν ἀλλήλους. ἐν τούτῳ δὲ τῷ χρόνῳ ἐκ Φωκαίας τῆς παλαιᾶς, ἧς Καλόθετος ἦρχε, μονήρης λῃστρικὴ ἐπὶ τὸν Ἀστακηνὸν ἐλθοῦσα κόλπον λῃστείας ἕνεκα, οὕτω συμβὰν, Χαλίλην τὸν Ὀρχάνη συνέλαβεν υἱὸν, ἀκατίῳ τινὶ τὸν ἐκεῖσε περαιούμενον πορθμόν· καὶ αὐτίκα ἀνεχώρει εἰς τὴν Φώκαιαν. Ὀρχάνης δὲ ἐπεὶ ἐπύθετο ἀνδραποδισθέντα τὸν υἱὸν καὶ εἰς Φώκαιαν ἀπαχθέντα, στρατεύειν μὲν ἐπὶ Φωκαιανοὺς εἶχεν ἀδυνάτως, δυνάμεώς τε γὰρ οὐκ εὐπόρει ναυτικῆς, ἣ κακώσει ἐπελθοῦσα, καὶ ἐκ τῆς ἠπείρου εἰσβολὴ οὐκ ἦν, ἐφ' ἑτέρου κειμένης σατραπείαν τῆς Φωκαίας, πρὸς ὃν ἔδει πολεμεῖν δύναμιν ἔχοντα ἀντίῤῥοπον, εἰ διὰ τῆς ἐκείνου ἐπεχείρει ἐπὶ Φώκαιαν ἰέναι, ἀπορίᾳ δὲ πάντοθεν συνισχημένος, ἐπὶ τὴν Παλαιολόγου τοῦ βασιλέως εἶδεν ἐπικουρίαν, ὡς αὐτοῦ δυνησομένου μόνου τὸν υἱὸν ἀπαλλάττειν τῶν δεσμῶν. καὶ πέμψας πρεσβείαν, ἐδεῖτο περὶ τοῦ παιδός. βασιλεὺς δὲ ὑπέσχετο προθύμως πάντα πράξειν καὶ ἀποδοῦναι τὸν υἱὸν, ἂν καὶ αὐτὸς ἀπόσχοιτο Ματθαίῳ κατ' αὐτοῦ τῷ βασιλεῖ παρέχειν συμμαχίαν. Ὀρχάνης γὰρ καὶ μετὰ τὴν Καντακουζηνοῦ τοῦ βασιλέως ἐκ τῶν πραγμάτων ἀναχώρησιν πολλὴν ἐπεδείκνυτο τὴν εὔνοιαν πρὸς αὐτὸν, καὶ διὰ ταύτην τὴν αἰτίαν καὶ βασιλεῖ τῷ υἱῷ πολλὴν παρείχετο ὠφέλειαν, ταῖς τε πόλεσιν, ὅσαι ἦσαν ὑπ' ἐκεῖνον, οὐδὲν παρενοχλῶν καὶ πέμπων στρατιὰν, ὁπότε δεηθείη. ἃ ὁ Παλαιολόγος ἐν δεινῷ τιθέμενος βασιλεὺς, καλῶς τοῦ πράγματος παρασχόντος, ἐπεχείρησεν Ὀρχάνην τῆς πρὸς βασιλέα Ματθαῖον φιλίας ἀφιστᾷν. ὑπέσχετό τε καὶ ὁ βάρβαρος πάντα πράξειν, ἢν μόνον ὁ υἱὸς αὐτῷ λυθείη, καὶ διετέλεσέ γε παρ' ὅσον χρόνον ὁ υἱὸς αὐτῷ ἐδέδετο, οὔτε Ματθαίῳ βασιλεῖ παρεσχημένος συμμαχίαν ἐπὶ τὸν Παλαιολόγον βασιλέα, οὔτε Βυζαντίῳ καὶ ταῖς ἄλλαις πόλεσιν, ὅσαι ὑπὸ τοῦτον ἦσαν, οὐδὲν παρενοχλήσας. βασιλεὺς δὲ Καλόθετον νομίσας εὐχερῶς τὸν υἱὸν Ὀρχάνη παρασχέσθαι, εἰ μόνον αἰτηθείη, πέμψας πρὸς αὐτὸν, ἐζήτει, τιμὰς ἐπαγγελλόμενος καὶ ἄλλας τινὰς εὐεργεσίας. Καλόθετος δὲ τούτων μὲν ὀλίγον λόγον ἐποιεῖτο, χρημάτων δὲ ᾐτεῖτο πλῆθος, ἃ ἐκτίνειν σχεδὸν ὁ βασιλεὺς ἀδυνάτως εἶχε. βασιλέως δὲ ἀπειλοῦντος τὰ ἔσχατα διαθήσειν, εἰ μὴ πείθοιτο, οὐδὲν ἧττον ἐκεῖνος ἠναισχύντει. δι' ἃ ἐδόκει δεῖν αὐτῷ ἐπιστρατεύειν· καὶ παρασκευασάμενος, ἐπέπλευσεν αὐτῷ τριήρεσιν οὐκ ὀλίγαις καὶ ἐπολιόρκει ἐκ γῆς ὁμοίως καὶ θαλάσσης. ἐν πολλαῖς δὲ καὶ καρτεραῖς τειχομαχίαις ἀποπειράσας τῶν τειχῶν, ἐπεὶ ἀδύνατον τὴν ἐπιχείρησιν ἑώρα, δέκα μυριάδας παρασχόμενος χρυσίου καὶ τῇ πανυπερσεβάστου ἀξίᾳ τετιμηκὼς, ἔλυσε τῆς αἰχμαλωσίας τὸν υἱὸν Ὀρχάνη καὶ ἀπεδίδου τῷ πατρί. ἐν ᾧ δὲ ταῦτα ἐτελεῖτο, χρόνου συχνοῦ τινος τριβέντος, καὶ οἱ τῶν κατὰ τὴν Μυγδονίαν πόλεων ἄρχοντες ἐπιφανέστατοι τῶν Τριβαλῶν πρὸς Ματθαῖον κρύφα πέμψαντες τὸν βασιλέα μετεκαλοῦντο, ὡς σφᾶς τε αὐτοὺς καὶ τὰς πόλεις παραδώσοντες, ὧν ἄρχουσιν. ἦσαν δὲ καὶ πρότερον περὶ τῶν ἴσων διειλεγμένοι. ἀπὸ γὰρ τῶν χρόνων ἐκείνων, ἡνίκα βασιλεὺς ὁ Καντακουζηνὸς ὑπὸ Ρωμαίων ἀπελαθεὶς διέτριβεν ἐν Τριβαλοῖς, πολλήν τινα τὴν εὔνοιαν ἔσχον πρὸς ἐκεῖνον, μάλιστα δὲ οἱ δυνατώτατοι· δι' ἃ καὶ Κράλη περιόντος ἔτι, ἡδέως ἂν ἐκεῖνον εἶδον ἐπιστρατεύσαντα αὐτοῖς· καὶ συγκατειργάσαντο τὰ μέγιστα, μᾶλλον γὰρ ὑπ' ἐκείνου βασιλεύεσθαι ἐβούλοντο, ἢ Κράλη, καὶ πολλάκις κρύφα περὶ τούτου διειλέχθησαν. ἐπεὶ δὲ βασιλεύς τε ἀπήλλαξεν ἐκ τῶν πραγμάτων καὶ ὁ σφῶν δυνάστης ἐτεθνήκει, τὰς μὲν προτέρας παντάπασιν ἐλπίδας ἀπεγίνωσκον διὰ τὴν βασιλέως μεταβολὴν κατὰ τὸν βίον. πρὸς δὲ Ματθαῖον πέμποντες βασιλέα τὸν υἱὸν τήν τε πρὸς βασιλέα τὸν πατέρα εὔνοιαν ὑπεμίμνησκον αὐτὸν καὶ τὴν ἴσην καὶ ὁμοίαν ἔχειν καὶ πρὸς ἐκεῖνον διετείνοντο, καὶ ἐπηγγέλλοντο αὐτῷ προσθήσεσθαι καὶ μεγάλην ἀρχὴν ὑποποιήσειν. τότε δὲ Βοΐχνας ὁ Καῖσαρ πέμψας, ὅτι τε πάντα παρεσκεύαστο, ὅσων ἐδέοντο, ἀπήγγελλε, καὶ ὡς πείσειε καὶ τὸν Φερῶν ἄρχοντα αὐτοῖς συνθέσθαι, καὶ τὴν πόλιν παραδιδόναι εἶναι παρεσκευασμένον αὐτῇ Κραλαίνῃ καὶ χρήμασι μυρίοις· ἐδέοντό τε τάχιστα ἀφικέσθαι παρ' αὐτοὺς, πρότερον δόντα προθεσμίαν τῆς ἀφίξεως. βασιλεὺς δὲ σφόδρα πρὸς τὴν ἀγγελίαν ὑπερησθεὶς καὶ μεγάλα ἐπαγγειλάμενος αὐτοῖς τῆς περὶ αὐτὸν εὐνοίας καὶ σπουδῆς, παρείχετο καὶ προθεσμίαν, ὡς ἐν τριάκοντα ἡμέραις ἀφιξόμενος. τοσαύτας γὰρ ᾤετο ἀρκέσειν πρός τε τὸ τὴν οὖσαν ἀθροῖσαι Ρωμαίων στρατιὰν καὶ ἐκ τῆς ἕω συμμαχίδα μεταπέμψασθαι παρὰ Ὀρχάνη τοῦ γαμβροῦ. Τριβαλοῖς μὲν οὖν τοῖς μεταπεμπομένοις τοιοῦτον σύνθημα ἐδίδου· πρεσβείαν δὲ πρὸς Ὀρχάνην αὐτίκα πέμψας τὸν γαμβρὸν, ᾐτεῖτο στρατιὰν καὶ τοὺς Ρωμαίους γράμμασι μετεκαλεῖτο. συμβὰν δὲ οὕτω περὶ Ἄβυδον ἐφ' ἑτέραις δή τισιν αἰτίαις οἱ πρέσβεις συντυχόντες τῷ Ὀρχάνῃ διατρίβοντι, ἀπήγγελλον τὴν πρεσβείαν. Ὀρχάνης δὲ αὐτίκα, καὶ γὰρ ἔτυχεν ἀφ' ἑτέρων σατραπειῶν ἠθροισμένη στρατιὰ βαρβάρων περὶ πεντακισχιλίους καὶ δεομένη περαιωθῆναι πρὸς τὴν Θρᾴκην, ὡς εἰς Μυσίαν ἐπὶ λεηλασίᾳ ἐμβαλοῦσα, καὶ τῷν οἰκείων τινὰς συμμίξας καὶ στρατηγὸν ἕνα ἐπιστήσας αὐτοῖς ἐκ τῶν αὐτοῦ, τοῖς βασιλέως πρέσβεσιν ἐκέλευε παραλαβόντας περαιοῦσθαι, τὴν μὲν αἰτίαν ἀγνοῶν τῆς βασιλέως ἐπὶ Τριβαλοὺς στρατείας, νομίζων δὲ, ἁπλῶς αὐτὸν ἐπὶ λεηλασίᾳ τῶν βαρβάρων. βασιλεὺς δὲ ἰδὼν οὕτω τάχιστα τὴν βαρβάρων ἀφιγμένην στρατιὰν, μαθὼν δὲ καὶ ὡς ἐκ πολλῶν εἴη σατραπειῶν συνειλεγμένη, θορύβου καὶ ἀθυμίας ἦν μεστὸς, τοῦτο μὲν τοὺς βαρβάρους ὑποπτεύων, ὡς οὐδὲν αὐτῷ τῶν κατὰ γνώμην πράξουσι δέους ἀπηλλαγμένοι, ὑφ' οὗ μετρίως ἂν ἐπείθοντο εὐτάκτως ἕπεσθαι καὶ μετὰ κόσμου, τοῦτο δ' ὅτι καὶ ἡ Ρωμαίων στρατιὰ ἀδυνάτως εἶχεν ἀθροισθῆναι· ἐν τριάκοντα γὰρ ἡμέραις εἴρητο αὐτοῖς εἶναι πρὸς αὐτόν. πειρωμένου δὲ παρακατέχειν τοὺς βαρβάρους καὶ τὸν χρόνον ἀναλοῦν, ἠπείλησαν ἐκεῖνοι τὴν αὐτοῦ καταδραμεῖσθαι, εἰ μὴ σὺν αὐτοῖς ἐπὶ τοὺς πολεμίους τάχιστα ἀπαίροι. ἀπορίᾳ δὲ πανταχόθεν συσχεθεὶς, τό,τε γὰρ μὴ τὴν οἰκείαν ἑπομένην ἔχειν δύναμιν ἐνόμιζεν οὐκ ἀφαλὲς καὶ τὴν βαρβάρων ἐδεδοίκει, ἣν ἠπείλουν, ἔφοδον ὡς μέγιστα κακώσουσαν, πάντων ἐν θέρους ὥρᾳ τετραμμένων ἐπὶ ἔργα καὶ διεσκεδασμένων ἐπὶ τοὺς ἀγροὺς. εἵλετο αὐτὸς μᾶλλον ἅμα οἰκέταις τοῖς συνοῦσιν ἐκστρατεύειν. καὶ τοῖς ἡγεμόσι τῶν βαρβάρων ἐκκαλύψας τὸ ἀπόῤῥητον τῆς εἰσβολῆς, ἠξίου μὴ τὰς προσχωρούσας πόλεις κακουργεῖν, μηδὲ τὴν χώραν, ἀλλ' ἄθικτον διατηρήσαντας ἐκείνην, ἐπὶ τὴν ὄντως πολεμίαν τρέπεσθαι, ἀγωγοὺς αὐτοῦ παρεχομένου. τῆς τοιαύτης δὲ εὐγνωμοσύνης ἕνεκα χρήματα πολλὰ τοῖς βαρβάροις ἐπηγγέλλετο παρέξειν. οἱ δ' ἅπαντα πράξειν αὐτῷ τὰ κατὰ γνώμην ἰσχυρίζοντο καὶ πάντα ὑπείξειν ἀκριβῶς. αὐτίκα τε συνεξώρμητο αὐτοῖς, ὀλίγους τινὰς Ρωμαίους ἔχων περὶ ἑαυτόν. ἔπεμπέ τε καὶ πρὸς Καίσαρα τὸν Βοΐχναν τοὺς δηλώσοντας, ὅτι καὶ παρὰ τὸ σύνθημα ἐκστρατεύσειεν ἀναγκασθεὶς ὑπὸ τῆς στρατιᾶς οὐκ ἀνασχομένης περιμένειν τὸν καιρόν. ὁ δὲ τῆς πόλεως, ἧς ἦρχεν, ἀποδημῶν, Δράμα δὲ ἦν, ἐπεὶ πύθοιτο τὰ παρὰ βασιλέως, ἅμα καὶ στρατιᾷ τινι περιτυχὼν Τριβαλικῇ, ἣ παρὰ Κράλη πρὸς τὴν μητέρα ἀφικνεῖτο ἐν Φεραῖς, ἀνέστρεφεν ἐπὶ Φερὰς μετὰ τῆς στρατιᾶς. γνώμην δὲ εἶχεν, ὡς καὶ τοῖς ἄλλοις ἐκεῖ συνωμόταις συνδιασκεψόμενος, ὅ,τι δέοι δρᾷν πρὸς τὰ παρόντα. οἱ βάρβαροι δὲ ἐπεὶ ἐγγὺς Φερῶν ἦσαν μετὰ βασιλέως, οἱ πλείους μὲν ἀμελήσαντες τῶν συνθηκῶν, ἐτράποντο ἐπὶ λεηλασίαν καὶ πᾶσαν τὴν χώραν ἐπόρθουν ἀδεῶς, βασιλέως ἀχθομένου καὶ πάντα πράττοντος, ἐξ ὧν ᾤετο κωλύσειν τοὺς βαρβάρους κακοῦν τοὺς φίλους· ὅσοι δὲ μετὰ βασιλέως ἦσαν καὶ τοῦ στρατηγοῦ, τὴν Τριβαλῶν ἰδόντες προσιοῦσαν στρατιὰν, ᾗ καὶ Βοΐχνας συνῆν ὁ Καῖσαρ, ὥρμηντο συμβαλεῖν. βασιλεὺς δὲ ἐπεὶ πολλὰ καμὼν οὐκ ἠδυνήθη πεῖσαι ἀποσχέσθαι μάχης, ἐχώρει καὶ αὐτὸς ἐπὶ τὸν πόλεμον. ᾔεσαν δὲ καὶ οἱ Τριβαλοὶ ὁμοίως ἐπὶ τοὺς βαρβάρους. ἔτι δὲ ἀκροβολιζομένων τῶν βαρβάρων, ὥσπερ ἔθος πρὶν ἥκειν εἰς τὰς χεῖρας, ἔπιπτεν ὁ στρατηγὸς βέλει τρωθεὶς ὑπὸ τῶν Τριβαλῶν, καὶ σύγχυσις δεινὴ καὶ ἀταξία τὸ στρατόπεδον κατεῖχε τῶν βαρβάρων, οἷα δὴ ἐκ πρώτης ἡττημένων εἰσβολῆς. βασιλεὺς δὲ τότε μάλιστα ἐφαίνετο συνεῖναί τε τὰ δέοντα ὢν ὀξὺς ἐν ἐπείγουσι καιροῖς καὶ αὐτός τε καταπράξασθαι καὶ τοῖς ἄλλοις παραινέσαι. αὐτίκα γὰρ ἕτερον ἐχειροτόνει στρατηγὸν καὶ παρῄνει μάλιστα θαῤῥεῖν, ὡς καλῶς αὐτοῦ τοῖς πράγμασι χρησομένου. εἰσωθήσας δὲ αὐτὸν εἰς τοὺς προτάκτους, ἔργα τόλμης καὶ ἀνδρίας ἐπεδείκνυτο θαυμαστά. τρεῖς γὰρ ἐφεξῆς αὐτοχειρίᾳ πολεμίους ἀνελὼν, ἠνάγκασε τῆς μάχης ἀποσχέσθαι Τριβαλούς. αὐτίκα γὰρ ἀνεχώρουν ἐπὶ Φερὰς οὔσας οὐ μακράν. ἔπεσον δὲ κατὰ τὴν συμβολὴν ἐκείνην Περσῶν μὲν ὀλίγοι, διπλασίους δὲ ἐκ Τριβαλῶν. τὸ μέντοι βαρβαρικὸν, ὡς παρ' ἐλπίδας αὐτοῖς ἀπήντα τὰ κατὰ τὴν μάχην, οὐ γὰρ ᾤοντο ἀντισχήσειν οὐδὲ πρὸς βραχὺ τοὺς πολεμίους, δεινῶς ἐθορυβοῦντο καὶ ἠτάκτουν καὶ ἤδη ἕτοιμοι ἦσαν πρὸς φυγήν. παραθαῤῥύνας δὲ αὐτοὺς ὁ βασιλεὺς καὶ συντάξας, ὥσπερ ἔθος, ἀνέστρεφεν αὐτὸς τὴν οὐραγίαν ἔχων μετὰ τῶν Ρωμαίων καὶ τῶν ἀρίστων τῶν Περσῶν. Τριβαλοὶ δὲ οὐχ ὑπέμειναν ἀναιμωτὶ τοὺς βαρβάρους ἐᾷν ἀναχωρεῖν. ὑπώπτευον γὰρ καὶ αὐτοὶ τεθορυβῆσθαι ἐκ τῆς ταχίστης ἀναζεύξεως. καὶ αὖθις ἐπελθόντες, ἐπεχείρουν τρέπεσθαι καὶ διαλύειν τὸν συνασπισμόν. βασιλεὺς δὲ αὖθις ἀντικαταστὰς μετὰ Ρωμαίων καὶ τῶν ἀρίστων τῶν Περσῶν, ἀπέτρεπε τοὺς πολεμίους. δύο γὰρ ἐφεξῆς ἀπέκτεινε συμβαλών. ἔπεσον δὲ καὶ ἄλλοι ὑπὸ τῶν λοιπῶν ἀνῃρημένοι. ἐξ ἐκείνου δὲ ἡ Τριβαλῶν ἀνεχώρει στρατιὰ ἐπὶ Φερὰς, τὴν βασιλέως ἀνδραγαθίαν ἐκπλαγεῖσα, καὶ οὐκέτι τοῦ λοιποῦ ἠνώχλησαν οὐδέν.

μεʹ. Βασιλεὺς δὲ ἄγων τὴν στρατιὰν, ἐστρατοπέδευσεν ἐπὶ Πάνακα τὸν ποταμὸν, ὡς αὐτόθι διανυκτερεύσων, ἅμα δὲ ἕῳ, καὶ τῆς ἐπὶ τὴν λείαν διεσκεδασμένης στρατιᾶς ἐπανελθούσης, ἀσφαλῶς τὸ ἐπίλοιπον ἀνύσων τῆς ὁδοῦ. κλινούσης δὲ ἡμέρας ἤδη, ἡ διασκεδασμένη στρατιὰ ἐπαναζεύξασα ἐκ τῆς λεηλασίας, οὖσα οὐκ ὀλίγη καὶ βοσκημάτων πλῆθος ἐπαγομένη αἰχμαλώτων καὶ ἀνδραπόδων, ἐπὶ τὸ στρατόπεδον ἐβάδιζε τῶν ὁμοφύλων, ἀγνοοῦσα τὴν μετὰ τῶν Τριβαλῶν γεγενημένην συμπλοκήν. οἱ δὲ ἐν τῷ στρατοπέδῳ ὑποπτεύσαντες μὴ εἶναι τοὺς σφετέρους, ἀλλὰ τοὺς Τριβαλοὺς συστάντας ἐπιέναι σφίσιν, ἐπεὶ οὐκ ἀξιόμαχοι ἐδόκουν εἶναι πρὸς αὐτοὺς, οὐ διὰ τὸ πλῆθος μόνον, ἀλλὰ καὶ τὴν κατὰ τὰς προγεγενημένας μάχας τόλμαν, ἀναστάντες ἔφευγον κατακράτος ποῤῥωτάτω τῆς στρατιᾶς ἔτι ἐπιφαινομένης, δείσαντες, μὴ ἐγκαταλειφθέντες διαφθαρῶσι, καὶ τὴν ἐν Φιλίππου δίοδον ἐσπούδαζον ἕκαστος διαβαίνειν φθάνοντες τοὺς ἄλλους. ὑπώπτευον γὰρ, εἰ ἐπιγένοιτο ἡ νὺξ καὶ τῆς τροπῆς αἴσθοιντο οἱ Φιλιππήσιοι, οὐδὲν εἶναι κώλυμα παντάπασι διαφθαρήσεσθαι, τῶν μὲν Φιλιππησίων κατασχόντων τὰ στενὰ καὶ οὐκ ἐώντων διαβαίνειν ἐπὶ Θρᾴκην, τῆς στρατιᾶς δὲ ἐπικειμένης καὶ διαφθειρούσης. ἐπί τινος γὰρ ὑπωρείας τῆς Φιλιππησίων πόλεως κειμένης, τὸ μὲν ὑπὲρ τὴν πόλιν ἀβατόν ἐστι διὰ σκληρότητα, φάραγξι βαθείαις καὶ κρημνοῖς καὶ πέτραις περιειλημμένον, τὸ δ' ὑπὸ τὴν πόλιν λεῖον ὂν, τέναγός ἐστι καὶ τέλμα βαθὺ ἑλῶδες καὶ ὕδασι πολλοῖς κατάῤῥυτον. στενὴ δέ τις δίοδός ἐστι μεταξὺ τῆς πόλεως καὶ τοῦ τενάγους, ἣν προὔργου παντὸς ἐποιοῦντο διελθεῖν, πρὶν αἰσθέσθαι τούτους τοὺς Φιλιππησίους ἡττημένους. συναπήχθησαν δὲ τοῖς βαρβάροις καὶ οἱ Ρωμαῖοι πρὸς τὴν φυγήν. βασιλεὺς δὲ ἀχθόμενος πρὸς τὴν τροπὴν, οὕτω παρὰ λόγον γεγενημένην, παρακατέχειν μέν τινας ἐπειρᾶτο καὶ μάχεσθαι τοῖς ἐπιοῦσιν, ἦσαν γάρ τινες ἐκ Τριβαλῶν ὀλίγοι ἐκ τῶν πέριξ κωμῶν συνειλεγμένοι, οἳ ἐπέκειντο αὐτίκα τοῖς βαρβάροις φεύγουσιν· ἡ γὰρ ἐν Φεραῖς στρατιὰ καὶ Βοΐχνας παντάπασιν ἠγνόουν τὸ συμβάν· πράττειν δὲ οὐδὲν ἠδυνήθη τῶν δεόντων, πάντων πρὸς ἓν ὁρώντων, ὅπως τῇ φυγῇ σωθῶσιν. ἀναγκαίως δὲ αὐτὸς καὶ μόνος συνεπλέκετο τοῖς ἐπιοῦσι καὶ ἀνεῖργε τοῦ μὴ τοὺς φεύγοντας διαφθείρειν ἐπιπλέον. ὅμως διεφθάρησαν καὶ Ρωμαίων καὶ βαρβάρων οὐκ ὀλίγοι, μάλιστα δὲ κατὰ τὴν δίοδον τὴν ἐν Φιλίππου. ἤδη γὰρ καὶ Φιλιππήσιοι τῶν βαρβάρων τῆς τροπῆς αἰσθόμενοι, ἐπέκειντο καὶ διέφθειρον ἁπανταχοῦ. βασιλεὺς δὲ ἀμυνόμενος καὶ περισώζων ἑαυτὸν, ᾔει καὶ αὐτὸς τὴν εἰς Φιλίππου. ἀπειρηκότος δὲ αὐτῷ τοῦ ἵππου ταῖς συχναῖς ἐφόδοις καὶ ἐπεκδρομαῖς, καὶ ἐν ἀμηχανίᾳ ἤδη ὄντι, Κυπαρισσιώτης, εἷς τῶν οἰκετῶν περὶ στρατείας μὲν καὶ μάχας οὐ μάλιστα ἠσχολημένος, λόγοις δὲ ἐσχολακὼς, διέσωζε τό γε ἧκον εἰς αὐτόν. ἀποβὰς γὰρ αὐτὸς τοῦ ἵππου, παρείχετο τῷ βασιλεῖ, εἰς προὖπτον κίνδυνον ἑαυτὸν ἑκοντὶ καταπροέμενος. αὐτίκα γὰρ ὑπὸ τῶν ἐπιόντων Τριβαλῶν συνελαμβάνετο· καὶ δεσμωτήριον οἰκήσας ἐπὶ χρόνον, αὖθις ἐλέλυτο ὑπὸ τῶν κατασχόντων διὰ τὴν περὶ τὴν πίστιν κοινωνίαν. βασιλεὺς δὲ γενόμενος ἄχρι τῆς Φιλίππου μόνος, ἐπεὶ τήν τε δίοδον ἑώρα ἐχομένην καὶ οὔτε βιάζεσθαι ἐνῆν τοσούτους ὄντας, οὔτ' ἐφ' ἕτερόν τι βέλτιον τραπέσθαι, ἐπὶ τὸ ἕλος ἐχώρει καλάμοις ὂν συνηρεφὲς, λήσειν οἰόμενος, ἄχρις ἂν ἐπιγένηται ἡ νύξ. τοῦ τέλματος δὲ τὸν ἵππον οὐ δυναμένου στέγειν, ἀλλ' ὑποχωροῦντος ταῖς ὁπλαῖς καὶ κατέχοντος ἐμπηγνυμένας, ἀπέβαινεν ὁ βασιλεὺς καὶ συνεκρύπτετο ὑπὸ τὸ ἕλος. Φιλιππήσιοι δὲ ἐπιδραμόντες, οὐ γὰρ ἠγνόουν, ὅστις εἴη, Γαυρᾶ τινος τῶν βασιλέως οἰκετῶν κειμένου τραυματίου παρ' αὐτοῖς καὶ ὅσον οὐδέπω ἀπολείποντος πόῤῥωθεν γνωρίσαντος καὶ εἰπόντος πρὸς αὐτοὺς ἀπεριέργως, ὡς εἴη βασιλεὺς ὁ προσιὼν, καὶ διερευνησάμενοι τὴν ὕλην ἀκριβῶς ὑπὸ κυσὶ, συνελάμβανόν τε καὶ ἦγον εἰς τὴν πόλιν. ὁ μὲν οὖν βασιλεὺς Ματθαῖος εἰς τοῦτο ἦλθε κακοπραγίας καὶ τοιαύταις συμφοραῖς ἐχρήσατο, τοῖς πώποτε περὶ πολέμους ἀτυχήσασι τὰ μέγιστα ἁμιλληθείς. Βοΐχνας δὲ ὁ Καῖσαρ, ἐπεὶ ἐπύθετο φρουρούμενον βασιλέα ἐν Φιλίππου, εἰς τὴν ὑστεραίαν ἐκεῖθεν ἀναλαβὼν, ἤγαγεν εἰς τὴν οἰκίαν ἐπὶ Δράμαν καὶ πολλῆς ἠξίωσε προνοίας καὶ τιμῆς. φρουροὺς δὲ ἐπέστησεν ἀγρύπνους καὶ πᾶσαν ἐπεδείκνυτο σπουδὴν περὶ τὴν φυλακήν· ἐπηγγέλλετό τε, εἰ γένοιτο ἐπ' αὐτὸν, ἐκπέμψειν εἰς τὴν οἰκίαν. ὑπώπτευε γὰρ Κράλαιναν ἐναντιώσεσθαι, αὐτῇ προσήκειν ἀξιοῦσαν ὥσπερ τι τοῦ πολέμου λάφυρον ἔχειν βασιλέα. διὸ δὴ ἐδόκει ἥκειν ἐπ' ἐκείνην τάχιστα ἐξαιτησόμενον, ἅμα μὲν καὶ χρήματα ἐλπίζων παρ' ἐκείνου λήψεσθαι, ἅμα δὲ καὶ φίλον ἔχειν βέβαιον, ὥστ', εἰ δέοι αὖθις τοῖς προτέροις ἐπιχειρεῖν, μεγάλην ἔχειν παρ' ἐκείνῳ δύναμιν. ὁ μὲν οὖν τοιαύτην ἔχων γνώμην, ἠπείγετο ἐπὶ Φεράς. νόσῳ δέ τινι ὁδεύων μεταξὺ κατασχεθεὶς, ἐν πέντε καὶ εἴκοσιν ἡμέραις ἐκωλύθη εἰς Φερὰς ἐλθεῖν, ἀδυνάτως ἔχων χρῆσθαι ἑαυτῷ. Παλαιολόγος δὲ ὁ βασιλεὺς ἐν ταύταις ταῖς ἡμέραις τοῦ Ὀρχάνη ἕνεκα παιδὸς περὶ Τένεδον τριήρεσι διατρίβων, ἐπεὶ πύθοιτο τὰ κατὰ Ματθαῖον τὸν βασιλέα, ἄρας, ὡς εἶχε τάχους, ἧκεν εἰς Περιθεώριον κἀκεῖθεν εἰς Κουμουτζηνὰ προσχωρήσαντα ἑτοίμως. ἔπειτα καὶ τὴν Γρατιανοῦ πόλιν εἷλεν ἐλθὼν, οὐδενὸς ἀνθισταμένου· πάντες γὰρ ἐδέχοντο προθύμως ἐκ συνθήματος, οὐδεμιᾶς ἐλπίδος ἔτι ὑπολειπομένης ἐκ Ματθαίου βασιλέως. ἐν ᾗ καὶ βασιλίδος τῆς Εἰρήνης ἅμα δυσὶν υἱέσι καὶ τοσαύταις θυγατράσι κύριος γενόμενος Θεοδώρα γὰρ ἡ πρεσβυτέρα τῶν Ματθαίου τοῦ βασιλέως θυγατέρων παρὰ τῇ μάμμῃ Εὐγενίᾳ τῇ βασιλίδι ἐτρέφετο ἐν Βυζαντίῳ, καὶ χρησάμενος φιλανθρώπως, οὐδὲν γὰρ ἠδίκησεν, οὐδὲ ἀφείλετο οὐδὲν τῶν ὄντων, οὔτ' ἐκείνην, οὔτε τοὺς περὶ αὐτὴν, εἰς Τένεδον ἐξέπεμψε τὴν νῆσον. αὐτὸς δὲ τῇ πόλει ἐπιστήσας ἄρχοντα καὶ τἄλλα εὖ διοικησάμενος, εἰς Περιθεώριον ἐπανελθὼν, πρεσβείαν πρὸς Βοΐχναν ἐποιεῖτο αὖθις ἐπανήκοντα ἤδη ἐκ Φερῶν καὶ ἀδείας τυχόντα, ὥστε χρῆσθαι, ὅ,τι βούλοιτο, τῷ βασιλεῖ Ματθαίῳ, χρήματά τε ἐπηγγέλλετο πολλὰ παρέξειν, εἰ τὸν γυναικὸς ἀδελφὸν δεδεμένον παραδοίη. Βοΐχνας δὲ πρότερον μὲν αὐτός τε ὥρμητο, ὥσπερ ὅρκοις διεβεβαιοῦτο, τὸν βασιλέα Ματθαῖον ἐκπέμπειν εἰς τὴν οἰκίαν, καὶ βασιλέως τοῦ Παλαιολόγου πρεσβευσαμένου πρὸς αὐτὸν ἐπὶ τῷ προδιδόναι, οὐδ' ἄκροις ὠσὶν ἠνέσχετο τῶν λόγων· τότε δὲ ἤδη πεπυσμένος, ὡς πόλεις τε αἱ ὑπ' ἐκεῖνον καὶ παῖδες καὶ γυνὴ ἑάλωσαν, ἐλπίς τε οὐδεμία ἔτι ὑπελείπετο, ὥστε παρ' ἐκείνου χρήματα λαβεῖν, ἢ πρὸς τὴν τῶν μελετωμένων ἐπιχείρησιν χρήσιμος ἔσεσθαι αὐτοῖς, ἄπολις ὢν ἤδη καὶ ἀνέστιος, μεταβαλὼν ἐτράπετο ἐπὶ συμβάσεις πρὸς Παλαιολόγον βασιλέα, ὥστε παραδοῦναι ἐπὶ χρήμασιν. ἐπεὶ δὲ τέλος εἶχον αἱ συμβάσεις, καὶ τὰ χρήματα ἐδέχετο, ὑποπτεύσας μὴ τυχών τινος φιλανθρωπίας παρὰ βασιλέως Ἰωάννου ἀμύναιτό ποτε ὕστερον Ματθαῖος ὁ βασιλεὺς τῆς προδοσίας ἕνεκα αὐτὸν, ἐσκέψατο ἀποστερεῖν τῶν ὄψεων, ἅμα οἰόμενος ἔσεσθαι καὶ βασιλεῖ τῷ Ἰωάννῃ κατὰ γνώμην, εἰ ὑφ' ἑτέρων, ἀλλὰ μὴ αὐτοῦ, ὁ πολέμιος ἐκτυφλωθείη. καὶ πέμψας πρὸς βασιλέα, ἠξίου πράττειν, ἃ ἐσκέψατο. ὁ δ' οὐκ ἠνέσχετο τῶν λόγων, ἀλλ' εἰ μὴ σῶον παντάπασιν ἀποδοίη, ἠξίου μὴ ἀπολαμβάνειν· καὶ πᾶσαν ἐπεδείξατο σπουδὴν, ὥστε πείθειν τὸν Τριβαλὸν μηδὲν ἐκεῖνον ἀδικεῖν, ἐπέμπετό τε πρὸς αὐτὸν μηδὲν τὸ σῶμα διαλωβηθείς. ἐπεὶ δὲ ἦν ἐν ταῖς βασιλικαῖς τριήρεσιν, ἅμιλλα πολλὴ Ρωμαίων πρὸς ἀλλήλους ἀνεφύετο, πάντων παραινούντων βασιλεῖ τὸν γυναικὸς ἀδελφὸν τῶν ὄψεων ἀποστερεῖν, ὡς οὕτω πολλῶν πραγμάτων ἀπαλλαξομένῳ καὶ μὴ αὖθις ἑαυτῷ μὲν ἀγώνων καὶ κινδύνων, τοῖς δ' ἄλλοις πᾶσι Ρωμαίοις πρόφασιν πολέμου ἐμφυλίου καταλείπειν. εἶχον δὲ οὐ πάντες τὴν ἴσην γνώμην ἐν τοῖς λεγομένοις, ἀλλ' οἱ μὲν ὑπὸ τῆς ἄκρας ἀπεχθείας εἰς ἐκεῖνον τοιαῦτα συνεβούλευον, ἡγούμενοι οὐκ ἀνεκτὸν, εἰ μὴ πρὸς ταῖς ἄλλαις κακοπραγίαις καὶ τὸ βλέπειν ἀφαιροῖτο, ὡς ἅμα τε ἐλπίδα εὐπραγίας μηδεμίαν ἔχοι καὶ πολλὴν τὴν ἐκ τῶν περισχόντων δυσχερῶν ἀνίαν ὑπομένοι· οἱ δ' οὐδὲν τοιοῦτον ἐνενόουν, ἀλλ' ἁπλῶς οὕτω τοῖς ἄλλοις συμφερόμενοι, ἠφείδουν καὶ τῶν ἀναγκαιοτάτων, καὶ τύφλωσιν κατεψηφίζοντο ἐκείνου, οἰόμενοι ἐκ τούτου εὖνοι νομισθήσεσθαι Παλαιολόγῳ βασιλεῖ καὶ τῆς εὐνοίας ταύτης οὐ φαύλας τινὰς, οὐδ' εὐκαταφρονήτους σχήσειν τὰς ἐπικαρπίας. ἔνιοι δὲ αὐτῶν καὶ σφόδρα ἀλγοῦντες καὶ δακνόμενοι ταῖς ἐκείνου συμφοραῖς καὶ πρὸς μόνην ἀκοὴν τῶν λεγομένων ἀνιώμενοι καὶ ἀγωνιῶντες οὐδὲν ἧττον ἢ εἰ καὶ κατ' αὐτῶν ἐμελετᾶτο τὰ δεινὰ, ὅμως δέει τοῦ μὴ δοκεῖν πολέμιοι βασιλεῖ τῷ Ἰωάννῃ εἶναι, τοῖς μάλιστα δοκοῦσιν εὔνοις ἐναντία συμβουλεύοντες, παρῄνουν καὶ αὐτοὶ τὰ ἴσα. ἐνταῦθα δὴ Παλαιολόγος ὁ βασιλεὺς οὐ φιλανθρωπίας μόνον καὶ ἐπιεικείας δείγματα ἐξήνεγκε σαφέστατα, ἀλλὰ καὶ μεγαλοψυχίας καὶ ἀνδρίας καὶ φρονήσεως. τὸ μὲν γὰρ ἐπὶ τοσοῦτον προηγμένου τοῦ πολέμου καὶ τοσαύτης μεταξὺ ἀλλήλων τῆς διαφορᾶς κεκινημένης, ὥστε ἀκηρύκτως ἔχειν καὶ ἡδέως ἂν ἑκάτερον οὐ τῆς ἀρχῆς μόνον, ἀλλὰ καὶ τῆς ζωῆς, εἰ οἷόντε, τὸν ἕτερον ἰδεῖν ἐκπίπτοντα, καὶ πᾶσαν σπουδὴν ἐπιδεικνύμενον ὑπὲρ τοῦ διαφθείρειν, ἔπειτα περιγεγενημένον καὶ δυνάμενον χρῆσθαι ὅ,τι ἂν ἐθέλοι, μὴ πρὸς τὰ ὑπηργμένα ἀπιδεῖν, μηδ' ὅπως κακώσει σκοπεῖν τὸν δόξαντα ἠδικηκέναι, ἀλλὰ τοῦτο μὲν βαρβάροις τισὶν ἡγήσασθαι προσήκειν, θηρίων οὐδὲ ἄμεινον διακειμένοις τὴν ὠμότητα καὶ ἀλογίαν, αὐτὸν δὲ χρησάμενον ἔμφροσι καὶ δικαίοις λογισμοῖς καὶ τὴν ἀνθρωπίνην φύσιν κατοικτείραντα, ὅτι τοσούτοις πάθεσιν ὑπόκειται καὶ μεταβολαῖς, ἀρκεῖν ἡγήσασθαι πρὸς ἀσφάλειαν τοῦ βίου τὸ τῶν πολεμίων περιγεγενῆσθαι καὶ περαιτέρω μηδὲν ζητεῖν, ἔργῳ δείξαντα, ὡς τοῖς μὲν βαρβάροις ἄχρι τοῦ δυνατοῦ προσῆκον πολεμεῖν, τοῖς δ' ὁμοφύλοις ἄχρι τοῦ κρείττονος, ποίαν ἀπολείπει μεγαλοψυχίας φανερὰν ἀπόδειξιν; τὸ δ' αὖ πάλιν τὴν μόνην πρόφασιν οὖσαν μεγίστης ἑαυτῷ φιλοτιμίας μὴ προανελεῖν, ἀλλὰ διατηρήσαντα χρῆσθαι ἐπικαίρως καὶ δόξης ἐν τοῖς ὕστερον ἐσομένοις ἀείμνηστα μνημεῖα καταλείπειν ἑαυτῷ, φρονήσεως καὶ εὐβουλίας δικαίως ἀντιθείη τις. ἀλλὰ μὴν τὸ τὰ ἴσα πάντων παραινούντων καὶ μηδὲν παραλειπόντων τό γε ἧκον πρὸς αὐτοὺς τὸ σπουδαζόμενον εἰς ἔργον ἀγαγεῖν αὐτὸν, μήτε πρὸς τὴν ἀξίωσιν, ὡς λυσιτελὴς καὶ δικαία τὸ δοκεῖν ἰδεῖν, μήτε πρὸς τὸ πλῆθος καὶ τὴν συμφωνίαν, ἀλλὰ πάντα παριδόντα τοῖς δεδογμένοις καλῶς ἐγκαρτερεῖν, καὶ μηδὲν καταπλαγέντα πράττειν παρὰ τὰ ἐψηφισμένα, οὐδὲν ἕτερον, εἰ μὴ ψυχῆς ἀνδρία καὶ τῶν λογισμῶν στεῤῥότης παρεσκεύαζε. δι' ἃ δὴ πάντα πάντων τῶν ἄλλων ἀμελήσας, εἰς Τένεδον ἤγαγε τὸν γυναικὸς ἀδελφὸν, οὐδὲν ἠδικηκὼς, ὥσπερ παρῄνουν οἱ πολλοὶ, καὶ γυναικὶ καὶ τέκνοις ἐφῆκε συνδιάγειν χρόνον τινὰ βραχὺν, ἔπειτα ἐκέλευε τέκνα μὲν ἐκείνου καὶ γυναῖκα εἶναι ἐν Τενέδῳ, αὐτὸν δὲ εἰς Λέσβον ἀπαχθέντα, φρουρεῖσθαι ἐν δεσμοῖς· καὶ ἐπράττετο πάντα, ᾗ προσέταττεν ὁ βασιλεύς. αὐτὸς δὲ ἄρας ἐκ Τενέδου, ἦλθεν εἰς Βυζάντιον, καὶ γενόμενος ἐν τῇ Μαγκάνων μονῇ πρὸς βασιλέα τὸν κηδεστὴν, ὅσα τε συμβαίη, διηγεῖτο, καὶ ἐπηγγέλλετο ὡς ὕστερον ὀλίγῳ τὸν γυναικὸς ἀδελφὸν ἀνήσων τῶν δεσμῶν. κράτιστον μὲν γὰρ εἶναι μηδὲ κεκινῆσθαι, ἔφασκε, τὴν ἀρχὴν τὴν πρὸς ἀλλήλους διαφορὰν, μηδὲ ἐπὶ τοσοῦτον τὴν φύσιν ἠγνοηκέναι, ὥστε τοὺς ὑπὲρ ἀλλήλων ἀποθνήσκειν ὄντας δικαίους πολεμίους καθεστάναι καὶ πᾶσαν ἐξευρίσκειν μηχανὴν, ἐξ ὧν ἀλλήλους διαφθεροῦμεν· ἐπεὶ δ' οὕτω συνηνέχθη, καὶ τύχαις ἐκεῖνος χρησάμενος δυσκόλοις, ὑπὸ Τριβαλῶν ἁλοὺς, ἤχθη δεσμώτης. εἰς ἐμὲ, ἐγὼ μὲν εὐθὺς καὶ πρὸς μόνην ἐδυσχέρανα τὴν ὄψιν, καὶ τὴν προτέραν ἅπασαν δυσμένειαν ἐκβαλὼν, ἡττήθην πρὸς τὴν φύσιν. καὶ τό,τε νῦν ἔχον ἐσκεψάμην φιλανθρώπως χρῆσθαι καὶ μικρὸν ὕστερον ἀπολύειν τῶν δεσμῶν. ἀφῆκα δ' ἂν καὶ νῦν, εἰ μὴ τὴν ἐπὶ τὸ χρῆσθαι τοῖς πράγμασιν ἀπερισκέπτως παρὰ τῶν πολλῶν ὑπώπτευον γραφήν. μικρὸν δὲ ὕστερον, ὡς ἂν μετ' εὐβουλίας καὶ φροντίδος δοκῶμεν πάντα πράττειν, ἀνήσω τῶν δεσμῶν. τοιαῦτα μὲν Παλαιολόγος ὁ βασιλεὺς πρὸς βασιλέα τὸν κηδεστὴν ἐπηγγείλατο ἐπὶ τὸ ἀπολύειν τὸν υἱόν.

μϛʹ. Καντακουζηνὸς δὲ ὁ βασιλεὺς ἥδιστα διατεθεὶς πρὸς τὰς ἐπαγγελίας, «πρῶτα μὲν,» εἶπε πρὸς βασιλέα τὸν γαμβρὸν, «πολλὰς αὐτός σοι χάριτας ὁμολογῶ, ὅτι, καίτοι πολλῶν ἐπικειμένων καὶ παραινούντων ἐκτυφλώττειν τὸν υἱὸν καὶ πολλήν τινα ἐχούσαις τὴν πειθὼ χρωμένων ἀποδείξεσιν, αἷς καὶ πάντα ὁντινοῦν ἂν ἔπεισαν ταῖς παραινέσεσιν αὐτῶν προσέχειν, αὐτὸς ἐπιεικείᾳ πολλῇ χρησάμενος καὶ εὐβουλίᾳ καὶ συνέσει, σῶον διετηρήσας, ὥσπερ ἂν ὑπὲρ φίλου πρὸς πλείστους τοὺς ἀντικαθισταμένους ἀγωνισάμενος ὑπὲρ ἐκείνου. ἔπειτα δὲ καὶ τῆς ἐπιεικείας ταύτης καὶ τῆς ἡμερότητος θεός τε ἄνωθεν ἀμείψεται ἀξίαις δωρεαῖς, καὶ παρ' ἐμοὶ τὴν χάριν ἕξεις ἀνάγραπτον ἐς ἀεί. ἐγὼ δὲ πρότερον μὲν, ἡνίκα ὑμῖν ὁ πρὸς ἀλλήλους πόλεμος ἀνήπτετο, πολλαῖς ἐβαλλόμην ὁσημέραι ταῖς φροντίσι καὶ δεινοῖς τισιν ἀνηκέστοις ὑπώπτευον περιπεσεῖσθαι ἀναγκαίως. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἁπάντων, ὁποτέροις ἂν πρόσθωνται τῶν πρὸς ἀλλήλους πολεμούντων, ἢ συνήδεσθαι συμβαίνει, ἂν νικῶσιν, ἢ τοὐναντίον συμμετέχειν τῆς κακοπραγίας, ἂν ἡττῶνται· πατρὶ δὲ, πολεμούντων πρὸς ἀλλήλους τῶν υἱῶν, μία μόνη παραμυθία τὸ καταλύσαντας λείπεται τὸν πόλεμον, εἰρήνην ἄγειν καὶ ἀλλήλοις εὐνοεῖν. ἂν δ' ἀσυμβάτως ἔχοντας ὁρῴη καὶ ξίφεσι μᾶλλον, ἢ λόγοις πειρωμένους διαλύειν τὰς διαφορὰς, οὐδὲν ἔστι, ὃ τὴν λύπην διαλύειν δύναιτ' ἂν ἐκείνῳ καὶ τὴν συμφοράν. ὁπότερος γὰρ ἂν νικῴη τῶν υἱῶν, οὐ τοσοῦτον εὐφρανεῖ περισωθεὶς, ὅσον ἀνιάσει τὸν ἀδελφὸν ἀπεκτονώς. ἂν δέ ποτε συμβαίη καὶ ἀμφοτέρους ὑπ' ἀλλήλων πεσεῖν κατὰ τὴν μάχην, ὃ καὶ πρότερόν ποτέ τισιν ἀκούομεν συμβεβηκέναι, οὐδ' ἀθυμίας ὑπερβολὴν ἐλλείπει, οὐδὲ συμφορᾶς οὐδεμιᾶς. ἃ πάντα μοι πρότερον ἐννοοῦντι καὶ αὐτῷ, σύγχυσις δεινὴ καὶ ἀθυμία τὴν ψυχὴν κατεῖχε, καὶ ὥσπερ κειμένους ἐθρήνουν τοὺς υἱοὺς, καὶ πρὶν ἐλθεῖν εἰς χεῖρας, ἢ τό γε μετριώτερον τὸν ἕτερον. οὕτω γὰρ ἠνάγκαζε πείθειν τό,τε ἀσυμβάτως ἔχοντας ὁρᾷν ὑμᾶς πρὸς τὴν εἰρήνην καὶ τὸ καθάπαξ ὀργῇ πρὸς ἀλλήλους φέρεσθαι καὶ βούλεσθαι σιδήρῳ τὴν περὶ τῆς ἀρχῆς φιλονεικίαν διαλύειν. νυνὶ δ' οὕτω κρίναντος τοῦ θείου, κἀκείνου μὲν ἐν τῇ πρὸς Τριβαλοὺς ἁλόντος μάχῃ καὶ παραδεδομένου σοι ὑπὸ τῶν κρατησάντων, σοῦ δὲ ἡμέρως χρησαμένου καὶ φιλανθρώπως καὶ οὐδὲν τῆς πρὶν δοκούσης δυσμενείας ἐπιδεδειγμένου ἄξιον, πρῶτα μὲν τῆς ἑκατέρων σωτηρίας τῷ κρείττονι πολλὰς τὰς χάριτας ὁμολογῶ, οὕτω τὰ ἡμέτερα διῳκηκότι φιλανθρώπως, καὶ τῆς πολλῆς ἀπήλλαγμαι φροντίδος καὶ ἀθυμίας τῆς ἐφ' ἑκατέροις ἐκ τῶν λογισμῶν ἐγγινομένης, ἔπειτα δὲ καὶ σοὶ οὐδὲν ἧττον, ὅτι δυνάμενος λυπεῖν ἐν τῷ ἐκεῖνον τιμωρεῖσθαι, οὐκ ἠθέλησας. οὐ μὴν ἀλλ' εἴ τι καὶ τῆς ἀνίας ὑπολέλειπτο, οὐ γὰρ οὖν ἀρνήσομαι, ὡς, ἐκείνου δεδεμένου, οὐ δοκῶ ἐλάττω ὑπομένειν διὰ τὴν συμπάθειαν τὴν πρὸς ἐκεῖνον, ἀνῄρηκας παντάπασι νυνὶ, ἐπαγγειλάμενος ἀνήσειν τῶν δεσμῶν μετὰ μικρόν. ὃ καλῶς ποιήσεις ἀληθὲς ἐπὶ τῶν ἔργων ἀποδείξας. οὐ γὰρ πρὸς εὐδοξίαν μόνον, ἀλλὰ καὶ πρὸς ἀσφάλειαν ἄριστα σαυτῷ βουλεύσῃ. ἂν μὲν γὰρ διὰ βίου κατέχειν ἐν δεσμοῖς τὸν γυναικὸς ἀδελφὸν διανοήσῃ, ἄδηλον μὲν, εἰ μὴ διαδρᾶναι δυνηθεὶς αὖθις πολεμήσει, ἀδηλότερον δὲ οὐχ ἥκιστα, εἰ μὴ καὶ νικήσει πεπολεμηκώς. πολλοὶ γὰρ πολλάκις ἐκ μεγάλης ἥττης καὶ κακοπραγίας ἀνασφήλαντες περιεγένοντο τῶν πολεμίων ἐκ τῶν προτέρων ἀτυχημάτων, ἐμπειρότερον χρησάμενοι τοῖς πράγμασιν. εἰ δ' ἄρα σοι καὶ τοῦτο περιέσται τὸ πολλῇ προνοίᾳ χρησαμένῳ περὶ τὴν ἐκείνου φυλακὴν, κατέχειν ἐν ἀφύκτοις διὰ βίου, πρῶτον μὲν πολλαῖς ἀεὶ συνέσῃ καὶ ποικίλαις ταῖς φροντίσι, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν λυμαινομέναις ἀεὶ τῷ βίῳ καὶ οὐδεμίαν συγχωρούσαις εὐθυμίας αἴσθησιν λαμβάνειν. οὐ γὰρ τοὺς ἐν τέλει Ρωμαίων ὑποπτεύειν ἀνάγκη μόνον ἐπιβούλους εἶναι, ἄν τι τύχῃς πρὸς αὐτοὺς προσκεκρουκὼς, ἀλλὰ καὶ τοὺς τὴν ἐκείνου φυλακὴν πεπιστευμένους καὶ τοὺς οἰκειοτάτους αὐτοὺς, εἰ οἷόντε εἰπεῖν. πρὸς γὰρ τῷ ῥᾳδίους εἶναι τοὺς ἀνθρώπους πρὸς μεταβολὰς καὶ χαίρειν ἀεὶ τοῖς νεωτερισμοῖς, ἂν καὶ προφάσεώς τινος εὐπορῶσι, δι' ἧς ἂν ἀμύνασθαι ῥᾷστα τοὺς λελυπηκότας δυνήσεσθαι οἰήσονται, μᾶλλον χρὴ προσδοκᾷν εὐμεταβόλους ἔσεσθαι καὶ ῥᾳδίους πρὸς ἐπιβουλὰς ἔχοντας ἐγγὺς τὸν ἢ τῶν παρόντων ἀπαλλάξοντα κακῶν ἢ πολλῶν ἐμπλήσοντα δώρων καὶ μεγάλων ἀξιώσοντα τῶν εὐεργεσιῶν. ἔπειτα δὲ εἴ σοι καὶ κατὰ τὴν ἡλικίαν τήνδε, οὐ γὰρ ἀδύνατον, ἀνθρώπῳ γε ὄντι, ἐφ' οὕτω νηπίοις συμβαίη τοῖς τέκνοις ἀποθνήσκειν, ἐλπὶς ἐκείνοις οὐδεμία εὐπραγίας ἀπολείπεται. τὸ μὲν γὰρ τὴν ἀρχὴν αὐτοὺς ἰθύνειν μετὰ τῆς μητρὸς ἐφ' οὕτω χαλεποῖς καιροῖς καὶ δυσκόλοις καὶ παντάπασι διεφθαρμένοις πράγμασιν ἀδύνατον. λείπεται δὲ ἢ τὸν φρουρούμενον ἐκεῖνον προσκαλεσαμένους πάντας ἐκ συνθήματος αἱρεῖσθαι βασιλέα, ἢ τῶν ἄλλων ἕνα, ὃς ἂν μάλιστα πλείους σχοίη τοὺς σπουδαστὰς καὶ δεινότερος δοκοίη καὶ μᾶλλον ἄρχειν ἐπιτήδειος. ἂν μὲν οὖν ἐκεῖνος αἱρεθείη, δοκῶ μοι μηδὲν ἧττον καὶ αὐτὸς φιλονεικήσειν ἡμερώτερος φανεῖσθαι τοῖς παισὶ τοῖς σοῖς, ἢ αὐτὸς ἐκείνῳ ὤφθης. τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν, ἢ ἐν δεσμωτηρίῳ κατακλείσαντα κατέχειν διὰ βίου, καὶ μηδέν τι δεινότερον ἕτερον προσθεῖναι. εἰ δ' ἐφ' ἕτερόν τινα, ὅπερ μάλιστα ἀπεύχομαι, μεταβαίη ἡ ἀρχὴ, ὀκνῶ μὲν εἰπεῖν καὶ μέχρι λόγου δακνόμενος τῇ προσδοκίᾳ τῶν δεινῶν· ἐλπὶς δὲ οὐδεμία ἀπολείπεται, μὴ οὐ πάντας ἄρδην ἀπολεῖσθαι. εἰ δ' ὅπερ αὐτὸς ἑκοντὶ προείλου, νῦν καὶ εἰς ἔργον ἐθελήσεις ἀγαγεῖν, ἄριστα ἔσῃ σαυτῷ τε κἀκείνῳ βεβουλευμένος. ἐκεῖνός τε γὰρ τῶν δεσμῶν ἀπολυθεὶς, ἀεί σοι χάριν εἴσεται βεβαίαν τῆς εὐεργεσίας καὶ ζῶντί τε πειράσεται εὐγνωμονεῖν καὶ ἔργοις αὐτοῖς ποιεῖν καταφανὲς, ὡς εἰς ἄξιον κατέθου τὰς εὐεργεσίας, καὶ μετὰ τελευτὴν, εἰ τοῦτο συμβαίη, πάντα ἔσται τοῖς παισὶ τοῖς σοῖς καὶ πᾶσιν, οἷς ἔχει, ἄν τινες ἀδικεῖν ἐθέλωσιν, ἐπικουρήσει καὶ συνδιατηρήσει τὴν ἀρχὴν αὐτοῖς, ὡς ἂν ὑπὲρ οἰκείων καὶ φίλου καὶ γνησίου παίδων ἀγωνιζόμενος. καὶ σὺ τὸν ἐπίλοιπον ἥδιστα βιώσεις βίον, οὐ τῶν φροντίδων μόνον ἀπηλλαγμένος καὶ τῶν ἄλλων δυσχερῶν, ἃ ὑπομενεῖς ἐκ τῶν ὑπονοιῶν, ἀλλὰ καὶ τῆς εἰς ἐκεῖνον εὐεργεσίας μεγάλας εὐθὺς καρπούμενος τὰς ἀμοιβὰς, εὐφημούμενος ὑπὸ πάντων καὶ τῆς μεγαλοψυχίας θαυμαζόμενος. πρὸς τούτοις δὲ καὶ τοὺς προσήκοντας ἐκείνῳ πάντας πολλάς σοι χάριτας εἰδέναι παρασκευάσεις, καὶ ὥσπερ τισὶ δεσμοῖς ἀῤῥήκτοις εὐνοίας δήσεις, ὑφ' ὧν ἀναγκασθήσονται διὰ βίου τῶν εἰς εὐδοξίαν καὶ ὠφέλειαν τὴν σὴν ἡκόντων μηδενὸς καταμελεῖν. ὡς οὖν ἐπὶ μεγάλοις ἀγαθοῖς ἐπιδειξόμενος τὴν μεγαλοψυχίαν, μὴ μέχρι λόγων μόνον στήσῃς τὴν ὁρμὴν, ἀλλὰ τὰ καλῶς βεβουλευμένα ταχέως φανῆναι καὶ εἰς ἔργον ἀγαγών.»

μζʹ. Τοιαῦτα μὲν βασιλεὺς ὁ Καντακουζηνὸς πρὸς τὸν Παλαιολόγον βασιλέα διειλέχθη ἐπὶ τῷ Ματθαῖον βασιλέα τὸν γυναικὸς ἀδελφὸν ἀπολύειν τῶν δεσμῶν παρακαλῶν. ὁ δὲ καὶ πρότερον ὡρμημένος οἴκοθεν, ἔτι μᾶλλον ἐπεῤῥώσθη καὶ ἐσκέπτετο εἰς ἔργον τὰ βεβουλευμένα ἀγαγεῖν. μεταξὺ δέ τι συμβὰν τοιοῦτον ὀλίγου δεῖν παρέπεισε τῶν προτέρων ἀποσχέσθαι βουλευμάτων. Ζειανὸς γάρ τις τῶν Καντακουζηνοῦ τοῦ βασιλέως οἰκετῶν, Εὐγενίᾳ τῇ βασιλίδι προσελθὼν, παρῄνει πρὸς τὴν ἐλευθερίαν τοῦ υἱοῦ μὴ κατοκνεῖν, μηδὲ τοῖς βασιλέως τοῦ γαμβροῦ προσέχειν λόγοις πρὸς ἀπάτην συνεσκευασμένοις καὶ φενακισμὸν, ἀλλ' αὐτήν τε διακινδυνεύειν καὶ τοὺς φίλους παρορμᾷν. αὐτὸν δὲ τὰ μέγιστα συγκατεργάσεσθαι, ἢν χρήματά τε μέτρια παράσχοιτο αὐτή τινα καὶ τοὺς φίλους πείσειε συναίρεσθαι. δυνήσεσθαι γὰρ αὐτὸν οὐ τῶν δεσμῶν ἐκεῖνον μόνον ἀπαλλάττειν, ἀλλὰ καὶ πρὸς τὴν ἀρχαίαν εὐετηρίαν ἐπανάγειν, εἰ τὰ βεβουλευμένα εἰς ἔργον δυνηθείη ἀγαγεῖν. Εὐγενία δὲ ἡ βασιλὶς πολλὴν ἐκείνου καταγνοῦσα ἄνοιαν, ὡς μείζω, ἢ κατὰ τὴν προσοῦσαν ἐπαγγελλομένου δύναμιν, ἀπέπεμπέ τε, οὐδὲ λόγου ἀξιώσασα, καὶ παρῄνει ἠρεμεῖν, ὡς οὐδὲν πλέον, ἢ πολλῶν ἑαυτῷ βασάνων αἰτίου ἐσομένου τοῦ τολμήματος. ὁ δὲ ὑπὸ πολλῆς παραπληξίας αὐτός τε ὥρμητο ἐπὶ πράξεις ἀνοήτους καὶ ἄλλους ἐπεχείρει πείθειν πολλῷ βελτίους ἑαυτοῦ, ὡς μεγάλα δυνησομένους παρὰ Ματθαίῳ βασιλεῖ, εἰ τοιαῦτα ὑπὲρ ἐκείνου πράττοντες ὀφθεῖεν. γνώμην δὲ αὐτὸς εἰσῆγεν, ὡς καιρὸν ἐπιτηρήσαντας, ἡνίκα ἂν ἔξω Βυζαντίου διατρίβοι βασιλεὺς, αὐτοὺς παρασκευασαμένους, τοῖς ἐν βασιλείοις ἐπιθέσθαι φρουροῖς πρὶν αἰσθέσθαι· ἐξελάσαντας δὲ αὐτούς τε καὶ τοὺς ἄλλους ἅπαντας ὁμοίως, αὐτοὺς τὸ φρούριον κατέχειν καὶ ἀμύνεσθαι τοὺς ἐπιόντας, τοὺς παῖδας βασιλέως μόνον ἔνδον καὶ γαμετὴν τὴν βασιλίδα κατασχόντας. ἂν δ' ἐπίῃ βασιλεὺς αὐτοῖς καὶ κελεύῃ προσχωρεῖν, ὅρκους ἀπαιτεῖν αὐτὸν, ἦ μὴν αὐτούς τε μὴ ἀμύνασθαι τῆς τόλμης ἕνεκα, ἀλλ' ἀπαθεῖς κακῶν διατηρεῖν, καὶ προσέτι χρήματα παρέχειν καὶ Ματθαῖον βασιλέα τὸν γυναικὸς ἀδελφὸν ἀφιέναι τοῦ δεσμωτηρίου καὶ τῆς πόλεως Ἀδριανοῦ καὶ τῶν περὶ αὐτὴν πολιχνίων ἐπιτρέπειν τὴν ἀρχήν. εἰ δὲ μὴ πρὸς πάντα βασιλεὺς ὑπείκοι, μηδὲ πείθοιτο, ἀπειλεῖν, ὡς ἀποκτενοῦσι παῖδας καὶ γυναῖκα. αὐτὸν δὲ τοῖς ὅπλοις μὴ δυνάμενον περιγενέσθαι, προήσεσθαι πάντα ὑπ' ἀνάγκης τῆς τῶν παίδων σωτηρίας ἕνεκα. τοιαῦτα μὲν τοῖς συνομόταις ὑπετίθει Ζειανός. μετὰ μικρὸν δὲ τῆς ἐπιβουλῆς μηνυθείσης βασιλεῖ, συνελαμβάνετό τε καὶ ἀνεκρίνετο, εἰ πολλοὺς ἔχοι τοὺς συνειδότας. ὁ δὲ ἄλλους τέ τινας συνωμολόγει καὶ Καντακουζηνὴν τὴν βασιλίδα, καὶ ἔφασκεν εἰς τοῦτο ὑπ' ἐκείνης ἐναχθῆναι μεγάλα ἐπαγγειλαμένης· μηδὲ γὰρ ἂν ἐφ' ἑαυτὸν τηλικούτοις ἐγχειρεῖν, ἀφανείᾳ πολλῇ συζῶντα καὶ πενίᾳ, μή τινος πρὸς τὰ τοιαῦτα ἀξιόχρεω συμπράττοντος. βασιλεῖ δὲ εὐθὺς ἐδόκει ἑκατέρωθεν δεινόν. τό,τε γὰρ ἐπὶ τοιούτοις διαβεβλῆσθαι βασιλίδα, εἰ συνειδείη μηδὲν αὐτοῖς πρὸς τὴν ἐπιβουλὴν, οὐκ ἀγαθόν· καὶ τὸ συνειδέναι καὶ συμπράττειν σφόδρα χαλεπὸν, εἰ ἐκείνῃ μὲν αὐτὸς τοσοῦτον εὐνοοίη, ὥστε βούλεσθαι καὶ τὸν υἱὸν ἀπολύειν τῶν δεσμῶν, οὐδενὸς ἂν ἑτέρου προσδοκήσαντος, αὐτὴ δ' ἐπὶ τοσοῦτον δυσμεναίνοι, ὥστ' ἐπιβουλὰς τοιαύτας συσκευάζειν κατ' αὐτοῦ· μᾶλλον δὲ ὑπώπτευεν εἶναι τοὺς λόγους συκοφαντίας, καὶ πᾶσι ποιεῖν ἐβούλετο καταφανὲς, ὡς εἴη διαβολαὶ τὰ εἰρημένα. διὸ αὐτός τε ἀνέκρινεν ἐπιμελῶς τὸν Ζειανὸν, ἐπαγγελλόμενος αὐτῷ τὴν ἐπὶ τῇ ἐπιβουλῇ ἀφήσειν δίκην, εἰ τὰ περὶ βασιλίδος εἰρημένα συνομολογοίη ὡς εἴη συκοφαντίαι, καὶ τῶν ἐν τέλει τοῖς ἐπιφανεστέροις τὴν ἐξέτασιν ἐπέτρεπεν. ὁ δ' ὁμοίως ἐπὶ πάντων ἰσχυρίζετο ἀληθῆ τὰ εἰρημένα εἶναι, καὶ πάντων ἐκείνην αἰτίαν εἶναι πρὸς ἅπαντα ἐξηγουμένην καὶ τρόπους ἐξευρίσκουσαν καὶ ἐπινοίας, ἐξ ὧν ἂν κατορθωθείη τὰ βεβουλευμένα. καὶ λόγους προσετίθει πιθανοὺς, ἐξ ὧν ὀλίγου δεῖν τοὺς πλείους ἔπειθε φαῦλα ἤδη περὶ βασιλίδος ὑποπτεύειν. οὕτω δὲ συμβὰν, καὶ Καλλίστου τοῦ πατριάρχου ἐν τοῖς βασιλείοις ἀφιγμένου, ἐπεὶ ὁ Ζειανὸς ἐξεταζόμενος ἐπύθετο παρεῖναι, ἀφορισμὸν ἀπὸ θεοῦ παρὰ τοῦ πατριάρχου προὐκαλεῖτο, ὡς οὕτως ὑπ' ἀνάγκης ἅπαν λέξων τἀληθές. δόξαν δὲ καὶ βασιλεῖ λυσιτελεῖν, οὐδὲ γὰρ ἂν ἀφειδήσειν ἑαυτοῦ τοσοῦτον Ζειανὸς, ὡς ἐπ' ἀπωλείᾳ ψυχῆς οὔτω καταψεύσεσθαι βασιλίδος ἐπ' ἐλπίδι κέρδους οὐδενὸς, ἐπέτρεπε πραχθῆναι. εἰρημένου δὲ καὶ τοῦ ἀφορισμοῦ, ἔτι βεβαιότερον τὰ πρότερον εἰρημένα ἰσχυρίζετο. ὃ μάλιστα τὴν βασιλέως γνώμην ἔσεισε καὶ δυσμεναίνειν αὐτῷ τὴν βασιλίδα Εὐγενίαν ἔπεισε πρότερον οὐδαμῶς φαύλας ἔχειν περὶ ἐκείνης ὑπονοίας ἀνεχόμενον. ἀχθεσθεὶς δὲ οὐ μετρίως καὶ λύπης ἔμπλεως γενόμενος ἐπὶ τοῖς συμβᾶσι, Ζειανὸν μὲν ἐκέλευεν ἐν δεσμωτηρίῳ φρουρεῖσθαι καθειρχθέντα, αὐτὸς δὲ ἀπέσχετο τοῦ περὶ τὴν ἐλευθερίαν τοῦ γυναικὸς ἀδελφοῦ τι πράττειν ἢ βουλεύεσθαι, ἄτοπον εἶναι λογισάμενος καὶ σχέτλιον κομιδῇ τὴν μὲν ἐκείνου μητέρα τὴν βασιλίδα τοσαύτην πρὸς αὐτὸν πικρίαν καὶ δυσμένειαν ἐνδείκνυσθαι, ὡς πάντα πράττειν, ἐξ ὧν ἂν αὐτὸς διαφθαρείη, ἢ ὡς μάλιστα πρὸς πολλῶν ἀφίκοιτο πεῖραν δυσχερῶν, αὐτὸν δὲ ὥσπερ ἀπεστερημένον τὸ λογίζεσθαι, καὶ τὸν υἱὸν ἐκείνης ἀφιέναι τοῦ δεσμωτηρίου, πολέμιον ἐσόμενον κἀκεῖνον σὺν αὐτῇ. χρόνου δὲ οὕτω βραχέος παραῤῥυέντος, Ζειανὸς ἐν τῷ δεσμωτηρίῳ ὥσπερ εἰς συναίσθησιν, οἷα εἴργαστο, ἐλθὼν καὶ δείσας, μὴ καὶ μετὰ τελευτὴν τοῖς ἐν ᾅδου καταδίκοις συνεῖναι καταψηφισθῇ, οἷα δὴ πρὸς τῷ σεσυκοφαντηκέναι βασιλίδα καὶ ἀφορισμὸν ἀπὸ θεοῦ δεξάμενος καὶ δαίμοσιν ἑλόμενος συνεῖναι τοῖς ἀπὸ θεοῦ κεχωρισμένοις, γράμματα ἔπεμπε τῷ πατριάρχῃ διά τινος τῶν πάνυ φίλων. τὰ δὲ ἐδήλου, ὡς συκοφαντοῖτο μὲν ὑπ' αὐτοῦ ἡ βασιλὶς ἐπὶ τοῖς εἰρημένοις καὶ μηδὲν αὐτῷ συνειδείη καὶ τοῖς συνομόταις τῶν βεβουλευμένων· τοῦ πιστευθῆναι δὲ τὰ πεπλασμένα ἕνεκα καὶ τὸν ἀφορισμὸν κακῶς καὶ ἀνοήτως δέξασθαι. νυνὶ δὲ εἰς οἷον βάραθρον ὑπ' ἀναισθησίας κατώλισθε συνιδόντα, τυχεῖν συγγνώμης δεῖσθαι τἀληθὲς ἅπαν ἐξαγγέλλοντα, καὶ τῶν ἐκ τοῦ ἀφορισμοῦ δεσμῶν λυθῆναι. ὁ μὲν οὖν Ζειανὸς τοιαῦτα ἔγραφεν· ἀγχίνους δὲ ὢν ὁ τὰ γράμματα κομίζων καὶ χρήσασθαι καιροῖς ὀξὺς καὶ συνιδὼν, ὡς, ἂν μὲν πρὸς πατριάρχην τὰ γράμματα ἀγάγοι, Ζειανῷ τὴν ὠφέλειαν παρεσχημένος ἔσται μόνῳ, βασιλεῦσι δὲ κατάδηλα ποιήσας, πρὸς οἷς ὠφελήσει Ζειανὸν, καὶ βασιλίδα τὴν Εὐγενίαν ἀπαλλάξει τῆς συκοφαντίας καὶ τοῦ δεσμωτηρίου τὸν υἱὸν, ἀφῖκτο πρὸς Εὐγενίαν τὴν βασιλίδα, φέρων καὶ τὰ γράμματα. ἡ δ' ἔπεμπεν αὐτίκα βασιλεῖ τῷ Καντακουζηνῷ, καὶ ὃς οὐδὲν μελλήσας, τῷ νέῳ βασιλεῖ τὰ γράμματα ἐδείκνυ. οὕτω δὲ σαφέστατα ἐληλεγμένης τῆς συκοφαντίας, ὁ νέος βασιλεὺς ἔνθους τε ἦν ὑφ' ἡδονῆς, ὅτι ἡ πρὸς τοὺς οἰκειοτάτους διελύετο δυσμένεια, ὅπερ μάλιστα ἐβούλετο, καὶ Ζειανοῦ πολλὴν μοχθηρίαν καταγνοὺς εἰκῇ καὶ μάτην ἑλομένου τὴν τοσαύτην συκοφαντίαν, ἔπραττεν αὖθις, ὅπως τὸν γυναικὸς ἀδελφὸν ἀφήσει τοῦ δεσμωτηρίου. τῶν πραγμάτων δὲ καλούντων ἐπὶ Θεσσαλονίκην ἀναγκαίως καὶ δεομένων τῆς ἐκείνου παρουσίας, ἐξεστράτευσε τριήρεσι. μετὰ δὲ τὴν ἐπάνοδον πέμψας ἐκ Τενέδου, ἤγαγεν εἰς Ἐπιβάτας, φρούριόν τι περὶ Σηλυμβρίαν, τὸν γυναικὸς ἀδελφὸν, ὅπως ἐγγὺς ἀλλήλων ὄντων γίγνοιντο οἱ λόγοι. ἠξίου τε τὴν βασιλείαν ἀποθέμενον παντάπασι, τὴν ἰδιώτου τύχην στέργειν, τιμὰς καρπούμενον τὰς μετὰ βασιλέα πρώτας καὶ τῶν βασιλέως παίδων πάντων ἐν ἅπασι προέχειν, πλὴν Ἀνδρονίκου βασιλέως. ἐξεῖναι δὲ αὐτῷ καινοτομεῖν ἑτέραν στολὴν, ὁποίαν ἂν ἐπινοοίη, καὶ ταύτῃ χρῆσθαι, πράττειν δὲ βασιλικῶς μηδὲν, μήτε φθέγγεσθαι. ἢν δέ τις οἷα βασιλεῖ προσφέροιτο ἢ προσαγορεύοι, τοῦτον ἀπελαύνειν πρὸς ὀργήν. τοιαύτη μὲν ἡ Παλαιολόγου τοῦ βασιλέως ἦν ἀξίωσις. Ματθαῖος δὲ ὁ βασιλεὺς μᾶλλον εἵλετο φρουρεῖσθαι διὰ βίου, ἢ τοιαῦτα ὑπομένειν. πρῶτον μὲν γὰρ ἔφασκεν, οὐ ῥᾷον εἶναι ἐνεγκεῖν τὸν χθὲς καὶ πρώην προσκυνούμενον ὡς βασιλέα νῦν ἐν ἰδιώτου σχήματι τελεῖν καὶ τῶν ἄλλων ὀλίγον διαφέρειν ἢ οὐδέν· ἔπειτα οὐδ' ἡ πρόφασις αὐτὴ τοῦ δεσμωτηρίου φαύλη τις καὶ ἀγεννής. ἀλλ' ὑπὲρ τῆς τῶν ὁμοφύλων ἐλευθερίας βαρβάροις τοῖς δουλωσαμένοις πολεμῶν, ἡλίσκετο κατὰ τὴν μάχην ἀτυχήσας, ὃ πολλοῖς συμβέβηκε καὶ πρότερον Ρωμαίων βασιλεῦσι· καὶ νῦν ὑπὲρ εὐδοξίας καὶ τιμῆς μᾶλλον αἱρεῖται τὰ δεινά· ὑπὲρ ὧν οὐκ ἄν τις μέμφοιτο δικαίως εὖ φρονῶν. ἂν δὲ πρὸς τὴν δοκοῦσαν δυσπραγίαν ὑποπτήξας, καταπροδῷ τὴν εὐδοξίαν ἑκοντὶ, πᾶς ὁστισοῦν ἂν δικαίως μικροψυχίας καὶ ἀνελευθερίας γράφοιτο. δι' ἃ ῥᾷον ἂν ἐνέγκοι τὸ δεσμεῖσθαι διὰ βίου, ἢ καταπροΐεσθαι τὴν δόξαν διὰ τὴν ἐν τῷ παρόντι τῶν δεινῶν ἀπαλλαγήν· ἠξίου τε βασιλέα τὸν γαμβρὸν, εἰ βούλοιτο τὰ δέοντα ποιεῖν, μηδενὸς ἀποστερεῖν τῶν ὄντων, ἀλλὰ πρὸς τῷ ἀφεῖναι τοῦ δεσμωτηρίου καὶ τὸ βασιλέα εἶναι συγχωρεῖν. ἢ εἰ μηδὲ ταῦτα συγχωροίη, μᾶλλον αὐτὸν αἱρήσεσθαι τὸ εἶναι διὰ βίου ἐν δεσμοῖς.

μηʹ. Καντακουζηνὸς δὲ ὁ βασιλεὺς γενόμενος ἐν Ἐπιβάταις, ἐπεὶ πύθοιτο τοιαῦτα περὶ τοῦ υἱοῦ, πείθειν ἐπεχείρει, ὡς οὐ προσήκοντα αἱρεῖται. πρῶτον μὲν γὰρ εἶναι μηδὲν τῶν πάντων, ἔφασκεν, ὃ μὴ τῇ θεοῦ προνοίᾳ διοικεῖται, μάλιστα δὲ εἰ τὰ κατ' αὐτὸν ἕκαστα σκοποίη, πάνθ' εὑρήσει τῇ τοῦ θεοῦ σοφῇ προνοίᾳ εἰργασμένα εὐθὺς ἐξαρχῆς σκοπῶν. τὸ γὰρ τοὺς ἐκ Φωκαίας πειρατὰς Βιθυνίαν παραπλέοντας ἐφ' ἁρπαγῇ καὶ μέγιστον κέρδος ἡγουμένους καὶ τῶν φαυλοτάτων τινὰς ἐξανδραποδίζειν, ἀθρόον οὕτω καὶ πέρα προσδοκίας εὐτυχηκέναι, ὥστε τὸν μυρίων μὲν ἀνθρώπων ἄρχοντα καὶ δύναμιν μεγάλην περιβεβλημένον, μεγάλοις δὲ στρατοπέδοις δυνάμενον ἀντικαθίστασθαι, συλλαβεῖν ἀπονητὶ, Ὀρχάνην δὲ τὸν πατέρα τῇ πρὸς τὸν παῖδα συμπαθείᾳ πολλὰ δεηθῆναι βασιλέως, ὥστε τὸν υἱὸν ἀπαλλάττειν τῆς αἰχμαλωσίας, καὶ μεγάλας τῆς εὐεργεσίας ταύτης ὑποσχέσθαι ἀμοιβὰς, ἑτέρως γὰρ ἑώρα οὐκ ἐνὸν τὸν υἱὸν ἀπαλλάττειν τῶν δεσμῶν, βασιλέα δὲ συνιδόντα καὶ αὐτὸν, ὡς τοῦτον τὸν τρόπον μάλιστα δυνήσεται Ὀρχάνην πείθειν αὐτῷ προσέχειν καὶ τοῦ σοὶ κατ' ἐκείνου συμμαχεῖν ἀναγκάζειν ἀποσχέσθαι, καὶ ταύτης τῆς ἐλπίδος ἕνεκα τριήρεις ἐφοπλίσαντα προσέχειν ἀεὶ θαλάσσῃ καὶ πειρᾶσθαι τὸν Ὀρχάνη παῖδα ἀνασώζειν, ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ σὲ ὑπὸ Τριβαλῶν προσκεκλημένον, μόνους ἔχοντα βαρβάρους, ἐξεστρατευκέναι πρὸς Μακεδονίαν, οὕτως ὑπ' ἀνάγκης περισχεθέντα, ὥστε τὴν οὖσαν ἐκ Ρωμαίων στρατιὰν ἀπολιπεῖν, Τριβαλοὺς δὲ τοὺς πρότερον οὐδ' ἀντιβλέπειν πρὸς τοὺς Πέρσας πώποτε τετολμηκότας ὀλίγους παρὰ δόξαν πρὸς πολλαπλασίους ἀντικαταστῆναι, τοὺς Πέρσας δὲ, καίτοι κρείττους τῶν πολεμίων γενομένους, αὐτοὺς ὑφ' ἑαυτῶν διαφθαρῆναι τραπομένους πρὸς φυγὴν, σὲ δὲ ὑπολειφθέντα μόνον, ἁλῶναί τε ὑπὸ τῶν πολεμίων καὶ δεσμώτην ἀπαχθῆναι πρὸς βασιλέα τὸν γαμβρὸν, ἐπιστρατεύσαντα αὐτίκα ταῖς πόλεσι ταῖς ὑπὸ σὲ καὶ σὺν ῥᾳστώνῃ πάσῃ χειρωσάμενον καὶ γυναῖκα καὶ παῖδας τοὺς σοὺς ὑφ' ἑαυτὸν πεποιημένον, καὶ πάντα ὥσπερ ἐκ συνθήματος συνδραμεῖν, οὐδένα οἴομαι τῶν πάντων, εἰ μὴ φρενῶν ἀπεστέρηται παντάπασι καὶ λογισμῶν ὀρθῶν, μὴ κατὰ θείαν πρόνοιαν οἰήσεσθαι συμβεβηκέναι. ἃ καὶ σὲ πεπεισμένον, οὐχ ἑτέρως ἐσχηκέναι δέον τοῖς ἐψηφισμένοις στέργειν τῷ θεῷ καὶ μὴ μετὰ τὴν φιλάνθρωπον παιδείαν ταύτην, πεπαίδευκε γάρ σε φιλανθρώπως τῷ θανάτῳ μὴ παραδοὺς, ἀναίνεσθαι τὴν ἀνάκλησιν, εἰ μὴ καὶ τῆς βασιλικῆς ἔξεστιν εὐδοξίας ἀπολαύειν, ὥσπερ πρότερον. καίτοι καὶ τὸ πρὸς πᾶσαν ἑτέραν δόξαν τὴν παρὰ τόνδε τὸν βίον ἐπίκηρον οὖσαν καὶ διαῤῥέου σαν ἐπτοῆσθαι, οὐκ ἀνδρῶν ἐχόντων νοῦν καὶ προσεχόντων ἀληθέσι λογισμοῖς. ἡ δὲ ἐκ τῆς βασιλείας ταύτης καὶ κίνδυνον οὐ τὸν τυχόντα τῷ μὴ καλῶς τοῖς πράγμασι χρωμένῳ καὶ προσηκόντως ἂν ἐνέγκοι. οὐ γὰρ ὥσπερ ἐν τοῖς ἄλλοις, ἂν ῥᾳθύμως, οὕτω δὴ καὶ βασιλεῦσιν ἐφ' ἑαυτοὺς ἡ βλάβη περιγίνεται, βιοτεύωσιν· ἀλλὰ τά τε ἀγαθὰ ὁμοίως κοινὰ τοῖς ὑπηκόοις καὶ τὰ φαῦλα, καὶ δέον ἀγαθοῦ παντὸς ἀρχέτυπον τὴν βασιλέως καθεστάναι ψυχήν· εἰ δὲ μὴ, οὐ τῆς σφετέρας μόνον ῥᾳθυμίας ὀφλήσει δίκας, ἀλλὰ καὶ τῆς τῶν πολλῶν. ἃ τίς ἂν νοῦν ἔχων ἐννοήσας, οὐκ ἂν ἕλοιτο μᾶλλον ἀφανείᾳ πολλῇ συζῇν, τῆς ζημίας οὐκ εἴς τι τῶν φαυλοτέρων, ἀλλ' εἰς αὐτὴν τὴν ψυχὴν διαβαινούσης, ᾗ τά τε ἀγαθὰ ὁμοίως καὶ τὰ φαῦλα ἀθάνατα συνέσται; ἐπὶ τούτοις δὲ καὶ κατὰ τὸν τῇδε βίον πολλῶν ἀγώνων καὶ πόνων καὶ κινδύνων τῷ βασιλεύοντι δεήσει, εἰ μέλλοι μὴ παρέργως, ἀλλὰ κατὰ τὸν λόγον χρῆσθαι τῇ ἀρχῇ. προκινδυνεύειν γὰρ τῶν ὑπηκόων δίκαιον ἀεὶ καὶ μὴ ἐν τῷ ἰδίῳ ἀσφαλεῖ προΐεσθαι τὴν ἐκείνων σωτηρίαν· καὶ πάντα πόνον ὑπομένειν καὶ πρὸς τὴν διοίκησιν τῶν κοινῶν καὶ πρὸς τῶν πολεμίων τὴν ἀντίστασιν, τῶν τε ἔξωθεν ἐπιόντων καὶ τῶν ἔνδοθεν ὁμοίως ἐπιβουλευόντων. ἂν δέ τις ἔροιτο, ὅτου χάριν πολλὴν τῷ πράγματι δυσχέρειαν συνειδὼς καὶ τοσούτων πόνων καὶ ἀγώνων τὴν βασιλέως δεομένην ψυχὴν, αὐτὸς, ἐνὸν ἐν ἰδιώτου μοίρᾳ πάντων ἀπηλλάχθαι, τοσαῦτα ὑπὲρ τοῦ τυχεῖν εἱλόμην ὑπομένειν καὶ κινδύνοις φοβεροῖς καὶ περιστάσεσι ποικίλαις προηκάμην ἐμαυτὸν, ἐκεῖνο ἂν ἀποκριναίμην φιλαληθῶς, ὅτι μὴ βασιλικῆς ἀρχῆς ἐρῶν, μηδὲ πρὸς τὴν ἐκ ταύτης δόξαν κεχηνὼς, ἑκὼν εἶναι καθῆκα ἐμαυτὸν εἰς τοὺς ἀγῶνας, ἀλλ' ὑπὸ τῶν ὁμοφύλων ἐπιβουλευθεὶς, πολλὰς συκοφαντίας καὶ διαβολὰς συσκευασάντων, καὶ εἰς αὐτὸν τὸν κολοφῶνα τῶν κακῶν συνελαθεὶς, οὐδεμία γὰρ ἐλπὶς ὑπελείπετο πονηροτέρα, καὶ συνιδὼν, ὡς οὐχ ἀγαπήσουσιν, ἂν αὐτοῖς παραχωρήσω τῶν πραγμάτων τῆς ἀρχῆς, ἀλλ' ὑπὲρ τοῦ δοκεῖν δικαίως πεπολεμηκέναι ὠμῶς ἀποκτενοῦσιν, ὡς τὰ ἔσχατα ἠδικηκότα, καὶ παῖδας διαφθεροῦσι καὶ οἰκείους καὶ τοὺς ἄλλους, ὅσοι πρότερον ἔτεσι πολλοῖς εὔνως ἔχειν ἐδόκουν πρὸς ἐμὲ, ὄντες οὐκ ὀλίγοι τινὲς, οὐδὲ εὐκαταφρόνητοι, ἀλλ' οἱ πλείους καὶ περιφανέστεροι Ρωμαίων, ὑπὲρ τῆς σφετέρας τε καὶ τῶν συνόντων σωτηρίας εἱλόμην τὴν βασιλέως προσηγορίαν, καίτοι πρὸ πολλοῦ τοῦ χρόνου τῶν πραγμάτων ἄρχων καθεστὼς, οὐ δόξης ἕνεκα τῆς ἐκ τῆς βασιλείας ἐσομένης· οὐδὲ τοῦ τοῖς παισὶν ὥσπερ τινὰ πατρῷον κλῆρον καταλείπειν τὴν ἀρχήν. καὶ τούτου δείγματα παρεσχόμην ἐναργέστατα διὰ παντὸς τοῦ χρόνου οὐ μόνον πρὶν ἁπάσης ἐγκρατὴς γενέσθαι τῆς ἡγεμονίας, δεομένων γὰρ ἁπάντων τῶν συνόντων καὶ σὲ αἱρεῖσθαι βασιλέα, οὐκ ἠθέλησα, ἀλλὰ καὶ μετὰ τὸ πᾶσαν ποιήσασθαι ὑπ' ἐμαυτόν· δεηθέντων γὰρ πολλῶν, καὶ μάλιστα τῶν ἐπιφανεστάτων, τὰ ἴσα αὖθις περὶ σοῦ, τοσοῦτον τοῦ πεισθήσεσθαί ποτε ἀπέσχον, οἷς αὐτοὶ ἠξίουν, ὥσθ' ἅμα τῷ πᾶσαν ἔχειν καὶ τῆς μοχθηρίας τῶν συκοφαντῶν ἐναργεστάτας παρασχέσθαι ἀποδείξεις, πᾶσαν ἐπενόουν μηχανὴν καὶ πάντα ἔπραττον, ὥστε τῶν ἐκ τῆς ἀρχῆς θορύβων ἀπαλλάξας, ἀπραγμοσύνῃ τὸν ἐπίλοιπον συνεῖναι βίον καὶ πρὸς τὴν ἄλυτον ἐκείνην καὶ μὴ διαῤῥέουσαν ζωὴν πᾶσαν μεταθέσθαι καὶ φροντίδα καὶ σπουδήν. οὐ μὴν ἀλλ' εἰ καὶ μάλιστά τις φαίη τῆς δόξης ἕνεκα καὶ τῆς τρυφῆς καὶ τῶν ἄλλων τῶν δοκούντων ἐκ τῆς βασιλείας ἀγαθῶν τοὺς πόνους ἐμὲ καὶ τοὺς κινδύνους τοὺς τοσούτους ὑποστῆναι, μάλιστ' ἂν ἔγωγε φαίην ἀξιόχρεως καὶ διὰ τοῦτο τοῖς ἄλλοις εἶναι παιδευτής. σαφέστατα γὰρ ἐκ τῶν πραγμάτων συνιδὼν, ὡς τὸ τηλικαύτην ἀρχὴν διέπειν καλῶς καὶ προσηκόντως καὶ κατὰ μίμησιν τοῦ πάντων βασιλεύοντος θεοῦ, οὐκ ἂν εἴη παντὸς τοῦ βουλομένου, ἀλλ' ὅσοι πνεύματι θεοῦ ἀγόμενοι, πάντα πράττουσιν, ὅπως ἂν τῷ ἄγοντι δοκοίη· οἷος ἦν Δαυὶδ καὶ Κωνσταντῖνος ὁ μέγας ἐν βασιλεῦσι καὶ ὅσοι κατ' ἐκείνους τὴν ἀρετὴν, ἀσφαλέστατ' ἂν συμβουλεύσαιμι τοῖς μὴ τοιούτοις καὶ τῆς πρώτης πείρας ἀποσχέσθαι, μέλλουσιν οὐκ ἐλάττω βλάπτεσθαι ἐκ τῆς ἀρχῆς, ἢ ὅσα νομίζουσιν ὠφελεῖσθαι, σφᾶς αὐτοὺς ἐξαπατῶντες, τὴν τρυφὴν καὶ τὴν βλακείαν καὶ τὴν ἄλλην πρὸς τὸν βίον ῥᾳθυμίαν νομίζοντες τῶν ἀγαθῶν. ταῦτα μὲν οὖν ἄν τις φαίη καὶ τὰ πλείω τούτων παραπλήσια, πειρώμενος ἀποτρέπειν τοῦ μὴ σφόδρα κεχηνέναι πρὸς τὴν δόξαν ταύτην τὴν κάτω καὶ πατουμένην, ἣν καὶ χρόνος διαλύειν δύναιτ' ἂν καὶ μεταβολὴ πραγμάτων καὶ μοχθηρία πονηρῶν ἀνθρώπων καὶ μυρία ἕτερά τινα· ἂν μέντοι πρὸς τούτοις καὶ θεὸς ἄνωθεν ἐπιψηφίζηται καὶ κελεύῃ φανερῶς ἐξίστασθαι τῆς ἀρχῆς, οὐ πάντα πράξομεν τὰ θεῷ δοκοῦντα μετ' εὐγνωμοσύνης, ἀλλὰ φιλονεικήσομεν, ἢ διὰ βίου βασιλεύειν, ἢ εἰ μὴ παρείη μηδὲ ζῇν, μηδὲ τὸν ἥλιον ὁρᾷν τουτονὶ, ἀλλ' ὑπὸ ζόφον βιοῦν αἱρεῖσθαι; καίτοι εἰ μὲν ἔκ τινων λογισμῶν ἀναμφιβόλων σαφέστατα ἐξῆν εἰδέναι, ὅτι τοὺς ἁπανταχοῦ βαρβάρους γῆς διαφθερεῖς καὶ τρόπαια λαμπρά τινα καὶ περιφανῆ στήσεις ἀπὸ πάντων πολεμίων καὶ τὴν ἀρχαίαν εὐδαιμονίαν τοῖς Ρωμαίων ἀνασώσεις πράγμασι καὶ κυρίους γῆς καὶ θαλάσσης ἀποδείξεις, ὥσπερ ἦσαν ἐν τοῖς ἄνω χρόνοις, ὅτε ἤκμαζεν αὐτῶν ἡ δύναμις, λόγον ἄν τινα ἐδόκει ἔχειν ἡ πρὸς τὴν παραίτησιν τῆς βασιλείας ἔνστασις. εἰ δὲ τὰ τοιαῦτα εὐτυχήματα ὀνειρώττειν, ἢ καὶ νήφοντα ἀναλογίζεσθαι διενήνοχεν οὐδέν, τί δεῖ τοσαῦτα ὑπὲρ τῶν ἐσομένων μηδέποτε φιλονεικεῖν; ἐγὼ δὲ ἀπορῶ παντάπασιν ὁποίοις ἄν τισι χρησάμενος σώφροσι λογισμοῖς, μᾶλλον αἱρήσῃ διὰ βίου δεσμωτήριον οἰκεῖν, ἢ τὴν βασιλικὴν ἀξίαν ἀποθέσθαι. εἰ γὰρ μὴ νῦν ὑπείκειν ἐθελήσεις πρὸς τὴν βασιλέως τοῦ γαμβροῦ ἀξίωσιν, δυοῖν θάτερον ἀνάγκη, ἢ δεσμοῖς ἐναποθνήσκειν, ἢ πειρᾶσθαι τρόπῳ δή τινι τὸ δεσμωτήριον ἀποδράντα, τὴν ἀρχὴν ἀνακαλεῖσθαι. τούτων μὲν οὖν ἑκάτερον εἴ ποτε ἐξέσται, ἐν ἀδήλῳ κεῖται· ὅτι δὲ, εἰ κατασταίης αὖθις πρὸς τὸν πόλεμον, πολλῶν δεήσῃ πόνων καὶ κινδύνων καὶ πολλοῖς τῶν ὁμοφύλων αἵμασι τὴν ψυχὴν καταχρανεῖς καὶ μυρίων κακῶν καὶ ἀνδραποδισμῶν Ρωμαίοις αἴτιος ὀφθήσῃ, δῆλον μάλιστα αὐτόθεν καὶ οὐδὲ ὀλίγου λόγου πρὸς ἀπόδειξιν δεόμενον. τὸ γὰρ ἐκεῖνον συμπάντων ὄντα πραγμάτων κύριον πειρᾶσθαι παραλύειν τῆς ἀρχῆς οὐδαμῶς τις ἑτέρως ἂν ἐξεῖναι οἰηθείη, ἢ διαστήσαντα τοὺς ὑπηκόους καὶ πόλεμον ἐμφύλιον κεκινηκότα, ἢ δύναμίν ποθεν ἐπαγαγόντα ἢ Ἑλλήνων ἢ βαρβάρων, οἳ τὰς πόλεις ἐκπολιορκήσουσιν ἀνθισταμένας καὶ τοὺς μὲν ἀποκτενοῦσι τῶν ἁλισκομένων, τοὺς δὲ καταδουλώσονται καὶ ἀναγκάσουσι πρὸς βίαν σοι προσέχειν· ὧν ἑκάτερον οὐδενὸς τῶν ἀτοπωτάτων ἀποδεῖ πρὸς ἀδοξίας λόγον. ὁπότε οὖν τὸ μὲν εὐδοκιμεῖν, εἴ ποτε καὶ κατὰ γνώμην τὰ πραττόμενα ἀποβαίη, πολλὴν τὴν ἀδηλίαν ἔχει, ἡ ἀδοξία δὲ ἐξαρχῆς καὶ τῶν χειρίστων ἀναφαίνεται ἡ ἐπιχείρησις, οὐ τὰ πρὸς εὐδοξίαν μᾶλλον ἄγοντα καὶ βέβαια τῶν ἀδήλων ἀνθαιρήσῃ; οὐ μὴν ἀλλ' εἰ καὶ βασιλεὺς αὐτὸς πολλῇ χρησάμενος ἐπιεικείᾳ καὶ μεγαλοψυχίᾳ, τὴν μὲν τιμήν σοι συγχωρήσει τὴν βασιλικὴν, ὅσην ἐν ἐνδύμασι καὶ λόγοις, οὐκέτι δὲ προσήσεται κοινωνὸν καὶ τῆς ἀρχῆς, οὐδέ τινας παρέξεται τῶν ὑπηκόων πόλεων, ἐφ' αἷς βασιλεύσεις καὶ αὐτὸς, οὐδεὶς γὰρ ἂν βιάσαιτο πρὸς ταῦτα, εἰ μὴ βούλοιτο ἑκὼν, οὐδὲν ἄλλο λείπεται, ἢ γῆν ζητεῖν ἑτέραν καὶ πόλεις, ὧν προστήσῃ· οὗ καὶ μόνον ἐννοῆσαι πᾶς τις ἂν ἀπόσχοιτο, εἰ σωφρονοίη· ἢ μένοντα ἐνταῦθα, ὄνομα κεκτῆσθαι μόνον ἔρημον πραγμάτων, καὶ τὴν δοκοῦσαν τιμὴν ἀδοξίας ἔχειν ἀφορμήν. οὐ γὰρ ὥσπερ ἡ ἀπὸ τῶν ἔργων εὐδοξία εὖ τε φερομένοις καὶ δυσπραγοῦσι τοῖς ἀνθρώποις περισώζεται, ψυχῆς γάρ ἐστιν ἀρεταῖς κεκοσμημένης, οὕτω δὴ καὶ ἡ ἀπὸ συνθήματος γινομένη τῶν ἀνθρώπων βέβαιον ἔχει τι, μὴ καὶ τῶν πραγμάτων συναιρομένων, ἀλλ' ὥσπερ συνέστη τὴν ἀρχὴν, οὕτω δὴ καὶ διαλύεται ἀπὸ συνθήματος· περὶ ἣν οὐ μάλιστα σπουδάζειν χρὴ, οὐδ' ἂν τὸ διάδημά τις ἔχῃ, ἢ οὐδὲν διοίσει λίθων, ὧν τοὺς μὲν ἐν τοῖς τιμιωτάτοις ἄγουσιν οἱ ἄνθρωποι, τοὺς δὲ ἐν τοῖς ἀτιμοτάτοις, οὕτω δόξαν· αὐτοὶ δὲ κατὰ τὴν φύσιν οὐδὲν μᾶλλον ἕτερός ἐστιν ἑτέρου τιμιώτερος, ἀνδρία δὲ καὶ φρόνησις καὶ σωφροσύνη καὶ δικαιοσύνη οὐ τῶν ἀλόγων μόνων τοὺς ἀνθρώπους ὑπερέχειν ἀποφαίνουσιν, ἀλλὰ καὶ αὐτοὺς ἀλλήλων, καὶ τοσοῦτον τούτων ἑκατέρων ἀποδείκνυται τὸ μέσον, ὡς τοὺς μὲν θαυμάζεσθαι, εἰ τύχοι καὶ παρ' αὐτῶν τῶν πολεμιωτάτων, τοὺς ἑτέρους δὲ ὁμοίως παρὰ πάντων ἀτιμάζεσθαι καὶ καταφρονεῖσθαι καὶ ὀλίγα ἢ οὐδὲν νομίζεσθαι ἀλόγων διαφέρειν. περὶ ἣν οἴομαι δίκαιον καὶ σὲ καὶ πάντα ὁντινοῦν ἡττᾶσθαι. τὸ γὰρ μὴ ἡττᾶσθαι τοῦ ἡττᾶσθαι αἴσχιον ὂν, οὐ μᾶλλον νικᾷν, ἢ ἐν ἅπασιν ἡττᾶσθαι πείθει τοῖς αἰσχροῖς. εἰ δέ τις καὶ τὴν μείζω καὶ θαυμασιωτέραν τιμὴν ἐπιζητοίη καὶ τὴν μάλιστα προσήκουσαν ἀνθρώπῳ, ἣ καὶ τοῦ παρόντος βίου λυομένου παραμένει καὶ πολλήν τινα καὶ θαυμαστὴν ὠφέλειαν παρέχεται τοῖς ἔχουσι, ἐκείνην εἶναι ἴστω, ἣν θεὸς παρέξεται τοῖς ἀγαπήσασιν αὐτὸν καὶ διὰ βίου πᾶσαν πρὸς ἐκεῖνον ἐπιδεδειγμένοις ἐπιείκειαν καὶ τήρησιν τῶν προσταγμάτων. ὅτε τοίνυν τῶν μὲν πάνυ βελτιόνων ἔξεστί σοι τιμῶν μετέχειν, καὶ οὐδεὶς ἂν ἀποστερήσειεν ἐθέλοντα οὔτε βασιλεὺς, οὔτε ἰδιώτης, τῆς δ' ἀτιμοτέρας ταύτης καὶ οὐ πολλοῦ τινος ἀξίας λόγου παρ' εὐφρονοῦσιν αὐτὰ τὰ πράγματα καταναγκάζουσι καταφρονεῖν, θεῷ τε πειστέον, πρῶτον οὕτω τὰ ἡμέτερα ἐψηφισμένῳ, καὶ ἐμοὶ τῷ συμβουλεύοντι. οἴομαι δὲ οὐδένα ἕτερον μήτε οἰκειότερον, μήτε λυσιτελέστερον παραινέσαι, μήτε σὲ μᾶλλον ἑτέρῳ ἢ ἐμοὶ πεισθῆναι ὄντα δίκαιον.» τοσαῦτα μὲν Καντακουζηνὸς ὁ βασιλεὺς διειλέχθη πρὸς τὸν υἱὸν, πείθων μὴ πάνυ τῆς βασιλικῆς τιμῆς ἀντιποιεῖσθαι, ἀλλ' ἀποστάντα ταύτης ἑκοντὶ, τοῦ δεσμωτηρίου ἀπαλλάττεσθαι καὶ τῶν παρόντων δυσχερῶν.

μθʹ. Ματθαῖος δὲ ὁ βασιλεὺς «δυσχερὲς μὲν» εἶπε «καὶ οὐ πάνυ ῥᾴδιον τὸν χθὲς καὶ πρώην προσκυνούμενον ὡς βασιλέα ὑπὸ πάντων νῦν ἐν ἰδιώτου σχήματι τελεῖν καὶ τῶν πολλῶν ὀλίγα διαφέρειν ἢ οὐδὲν, καὶ μᾶλλον ἂν αὐτὸς εἱλόμην διὰ βίου δεσμωτήριον οἰκεῖν, ἢ τοιαύτην παροινίαν ὑπομένειν. εἰ δὲ σοὶ τοιαῦτα ἔδοξε καὶ πείθεσθαι προστάττεις, οὐδὲ αὐτὸς οὕτω πόῤῥω καθέστηκα φρενῶν, ὥστε ἢ λυσιτελέστερόν τι μᾶλλον αὐτὸς νομίζειν ἐξευρήσειν, ἢ μᾶλλον ἐμαυτὸν αὐτὸς, ἢ ὅσον οἴομαι φιλεῖσθαι ὑπὸ σοῦ. ἀλλ' ἐν ἀμφοτέροις σαφέστατα εἰδὼς οὐκ ὀλίγῳ τινὶ τῷ μέσῳ σοῦ ἡττώμενος, ἅ τε ἔδοξε θεῷ πρῶτον, ἔπειτα συμβεβούλευκας καὶ αὐτὸς, ὢν πατὴρ, ποιήσω. βέλτιον γὰρ ὑμῖν πειθόμενος ὑπομένειν, ἄν τι συμβαίνῃ καὶ τῶν δυσχερῶν, ἢ τοῖς ἰδίοις λογισμοῖς, εἰ καὶ τὰ μάλιστα δοκοῖεν ἔχειν τι περίεργον ἀκολουθεῖν.» Καντακουζηνὸς δὲ ὁ βασιλεὺς εἰς Βυζάντιον ἐπανελθὼν, ἐπεὶ τὸν υἱὸν ἀπήγγελλε τῷ νέῳ βασιλεῖ τὴν βασιλείαν ἀπειπάμενον, τῶν ἄλλων πάντων καὶ αὐτὸς ὑπεριδὼν, ἐκέλευε τοὺς ὅρκους γίνεσθαι· καὶ ἐγένοντο ἐπὶ τούτοις, ὥστε Ματθαῖον τὸν γυναικὸς ἀδελφὸν, παντάπασιν ἀποθέμενον τὸ βασιλεύειν, ὥσπερ ἐν πράξεσι καὶ στολαῖς, οὕτω δὴ κἀν ταῖς προσρήσεσι, τὰς μετὰ βασιλέα τιμὰς καρποῦσθαι πρώτας καὶ τῶν ἄλλων παίδων βασιλέως προέχειν, πλὴν Ἀνδρονίκου τοῦ νέου βασιλέως, καὶ πᾶσαν εὔνοιαν τηρήσειν πρὸς αὐτούς· ὅπλα δὲ μηδέποτε κινήσειν περὶ τῆς ἡγεμονίας πρὸς αὐτοὺς, μηδ' ἀμνήμονα φανεῖσθαι τῆς εὐεργεσίας. ἔπειτα ἐν Ἐπιβάταις βασιλέων τε ὁμοῦ καὶ βασιλίδων ἐν ταὐτῷ γεγενημένων, Καλλίστου τε τοῦ πατριάρχου καὶ Λαζάρου τοῦ τῶν Ἱεροσολύμων καὶ τῶν ἄλλων ἀρχιερέων, ὅσοι τότε παρόντες ἔτυχον ἐν Βυζαντίῳ, καὶ συγκλητικῶν ὁμοῦ τοι πάντων, τὰς ἱερὰς στολὰς ἐνδεδυμένων τῶν ἀρχιερέων, Ματθαῖος ὁ τοῦ βασιλέως ὤμνυεν υἱὸς τοὺς ὅρκους, συνούσης καὶ τῆς γυναικὸς, ἦ μὴν τηρήσειν βεβαίους διὰ βίου καὶ μηδέποτε μηδένα παραβήσεσθαι ἑκόντα εἶναι. ἐπὶ τούτοις δὲ καὶ Κάλλιστος ὁ πατριάρχης ἐπεῖπεν ἀφορισμὸν, εἰ μὴ τοῖς ὀμωμοσμένοις ἀκριβῶς ἐμμείνειε. διελύετό τε τῶν ἀρχιερέων ὁ σύλλογος αὐτίκα. Παλαιολόγος δὲ ὁ βασιλεὺς οὐκ ὀλίγας ἡμέρας Ματθαίῳ τῷ γυναικὸς ἀδελφῷ συνδιατρίψας καὶ πολλὴν ἐπιδειξάμενος φιλοφροσύνην, λόγοις τε πολλοῖς παρακαλέσας, ἐν οἷς ἐπεδείκνυεν αὐτὸν ἐκ διαφόρου πρότερον καὶ πολεμίου φίλον ἐς τὰ μάλιστα γεγενημένον νῦν, καὶ περὶ τῆς βασιλικῆς σκευῆς ὅτι ἀποδέδυτο, μὴ πάνυ παραινέσας ἄχθεσθαι, ὡς, ἡνίκα ἂν αὐτῷ δοκοίη προσῆκον εἶναι χρῆσθαι, αὖθις ἐπιτρέψαντος. παρ' αὐτῷ γὰρ εἶναι λύειν τε τοὺς ὅρκους καὶ τηρεῖν ἀλύτους, εἰ μὴ βούλοιτο. ἔπειτα τὸ νῦν ἔχον πλὴν τῶν ἐρυθρῶν, ὁποίας ἂν αὐτῷ δοκοίη καινουργήσαντι κρηπῖδας ἐπιτρέψας ὑποδύεσθαι, συνταξάμενος εἰς Βυζάντιον ἐπανῆκε καὶ Ἰωάννην καὶ Δημήτριον τοὺς υἱοὺς Ματθαίου τοῦ τῆς γυναικὸς ἀδελφοῦ τιμῶν ἠξίωκε τῶν ἐπιφανεστάτων παρὰ Ρωμαίοις, δεσπότην μὲν τὸν Ἰωάννην ἀποδείξας, τὸν δὲ Δημήτριον σεβαστοκράτορα, καὶ κοινωνήσας αὐτοῖς τραπέζης. ἔπειτα ἐξέπεμπε πρὸς τὸν πατέρα, πολλὰς ὁμολογοῦντας τῆς εὐεργεσίας χάριτας. Ματθαῖος δὲ οὐδὲν εἵλετο περὶ τὴν σκευὴν καινοτομεῖν, ἀλλὰ λευκαῖς κρηπῖσιν, ὥσπερ ἡνίκα ἦν ἐν τῷ δεσμωτηρίῳ, χρῆσθαι εἵλετο. Καντακουζηνὸς δὲ ὁ βασιλεὺς πανοικεσίᾳ τὸν υἱὸν παραλαβὼν, ἀπέπλευσεν εἰς Πελοπόννησον τριήρεσι μακραῖς πρὸς Μανουὴλ δεσπότην, τῶν υἱῶν τὸν ἕτερον. οὐ μὴν οὐδὲ ἐκεῖ ἠμέλουν οἱ πονηροὶ καὶ μοχθηροὶ τοὺς τρόπους μηχανήν τινα ἐξευρίσκειν, ἐξ ἧς λυπήσουσιν ὡς μάλιστα, ἀλλὰ πρὶν γενέσθαι ἐν Πελοποννήσῳ γράμμασι πρὸς δεσπότην διαβάλλουσι τὸν υἱὸν, ὡς βούλοιτο τῆς μὲν ἀρχῆς αὐτὸν ἀποστερεῖν, ἄρχοντα δὲ Πελοποννήσου Ματθαῖον ἀντικαθιστᾷν τὸν ἀδελφόν· καὶ τοῦτο οὐχ εἷς καὶ δύο, ἀλλὰ καὶ πλείους καὶ πολλάκις ἐπεστάλκασιν. ὃ οὐχ ἥκιστα τοὺς λογισμοὺς δεσπότου κατασεῖσαι ἠδυνήθη. ὅτε μὲν γὰρ πρὸς τὴν ἐπιείκειαν καὶ σύνεσιν καὶ εὐβουλίαν ἀπίδοι τοῦ πατρὸς καὶ τὴν εἰς τοὺς παῖδας φιλοστοργίαν, πάντα πλάσματα ἡγεῖτο καὶ διαβολὰς, ὅτε δὲ εἰς τὸ πλῆθος καὶ τὴν πιθανότητα τῶν γεγραμμένων, οὐκ εἶχεν, ὅπως ἅπασι καθάπαξ ἀπιστεῖν. ὅθεν καὶ μετὰ τὴν βασιλέως τοῦ πατρὸς ἐπιδημίαν, τὴν ἔνδον ταραχὴν ἐν τοῖς ἤθεσιν ὑπέφαινε. βασιλεύς τε ὁ πατὴρ τὸν θόρυβον οὐκ ἀγνοήσας, ἐπυνθάνετο τὰς αἰτίας, ὅθεν εἶεν· ὁ δὲ πᾶν ἐξεκάλυπτεν αὐτίκα τὸ ἀπόῤῥητον. βασιλεὺς δὲ ὁ πατὴρ τῶν μὲν συκοφαντῶν πολλὴν κατεγίνωσκε σκαιότητα καὶ πονηρίαν τρόπων, τὸν δὲ υἱὸν παρῄνει μὴ ῥᾴδιον εἶναι προσέχειν ταῖς διαβολαῖς, καὶ μάλιστα κατὰ φιλτάτων συνεσκευασμέναις, πατρὸς καὶ ἀδελφοῦ, αὐτὸν δὲ οὐχ ὅπως αὐτὸν ἀφέλοιτο τὴν ἀρχὴν, τὸν ἀδελφὸν ἐκεῖσε ἀγαγεῖν, ἀλλ' ἵν' ὡς μάλιστα βελτίω καὶ ἀσφαλεστέραν ἀπεργάσηται. τι γὰρ ἂν καὶ εἴη βέλτιον εἰς λόγον ἡδονῆς καὶ ἀσφαλείας, ἢ τὸ συνεῖναι ἀδελφοὺς ἀλλήλοις, ὁμοίως τῇ κατὰ φύσιν συναφείᾳ καὶ τὰς ψυχὰς συγκεκραμένους; τοῦ δὲ εἰς Πελοπόννησον ἐκεῖνον ἀγαγεῖν αἰτίαν οὐδεμίαν ἄλλην εἶναι, ἢ τὰς τῶν φαύλων καὶ πονηροτάτων ψυχὰς ἀνθρώπων, οἳ μάλιστα πολλοὶ νυνὶ τῷ βίῳ ἀνεφύησαν, ἀληθείας μὲν οὐδένα καὶ δικαιοσύνης λόγον πεποιημένοι, μικροῦ δὲ κέρδους ἕνεκα καὶ τὰ δεινότατα τολμῶντες, ἔστι δ' ὅτε μηδὲ ταύτης εὐποροῦντες τῆς αἰσχρᾶς καὶ ἀγεννοῦς προφάσεως, ἀλλ' ὥσπερ εἰς τοῦτο παρελθόντες εἰς τὸν βίον ἐπὶ τῷ διαφθείρειν τοὺς ἀγαθοὺς καὶ προῖκα τὴν μοχθηρίαν προῃρημένοι, ὧν τὴν ἀτοπίαν δείσας καὶ τὴν πονηρίαν, μὴ συκοφαντίας καὶ διαβολὰς πλασάμενοι, βασιλέα τε καὶ ἀδελφὸν τὸν σὸν ἐκπολεμώσουσιν ἀλλήλοις, ἐνθάδε ἀγαγεῖν, νομίσας ὅπερ ἐστὶν, ὡς ἀληθὲς, οὐ Πελοπόννησον τοσαύτην οὖσαν, ἀλλὰ τὴν αὐτὴν οἰκίαν ὑμᾶς συνοικήσειν ἀλύπως διὰ βίου, καὶ μηδεμίαν ἔσεσθαι πρόφασιν ἰσχυρὰν διαφορᾶς, ἣ διαστῆσαι δυνήσεται ὑμᾶς ἀλλήλων. οὐ χρὴ δὲ θαυμάζειν, εἰ τοιαῦτα πεπεισμένος περὶ τῶν συκοφαντῶν, ἐνθάδε ἤγαγον τὸν ἀδελφόν. ὅπου γὰρ καὶ σοὶ ἐμέ τε κἀκεῖνον ἤλπισαν ταῖς διαβολαῖς ἐκπολεμώσειν, σχολῇ γ' ἂν ἀπέσχοντο βασιλέως προφάσεων μεγάλων εὐποροῦντες ἐκ τῶν πρὶν διαφορῶν. «ἐκεῖνοι μὲν οὖν» εἶπεν «ἀπολέσθωσαν κακοὶ κακῶς αὐταῖς συκοφαντίαις· σὺ δὲ πᾶσαν ἀποθέμενος μικροψυχίαν, ἡδέως δέχου τὸν ἀδελφὸν, μετ' ἐπιεικείας ἁπάσης καὶ εὐγνωμοσύνης συνδιάξοντα.» τοιαῦτα μὲν Καντακουζηνὸς ὁ βασιλεὺς πρὸς δεσπότην εἶπε τὸν υἱόν. ἐκεῖνός τε αὐτίκα τῷ πατρὶ πειθόμενος ἐδέχετο τὸν ἀδελφὸν ἡδέως, πολλὰ καταμεμφόμενος τοὺς συκοφάντας, καὶ πρὸς βασιλέα τὸν πατέρα ἰσχυρίζετο, ὡς, εἰ βέλτιον αὐτῷ δοκοίη καὶ λυσιτελέστερον, ἀποστάντα παντάπασιν αὐτὸν Πελοποννήσου πᾶσαν ἔχειν τὴν ἀρχὴν τὸν ἀδελφὸν, οὐδὲν αὐτὸν φιλονεικήσειν, ἀλλὰ πάντα πράξειν ἑτοιμότατα, ἅττα ἂν αὐτὸς κελεύοι. βασιλεὺς δὲ ἐν Πελοποννήσῳ ὑπὲρ ἐνιαυτὸν συνδιατρίψας τοῖς υἱέσι, καὶ ὧν ἕνεκα ἀφῖκτο δεξιὸν τέλος ἐπιθεὶς, εἰς Βυζάντιον ἐπανῆκεν.

νʹ. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ Κάλλιστος ὁ πατριάρχης παρὰ βασιλέως ἐπέμφθη πρέσβυς πρὸς Ἐλισάβετ τὴν Κράλη γαμετὴν, Φέραις ἐνδιατρίβουσαν μετὰ τὴν ἐκείνου τελευτήν. ἐκπεπολέμωντο γὰρ ἀλλήλοις καὶ ἔτι Κράλη περιόντος. ἡ πρεσβεία δὲ ἦν, ὥστε τὸν πρὸς ἀλλήλους πόλεμον καταθεμένους καὶ συμφρονήσαντας, τοῖς ἐν Θρᾴκῃ βαρβάροις ἐπιθέσθαι, κακῶς καὶ τὴν Ρωμαίων καὶ Τριβαλῶν ποιοῦσι καὶ ληϊζομένοις ὁσημέραι. ἡ μὲν οὖν Κράλη γαμετὴ τὴν πρεσβείαν ἐδέξατο προθύμως, οὐ μὴν ἀλλὰ καὶ οἱ ἐν τέλει πάντες Τριβαλῶν· καὶ πᾶσιν ἔδοξεν ὁμοίως πολεμητέα εἶναι πρὸς τοὺς βαρβάρους, καὶ τὸν πατριάρχην ἦγον δι' εὐφημίας καὶ αἰδοῦς πολλῆς. Ἐλισάβετ δὲ μάλιστα πολλὴν ἐπεδείκνυτο φιλοφροσύνην καὶ τῶν κρειττόνων ᾤετό τινα ὑποδεδέχθαι ξενισθέντα παρ' αὐτῇ. οὕτω δὲ συμβὰν, αὐτός τε ὁ πατριάρχης ἐνεπεπτώκει νόσῳ χαλεπῇ, ὑφ' ἧς καὶ ἐτελεύτησε, καὶ οἱ ἄλλοι οἱ συνόντες, πλὴν ὀλίγων. ἦν δὲ ἄγων τοὺς μάλιστα ἐν λόγῳ τῶν ἐν τῷ κλήρῳ τῆς ἐκκλησίας κατειλεγμένων· ὅθεν καὶ φήμη διεδόθη παρὰ τοῖς πολλοῖς φαρμάκῳ αὐτοὺς ἀποθανεῖν ἐπιβουλευθέντας ὑπὸ Τριβαλῶν. ἦν δὲ ἄρα ψεῦδος καὶ συκοφαντία ἐναργῶς. οὐ γὰρ τὸ τῆς Κράλη γαμετῆς ἐπιεικὲς μόνον καὶ ἡ πρὸς τὸν πατριάρχην αἰδὼς καὶ φιλοτιμία καὶ σπουδὴ, καὶ περιόντος καὶ μετὰ τελευτὴν, ἀλλὰ καὶ ἡ νόσος, ὑφ' ἧς ἕκαστος ἐτελεύτησε κατεργασθεὶς, οὐδαμῶς τοιαῦτα δίδωσιν ὑπονοεῖν περὶ αὐτῆς. διαφόροις γὰρ ἔτυχον νοσήμασι κατασχεθέντες, καὶ οὐδὲ δύο τοὐλάχιστον τοῖς ἴσοις. ἀποθανόντα δὲ τὸν πατριάρχην ἔθαψέ τε μεγαλοπρεπῶς ἡ Ἐλισάβετ ἐν τῇ μητροπόλει Φερῶν καὶ ἐτίμησε διαφερόντως, ἀφικομένων δὲ παρ' αὐτὴν καὶ ἐκ τῶν ἐν Ἄθῳ φροντιστηρίων τῶν σπουδαιοτέρων καὶ ἀντιποιουμένων ἀρετῆς, μάλιστα δὲ Λαύρας τῆς ἱερᾶς, καὶ δεηθέντων ἐφεῖναι τὸν πατριάρχου νεκρὸν ἐν Ἄθῳ μεταγαγεῖν καὶ θάψαι παρὰ σφίσιν, οὐκ ἐνέδωκεν, αὐτὴ μάλιστα εἰποῦσα δεῖσθαι τῆς ἐκείνου προστασίας, καὶ δεῖν εἶναι κατέχειν παρ' ἑαυτῇ. ἐν ᾧ δὲ χρόνῳ ταῦτα ἐτελεῖτο, καὶ ὁ βασιλεὺς ἐπεστράτευσε ταῖς κατὰ τὸν πόντον ὑπηκόοις πόλεσι Μυσοῖς· ἐγένετο γάρ τις αὐτῷ διαφορὰ πρὸς Ἀλέξανδρον τὸν Μυσῶν βασιλέα. καὶ Ἀγχίαλον μὲν εἷλεν ἐξ ἐφόδου μάχῃ κρατήσας, Μεσημβρίαν δὲ ἔκ τε τῆς ἠπείρου πύργον οἰκοδομήσας κατὰ τὸ στενὸν, ἐν ᾧ ἡ εἰσβολὴ, καὶ ἐκ τῆς θαλάσσης ταῖς ναυσὶν ἐπολιόρκει. καὶ ἐπίεσε τοὺς κατοικοῦντας οὐκ ὀλίγα ὕδατος ἀπορία μάλιστα, ὑδρεύοντο γὰρ οὐ πολὺ ἄποθεν τῆς πόλεως ἔκ τινος πηγῆς, τότε δὲ εἰργόμενοι ὑπὸ τῆς στρατιᾶς, τοῖς ἔνδον ὕδασιν ἐχρῶντο, ὀλίγοις τε καὶ φαύλοις οὖσιν. Ἀλέξανδρος δὲ ὁ τῶν Μυσῶν βασιλεὺς πολλαῖς μὲν ἐχρήσατο μεθόδοις, ἀναστῆσαι βασιλέα τῆς πολιορκίας, ἔκ τε γὰρ τῆς οἰκείας στρατιᾶς τῇ πόλει ἔπεμψε συμμάχους, καὶ παρὰ τῶν ἐν Θρᾴκῃ βαρβάρων πείσας χρήμασιν, ἀπράκτων δὲ ἐπανελθόντων, βασιλέως τούς τε ἔνδον ἰσχυρῶς πολιορκοῦντος καὶ πρὸς τοὺς ἔξω μαχομένου καρτερῶς, ἐπεὶ παντάπασι πρὸς τὸν πόλεμον ἀπηγορεύκει, πρέσβεις πέμψας καὶ ἐπαγγειλάμενος πάνθ', ὅσα κατὰ γνώμην βασιλεῖ ποιήσειν, ἔπεισεν ἀνθελέσθαι τὴν εἰρήνην, καὶ τά τε χρήματα ἐξέτισεν, ὅσα πρὸς τὸν πόλεμον ἀνάλωτο, καὶ ἕτερα οὐκ ὀλίγα. βασιλεύς τε τὸν πύργον καταστρεψάμενος, ἐπανῆλθεν εἰς Βυζάντιον. πυθόμενος δὲ περὶ πατριάρχου, ὅτι τελευτήσοι κατὰ τὴν πρεσβείαν, αὐτός τε ἐσκέπτετο, ὅντινα δεῖ τοῖς πατριαρχικοῖς θρόνοις ἐγκαθιδρύειν, καὶ τοῖς ἀρχιερεῦσιν ἐπέτρεπε συνελθοῦσι κατὰ τὸ ἔθος καὶ διασκεψαμένοις τὸν προστησόμενον τῆς ἐκκλησίας αὐτῷ δηλοῦν. δόξαν δὲ πᾶσι τὸν πατριάρχην Φιλόθεον ἐπανάγειν εἶναι δίκαιον, ἐπεὶ καὶ βασιλεῖ τὰ ἴσα συνεδόκει, συνῄδει γὰρ αὐτῷ μὴ διὰ κακίαν ἀποστάντι τῆς ἀρχῆς, ἀλλ' ἑκοντὶ παραχωροῦντι, ἵνα μὴ διὰ φιλονεικίαν ταραχῆς πολλῆς καὶ διχοστασίας ἐμπλησθῇ ἡ ἐκκλησία· δι' ἃ δὴ καὶ φιλίως εἶχε πρὸς αὐτὸν, καὶ γινομένῳ τε ἐν βασιλείοις ἡδέως συνῆν καὶ συνωμίλει, καὶ αὐτὸς ἐν ᾗ κατῴκει μονῇ γινόμενος. συνδιενυκτέρευεν αὐτῷ· πέμψας τοὺς υἱεῖς, Ἀνδρόνικόν τε τὸν βασιλέα καὶ τὸν δεσπότην Μανουὴλ καὶ τῶν συγκλητικῶν πολλοὺς, ἐπανήγαγεν εἰς τὴν ἐκκλησίαν καὶ τοῖς πατριαρχικοῖς ἐνίδρυσε θρόνοις· καὶ νῦν οἷα λύχνος ἐπὶ τὴν λυχνίαν τεθεὶς, ἐπὶ τὸ ἀληθινὸν φῶς τὴν πιστευθεῖσαν ἐκκλησίαν χειραγωγεῖ, τοῖς τε ὑγιέσι τῆς εὐσεβείας δόγμασιν ἐκτρέφων καὶ εὐεκτεῖν ὡς μάλιστα ποιῶν, καὶ τὰ ἤθη ῥυθμίζων, καὶ ὡς οἷόντε τῆς ἀνιέρου ζωῆς ἐπανάγων ταῖς συχναῖς διδασκαλίαις καὶ παραινέσεσιν. ἃ μὲν οὖν συμβέβηκε Ρωμαίοις ἐφ' ἡμῶν ἔν τε τοῖς ἄνω χρόνοις, ἡνίκα τῶν βασιλέων Ἀνδρονίκων ὁ πρὸς ἀλλήλους ἐκινήθη πόλεμος, καὶ ὕστερον ὁ μεταξὺ τῆς βασιλίδος Ἄννης καὶ Καντακουζηνοῦ τοῦ βασιλέως ἀνεῤῥιπίσθη, καὶ τὰ τελευταῖα δὴ ταῦτα, ὅσα βασιλεὺς ὁ νέος Ἰωάννης πρός τε τὸν γυναικὸς ἀδελφὸν Ματθαῖον διηνέχθη καὶ βασιλέα τὸν κηδεστὴν, τοιαῦτά ἐστι. καὶ πρὸς οὐδὲν τῶν εἰρημένων οὔτε πρὸς χάριν, οὔτε πρὸς ἀπέχθειαν ἐξέβημεν τῆς ἀληθείας, ἀλλ' αὐτὰ τὰ ὄντα ἱστορήκαμεν ἀκριβῶς, τοῖς μὲν αὐτοὶ παρόντες, ἡνίκα ἐπραγματεύοντο, καὶ μετέχοντες τῶν γιγνομένων, τῶν δ' αὐτήκοοι γεγενημένοι ἀπ' αὐτῶν τῶν εἰργασμένων. εἰ δέ τινα τῶν ἐν ἀποῤῥήτοις βεβουλευμένων μάλιστα τῶν πρὸς Καντακουζηνὸν τὸν βασιλέα τὸν πόλεμον κεκινηκότων ἡ ἱστορία περιέχει, θαυμαστὸν οὐδέν. οἱ πλείους γὰρ ἐκείνων καὶ μετὰ τὸ τῆς ἀρχῆς ἁπάσης ἐκεῖνον ἐγκρατῆ γενέσθαι ἔτι περιόντες καὶ πολλῆς προνοίας ἀπολελαυκότες παρ' αὐτῷ, πάντα ἀκριβῶς ἐξεῖπον, ἐκεῖνον μὲν τῆς μεγαλοψυχίας θαυμάζοντες καὶ τῆς καρτερίας τῆς πρὸς τὰ δεινὰ, ἑαυτοὺς δὲ οἰκτείροντες, ὅτι μὴ μόνον τοσούτων αἴτιοι γεγόνασι Ρωμαίοις συμφορῶν, ἀλλὰ καὶ οὗ πολλῶν καὶ πρότερον καὶ ὕστερον καὶ μεγάλων καὶ θαυμασίων εὐεργεσιῶν ἀπολελαύκασι, τούτῳ ταῖς μεγάλου δουκὸς ἀπατηθέντες μηχαναῖς καὶ πανουργίαις, πολλῶν ὤφθησαν αἴτιοι γεγενημένοι δυσχερῶν καὶ τὰ ἔσχατα ἠγνωμονήκασι. μάλιστα δὲ ἀπήγγειλαν σαφέστατα Ἰωάννης καὶ Νικηφόρος οἱ μεγάλου δουκὸς ἀδελφοὶ, οἷα δὴ τῶν ἄλλων μᾶλλον συνειδότες τὰ ἀπόῤῥητα ἐκείνῳ. τὸ μὲν οὖν ἐπίταγμα τὸ σὸν, ὦ καλὲ Νεῖλε, εἰς δύναμιν ἡμῖν ἐκτετέλεσται, σοὶ δ' ἔξεστι τὰ γεγραμμένα ἀναλέγοντι καὶ βίους ἐξετάζοντι καὶ πράξεις καὶ τὸ σύμπαν ἦθος τῶν ἀνθρώπων, τῶν μὲν τὴν μεγαλοψυχίαν ἐπαινεῖν καὶ τὴν ἐν ἅπασιν ἢ ἐν πλείστοις ἔργοις ἀγαθοῖς φιλοτιμίαν, τῶν δὲ μισεῖν τὴν πανουργίαν, ὡς οὐ τοῖς ἄλλοις μόνον, ἀλλὰ καὶ σφίσιν αὐτοῖς πολλῶν κακῶν αἰτίαν γενομένην.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Γιαγιά στην Καππαδοκία τραγουδά Ελληνικό παραδοσιακό (Βίντεο)

Τραγωδία στo Χαρωπό, νεκρό μωράκι 8 μηνών.

Η καταπράσινη Καστανούσσα το 2024 : Το χωριό που θυμίζει ενα τεράστιο γκαζόν με βίλες

Νέα

Φωτογραφία της ημέρας

Φωτογραφίες

Βίντεο

Πρόσωπα

Καταστήματα

Συνταγές

Χθεσημεραυριο

Μουσικές Επιλογές: Bουτιά στο παρελθόν